The Greek Library Catalogue

Anonymous

Adversus Aphthartodocetas

Edition reference
Adversus Aphthartodocetas, ed. Richard, op. cit., 69–78.
CTS identifier
urn:cts:greekLit:tlg2816.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

18

πολλάκις βουλήσει θεοῦ συγκροτούμενα, ὡς καὶ τὸ τοῦ κυρίου

19

σῶμα φθαρτὸν ὑπάρχον φύσει τῇ τοῦ λόγου ἐπιβάσει κατὰ τὴν

20

οἰκείαν φύσιν οὐκ ἐφθάρη διαλυθὲν ἐν τῷ τάφῳ εἰς τὰ ἁπλᾶ ἐξ ὧν

21

συνετέθη. 4. Ὅτι δὲ φθαρτὸν φύσει ἐβούλετο ὁ θεὸς λόγος

22

σαρκωθεὶς εἶναι τὸ οἰκεῖον σῶμα καὶ ὅτι τὸ ἡμέτερον ἀνέλαβε καὶ

23

δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τοῖς πᾶσιν ἡμῖν σωτηρίαν προξενῶν, δι' ὧν

24

ἤρξατο ποιεῖν τε καὶ διδάσκειν καὶ δωρεῖσθαι τὰ ὑπὲρ φύσιν τοῖς

25

ἀνθρώποις, φησὶν ὁ μακάριος Κύριλλος ἐν τῷ πρώτῳ κεφαλαίῳ

26

περὶ ἐνανθρωπήσεως· «Εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν

27

αὐτῷ καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου

28

φύσις στεφανουμένη καταπλουτήσῃ τὸ πνεῦμα τὸ ἅγιον», καὶ

29

πάλιν πρὸς τὰς βασιλίδας, κεφάλαιον κγʹ· | «Καὶ καθὸ φύσει καὶ

30

ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον,

31

ἀλλὰ [τῇ] τοῦ ἀνθρώπου 〈φύσει〉 δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ

32

προξενῶν αὐτό, δίδωσι 〈δὲ〉 θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς

33

ἀξίοις τοῦ λαβεῖν». 5. Πρὸς τούτοις τοῖς ἀγαθοῖς εἰς ὑπογραμ-

34

μὸν ὡς [γρα]φὴν καὶ διδασκαλίαν ἡμῶν τὸ ἡμέτερον ἀνέλαβε

35

σῶμα. Πῶς δὲ ἡμῖν ὑπογραμμὸν τοῖς φθαρτὸν ἔχουσι σῶμα,

36

αὐτὸς δὲ ἄφθαρτον καὶ καθ' ἡμᾶς λοιπὸν δοκήσει καὶ οὐκ ἀλη-

37

θείᾳ; Ὅμοιον γάρ ἐστι τοῖς δογματίζουσιν ἄφθαρτον Χριστὸν

38

εἰληφέναι σῶμα τοῖς λέγουσι φαντασίαν τὴν οἰκονομίαν. 6. Ἐπεὶ

39

οὖν μετὰ τὴν παράβασιν φύσει φθαρτὸν Ἀδὰμ γέγονε τὸ σῶμα διὰ

40

τὸν ἐκ θεοῦ ὅ[ρον], ὃς μετὰ τὸν Ἀδὰμ διέδραμεν εἰς ὅλον τὸ γέ-

41

νος ἡμῶν, τοῦτο τὸ φθαρτὸν βουλόμενος σῶσαι Χριστὸς ἀνεί-

42

ληφε σῶμα. Πῶς γὰρ ἰατρείας ἀπέλαυε τὸ μὴ προσειλημμένον;

43

7. Εἰ δὲ τολμῶσι λέγειν ὡς οὐ γέγονεν ἡμῖν ὑπογραμμὸς σαρκω-

44

θεὶς ὁ λόγος—ἴσως μαχόμενοι πᾶσι τοῖς τῆς ἐκκλησίας διδασκά-

45

λοις καὶ αὐτοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις, πανταχοῦ γὰρ

46

κηρύσσουσι τὸ ἡμῖν ὑπογραμμὸν γεγονέναι—πῶς δὲ αὔξει, εἰ

47

ἄφθαρτον ἦν; Ἐν γὰρ φθαρτῇ μόνῃ οὐσίᾳ γίνεται ἡ ἐν ποσῷ

48

ἀλλοίωσις. 8. Ἐπεὶ οὖν μὴ νοοῦντες προβάλλονται λόγιον γραφι-

49

κὸν ὅτι εἴρηται Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, [εἰσὶν ὄν-]

