The Greek Library Catalogue

Anonymous

Adversus Manichaeos

Edition reference
Adversus Manichaeos (homilia 1), ed. Richard, op. cit., 85–92.
CTS identifier
urn:cts:greekLit:tlg2816.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

57

αὐτοῖς φίλον ἐστὶ μυθοποιεῖν, σῶμα γενέσθαι φασίν, οὐδὲν

58

αὐτοὺς ὠφελήσει τὸ βλάσφημον· σύντομος γὰρ καὶ ἀληθὴς λόγος

59

ἀνατρέψει τὸ ψεῦδος. Πῶς γὰρ τῶν ἐναντίων, καθὼς αὐτοί φασι,

60

καὶ ἀμίκτων γέγονε σύνοδος ἄνευ τεχνίτου τοῦ ταῦτα πρὸς

61

σύνθεσιν ἄγοντος; Πῶς δὲ τῶν ἀσωμάτων ἡ κρᾶσις σῶμα

62

πεποίηκεν; Ὡς γὰρ οὐκ ἂν λογικὸν ποιήσειε πολλῶν ἀλόγων

63

συνδρομή, οὕτως οὐκ ἂν θεοῦ τε καὶ ὕλης, ἀσωμάτων ὄντων, ἡ

64

συνάφεια σώματος φύσιν ἀποτελέσειεν. 5. Εἰ δὲ μεταβάλλοντες

65

τὸν λόγον σῶμα τὴν ὕλην φήσουσιν εἶναι, καὶ οὕτως ἀνατραπή-

66

σεται τὸ σοφὸν αὐτοῖς κατὰ τῆς ἐκκλησίας μηχάνημα· πᾶν γὰρ

67

σῶμα σύνθετον ὑπάρχον, ἀλλότριον ὑπάρχει τῶν ἀγενήτων, τοῖς

68

γενητοῖς συναριθμούμενον. Πάσης γὰρ συνθέσεως αἴτιος ὑπάρ-

69

χει δημιουργὸς καὶ οὕτως οὐ μόνον γενητή, ἀλλὰ καὶ ἀρχὴν

70

ἔχουσα ἡ πρεσβευομένη παρὰ τοῖς μανεῖσιν ἄναρχος ὕλη δειχθή-

71

σεται, ἐξ ἑτέρου τὸ εἶναι λαχοῦσα. Εἰ δὲ λέγοιεν ἀσώματον μὲν

72

εἶναι τὴν ὕλην, δυνάμει δὲ σῶμα, ἰστέον ὡς τὸ δυνάμει ἐπὶ τῶν

73

ἐνδεχομένων εὑρίσκεται, οἷον τὸ ὕδωρ δυνάμει θερμόν, τὸ

74

παιδίον δυνάμει γραμματικόν· ἐνδέχεται γὰρ τὸ ὕδωρ θερμαίνε-

75

σθαι καὶ τὸ παιδίον εἶναι γραμματικόν. Ἀσώματον δὲ σῶμα γενέ-

76

σθαι τῶν ἀδυνάτων. Πῶς οὖν δυνάμει σῶμα τὴν κατ' αὐτοὺς

77

ἀσώματον ὕλην ὑποληπτέον; 6. Καὶ ταῦτα μὲν συντόμως

78

εἰρήσθω· οὐ γὰρ οἷόν τε διατρίβειν ταῖς ἀποδείξεσιν, ἑτέρας

79

ζητήσεως κατεπειγούσης. Φῶς γὰρ καὶ σκότος εἶναί φασιν ἄμφω

80

ἀγένητά τε καὶ συναΐδια, ὑπάρχοντά τε καὶ ζῶντα· ἑκάτερον γὰρ

81

οὐχ ὡς ἔχει φύσεως καταλαβόντες οἱ τοῦ Μάνεντος μυσταγωγοί,

82

πρὸς τὸ βάραθρον ἐκπεπτώκασι τῆς ἀπωλείας, ἀντικειμένην τῷ

83

θεῷ δύναμίν τινα τὸ σκότος ὑποστησάμενοι. Φασὶ γάρ· Εἰ φῶς

84

ἐστι, τὸ τούτου πολέμιον σκότος ἂν εἴη, οὐκ ἐξ αὐτοῦ γεγονός·

85

οὐδὲν γὰρ τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου τὴν σύστασιν ἔχει·

86

ἀΐδιον οὖν ἔσται τὸ σκότος, μὴ ὄντος δημιουργοῦ. Ὁ γὰρ θεός,

87

φῶς καὶ ἀγαθὸς ὑπάρχων, οὐκ ἔστι τοῦ σκότους δημιουργός.

88

Ταῦτα δαίμονός τινος ὑπάρχει κυήματα· τούτοις ὁ Σατανᾶς τοὺς

89

ἁπλουστέρους σαγηνεύει καὶ ὑποσκελίζει τοῖς λογισμοῖς, ὅταν

90

τῆς τοῦ Χριστοῦ διδασκαλίας ὑπερορῶντες ἑαυτοῖς ἐκ τριόδων

91

ἐπισωρεύσωσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ

92

μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψωσιν, ἐπὶ δὲ τοὺς μύθους

93

ἐκτραπήσωνται, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Σὺ δὲ τῆς τοῦ

94

Χριστοῦ στρατιώτης ὑπάρχων αὐλῆς, ἀμύνου τοὺς προσιόντας

95

κατακοντίζων τοῖς λόγοις. 7. Μίᾳ γὰρ καὶ μόνῃ φωνῇ τροπὴν

96

ποιήσει τῶν ἀντιπάλων, λαμπρῶς τοιαῦτα βοῶν· Ἀποδειξάτω τις

97

τοῦ σκότους τὴν ὕπαρξιν αὐτοῦ καὶ τότε δικαίαν σχήσει τῆς

98

πλάνης τὴν ἀφορμήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν σκότους ὑπόστασιν

