Adversus Manichaeos
- Edition reference
- Adversus Manichaeos (homilia 2), ed. Richard, op. cit., 92–105.
- CTS identifier
urn:cts:greekLit:tlg2816.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
103
Οὐδὲν γὰρ ἐκ μὴ ὄντων ὁρᾶται γινόμενον. Πρὸς οὕς ἐστιν εἰπεῖν·
104
Πλανᾶσθε μὴ εἰδότες τὴν δύναμιν τοῦ θεοῦ, ἀλλὰ μόνον τοῖς ἐξ
105
ἀνθρώπων γινομένοις ἐνορῶντες τὸ θεῖον εἶναι τοιοῦτον ὑπειλή-
106
φατε. Ἄνθρωπος μὲν γὰρ ἐξ ὄντων ἐργάζεται, ξύλα καὶ λίθους
107
σχηματίζων ὡς βούλεται καὶ τὸ μὴ ὂν ἐν τούτοις ποτὲ σχῆμα διὰ
108
τῆς οἰκείας τέχνης ἐντίθησιν· μόνον γὰρ σχημάτων ἐστὶ δημιουρ-
109
γὸς ὁ ἄνθρωπος ἐξ οὐκ ὄντων τὸ σχῆμα διὰ τῆς τέχνης ἐντιθεὶς
110
τῷ δημιουργήματι. Καὶ φύσις δὲ ὁμοίως ἐξ ὄντων ἐργάζεται,
111
μείζονα δὲ τῆς ἀνθρώπου τέχνης τὸ διὰ τῆς φύσεως τεχνασθὲν
112
ἔχει τὴν ἐργασίαν. Οὐ μόνον γὰρ σχημάτων ἐστὶν ἡ φύσις
113
δημιουργός, κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργαζομένη,
114
ἀλλὰ καὶ τὰς διαφόρους οὐσίας καὶ τὰ εἴδη τῶν πραγμάτων
115
ὑφίστησιν οὐ πρότερον ὄντα. Ἐκ στοιχείων γὰρ εἶδος ὀστέου
116
ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς
117
μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας
118
διαφοράς. 9. Εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς ἀνθρώπων τέχνης
119
ἡ φύσις, πῶς οὐκ ἀνάγκη καὶ τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγ-
120
κρίτως ὑπερβεβηκέναι καὶ τὴν τῆς φύσεως ἐργασίαν; Οὐκοῦν εἰ
121
ἤδη ἡ φύσις τὰ εἴδη μὴ ὄντα παράγει, ἐν ὑποκειμένῳ μέντοι
122
προϋπάρχοντι ταῦτα δημιουργεῖ διὰ τὸ ἀδυνάτως ἔχειν ἄλλως
123
τὴν δημιουργικὴν αὐτοῖς ἐνδείκνυσθαι δύναμιν ἄνευ τινὸς
124
προϋποκειμένου, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ
125
εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν
126
τῆς φύσεως· οὐδὲν δὲ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ
127
μηδαμοῦ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα, ἀλλὰ δέοιτο
128
καὶ αὐτός, ὥσπερ ὁ τεχνίτης ἄνθρωπος καὶ ἡ φύσις, ὑποκειμένου
129
τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν ἑαυτοῦ δημιουργικὴν ἐνέργειαν
130
ἐπιδείξεται, καὶ μηδὲ τοσοῦτον ὑπερέχοι τῆς φύσεως, ὅσον
131
ὑπερέχει τῆς τέχνης ἡ φύσις, οὐ σχημάτων μόνον κατὰ τὴν τῶν
132
ἀνθρώπων τέχνην, ἀλλὰ καὶ διαφόρων οὐσιῶν οὖσα δημιουργός.