50

τως μὴ νοοῦντες. Οὐ γὰρ εἶπεν ἄφθαρτον φύσει, ἀλλ' ὅτι φθαρτὸν

51

ὑπάρχον οὐ μέντοι φθορὰν ὑπέστη καὶ διάλυσιν τὴν εἰς τὰ

52

στοιχεῖα διὰ τὸ ἄνευ φθορᾶς ἀναστῆναι τῇ δυνάμει τοῦ λόγου, διὸ

53

καὶ οὐκ εἶδε διαφθοράν. 9. Τοῦτο δέ ἐστιν εὑρεῖν καὶ ἐπὶ τῶν

54

ἐν τῇ συντελείᾳ εὑρισκομένων ζώντων περὶ ὧν εἴρηται ἐν 〈τῇ〉

55

πρὸς Θεσσαλονικεῖς πρώτῃ ἐπιστολῇ· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ

56

περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν

57

τοὺς κοιμηθέντας. Καὶ πάλιν· Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ

58

περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς

59

ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. 10. Ὁρᾷς ὅτι τοὺς νεκροὺς καὶ

60

ἐφθαρμένους τὸ σῶμά φησιν ἀναστήσεσθαι, ὡς δὲ ζῶντας

61

ἁρπαζ[ομένους] εὐθὺς ἐν νεφέλαις ἐπὶ τὸ ἀθάνατον καὶ ἄφθαρτον

62

τὴν ἐναλλαγὴν ὑφισταμένους, τὴν ἀπὸ τῆς φθαρτότητος ἥτις

63

ἐνεργείᾳ οὐ γέγονεν αὐτοῖς· οὔτε γὰρ ἐφθάρησαν εἰς τὰ στοιχεῖα,

64

εἰ καὶ φθαρτὴν εἶχον τὴν φύσιν τὴν [ἐπὶ] τοῦ σώματος. Καὶ οἱ

65

νεκροὶ ἐν Χριστῷ ἀναστήσονται, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους

66

πρώτῃ φησίν· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ

67

ἀλλαγησόμεθα. Δῆλον καὶ ὧδε ὅτι ἐν τῇ συντελείᾳ οὐκ

68

ἀποθνήσκουσι, καθάπερ οἱ πρὸ τῆς συντελείας, ἀλλ' ἐν ἀκαριαίῳ

69

τινὶ χρόνῳ τῆς ἀφθαρσίαν λαμβάνουσιν. 11. Εἰ οὖν ἐκεῖνοι

70

φθαρτὸν ὡς ἀληθῶς ἔχοντες σῶμα διαφθορὰν οὐκ εἶδον, ἀλλὰ

71

μόνον μὲν | στάσιν ἐπὶ τὸ ἄφθαρτον, πῶς καὶ ἐπὶ τοῦ δεσποτικοῦ

72

σώματος τοῦτο μὴ ὑποθώμεθα, τοῖς ἀπὸ γῆς σώμασιν ὁμοού-

73

σιον, διαφέρον μὲν αὐτοῖς κατὰ τοῦτο· τοῖς ἀνθρώποις μὲν

74

ἄκουσι τὰ φυσικὰ προσγίνεται πάθη, τῷ δὲ κυρίῳ οὐ

75

κατ' ἀνάγκην, ἀλλ' αὐτοῦ μᾶλλον ἐνδιδόντος τῇ φύσει τὰ οἰκεῖα

76

ἐνεργῆσαι, ὡς [ἡμ]ᾶς ἡ τῶν ἁγίων πατέρων ἐπαίδευσε διδασκα-

77

λία. 12. Πῶς δὲ πάλιν νοήσομεν τὸ ἐν ταῖς Πράξεσιν, Ὅτι

78

ἀνέστησεν αὐτὸν μηκέτι μέλλοντα ὑποστρέ[φειν] εἰς

79

διαφθοράν. Τὸ γὰρ μηκέτι δείκνυσι〈ν〉 ἐπιδεκτικὸν φθορᾶς

80

πρὸ τῆς ἀναστάσεως. Πῶς δὲ πάλιν ὁ ἀπόστολος ἔφη· Ὅθεν

81

ὤφειλε κατὰ πάντα τοῖς· ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων

82

γένηται καὶ πιστὸς ἀρχιερεύς; καὶ πάλιν· Ἐπεὶ οὖν τὰ παιδία

83

κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως

84

μετέσχε τῶν παίδων, φθαρτὸν ἐχόντων τὸ σῶμα. Οὐ[δαμῶς]

85

παραπλήσιον τὸ φθαρτὸν τῷ ἀφθάρτῳ.

86t

{II. Χρήσεις ἁγίων πατέρων ὅτι φθαρτὸν

87t

τὸ σῶμα τοῦ Χριστοῦ πρὸ

88t

τῆς ἀναστάσεως}

89

1. Ἰουστίνου φιλοσόφου 〈ἐκ τοῦ〉 κατὰ Ἑλλήνων λόγου τρίτου·

90

Οὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν [εὐ]θὺς

91

ἰδών, τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς

92

προσγενομένης, ἀναγκαῖον ἦν τῷ σῶσαι βουλομένῳ αὐτήν, τὴν

93

φθοροποιὸν οὐσίαν ἀφανίσαι. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι,

94

εἰ μὴ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ,

95

ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸν δεξάμε-

96

νον διατηροῦσα.