99

εἰπεῖν, οὐκ ἀϊδίως προκόσμιον, οὐχ ὕστερον ὑποστᾶσαν. Εἰ δὲ

100

ὅλως πρὸς τὸ τῆς ἀληθείας φέγγος ἀτενίζειν ἐθέλοιεν, ἀλλὰ μὴ ὡς

101

σκότους υἱοὶ διαλέγεσθαι, εὑρήσουσι τὸ σκότος οὐ | πρᾶγμα

102

καθ' ἑαυτὸ ὑφεστός, ἀλλ' «ἀέρα τινὰ ἀφώτιστον ἢ τόπον ἐξ

103

ἀντιφράξεως σώματος σκιαζόμενον» ἢ ἁπλῶς εἰπεῖν «τόπον

104

φωτὸς ἐστερημένον», ὡς καὶ ὁ μέγας εἶπεν Βασίλειος, ὁ τὴν τοῦ

105

παντὸς κτίσιν ἐπ' ἀκριβείας κατὰ τὴν τοῦ Μωϋσέως προφητείαν

106

ἐξηγησάμενος. Σκότος οὖν ὁριστέον τὸ ἀφεγγὲς τοῦ ἀέρος

107

στερήσει φωτός, οὐκ οὐσίᾳ ὑφεστηκός· ὃ οὖν οὐχ ὑφέστηκε

108

καθ' ἑαυτό, πῶς θεοποιεῖν ἡμᾶς οἱ τῆς μανείσης αἱρέσεως ἀναγ-

109

κάζουσιν; 8. Ὅτι γὰρ οὐδὲ ὅλως τὸ σκότος ἰδιάζουσαν ἔχει τὴν

110

ὕπαρξιν, καὶ διὰ τῶν νυνὶ παρ' ἕκαστα γινομένων ἕτι σαφέστε-

111

ρον ἀποδειχθήσεται· τρία γὰρ δεῖ πρότερον συνδραμεῖν εἰς τὸ

112

σκότος ἤτοι σκιὰν ἐπισυμβῆναι, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ

113

τόπον, ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα-

114

βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος

115

ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς οὖν τὸ παρεπόμενον

116

σκότος τοῖς δημιουργηθεῖσι, φημὶ δὴ σώματι καὶ τόπῳ καὶ φωτί,

117

τῶν δημιουργημάτων πρωτεύειν ὑπειλήφασι, μηδενὸς συγχω-

118

ροῦντος λόγου τὸ γινόμενον πρὸ τοῦ ποιοῦντος ὑπάρχειν; Εἰ δὲ

119

πρὸς ἀνατροπὴν τῆς ἀληθείας καὶ τὸ φῶς ἐν ἀπουσίᾳ τοῦ

120

σκότους ὑφίστασθαι φιλονεικήσουσιν ὡς διὰ τὴν ἐν ἑκατέροις

121

ἰσότητα ἀλλήλοις ἀντιπαραχωρεῖν καὶ μεθίστασθαι, τούτους ὁ

122

λόγος ἐλέγξει διὰ τῶν παρ' ἕκαστα γινομένων τὰς ἀποδείξεις

123

ποιούμενος. Οὐδὲ γὰρ τὸ φῶς ἐξίσταται τῷ σκότει, ὡς ἔστιν ἰδεῖν

124

ἐκ τοῦ διὰ πυρὸς γινομένου φωτός· παρουσίᾳ γὰρ τούτου τὸ

125

σκότος ἐξίσταται, εἰ καὶ λίαν ἀφεγγὲς καὶ ζοφῶδες ὑπάρχοι·

126

φωτὸς δὲ παρόντος, παρείσδυσις οὐδεμία τῷ σκότει γενήσεται.

