Capitula xvii contra monophysitas
- Edition reference
- Capitula xvii contra monophysitas, ed. Richard, op. cit., 61–66.
- CTS identifier
urn:cts:greekLit:tlg2816.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
66
φύσει, ἡνωμένη μέντοι τῷ θεῷ λόγῳ ἐνυποστάτως, τί τὰς δύο
67
φύσεις οὐχ ὁμολογεῖτε ἐν τῷ ἑνὶ Χριστῷ;
68
7. Πᾶσα ὑπόστασις ἐν κοινότητι, ὅ ἐστιν οὐσίᾳ, θεωρεῖται· καὶ
69
εἰ μὲν ἡ ὑπόστασις ἁπλῆ εἴη, καὶ ἡ κοινότης ἁπλῆ· εἰ δὲ σύνθετος ἡ
70
ὑπόστασις εἴη, καὶ ἡ κοινότης σύνθετος ἔσται ἢ ἐν διαφόροις
71
κοινότησιν ἡ σύνθετος ὑπόστασις ἔσται. Οἷον ἁπλῆ ἡ ὑπόστασις
72
τοῦ λόγου, ἁπλῆ καὶ ἡ κοινότης ἣν ἔχει 〈αὐτὸς καὶ〉 ὁ πατὴρ καὶ τὸ
73
πνεῦμα· σύνθετος ἡ οὗτινος ἀνθρώπου ὑπόστασις, σύνθετος καὶ
74
ἡ κοινότης ἡ ἐν πᾶσι κοινῶς τοῖς ἀνθρώποις θεωρουμένη. Πᾶς
75
γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν. Εἰ δὲ μὴ τὴν σύνθετον
76
κοινότητα βουληθείημεν νοῆσαι, πάντως ὁ δεῖνα ἄνθρωπος ἐν
77
δύο κοινότησιν εὑρεθήσεται, ἡ μὲν ψυχὴ ἐν κοινότητι τῇ πρὸς τὰς
78
ἄλλας ψυχάς, τὸ δὲ σῶμα ἐν κοινότητι τῇ πρὸς τἄλλα σώματα. Ἐπὶ
79
δὲ Χριστοῦ ἡ ὑπόστασις σύνθετος οὖσα οὐ θεωρεῖται ἐν συνθέτῳ
80
κοινότητι. Οὐδεὶς γὰρ ἄλλος Χριστὸς θεὸς καὶ ἄνθρωπος ὑπάρ-
81
χων ταῖς ἀληθείαις σύνθετός ἐστιν, εἰ μὴ ὁ ἐκ παρθένου τῆς
82
θεοτόκου τεχθείς. Εἰ οὖν οὐδεμίαν σύνθετον ἔχει κοινότητα,
83
πάντως ὑπολείπεται ἐν διαφόροις κοινότησι θεωρεῖσθαι, ἐν τῇ
84
τοῦ πατρὸς καὶ ἁγίου πνεύματος κοινότητι, καθ' ἥν ἐστι θεός, καὶ
85
ἐν τῇ πρὸς πάντας ἀνθρώπους κοινότητι, οἷς ὅμοιός ἐστι κατὰ τὸ
86
εἶναι ἄνθρωπος. Κοινότητα δὲ ἐν τοῖς πᾶσι τούτοις φαμὲν τὴν
87
οὐσίαν, ὅ ἐστι φύσιν· αὗται γὰρ κοινῶς πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ
88
εἶδος | ἐνθεωρουμένοις ὑπάρχουσιν, οὐ τῷ μὲν πλέον, τῷ δὲ
89
ἔλαττον ἐνυπάρχουσαι.
90
8. Τῆς ἄκρας ἑνώσεως ἴδιόν ἐστι τὸ ἔχειν ταὐτότητα καὶ
91
ἑνότητα καὶ ἑτερότητα, οἷον ἡ καθ' ὑπόστασιν ἕνωσις· αὕτη γάρ,
92
ὡς ἐπὶ ψυχῆς καὶ σώματος, ἑτερότητα οὐσίας καὶ ταὐτότητα
93
ὑποστάσεως ἔχει. Ἑτέρα γὰρ ἡ τῆς ψυχῆς οὐσία καὶ ἑτέρα ἡ τῆς
94
σαρκός, κἂν ἓν ζῷον ἀποτελεσθῇ ὁ ἄνθρωπος. Καὶ οὐκ ἄν τις
95
εἴποι φύσει τὴν μὲν ψυχὴν θνητήν, τὴν δὲ σάρκα νοητήν· καὶ
96
ἀσθενούσης δὲ τῆς σαρκὸς ἐρρῶσθαι τὴν ψυχὴν λέγομεν. Εἷς δὲ ὁ
97
ἑκατέρων συγκείμενος ἄνθρωπος καὶ ἐν τῷ ἑνὶ ὁμοίως ἑκάτερόν
98
ἐστί τε καὶ νοεῖται.