97

2. Ἀθανασίου κατὰ Ἀπολιναρίου· Ὅπως θανάτῳ καταλύσῃ

98

τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν

99

φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ

100

τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέ-

101

ραν ὁδεύσας ὁδόν.

102

3. Ἐκ τοῦ αὐτοῦ λόγου· Διὰ τοῦτο ἐν μὲν ψυχῇ θεοῦ ἡ κράτησις

103

τοῦ θανάτου ἐλύετο καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο καὶ ταῖς

104

ψυχαῖς εὐηγγελίζετο, ἐν δὲ σώματι θεοῦ ἡ φθορὰ κατηργεῖτο καὶ

105

ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο.

106

4. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις τρίτου λόγου· Οὐ γὰρ ἐν

107

ἀσωμάτῳ τὰ τοῦ σώματος ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν

108

φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ Μαρία ἐξ ἧς ἦν καὶ τὸ σῶμα.

109

Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι καὶ κλαίοντι καὶ κάμνοντι

110

γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα

111

ἅπερ ἐστὶν ἴδια τῆς σαρκός.

112

5. Ἐκ τοῦ εἰς τὸν σταυρὸν λόγου· Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι

113

τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστη τοῦτο· ἵνα δὲ μὴ ἐπὶ

114

πολὺ μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστηθῇ,

115

ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων, διὰ τοῦτο | οὐ πλέον τῶν

116

τριῶν ἡμερῶν ἠνέσχετο.

117

6. Ἀμβροσίου· Ἄλλη γὰρ σαρκὸς ἀσθένεια καὶ ἄλλο τὸ τῆς

118

θεότητος ἀΐδιον, καὶ σαρκὸς μὲν ὁ θάνατος, τῆς δὲ δυνάμεως τὸ

119

ἀθάνατον· εἰ δὲ τοῦτο πεποίηκεν ἡ θεότης ὥστε μὴ ἰδεῖν τὴν

120

σάρκα διαφθοράν, ὑποκειμένην [δηλ]ονότι κατὰ φύσιν φθορᾷ,

121

πῶς αὐτὴ τελευτᾶν ἡ θεότης ἠδύνατο;

122

7. Τοῦ ἁγίου Ἐφραὶμ περὶ ἀγάπης· Ἀφθαρσία ἐστὶν ἡ ἀνάστα-

123

σις, ἀλλὰ τὰς οὐλὰς οὐκ ἠφάνισεν, ἵνα γένω[νται] μάρτυρες θεοῦ,

124

ὅτι ἐνήργησεν, οὐ τὸ φθαρτὸν ἐνυβρίσας τῇ τῶν οὐλῶν παρα-

125

μονῇ, τοὐναντίον δὲ δοξάσ[ας] τῇ ἀφθαρσίᾳ, ὅτι ἀπὸ τοῦ φθαρτοῦ

126

σώματος τὴν φθορὰν ἐφυγάδευσεν.

127

8. Τοῦ θεολόγου εἰς [τὰ φῶτα]· Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται·

128

οὐ γενέσει μόνον θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον,

129

οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ

130

ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ

131

τῷ φθαρτῷ τὸ ἀθάνατον.

132

9. Ἐπιφανίου ἐκ τοῦ Ἀγκυρωτοῦ· Εἰσῆλθε μὲν θυρῶν κεκλει-

133

σμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνα-

134

τον καὶ τὸ φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπι-

135

στοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὴ τὴν ἀνάστασιν, ὁ εἰς

136

λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν

137

ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς

138

λόγχης, ἀλλ' ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθός, ὅτι οὐκ

139

ἄλλο ἦν τὸ ἀνα[στάν], οὐδὲ ἀπ' αὐτοῦ ἕτερον φυέν, ἀλλ' αὐτὸ τὸ

140

πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστὰς ἄφθαρτος.

141

10. Τοῦ Χρυσοστόμου ἐκ τῆς κατὰ Ἰωάννην ἑρμηνείας· Ἐφάνη

142

οὖν τῇ ἑσπέρᾳ καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας καὶ πάλιν

143

ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης. Τί δέ ἐστι τὸ

144

Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκα-

145

τέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον.

146

11. Ἐκ τοῦ αὐτοῦ· Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ. Τί οὖν

147

ἐνταῦθά φησιν; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδό-

148

ξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε

149

τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν

150

Ἐπὶ τῆς γῆς, ἀλλὰ Παρὰ σοί. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα

151

τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ

152

Παῦλός φησιν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

153

12. Ἐκ τοῦ κατὰ Ματθαῖον εἰς τὸ Οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ

154

γεννήματος τῆς ἀμπέλου· Ὑμῶν μαρτυρούντων· ὑμεῖς γάρ με

155

ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι καινὸν καὶ καινῶς; Τουτέστι

156

ξένως, οὐ σῶμα παθητὸν ἔχοντα, ἀ[λλ'] ἀθάνατον λοιπὸν καὶ

157

ἄφθαρτον καὶ οὐ δεόμενον τροφῆς· οὐ γὰρ διὰ χρείαν μετὰ τὴν

158

ἀνάστασιν ἔφα[γέ τε] καὶ ἔπιεν· οὔτε γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα

159

τούτων, ἀλλὰ διὰ τούτων τὰ τῆς ἀναστάσεως πληροφορῶν.