127

Εἰ δὲ καὶ τοῦτο δοθείη, καὶ ὡς αὐτοί φασιν ἀληθὴς ὁ λόγος, τὸ

128

ἀντιπαραχωρεῖν ἀλλήλοις τὸ φῶς τε καὶ τὸ σκότος, οὐ παρὰ

129

τοῦτο ἀγένητον ἔσται τὸ σκότος. Εἰ γὰρ τὸ φῶς τὸ αἰσθητὸν

130

γενητὸν ὑπάρχει καὶ τὸ ἀντικείμενον σκότος ἔσται γενητόν· ἐν

131

γὰρ μόνοις γενητοῖς ἡ ἐναντιότης, οὐκ ἐν τοῖς ἀγενήτοις εὑρίσκε-

132

ται· ἐναντίον δὲ τὸ φῶς καὶ τὸ σκότος. 9. Εἰ δέ φασι μὴ περὶ τοῦ

133

παρ' ἕκαστα γινομένου σκότους ζητεῖν, περὶ δὲ τοῦ ἐξ ἀρχῆς καὶ

134

περὶ τοῦ φωτὸς συστάντος, περὶ οὗ γέγραπται· Καὶ σκότος ἦν

135

ἐπὶ τῆς ἀβύσσου, ὃ οὐκ ἄν τις εἴποι γεγονέναι σώματος

136

ἀντιπράττοντος τὴν ἐκ τοῦ φωτὸς λαμπηδόνα—οὔπω γὰρ τὸ

137

φῶς ἐδεδημιούργητο—φαμὲν πρὸς αὐτούς, ὑπερβάντες τὰ τῷ

138

μακαρίῳ Βασιλείῳ πρὸς εὐγνώμονας εἰρημένα ἀκροατάς· φιλό-

139

νεικοι γὰρ ὄντες τοῖς ἡμετέροις διδασκάλοις ἀπεχθάνονται·

140

οὕτως οὖν πρὸς αὐτοὺς ἀπαντητέον· Μόνος ὁ ἀὴρ τῶν σωμάτων,

141

κατὰ φύσιν ἔχων καὶ μὴ ἐξ ἀτμίδος τινὸς παχυνθείς, οἰκεῖον οὐ

142

κέκτηται χρῶμα, ὅπερ ἴδιόν ἐστι τῆς ὄψεως αἰσθητόν· ὡς γὰρ ἡ

143

γεῦσις χυμῶν πικρῶν τε καὶ γλυκέων καὶ στυφόντων διακρίνει

144

τὰς διαφοράς, ἡ δὲ ὄσφρησις τῶν ὀδμῶν ἀντιλαμβάνεται καὶ ἡ

145

ἀκοὴ ψόφων τε καὶ ἤχων καὶ ἁφὴ πάσης ἀντιτυπίας λείας τε καὶ

146

τραχείας, οὕτως καὶ ἡ ὄψις ἰδιαζόντως τῶν χρωμάτων ἐστὶ

147

διακριτική. Ἐπεὶ οὖν ὁ ἀὴρ ἀχρωμάτιστός ἐστιν, ὡς ἔφην, εἰ-

148

κότως καὶ ἀόρατος κατὰ φύσιν ὑπάρχει, | οὐ μόνον ἄνευ φωτὸς

149

ὑπάρχων—τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων, τῶν ὁρατῶν φύσει σω-