99
9. Εἰ οὐσία ἐστὶ ἐν τοῖς καθ' ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα-
100
γομένων ἐξ ἴσου πᾶσιν ἐνυπάρχουσα, δίχα δὲ τῶν καθ' ἕκαστον
101
ἀνύπαρκτος οὖσα τυγχάνει, οἱ λέγοντες ἐκ δύο οὐσιῶν, ἆρ' ἔν
102
τισι τῶν καθ' ἕκαστον ἑκάστην ἰδιαζόντως ἐνυπάρχειν; Ἆρ' ἐξ
103
ἀνυπάρκτων ἡ σύνοδος; Εἰ δ' ἔν τισι τῶν καθ' ἕκαστον ἰδια-
104
ζόντως, ἆρ' αἱ δύο φύσεις ἐν δύο θεωρούμεναι προσώποις
105
συνῆλθον, ὅπερ ἐστὶ Νεστορίου καὶ τῶν ψιλὸν λεγόντων εἶναι τὸν
106
Χριστὸν ἄνθρωπον πρὸ τῆς ἑνώσεως; Ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν
107
ἐν δύο φύσεσι τὸν Χριστόν, ἀλλ' ὅτι ἐνδέχεται δύο καὶ πλείονας
108
φύσεις ἐν ἑνὶ καὶ τῷ αὐτῷ θεωρεῖσθαι προσώπῳ, ὅτ' ἐστὶν αὐτῶν
109
ἡ ἕνωσις ἐνυπόστατος. Εἰ γὰρ ἦσαν διῃρημέναι, πάντως ἑκάστη
110
ἐν ἰδιοϋποστάτῳ νοηθήσεται προσώπῳ.
111
10. Οὐ μόνον ἐπὶ τῶν ἁπλῶν ὑποστάσεων ἤγουν προσώπων
112
τὸ ἓν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων. Ποία οὖν ἔσται διαφορὰ
113
ἁπλοῦ τε καὶ συνθέτου, εἰ μὴ τὸ μὲν ἐν μιᾷ οὐσίᾳ, τὸ δὲ ἐν δύο
114
οὐσίαις γνωρίζομεν; Οὔτε τοίνυν διαιροῦμεν ἀπ' ἀλλήλων τὰς
115
φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην
116
κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν
117
φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦμεν διὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ
118
τὴν σύνθεσιν ἐν τῷ ὅλῳ γνωρίζομεν καὶ τὸ ὅλον ἐν τῇ συνθέσει
119
θεωροῦμεν, ὅλον θεὸν τὸν Χριστὸν κηρύττοντες μετὰ τοῦ σώμα-
120
τος, ἀλλ' οὐ κατὰ τὸ σῶμα, καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν
121
ὁμολογοῦντες καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐ κατὰ τὴν θεότητα.
122
11. Ὅσαι ἂν ὦσι φύσεις ἐνυποστάτως διῃρημέναι, ἐν ἰσαρίθ-
123
μοις προσώποις θεωροῦνται. Ὅσαι δ' ἂν ὦσι φύσεις ἐνυπο-
124
στάτως ἡνωμέναι, ἐν ἑνὶ προσώπῳ θεωροῦνται.
125
12. Ἡ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, καὶ ἡ θεότης θεότης ἐστὶ
126
καὶ οὐ σάρξ. Εἰ οὖν ταὐτὸν τὰ δύο ταῦτα, πῶς ἀλλήλων διαφέρου-
127
σιν; Κατὰ φύσιν ἢ καθ' ὑπόστασιν ἢ μόνον κατ' ὀνομασίαν ψιλὴν
128
καὶ οὐ κατὰ διαφορὰν φύσεων; Ποίας τῶν ἐν Χριστῷ φύσεων
129
θεός ἐστιν ὁ πατὴρ καὶ ποίας αὐτῶν πατήρ; Ἆρα θεός ἐστι τῆς
130
πάσης μιᾶς φύσεως τοῦ λόγου σεσαρκωμένης; Οὐκοῦν καλῶς οἱ
131
Ἀρειανοὶ θεὸν τοῦ λόγου τὸν πατέρα λέγουσιν. Εἰ δὲ οὐ θεὸς τοῦ
132
λόγου, πῶς λέγει· Πατέρα μου καὶ πατέρα | ὑμῶν καὶ θεόν μου καὶ
133
θεὸν ὑμῶν;
134
13. Τὰ ἀνόμοια ἀλλήλοις πρὸ τῆς ἑνώσεως, ἤγουν τὸ σῶμα καὶ
135
ὁ θεὸς λόγος μεμενήκασι μετὰ τὴν ἕνωσιν ἀνόμοια ἢ γεγόνασι
136
κατὰ φύσιν ἀλλήλοις ὅμοια; Εἰ τὸ λέγειν δύο φύσεις προσθήκην
137
φύσεως λέγεις ἐπὶ τῆς ἁγίας τριάδος, πάντως καὶ ὁ λέγων δύο
138
γεννήσεις εἰς τὸν Χριστὸν προσθήκην γεννήσεως λέγει ἐν τῇ
139
ἁγίᾳ τριάδι.