160

13. Κυρίλλου ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· Οἰκονομικώ-

161

τατα τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὔπω πρὸς δόξαν

162

τὴν αὐτῷ πρέπουσαν τὸν οἰκεῖον μεταστοιχειώσας ναόν, ἐν τοῖς

163

πρώτοις ἔτι διεφαίνετο σχήμασι, [τὴν] τῆς ἀναστάσεως πίστιν

164

οὐκ ἐφ' ἕτερόν τι σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν

165

ἐκ τῆς ἁγίας παρθένου, τῆς τοῦ θανάτου δυνάμεως κα[τὰ μ]όνης

166

τρεχούσης τῆς σαρκ[ός, ἐξ ἧς] καὶ ἀπελήλαται. Εἰ γὰρ μὴ ἀνέστη

167

τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ

168

ἠτόνησε τὸ τῆς φθορᾶς κράτος, οὐδενὸς ἀποθανόντος τῶν

169

λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτοι γε καὶ αὐτοῦ

170

τοῦ θεοῦ λόγου;

171

14. Καὶ μετ' ὀλίγα· Τὸ δὲ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων

172

τοῖς ἄλλοις αὐτοῦ σημείοις συντετάξεται παρά [γε] τοῖς σώφρο-

173

σιν.

174

15. Ἐκ τοῦ δωδεκάτου βιβλίου τοῦ κατὰ Ἰωάννην εὐαγγελίου·

175

φθορᾶς γὰρ σωματικῆς ἀπόδειξιν ἔχει καὶ χειρῶν καὶ πλευρᾶς ἔτι

176

μένουσα καὶ σῳζομένη διάτρησις, τραυμά[των] ἰδέαι καὶ ἀπο-

177

κεντήσεων τῶν διὰ σιδήρου γεγενημένων.

178

16. Καὶ μεθ' ἕτερα· φθορᾶς γὰρ ὅλως σῳζομένης οὐκέτι μετὰ

179

τὴν ἀνάστασιν τῆς ἁγίας μάλιστα σαρκός, ἐπείπερ ἀνεβίω πρὸς

180

ἀφθαρσίαν, ἀλλ' οὐδὲ τροφῆς τῆς συνήθους δεδεῆσθαι πεπιστευ-

181

μένης, καθὰ πρότερον, τύπους ἥλων ἐπεδείκνυ καὶ τροφῆς

182

μεταλαχεῖν οὐκ ἀνένευσεν, ἵνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ

183

μυστήριον καὶ τὴν ἐπὶ τούτῳ πίστιν ταῖς ἁπάντων ἡμῶν ἐμφυ-

184

τεύσῃ ψυχαῖς.

185

17. Ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Θησαυροῦ· Πρωτότοκος δὲ

186

καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε

187

τὴν ἑαυτοῦ σάρκα καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγεν. Διὸ

188

καί φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἐγώ εἰμι ἡ θύρα. Δι' αὐτοῦ γὰρ ἡ

189

φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν

190

ἐκδιδάσκεται καὶ ὡς διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν

191

οὐρανόν.

192

18. Καὶ πάλιν· Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη

193

διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν θεοῦ καὶ χάριν τοὺς δι' αὐτοῦ

194

σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν

195

διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ

196

ὁδῶν ἐκτίσθαι λέγεται διὰ τὸ πάντας [δι' αὐτοῦ] δύνασθαι τρέχειν

197

εἰς σωτηρίαν.

198

19. Ἐκ τοῦ πρώτου τόμου τοῦ κατὰ Ματθαῖον· Πῶς οὖν ἀπέθα-

199

νεν ἀθάνατος ὤν, ἵνα καὶ ἐγερθῇ καὶ νεκρώσῃ τὸν θάνατον, εἰ μὴ

200

προσέλαβε σῶμα τὸ τοῖς τοῦ θανάτου νόμοις ὑποκείμενον; Ἢ

201

πῶς ἂν κατέλυσε τὴν φθοράν, ἐξελὼν τὸ ὑπ' αὐτῇ πρᾶττόν τε καὶ

202

ὑποκείμενον γένος, εἰ μὴ ἔλαβε τὸ φθείρεσθαι πεφυκός;

203

20. Ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Μετὰ δὲ τὴν ἀνάστασιν

204

ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας

205

ἀσθεν[είας] ἔχον ἐν ἑαυτῷ· οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου

206

[τι]νὸς τοιούτου, ἀλλὰ λοιπὸν ἄφθαρτον [καὶ οὐχὶ τ]οῦτο μόνον,

207

ἀλλὰ καὶ ζωοποιόν.