150

μάτων, εὑρήσεις· ἄνευ γὰρ φωτὸς καὶ τούτων οὐδέν ἐστιν ὁρᾶν

151

—ἀλλὰ καὶ ὅταν αὐτῷ τῷ ἀέρι φῶς ἐπιγένηται, οὐχ ὁρᾶται,

152

ἀχρωμάτιστος ὤν, οὐδὲ συγκεκραμμένον δι' ὅλου τοῖς ἑαυτοῦ

153

μέρεσιν ἔχει τὸ φῶς, καὶ τοῦτο σοφῶς τοῦ θεοῦ πεποιηκότος,

154

ὅπως, μηδενὸς ἐμποδὼν γινομένου χρώματος τοῦ φυσικῶς

155

ἐνυπάρχοντος τῷ ἀέρι, τὰς ἡμῶν ὄψεις ἀχρόνως παραπέμποι

156

πρὸς τὰ ὁρώμενα διὰ τῆς τοῦ φωτὸς δι' ὅλου πρὸς αὐτὸν ἀνακρά-

157

σεως. 10. Τὸ οὖν ἀχρωμάτιστον φύσει τοῦ ἀέρος καὶ μήπω

158

πεφωτισμένον ὁ Μωϋσῆς σκότος ὠνόμασεν. Οὐ τοῦτο δὲ λέγω

159

ὅτι τὸν ἀέρα τὸν μήπω πεφωτισμένον καὶ ἀχρωμάτιστον σκότος

160

ὠνόμασεν· οὕτω γὰρ ἡμῶν λεγόντων ὑπολήψεταί τις ὡς ὅτι ὁ ἀὴρ

161

σκότος ὠνόμασται καὶ οἰήσεται τὸ σκότος ὑφεστηκός, ἐπείπερ

162

ὑφέστηκεν ὁ ἀήρ, ὃν σκότος εἶναι προσωμολογήσαμεν. Οὐ τοῦτο

163

οὖν φημι, ἀλλ' ὅτι τὸ μὴ πεφωτισμένον καὶ ἀχρωμάτιστον τοῦ

164

ἀέρος, ἅτινα μὴ ὄντα ἐστί, κατὰ στέρησιν εἰρημένα, ταῦτα ἐκάλε-

165

σε σκότος. Εἰ δὲ τὸ ἀχρωμάτιστον καὶ μὴ πεφωτισμένον στέρησις

166

καὶ οὐκ ὄντα τυγχάνει, φανερὸν ὅτι καὶ αὐτὸ τὸ σκότος ἀνυπό-

167

στατον καθ' ἑαυτό. τὸ γὰρ δι' ἀνυποστάτων γνωριζόμενον καὶ οὐ

168

καθ' ἑαυτό, πολὺ μᾶλλον αὐτὸ ἀνυπόστατον ἔσται. Οὐκ ἀπουσίᾳ

169

δὲ φωτὸς τὸ σκότος ἐκεῖνο, τὸ ἐπὶ τῆς ἀβύσσου, Φαμέν· τὸ

170

γὰρ ἐν ἀπουσίᾳ τινὸς γινόμενον δείκνυσι τοῦτο πρότερον ὄν, εἶτα

171

ἀφεστηκέναι καὶ τῇ τούτου ἀπουσίᾳ γεγονέναι τὸ γεγονός. Οὔπω

172

δὲ τὸ φῶς ἦν· οὐ γὰρ ἐγεγόνει. Πῶς οὖν ἀπουσίᾳ τοῦ μήπω ὄντος

173

φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι-

174

σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς

175

μεθόδοις τὴν τοῦ φωτὸς ἐξερευνήσειε φύσιν, οὐκ ἐναντίον ἔσται

176

τὸ σκότος πρὸς τὸ φῶς, ἀλλὰ μᾶλλον στέρησις τὸ σκότος. Τὸ δὲ

177

φῶς οὐσία σωματικὴ καὶ ὑφεστῶσα δειχθήσεται διὰ τῆς ἐξ αὐτοῦ

178

γινομένης ἀντανακλάσεως· αἱ γὰρ ἀντανακλάσεις μόνων σω-

179

μάτων ὑπάρχουσιν. Τὸ γὰρ κλώμενον γωνίαν ποιεῖ, γωνία δὲ

180

μέγεθος, τὸ δὲ μέγεθος ἐν γραμμῇ τε καὶ ἐπιφανείᾳ καὶ σώματι

181

δείκνυται. Ἀλλὰ τὸ φῶς οὐκ ἔστι γραμμὴ οὔτε μὴν ἐπιφάνεια·

182

ἑκάτερον γὰρ τούτων διὰ παντὸς τοῦ στερεοῦ σώματος φοιτᾶν

183

ἀδυνατεῖ. Μία γὰρ ἐν γραμμῇ τυγχάνει διάστασις μῆκος ἀπλατὲς

184

διαγράφουσα. Ἡ δὲ ἐπιφάνεια δύο ἔχει τὰς διαστάσεις ἐν μήκει

185