140
14. Ἀναληφθέντος τοῦ Χριστοῦ, τί ἐξ ἡμῶν ἀνήγαγε τῷ πατρί;
141
Φύσιν ἢ ὑπόστασιν; Σῶμα ὅμοιον τῷ λόγῳ ἢ οὐχ ὅμοιον; Καὶ εἰ
142
μὲν ὅμοιον τῷ λόγῳ, πάντως καὶ ὁ λόγος περιγραπτὸς ἢ τὸ σῶμα
143
ἀπερίγραπτον. Εἰ δὲ μὴ ἀπερίγραπτον, ποῦ ἀνήρχετο τὸ ἀπερί-
144
γραπτον, ὥστε φαντασίαν οἱ ἅγιοι μαθηταὶ ἑώρων καὶ οὐκ
145
ἀλήθειαν;
146
15. Αὕτη ἡ μία τοῦ θεοῦ λόγου φύσις σεσαρκωμένη μετὰ τὴν
147
ἄφραστον ἀνάληψιν ὁμοία ἐστὶ τῷ πατρὶ κατὰ πάντα τρόπον καὶ
148
ὁμοούσιος αὐτῷ, ἢ ἔχει ὁ Χριστὸς τὸ μὲν ὁμοούσιον τοῦ ἰδίου
149
πατρός, τὸ δὲ ἑτεροούσιον. Καὶ εἰ ὁμοούσιος ὅλος ὁ Χριστὸς τῷ
150
πατρί, δῆλον ὅτι κτιστὸς ὁ πατήρ· κτίσμα γὰρ ἡ σάρξ. Εἰ δὲ
151
ἑτεροούσιον τὸ σῶμα παρὰ τὸν θεὸν λόγον, πῶς οὐ δύο φύσεις;
152
16. Εἰ μὲν εἶπεν ὁ Χριστός· Λύσατέ με καὶ ἐν τρισὶν ἡμέραις
153
ἐγερῶ ἑαυτόν, εἴχομεν εἰπεῖν ὡς πᾶσα ἡ μία τοῦ θεοῦ λόγου φύσις
154
ἡ σεσαρκωμένη λέλυται καὶ τέθνηκεν. Ἐπειδὴ δὲ Λύσατε τὸν ναὸν
155
τοῦτον εἶπε καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, εἴπωσιν ἡμῖν ποία
156
μὲν φύσις λέλυται, ποία δὲ τὴν λυθεῖσαν ἀνέστησεν. Εἰ δὲ οὐ
157
τοῦτο βούλονται, εἴπωσιν ἡμῖν· Πᾶσα ἡ μία | σεσαρκωμένη τοῦ
158
θεοῦ λόγου φύσις τέθνηκεν ἢ μέρος καὶ μέρος ἢ ἥμισυ καὶ ἥμισυ ἢ
159
τρίτον καὶ δίμοιρον;
160
17. Εἰ ὁ λέγων θεότητα παθοῦσαν μανιχαΐζει καὶ ὁ λέγων
161
ἄνθρωπον παθόντα καὶ σταυρωθέντα νεστοριανίζει, πάντως ὁ
162
λέγων σῶμα θεοῦ ἀχώριστον παθὸν ὀρθῶς δοξάζει.
{ΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝΠΡΟΣ ΑΦΘΑΡΤΟΔΟΚΗΤΑΣ} I. 1. Εἰ ἄφθαρτον φύσει τὸ σῶμα τοῦ Χριστοῦ καὶ φθορᾶςἀνεπίδεκτον, πῶς ἡμῖν ὁμοούσιον, περὶ ὧν εἴρηται· Δεῖ γὰρ τὸφθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ γὰρ ἐκ μεταβολῆςγενόμενον ἄφθαρτον φύσει ἔχει τὴν φθοράν. 2. Ἀλλ' ἴσως ὁ δι'ἐναντίας ἐρεῖ· Ἐὰν 〈ἄ〉φθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχονπρὸ τῆς ἀναστάσεως τοῖς νῦν τῶν ἀνθρώπων σώμασιν οὖσιφθαρτοῖς οὐκ ἔστιν ὁμοούσιον, ἆρα καὶ ὑμεῖς οἱ ὁμολογοῦντεςμετὰ τὴν ἀνάστασιν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι φατὲαὐτὸ ἡμῖν ὁμοούσιον; 3. Πρὸς ο[ὓς] ἀποκριτέον ὅτι κατὰ τοῦτοτοῖς ἡμετέροις ἐστὶν ὁμοούσιον· ὥσπερ γὰρ δεκτικὸν ὑπάρχονἀφθαρσίας, ἄφθαρτον γέγονεν ἐκ φύσεως φθαρτῆς, οὕτως καὶ τὰἡμέτερα, φύσει ὄντα φθαρτά, ἐν τῇ ἀναστάσει ἄφθαρτα γενήσεται.Καὶ εἰ ἄφθαρτον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, πῶς διῃρέθη τῇ λόγχῃ;Τῶν γὰρ διαιρουμένων ἴδιον τὸ φθείρεσθαι, εἰ καὶ μὴ φθείροιντο