208

III. 1. Χρὴ γινώσκειν ὅτι ἐπειδὴ παρά τισι τῶν πατέρων

209

εἴρηται [ἄφθαρτον] | τὸ σῶμα τοῦ Χριστοῦ, ἰστέον ὡς τὸ ἄφθαρ-

210

τον πολλαχῶς νοεῖται. Ἔστι γὰρ ἄφ[θαρ]τον τὸ μη[δαμῶς]

211

πεφυκὸς φθείρεσθαι, ἀλλ' ἀεὶ συγκροτούμενον ἐν ταὐτότητι παρὰ

212

θεοῦ καὶ μ[ηδέ]ποτε ἀλλοίωσ[ιν] κατ' οὐσίαν δεχόμενον, οἷαί

213

εἰσιν αἱ νοεραὶ οὐσίαι ἄτρεπτοι κατ' οὐσίαν ὡ[ς κατὰ] γνώμην

214

ὑπάρχουσαι. 2. Λέγεται ἄφθαρτον καὶ τὸ πεφυκὸς φθείρεσθαι, μὴ

215

μ[ὴν φθει]ρόμενον ἐνεργείᾳ καὶ διαλυόμενον εἰς τὰ ἁπλᾶ ἐξ ὧν

216

συνετέθη, οἷοι ἔσονται [οὕς] φησιν ὁ Παῦλος καθὼς καὶ πρόκει-

217

ται· Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν

218

τοὺς κοιμηθέντας. Εἰ καὶ ἐνεργείᾳ οὐ φθαρήσονται, ὅμως φθαρ-

219

τοί εἰσι φύσει. 3. Λέγεται ἄφθαρτον καὶ τὸ ἀναμάρτ[ητον] πολλά-

220

κις. Διαφθορὰν γὰρ καλεῖ τὴν ἁμαρτίαν ὁ Δαυίδ. Φησὶ γάρ·

221

Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, ὡς καὶ

222

Μωσῆς φησιν ἐν τῇ Γενέσει· Καὶ εἶδε κύριος τὴν γῆν καὶ ἦν

223

κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ

224

τῆς γῆς. 4. Εἰ οὖν εὕρεις περὶ τοῦ σώματος τοῦ Χριστοῦ τὸ

225

ἄφθαρτον παρὰ τοῖς διδασκάλοις τῆς ἐκκλησίας, ὡς μὴ διαφθα-

226

ρὲν τῇ ἐνεργείᾳ καὶ διαλυθὲν εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη ἢ κατὰ

227

τὴν τοῦ ἀναμαρτήτου σημασίαν νόει. Ἄφθαρτον δὲ κατὰ τὴν

228

φύσιν μὴ λέγε, ἀλλὰ μᾶλλον φθαρτόν· τὴν γὰρ κατὰ τοῦ προπά-

229

τορος Ἀδὰμ ἀπόφασιν ἐξενεχθεῖσαν θεραπεῦσ[αι] βουλόμενος

230

ὁ Χριστὸς τὸ μετὰ τὴν παράβασιν φθαρτὸν ἀνεδέξατο σῶμα,

231

ἵνα ἐν αὐτῷ τὴν φθορὰν καταργήσῃ ἁμαρτ[ωλοῖς συμ]πολι-

232

τευσάμενος. Εἰ γὰρ ἦν ἄφθαρτον φύσει, οὐκ ἂν ἦν πάθους

233

δεκτικὸν οὐδενός. 5. Πάλιν ὁ μακάριος Βασίλειος ἔλεγεν·

234

«[Ὥσπερ οὖν κα]τεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς

235

τροφῆς διαπνευσθείσης, καὶ τὴν δίψαν προσ[ήκατο, τῆς]

236

ὑγρότητος ἀναλωθείσης, τῆς ἐν τῷ σώματι, καὶ ἐκοπίασε, τῶν

237

μυῶν καὶ τῶν νεύρων διὰ ταλ[αιπωρίας] τῆς ὁδοιπορίας 〈ὑπερ-

238

ταθέντων〉, οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ

239

σώματος τὰ [ἐκ] φύσεως παρακολουθοῦντα συμπτώματα

240

δεχομένου». «Ἐδίδου γὰρ ὅτε ἐβούλετο καιρὸν [τῇ] φύσει τὰ

241

ἑαυτῆς ἐνεργῆσαι ὁ κύριος», καθώς φησι καὶ ὁ θεολ[όγος]. 6.