καὶ πλάτει θεωρουμένας. Πῶς οὖν αὗται διὰ στερεοῦ σώματος

186

διαφοιτήσειαν, τοῦ φωτὸς ἀεὶ τοῦτο ποιοῦντος καὶ ἀκαριαίως,

187

ἄνευ χρονικῆς παρατάσεως, ὀξείᾳ τινὶ ῥοπῇ ἀνακιρναμένου

188

δι' ὅλου τῇ τοῦ ἀέρος λεπτῇ τε καὶ ἀραιοτάτῃ φύσει; Λείπεται

189

τοίνυν τριχῇ διαστατὸν εἶναι τὸ φῶς, ὅπερ ἴδιον σωμάτων

190

ὑπάρχει. Μωϋσῆς μαρτυρεῖ ὅτι σῶμα τὸ φῶς. Ἐν γὰρ τῇ τῶν

191

σωμάτων ἐξηρίθμησε δημιουργίᾳ, μετὰ τὴν οὐρανοῦ καὶ γῆς

192

σύστασιν πρώτην φωνὴν θεοῦ τὸ Γενηθήτω φῶς ἀναγραψά-

193

μενος. 12. Εἰ δὲ τὸν θεὸν φῶς καλεῖν εἴωθεν ἡ γραφή, μὴ παρὰ

194

τοῦτο φαντάζου ἀσώματον εἶναι τὸ φῶς, ἐπειδὴ τὸ θεῖον ἀσώμα-

195

τον. Τοῖς γὰρ παρ' ἡμῖν φαιδροτέροις τε καὶ καλλίστοις ὁ θεὸς

196

ὀνομάζεται, οὐ ταῦτα τυγχάνων, | ἀλλὰ πολύ τε καὶ ἀμέτρως

197

τούτων ὑπεραναβεβηκὼς τὴν οὐσίαν, ὅση τοῦ ποιοῦντος πρὸς τὸ

198

γινόμενον ὑπάρχει διαφορά. Κατὰ παράδειγμα τοίνυν ἀμυδρότα-

199

τον τὸν θεὸν εἴωθε φῶς ὀνομάζειν ἡ θεία γραφή. Ἐπειδὴ γὰρ ὁ

200

θεός, πάσης γνώσεως αἴτιος ὤν, ταῖς νοεραῖς οὐσίαις αὐτὸς

201

ἑαυτὸν δίδωσι πρὸς κατανόησιν, χορηγῶν τε τὸ νοεῖν καὶ διὰ τῆς

202

ἑαυτοῦ χάριτός τε καὶ χορηγίας, ὡς οἷόν τε, ταύταις ἐπιγινωσκό-

203

μενος, οὕτω δὴ καὶ τὸ αἰσθητὸν φῶς αἴτιον τοῦ ὁρᾶν ἐπιγινόμε-

204

νον τοῖς ὀφθαλμοῖς αὐτὸ πρῶτον ὑποπίπτει τῇ θέᾳ, ἐντεῦθεν ἡ

205

θεόπνευστος διδασκαλία ἐν παραδείγματι φῶς τὸν θεὸν ἐπωνό-

206

μασε, τοῖς τῷ παχεῖ τοῦ σώματος ἐνδεδεμένοις διὰ τῶν αἰσθητῶν

207

παραδειγμάτων τὸν ὑπὲρ αἴσθησιν καὶ διανόησιν ὑπογράφουσα.

208

13. Καὶ περὶ μὲν σκότους καὶ φωτὸς ἐπὶ τοσοῦτον εἰρήσθω,

209

μήπως εἰς ἄπειρον τοῦ λόγου διεξιόντος τῶν ἐφεξῆς ἡ ζήτησις

210

ἡμᾶς διαλάθῃ. Φασὶ γὰρ τὸ ἀγαθόν τε καὶ κακὸν ἀγενήτως

211

ὑπάρχειν, ἀλλήλοις ἐναντία καὶ οὐδαμῶς συμβῆναι δυνάμενα·

212

πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε, μὴ διακρίνειν εἰδότες τῶν

213

πραγμάτων τὴν φύσιν· ἡ γὰρ τῶν ποιοτήτων ἐναντιότης ἐν τοῖς

214

γενητοῖς, οὐκ ἐν τοῖς ἀγενήτοις γνωρίζεται. Ἐν μὲν γὰρ τοῖς

215

γενητοῖς ὡς ἐξ οὐκ ὄντων εἰληφόσι τὴν γένεσιν διαφορὰν γενέ-

216

σεώς ἐστιν ἰδεῖν· οὐ γὰρ μία τῶν γεγονότων ἐστὶν ἡ γένεσις, ὅθεν

217

εἰκότως ἐν ταῖς διαφοραῖς ἐναντιότης εὑρεθήσεται, φυσικῶς μὲν

218

περὶ τὴν τοῦ σώματος κρᾶσίν τε καὶ ἐπιφάνειαν, αὐθαιρέτως δὲ

219

περὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ἃς ἀρετήν τε καὶ κακίαν ὀνομάζειν

220

εἰώθαμεν. Ἀγενησίας δὲ ποίαν τις διαφορὰν εὕροι ποτέ, ὥστε καὶ

221

ἐναντιότητα διδόναι τοῖς ἀγενήτοις; Εἰ οὖν ἡ ὕλη ἀγένητος

222

καθ' ὑμᾶς, ὡς πάντα τολμῶντας εἰπεῖν, ἀγένητος δὲ καὶ ὁ θεός,

223

ἄμφω ἀγαθοὶ τυγχάνουσιν· οὐ γὰρ ἂν μανείην καθ' ὑμᾶς ἐναν-

224

τιότητα τοῖς ἀγενήτοις ἐπιφημίσαι ποτέ. 14. Ἵνα δὲ καὶ ἐκ τῶν

225

ὡμολογημένων ὑμῖν φληνάφων ὑμᾶς ἀπελέγξω, πῶς τὸ χεῖρον,

226

ἣν ὕλην εἶναί φατε, ὑποτάττεται τῷ βελτίονι, ὅς ἐστι θεὸς καὶ

227

καθ' ὑμᾶς, εἴπερ ἐπ' ἴσης εἰσὶν ἀγένητα καὶ ἀρχηγετικά; Πῶς

228

δ' ἂν εἴη φύσει κακὸν ἡ ὕλη, εἰ δέχεται τὸ κοσμεῖσθαι ὑπὸ τοῦ

229

ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν

230

αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ

231

ἐφιεμένη. Εἰ δὲ τοῦ θεοῦ διδόντος αὐτῇ τὰ ἀγαθά, πέφυκε καὶ

232

οὕτω δέχεσθαι τὰ ἀμείνονα, πῶς φύσει κακὴ ἡ πεφυκυῖα δέχε-

233

σθαι τὰ ἀγαθά; Λέγετε γὰρ ὑμεῖς ἐφίεσθαι μὲν τὴν ὕλην παρασπά-

234

σασθαι τι τοῦ ἀγαθοῦ, τὸν δὲ θεὸν ἀναιρεῖν αὐτήν. Εἰ δὲ τοῦτο

235

δοθείη, πῶς οὐ μᾶλλον ἡμῖν ἐστιν ἀγαθοειδὴς ὡς ἐφιεμένη τοῦ

236

ἀγαθοῦ; Ὁ δὲ ἀναιρῶν αὐτὴν καὶ μὴ διακοσμῶν, πῶς οὐκ ἂν

237

φθαρτικὸς εἴη τῶν ὄντων καὶ οὐκ ἀγαθός; Καὶ εὑρεθήσεται τὸ

238

ἐναντίον τῶν παρ' ἡμῖν δογματιζομένων. 15. Ἔτι, εἰ τὸ ἀγαθὸν καὶ

239

κακὸν οὐσίαι ἀντικείμεναι, ἡ δὲ ζωὴ καθάπερ τι εἶδος τὰς

240

ὑποκειμένας | οὐσίας εἶδος ποιεῖ, ἔσονται κατὰ τὴν ζωὴν καὶ τὸ

241

εἶναι κοινωνοῦσαι ἀλλήλαις καὶ οὐ διὰ πάντων ἐναντίαι, ὡς ὑμεῖς

242

ἠπατημένοι φατέ· οὐδεμία γὰρ ἀντίθεσις ἐξ ὅλων ἐναντίων

243

ἀντίκειται, τῷ καὶ κοινὰ ὑπάρχειν τινὰ τοῖς ἐναντίοις, οἷον τὸ

244

λευκόν, ἐναντίον ὑπάρχον τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς

245

ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν τῶν τῆς ποιότητος

246

χρωμάτων. Οὐδὲν δὲ τῶν τοιούτων τὴν περὶ αὐτὰ ἐναντιότητα

247

προτέραν ἔχει, ὑστέραν δὲ καὶ μετὰ τὰ κοινὰ ἐπιθεωρεῖσθαι τοῖς

248

πράγμασι πέφυκεν· ἐν δὲ τοῖς κοινοῖς, καθὰ κοινὰ τυγχάνει, οὐκ

249

ἔστιν ἡ ἐναντιότης. Δεῖ δὲ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα

250

οὕτω τὸ λευκὸν καὶ μέλαν εἴη. Ὡσαύτως καὶ μετὰ τὸ ποιόν, τὴν

251

διάθεσιν, ἡ ἀρετὴ καὶ ἡ κακία. 16. Εἰ τοίνυν ἀγένητοι δύο ἀρχαὶ

252

καὶ αὐταὶ ἐναντίαι, ἢ ἐξ ὅλων εἰσὶ τὴν ἐναντιότητα ἔχουσαι ἢ

253

ὑπάρχει τινὰ αὐταῖς κοινά. Ἀλλ' οὐδὲν ἐξ ὅλων δέχεται ἐναν-

254

τιότητα, ἔχουσιν ἄρα καὶ αὐταὶ κοινὰ τὸ εἶναι καὶ τὸ οὐσίαι εἶναι

255

καὶ εἴ τι ἕτερον εὑρίσκεται περὶ αὐτὰς κοινόν. Ἐναντίας δὲ ποιεῖ

256

αὐτὰς τὸ τὴν μὲν ἀγαθόν, τὴν δὲ βδελυκτὸν εἶναι καὶ τὴν μὲν φῶς,

257

τὴν δὲ σκότος. Προεπινοεῖται δὲ τὸ εἶναι αὐτὰς οὐσίας τοῦ

258

ἀγαθὸν εἶναι ἢ κακόν. Ἐναντιότης ἄρα οὐ κατὰ τὸ κοινόν, ὅπερ

259

ἐστὶν ἀρχή, ἀλλὰ κατὰ τὴν ἰδιότητα. Τίθενται δὲ αὐτὰς ἀγενήτους

260

εἶναι· οὐδὲν δὲ πρὸ ἀγενήτου· πρὸ τοῦ κακοῦ δὲ καὶ τοὺ ἀγαθοῦ

261

ἐστιν αὐτὸ ὃ εἶπον κοινὸν αὐταῖς ὑπάρχειν τὸ ἀγένητον· οὐκ ἄρα

262

ἀγένητοι ἀρχαί, ἀλλὰ μία ἀγένητος ἀρχή, αὐτὸ τὸ εἶναι ἀγένητον.

263

Εἰ δὲ λέγοιεν μὴ κοινὸν αὐτῶν εἶναι τὸ ἀγένητον, φαμὲν οὐκοῦν εἰ

264

θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει. Ἔσται τοίνυν ἀγένητον ἢ

265

τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἀμφότερα ἀδύνατον, τό τε ἀγαθὸν καὶ τὸ

266

κακόν. 17. Ταῦτα τοῦ Μάνεντος δόγματα· τούτοις ὡς ἀρραγέσι

267

κατὰ τῆς ἀληθείας ἐξώπλισται· οὕτω τὰ τούτου παμμίαρα δόγμα-

268

τα ὑπὸ τῆς ἀληθείας ἀνατέτραπται. Τὴν γὰρ τῆς ὕλης ἀταξίαν

269

πρὸς ἑαυτὴν καὶ ὅσα περὶ τοὺς ἱδρῶτας τῆς ὕλης ἐμυθολόγησεν,

270

ἐκεῖθεν τοὺς ὑετοὺς τοῖς ἐπὶ γῆς καταρρήγνυσθαι φάσκων, καὶ

271

ὅσα τούτοι προσελοιδόρησεν οὐδὲ λέγειν οἶμαι καλόν. Φεύγετε

272

τοίνυν, ἀγαπητοί, τοὺς εἰσδεδεγμένους τοῦ Μάνεντος τὴν σηπε-

273

δόνα, οἳ πολλάκις ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατεῖς εἶναι