242

Πῶς οὖν ταῦτα ἐνήργει ἡ φύσις ἐν τῷ Χριστῷ ὡς ἑαυτῆς ὄντα, εἰ

243

ἄφθαρ[τός ἐστιν; Περ]ὶ γὰρ φύσιν ἀνεπίδεκτον φθορᾶς ταῦτα

244

γίνεσθαι χώραν οὐκ ἔχει. Ἀλλὰ μὴ [βου]λόμενος κωλύειν ὁ λόγος

245

ἀπὸ τῆς οἰκείας σαρκὸς φθαρτῆς οὔσης, ταῦτα κ[αρτερεῖν

246

τὰ] πάθη οὐκ ἐκώλυεν, ἀλλ' ἐνεδίδου τὰ οἰκεῖα ὑφίστασθαι τῇ

247

σαρκὶ [πρὸς] βε[βαί]ωσιν τοῦ ἀληθῆ εἶναι αὐτὴν καὶ οὐ κατὰ

248

φαντασίαν. Ἄλλως τε τὴν [σάρκα κα]τεδέξατο, οὐχ ἵ[να] φύγῃ τὰ

249

ἀνέγκλητα πάθη, ἀλλ' ἵνα καταρ[γήσῃ] | σὺν τοῖς π[ά]θ[ε]σι καὶ

250

τὴν φθορὰν ἐν τῇ οἰκείᾳ σαρκί.

251

7. Ἱππολύτου Πρὸς Μαμμείαν βασι[λί]δα· Ἦν μὲν γὰρ [τοῦ]

252

Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴν

253

[αὐτοῦ] ἄσηπτον δύναμιν, ὅτι μὴ εἶδε διαφθοράν. Συμπεριέλαβε

254

δὲ πέντε καὶ ἥμισυ μέτρα τὴν κι[βωτὸν] οὐκ ἀργῶς· διὰ γὰρ τῶν

255

μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷ χρόνῳ ἀριθμόν, ὡς τῷ μέτρῳ

256

τούτῳ συγκείμ[ε]ν[ος] πληρωθεὶς 〈...〉 φέροντα τὴν ἄσηπτον

257

κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧ πᾶν δικαίωμα χωρούμενος

258

ἀνάπαυλαν λαμβάνει.

259

8. Ἀθανασίου 〈ἐκ τοῦ〉 κατὰ Ἀρεια[νῶν λό]γου τρίτου· Ἔπρε-

260

πε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν

261

μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν λόγον ἄφθαρτον

262

διαμένειν. Ὡς γὰρ αὐτός, γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν

263

ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξάμενοι τοῦτον τῆς παρ' ἐκείνου

264

μεταλαμβά[νομεν] ἀθανασ[ίας].

265

9. Μεθοδίου Μύρων Λυκίας περὶ παρθενίας· Ἔτι πηλουρ-

266

γούμ[ενον] τὸν Ἀδάμ, ὡς ἔστιν εἰπεῖν, καὶ τηκτὸν ὄντα καὶ

267

ὑδαρῆ καὶ μηδέπω φθάσαντα, δίκην ὀστράκου, τῇ ἀφθαρσίᾳ

268

κραταιωθῆναι, ὕδωρ ὥσπερ καταλει[βομένη] καὶ καταστάζουσα

269

διέλυσεν ἡ ἁμαρτία. Διὸ δ[ὴ πάλιν] ἄνωθεν κηροπλαστῶν [τὸν]

270

αὐτὸν εἰς τιμὴν ὁ θεὸς ἐν τῇ παρθενικῇ κραταιώσ[ας καὶ

271

συγκ]εράσας τῷ λόγῳ ἄτηκτον καὶ ἄθραυστον ἐξήγα[γεν εἰς τὸν

272

βίον, ἵνα μὴ πάλιν τοῖς τῆς] φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασι

273

τηκεδόνα γεννή[σας διαπέσῃ].

274

10. Γρηγορίου Νύσ〈σ〉ης ἐκ τοῦ Κατηχητικοῦ· Ἄνθρωπος

275

[μὲν] γὰρ [ἐκ συνδυασμοῦ] τίκτεται [καὶ] μετὰ θάνατον ἐν δια-

276

φθορᾷ γ[ίνεται]. Εἰ ταῦτα περ[ιεῖχε τὸ κ]ήρυγμα [οὐκ ἂν] θεὸν

277

εἶναι πάντως ᾠήθης τὸν τοῖς ἰδιώ[μασι τῆς] φύσεως [ἡμῶν

278

μα]ρτυρούμενον. [Ἐπεὶ] δὲ γεγεννῆσθαι μὲν αὐτὸν ἀκούεις,

279

ἐκβεβηκέναι δὲ τῆς φύσεως ἡμῶν [τὴν] κοινότητα τῷ τε τῆς

280

γενέσεως τρόπῳ καὶ τῷ [ἀνεπιδ]έκτῳ τῆς εἰς [φθορὰν] ἀλλοιώ-

281

σεως.