274

θηρώμενοι, τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ τοῦ Χριστοῦ

275

προσηγορίᾳ τοὺς ἁπλουστέρους ἐξαπατῶσι καὶ κῳδίῳ προβά-

276

του τὸν ἔνδοθεν λύκον ὑποκρυπτόμενοι ἐπεισπηδῶσι καὶ τὴν

277

Χριστοῦ ποίμνην διασπαράττειν ἐπιχειροῦσιν. Φεύγετε τοίνυν

278

καὶ τοῖς τοιούτοις χαίρειν μὴ λέγετε· Φθείρουσιν ἤθη χρηστὰ

279

ὁμιλίαι κακαί. Εἰ δέ τις ἐν ὑμῖν πρότερον τούτοις ἐρρυπωμένος

280

τοῖς δόγμασιν, νῦν τῷ τῆς ἀληθείας κατηυγάσθη φωτί, φυλατ-

281

τέτω τῶν προφητῶν καὶ ἀποστόλων τὰ δόγματα. Εἷς γὰρ τούτων

282

ὁ σκοπὸς ἐξ ἁγίου πνεύματος εἰρημένος· ἕνα τὸν τοῦ παντὸς

283

δημιουργὸν ἀνακηρυττέτω, ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα·

284

ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥΠΡΕΣΒΥΤΕΡΟΥ ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ} 1. Ἤρκει μὲν οὖν ὅσα πρὸς ἔλεγχον τῆς ἀθέου πλάνης τῶνΜανιχαίων ἐν τοῖς προλαβοῦσι διελέχθημεν. Ἀλλ' ἵνα μή τιςἑτέραις ἀκάνθαις ἀσεβείας περιπειρόμενος πληγείη τὸν νοῦν,οὐκ ὀκνήσω καὶ ζητημάτων ἑτέρων ἐπιμνησθῆναι, δεικνὺς τί τέἐστι τὸ κακὸν καὶ πόθεν ἐστίν· τοῖς τοιούτοις γὰρ ζητήμασικεχρημένοι παρατρέπειν ἐγχειροῦσι τοὺς ἁπλουστέρους. Πρότε-ρον οὖν διαληπτέον περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ, τί δηλοῖτούτων ἑκάτερον· ἕτερον γὰρ δηλοῖ τὸ καλόν, ἕτερον δὲ τὸἀγαθόν. Καὶ καλὸν μέν ἐστι τὸ συμμετρίᾳ μελῶν εὐηρμοσμένονκαὶ ἀνελλιπῶς ἔχον πρὸς ὃ γεγένηται ὑπὸ τοῦ δημιουργήσαντος.Διὸ γέγραπται· Ἰδοὺ καλὰ λίαν περὶ τῆς τῶν κτισμάτωνοὐσίας· πάντα γὰρ καλὰ πεποίηκεν ὁ θεός, αἰσθητά τε καὶ νοητά.Περὶ πάντων γὰρ ἐπιφέρει λέγων· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσαἐποίησε καὶ ἰδοὺ καλὰ λίαν, συμπεριλαβὼν τοῖς αἰσθητοῖς τῶνἀσωμάτων τὴν ποίησιν. Μετὰ γὰρ τὴν ἀνθρώπου δημιουργίαν,τὴν ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστῶσαν, τοῦτό φησιΜωϋσῆς. 2. Τὸ δὲ ἀγαθὸν διττόν ἐστι τῇ σημασίᾳ. Καὶ ἐπὶ μὲνθεοῦ τὸ ἀγαθὸν οὐσία τυγχάνει· ἀγένητος γὰρ ὢν ὁ θεὸς πάνταὅσα κέκτηται οὐσιωδῶς ἔχει καὶ οὐδὲν ὕστερον αὐτῷ ἐπιγίνεταιὃ μὴ ἀεὶ ἦν ἐν αὐτῷ. Διὰ τοῦτο, ἐπεὶ ἀσχημάτιστος ἦν ὁ θεός, ἀεὶἀσχημάτιστος ἔσται· καὶ ἐπειδὴ ἄποιος ἦν, ἀεὶ ἄποιος ἔσται· καὶἐπειδὴ παντοκράτωρ ἐστίν, ἀεὶ παντοκράτωρ ἦν· καὶ ἐπειδὴδημιουργός ἐστιν, ἀεὶ δημιουργὸς ὑπάρχει, εἰ καὶ μὴ εἴη τὰδημιουργηθέντα καὶ κρατούμενα παρ' αὐτοῦ. Καὶ γὰρ ὁ θεὸςοὐσιωδῶς ἔχει πάντα ὅσα καὶ ὀνομάζεται καὶ οὐ σχετικῶς ἔχειἅπερ ἐστίν. Αἱ γὰρ σχέσεις περὶ [οὐσίαν] εἰσί, μὴ οὖσαι οὐσίαι.Ἄσχετος οὖν ἐστιν ὁ θεός· οὐ γὰρ πρός τινα τῶν γενητῶν ἔχειντινὰ δυνατὸν αὐτὸν σχέσιν. Αὔταρκες γὰρ τὸ θεῖον καὶ αὐτὸἑαυτοῦ συμπληρωτικόν, ἐν οὐδεμιᾷ σχέσει τῇ πρὸς τὰ ἔξωθεν τὸεἶναι ἔχον, ἵνα μή τι τῶν ὑπ' αὐτοῦ τελουμένων συμπληρωτικὸνεἶναι αὐτοῦ λέγειν ἀναγκαζώμεθα τῆς δυνάμεως. 3. Καὶ ἐπὶπάντων δέ, οὐκ ἐπὶ θεοῦ μόνον, ὁ αὐτὸς λόγος. Αἱ γὰρσυμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις οὐκ ἐν τῇ πρὸς τὰ ἔξωθενσχέσει τὸ εἶναι ἔχουσιν, ἀλλ' ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρ-χουσι καθ' ἑαυτὰς θεωρούμεναι. Σκόπει δὲ τὸν λόγον οὑτωσί·τὸ ἐν ὀφθαλμῷ βλεπτικὸν ἢ τὸ ἐν ἡλίῳ φῶς συμπληρωτικὰ τῆςὀφθαλμοῦ τε καὶ ἡλίου ἐστὶν οὐσίας. Καὶ εἰ μηδὲν ὑπόθοιτό τιςεἶναι τῶν ὑπὸ τοῦ ὀφθαλμοῦ θεωρουμένων ἢ τῶν ἔξωθεν μετ-εχόντων τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως, οὐδ' ὄντωςἀτελὴς ὁ ἥλιος ἢ ὁ ὀφθαλμὸς κατὰ τὴν οὐσίαν τοῖς ὀρθῶςκρίνουσιν ὑποληφθήσεται. Οὕτως οὖν, εἰ καὶ ἀμυδρὸν ὑπάρχει τὸπαράδειγμα, πρὸ τοῦ δημιουργηθῆναι τὸν κόσμον φύσει καὶἀσχέτως δημιουργὸς ὁ θεός, οὐ τῇ πρὸς τὰ ἔξωθεν σχέσειγινόμενος ποιητής. Τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸν θεὸνἐξυβρίζειν καὶ σχέσιν ἐπίκτητον διδόναι θεῷ, οἷον ἔχουσι πρὸςἄλληλα τὰ ἐξ ἀπιστίας εἰς ἐπιστήμην προκόπτοντα, καὶ ἐξισάζειντοῖς οὐσιωδῶς | ἐνυπάρχουσι τὰ ὕστερον ἐπιγεγονότα. 