282

11. Ἰδοὺ τὸ ἄφθαρτον τοῦ [Χριστοῦ] φ[α]σι τὸ ἀναμάρτητον

283

ὥ[σπερ] οἱ πατέρες. Ἦν ἄρα τὸ μὴ διαλύεσθαι ἐν τάφῳ τὸ σῶμα

284

τοῦ Χριστοῦ εἰς τὰ [ἐξ ὧν] συνετέθη ὡς θείᾳ δυνάμει

285

συγ[κρο]τούμενον καὶ οὐ φύσει τὸ ἄ[φθαρτον] κεκτημένον· εἰ καὶ

286

ἀναμάρτητος, ἀλλ' οὖν φθαρτὸς ἦν κατὰ φύσιν, ὡς τὸν ὑπὸ

287

ἁμαρτίαν γενόμενον Ἀδὰμ ἐνδυσάμενος, οὐ τὸν πρὸ τῆς

288

[παρα]βάσεως ἐν ἀφθαρσίᾳ γεγενημένον. Ὅτι δὲ ἐξ ἀφθάρτου

289

φθαρ[τὸς] γέγονεν [ὁ Ἀδάμ,] ἄκουε τῆς τῶν πατέρων

290

διδασκ[αλίας ὅτι ἄφθαρ]τος ἦν ὁ Ἀδὰμ πρὸ τ[ῆς παραβάσεως]...