4. Καὶ ἡὕλη οὖν, ὡς ἔφην—ἐπαναληπτέον γὰρ ὅθεν ἐξέβη ὁ λόγος—εἰἀγένητος ἦν, ἀσχημάτιστος καὶ ἄποιος οὖσα, πῶς οὖν δη-μιουργηθήσεται ἀγένητος οὖσα καὶ μὴ δυναμένη προσλαβεῖν ὃ μὴἀεὶ ἦν ἐν αὐτῇ; Εἰ δὲ σχῆμα καὶ ποιότητα καὶ ποσότητα τὴν ὕληνἔχειν φασίν, οὐκ ἀγένητος ὑπάρχει, ὡς ἀποδέδεικται, ἀλλὰμᾶλλον γενητὴ ἐξ οὐκ ὄντων σὺν τοῖς σχήμασι καὶ ποιότησι παρὰθεοῦ παραχθεῖσα. Ποιότης γὰρ καὶ ποσότης ἴδια τῶν γενητῶν. 5.Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶνγενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸςὑπάρχει, διὰ πράξεως ἢ νοητῆς θεωρίας καὶ προσοχῆς κατορ-θούμενον. Καὶ διὰ πράξεως μὲν ἄνθρωποι, σαρκὶ συζῶντες,κατορθοῦσι τὸ ἀγαθόν, αἱ δὲ νοεραὶ δυνάμεις διὰ θεωρίας καὶπροσοχῆς. Ἐπεὶ οὖν συμβεβηκός ἐστι τὸ ἀγαθὸν ἐπὶ τῶνγενητῶν, πάντως ἐπὶ τούτων καὶ προτερεύει τὸ εἶναι τοῦ ἀγαθὸνεἶναι· δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵν' οὕτως τὸ συμβεβηκὸς ἐναὐτῷ θεωρηθείη, εἴτε χωριστὸν ἢ ἀχώριστον εἴη. Ἐπὶ δὲ τοῦἀγενήτου θεοῦ, ἀεὶ ὢν ὁ θεός, ἀεὶ καὶ ἔστιν ἀγαθός· οὐ γὰρ ἕτερονἔχει τὸ εἶναι καὶ ἕτερόν τι τὴν ἀγαθότητα, ἀλλ' αὐτῷ τῷ εἶναι ἔχειτὴν ἀγαθότητα. Διὰ τῶν εἰρημένων οὖν πᾶσι προφανὲς ὅτι τὸπονηρὸν οὐκ ἔστιν ἐναντίον τῷ θεῷ, οὐσίᾳ ὄντι ἀγαθῷ· τῇ γὰροὐσίᾳ οὐδὲν ὅλως ἀντίκειται. Τῷ δὲ κατὰ τὸ συμβεβηκὸς ἀγαθῷ,τῷ ἐν τοῖς γενητοῖς θεωρουμένῳ, ἀντίκειται τὸ πονηρόν· διὰ γὰρφαύλης πράξεως γινόμενον ἀντίκειται τῷ διὰ πράξεως ἀγαθῆςγινομένῳ. 6. Τούτων οὕτως ἀποδεδειγμένων, πῶς οὐ βδελυ-κτέον τοὺς Μανιχαίους οἵ φασιν· Ἦν θεὸς καὶ ὕλη, ἀγαθὸν καὶπονηρὸν ἐν τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινω-νεῖν θάτερον θατέρῳ, ἀγένητά τε καὶ ζῶντα ἄμφω. Ῥητέον οὖνπρὸς αὐτούς· Πῶς οὐκ ἀλλόκοτος ὑμῶν ἐστιν ὁ λόγος; Εἰ γὰρἄκρως ἐναντία κατὰ τοὺς ὑμῶν φληνάφους θεός τε καὶ ὕλη, ὡςμηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, κατὰ τὸ δοκοῦν ὑμῖν ὡςἔτυχεν ἀποφαινόμενοι, πῶς ὅλως ἐναντία ἔσται ἀλλήλοις κοι-νωνοῦντα κατὰ μηδέν; Ἴδιον γὰρ τῶν ἐναντίων κοινωνεῖνἀλλήλοις κατὰ τὸ γένος, οἷον μέλαν καὶ λευκὸν κοινωνοῦσι τῷἑκάτερον εἶναι χρῶμα, καὶ πάλιν θερμὸν καὶ ψυχρὸν τῷ ἑκάτερονεἶναι ποιότητα, ὅπερ ἐπὶ τῆς μυθευομένης ὑμῖν ὕλης καὶ θεοῦδιδόναι οὐ βούλεσθε, ἀνοήτως φάσκοντες ἐναντία τε εἶναι καὶμηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Ἄλλως τε τὰ ἐναντίαἀλλήλων ἐστὶν ἀναιρετικὰ καὶ οὐ δύνανται κατ' ἐνέργειαν ἅμασυμβῆναι τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπὸ τὸν αὐτὸν χρόνον. Πῶς οὖνἐν τῷ αὐτῷ κτίσματι, οἷον τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ ἢθρεπτικῷ καὶ πνικτικῷ ὕδατι, καθ' ὑμᾶς ἅμα ὑπάρχουσικατ' ἐνέργειαν, δι' ὅλου κατὰ τὸ αὐτὸ θεός τε καὶ ὕλη, ὡς αὐτοὶμυθολογεῖτε, ἐναντία φάσκοντες εἶναι τὰ μηδαμῶς ἐναντία τυγ-χάνοντα; 7. Ἄλλως τε τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. Τὰἄμεσα κρᾶσιν οὐκ ἐπιδέχεται, ἀλλὰ μᾶλλον ἀλλήλων ἐστὶν ἀναι-ρετικά, οἷον τάξις καὶ ἀταξία, ἄρτιος ἀριθμὸς καὶ περιττός. Τὰἔμμεσα δὲ ἕτερόν τε τὸ μέσον ἔχει παρὰ τὰ ἄκρα, οἷον μέλαν καὶλευκόν· καὶ τούτων τὸ φαιὸν μέσον ἐστίν. Εἰ οὖν ὕλη καὶ ὁ θεὸςἄμεσά ἐστι, πῶς κρᾶσιν ἐπιδέχεται καὶ τὸν κόσμον ἀποτελεῖ κατὰτὴν ὑμῶν μυθολογίαν; Τὰ γὰρ ἄμεσα οὐ πέφυκε κιρνᾶσθαι. Εἰ δὲἔμμεσα φήσουσιν, ἔσται τι διὰ μέσου τούτων ἕτερον παρὰ ταῦτακαὶ λοιπὸν τρίτον ἀγένητον τοῖς δύο συναριθμηθήσεται. 8.Ἀλλ' ἴσως φήσουσι· καὶ πῶς οἷόν τε ἐξ οὐκ ὄντων τι γεγονέναι;