{In Ioh. 8, 44} Ἰωάννου γραμματικοῦ· Ὥσπερ ὁ Κάϊν φθόνῳ τηκόμενος φό-νου πρωτουργὸς γέγονεν, οὕτως καὶ Ἰουδαῖοι φθόνῳ φερόμενοιτὸν Χριστὸν ἀνελεῖν ἐπιθυμοῦσιν. Διάβολον γὰρ ἐνταῦθα τὸνΚάϊν ἐκάλεσεν, ὃν καὶ πατέρα αὐτῶν ὠνόμασεν ὡς εἰς τύποναὐτῶν ὄντα. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἐρωτώμενοςγὰρ παρὰ τοῦ θεοῦ· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ ὁδείλαιος, οἰόμενος ἀποκρούσασθαι τὸν πάντα γινώσκοντα.{In Ioh. 10, 18} Ἰω〈άννου〉 γραμματικοῦ· Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦπατρός μου, τοῦ ὑπὲρ τῶν ἰδίων προβάτων ἔχειν ἐξουσίαντιθέναι τὴν ψυχὴν καὶ πάλιν λαμβάνειν αὐτήν, ἐπεί με ὁ πατὴρἀγαπᾷ· τοῦτο δὲ ἀναγκαστικῶς πρὸς τὴν τῶν Ἰουδαίων εἴρηταιἀπείθειαν, λεγόντων αὐτὸν ἀντίθεον καὶ ὡς οὐκ ὄντα ἐξ αὐτοῦ·ἀναμιμνήσκεται δὲ αὐτοὺς ἐκείνην τὴν ἐντολὴν πληροῦν, ἣν ὁπατήρ φησι τῷ Μωσῇ· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶνἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματιαὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ.{ΙΩΑΝΝΟΥ ΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝΟΜΙΛΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΥΣ} 1. Καλὸν ἦν, ἀγαπητοί, τὴν εἰς οὐρανοὺς ἄνοδον ὑμῖν ὑποδει-κνύναι τῷ λόγῳ τε καὶ διαγράφειν πολιτείαν ἣν ὁ Χριστὸς τοῖςἑαυτοῦ μαθηταῖς διετάξατο καὶ οὕτως ὑμᾶς, ὡς τοὺς ἀγαθοὺςτῶν ἀθλητῶν οἱ παιδοτρίβαι, τοῖς τῆς ἀρετῆς παλαίσμασι παρα-πέμπειν. Τοιούτοις γὰρ εἴωθεν ἡ ἐκκλησία τοὺς ἑαυτῆς θιασώτας| ὑπαλείφειν διδάγμασιν. Ἀλλ' ἐπειδή τινες τῆς τοῦ Μάνεντοςἐμφορηθέντες μανίας διορύττειν καὶ τοὺς τῆς ἐκκλησίας διασα-λεύειν τροφίμους ἐπιχειροῦσι, τῷ σίτῳ παραμιγνύντες ζιζάνιακαὶ τοῖς ὀρθοῖς δόγμασι τῶν ἀποστόλων ὑποσπείροντες γέλωτοςπλήρεις μυθολογίας, τῆς ὑμῶν ἕνεκεν ἀσφαλείας ὡς ἐν βραχεῖτὸν πρὸς ἐκείνους πόλεμον ἀναδέξομαι καὶ τὰς ἀκάνθας προρρί-ζους ἀνασπῶν ἐλεύθερον ἀσεβείας τῆς ἐκκλησίας ἀναδείξω τὸλήϊον. 2. Πολλάκις μὲν κατὰ τῆς τοῦ Χριστοῦ ποίμνης ὁ μισόκα-λος δαίμων εἰσεκώμασεν ἀναρριπίζων κατὰ τῆς εὐσεβείαςψευδῶν δογμάτων εἰσηγητάς, οἷος ἦν Σίμων τε καὶ Μαρκίων καὶὅσοι τῆς ἐκείνων τε καὶ μετ' ἐκείνους τερατολογίας τε καὶ ψευδο-δοξίας μιμηταὶ πάλαι πεφήνασιν. Ἀλλ' ἐκείνων μὲν ἀπέσβη τὰπαμμίαρα δόγματα καὶ τῶν μύθων ὁ λῆρος καὶ ὅσα πρὸς ἀσέβειανἠκονημέναις γλώσσαις καὶ θεομάχοις ἐφθέγξαντο. Ἡ δὲ τῶνΜανιχαίων ἄθεσμος αἵρεσις ἐκεῖθεν ἔχουσα τὰς ἀρχὰς ἔτιπικρὸν ἰὸν ἀνερεύγεται τῷ ζῶντι θεῷ καὶ τοῖς οὐσιωδῶςὑφεστῶσι τὴν τῶν ἀνυπάρκτων ἀντιτιθεῖσα ματαιότητα· ὕλην γὰρἀντιστρατεύει τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ καὶ τὸ σκότος ἀντιπαρα-τάττει τῇ φαιδρότητι τοῦ φωτὸς καὶ τῷ ἀγαθῷ τὸ κακὸν ἰσόρρο-πον εἶναί φησιν, τὸ μόνον ἐν ἀνοσίοις πράξεσι γνωριζόμενον.Φέρε τοίνυν τῇ τοῦ θεοῦ λόγου πανοπλίᾳ χρησάμενοι τὸ μέγιστοντῶν παρ' αὐτοῖς ἀθέων δογμάτων ὀχύρωμα κατασπάσωμεν, τὴνἑτέραν τῆς αὐτῶν ἀσεβείας ὑπερβάντες ἀδολεσχίαν καὶ ὅσαμυθικῶς ἡμῖν ἀναπλάττουσιν. Τοῦ γὰρ παρ' αὐτοῖς πύργου κα-θαιρεθέντος, εὐεπίβατος ἔσται τῶν λοιπῶν δογμάτων, μᾶλλον δὲβλασφημίας, καὶ τοῖς ἄγαν ἀμαθέσιν ἡ διάγνωσις. 3. Φασὶ τοίνυνοἱ πάσης ἀσεβείας ἐφευρεταὶ ὅτι ἄναρχος, ζῶσά τε καὶ ἀγένητοςὑπῆρχεν ἡ ὕλη. Πρὸς οὕς ἐστιν οὕτως ἀπαντῆσαι τῷ λόγῳ· Πᾶνὅπερ οὐσιωδῶς ὑφέστηκεν ἢ σῶμα ἢ ἀσώματον ἢ ἐξ ἀμφοῖντούτων καθ' ἕνωσίν ἐστι γεγονός. Καὶ ἀσώματοι μὲν αἱ νοεραί τεκαὶ λογικαὶ φύσεις, σώματα δὲ τὰ ἐκ στοιχείων συνεστηκότα· ἐξἑκατέρας δὲ τούτων οὐσίας τὸ τῶν ἀνθρώπων ὑφέστηκε γένος.Τὰ γὰρ παρὰ ταῦτα, οἷον πικρότης τε καὶ γλυκύτης καὶ ὅσα διὰχρωμάτων ὁρᾶται ἢ γνωρίζεται, τῷ ποσῷ ἢ πρός τι τυγχάνει ἢδιὰ πράξεων ἐπιτελεῖται· ἀνυπόστατα πέφυκε καθ' ἑαυτὰ καὶ ἄνευτῶν δεχομένων αὐτὰ οὐσιῶν οὔτε ἦν, οὔτε ἔσται. Ἀλλ' αἱ μὲνοὐσίαι, ὅ ἐστι τὰ ὑποκείμενα, ἀμεταβλήτως ἔχουσι πρὸς τοὐναν-τίον· οὐ γὰρ ἡ ἀσώματος οὐσία σῶμα γενήσεται, οὔτε τὸ σῶμαἀσώματον ἔσται. Τὰ μέντοι ἐν αὐταῖς χρώματά τε καὶ σχήματα καὶὅσα περὶ τὴν οὐσίαν ὁρᾶται, μεταβάλλεταί τε καὶ μετατίθεται· οὐγὰρ πέφυκεν αὐθυπόστατος. 4. Τί τοίνυν τῶν εἰρημένων τὴν ὕληνφασί; Εἰ μὲν γὰρ ἀσώματον, πῶς γέγονε σῶμα, τῶν οὐσιῶνἀμεταβλήτως ἐχουσῶν πρὸς τοὐναντίον, ὡς εἴρηται. Αἱ γὰρμεταβολαὶ περὶ τὰς ποιότητάς τε καὶ ποσότητας καὶ ἐνεργείας |εἰώθασι γενέσθαι· τὸν γὰρ ὠχρὸν ὑπὸ δέους γινόμενον ἐρυθρόνἐστιν ἰδεῖν, τοῦ θυμοῦ πολλάκις τὸ περικάρδιον αἷμα περὶ τὴνἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά-θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴνὕλην διὰ τῆς πρὸς τὸν θεὸν συγκράσεώς τε καὶ καταπόσεως, ὡς