133
10. Ἄλλως τε πάσης ἀτοπίας ἀνάμεστον τὸ διὰ τῶν μερικῶν καὶ
134
παρ' ἕκαστα γινομένων τοῦ ὅλου τὰς ἀποδείξεις ποιεῖσθαι. Εἰ γὰρ
135
τοῖς μερικοῖς δημιουργήμασιν ἐνορῶντές φασιν· «Ἐπεὶ οὐδεὶς
136
δημιουργὸς ἄνευ ὕλης ποιεῖ, διὰ τοῦτο καὶ ὁ θεὸς ἄνευ ὕλης οὐ
137
ποιήσει», ἴστωσαν ὅτιπερ ἡ παντὶ τεχνίτῃ ὑποκειμένη ὕλη ἐκ
138
προτέρας δημιουργηθεῖσα προνοίας ἢ τέχνης ὑπόκειται, ὡς τὰ
139
ξύλα καὶ σίδηρον καὶ λίθοι, ἀνθρώποις τεχνίταις πρὸς τὸ σχημα-
140
τίζεσθαι μόνον ὑποκείμενοι, ἐκ φύσεως | τεχνικῆς ἀπὸ γῆς
141
βεβλαστήκασι, καὶ ἡ φύσις δὲ ἐξ ὄντων δημιουργοῦσα, ἐκ
142
προνοίας τινὸς εὑροῦσα προϋπάρχουσαν ὕλην δημιουργεῖ. Εἰ
143
οὖν ἡ ὕλη καὶ αὐτῷ τῷ δημιουργοῦντι τὸ ὅλον ὑπόκειται, τῷ θεῷ,
144
λεγέτωσαν ποία τέχνη ταύτην προϋπεστήσατο, καὶ οὕτω τὸ
145
σοφὸν αὐτῶν ἐλεγχθήσεται· πάντως γὰρ θείαν φήσουσι τοιαύτην
146
προϋποστήσασθαι τέχνην. Ἀλλὰ δὴ καὶ ἐκ τῶν παρ' αὐτοῖς
147
ὁμολογουμένων ἀπελέγξω τὸν ἰσχυρὸν αὐτῶν, ὡς οἴονται,
148
λόγον, ὡς οὐ δεῖ τοῖς μερικοῖς τὴν τοῦ ὅλου ποιεῖσθαι ἀπόδειξιν·
149
ἀστρονομίαν γὰρ δῆθεν ἀσπάζονται καὶ κίνησιν τοῦ παντὸς
150
ὑποτίθενται. Εἰ οὖν τὴν ἀπόδειξιν ἐκ τῶν μερικῶν τοῦ ὅλου
151
ποιοῦνται καί φασιν· Ἐπείπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων
152
ὁρᾶται γινόμενον, οὕτω καὶ τὸ πᾶν ὑπὸ θεοῦ ἔκ τινος πρότερον
153
ὄντος γενέσθαι χρή, εὔλογον αὐτοὺς καὶ τὸ τοῖς μερικοῖς ἑπόμε-
154
νον καὶ τῷ παντὶ συμβαίνειν ὑποτίθεσθαι. Καὶ ἐπειδὴ τῶν μερικῶν
155
ἕκαστον κινεῖται καὶ τὸ πᾶν δὲ κινεῖται, ἄρα ὡς κινεῖται τὸ μερικὸν
156
κινηθήσεται καὶ τὸ πᾶν. Ἀλλ' οὐχ ὁμοία τούτων ἡ κίνησις· τὰ μὲν
157
γὰρ μερικὰ ἐξ ὅλου τὸν τόπον ἀμείβει, τὸ δὲ ὅλον οὐ μεθίσταται
158
τοῦ οἰκείου τόπου, ἀλλὰ περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἐπεὶ
159
μὴ ἔστιν ἑτέρα χώρα εἰς ἣν μετασταίη ποτέ. 11. Καὶ πρὸς ἄλληλα
160
δὲ καὶ αὐτῶν ἐκ τῶν μερικῶν τὴν τοῦ παντὸς γένεσιν κανονίζειν
161
ἐπιχειρούντων, καὶ ὡς τὰ μερικὰ ἐξ ὄντων γίνεσθαι, οὕτω καὶ τὸ
162
πᾶν ἐξ ὄντων γεγενῆσθαι φασκόντων, τὰ αὐτὰ ῥητέον ὅσα πρὸς
163
ἔλεγχον Μανιχαίων διῆλθεν ὁ λόγος. Προσθετέον δὲ ὅτι ἀνάγκη
164
τὰ τῶν μερικῶν καὶ ἐπὶ τοῦ ὅλου θεωρεῖσθαι· ἐπειδὴ τὰ μερικὰ ἐν
165
γενέσει καὶ φθορᾷ θεωρεῖται, ἄρα καὶ τὸ ὅλον γενέσει καὶ φθορᾷ
166
ὑποκείσεται καὶ οὐκέτι ἀγένητος καὶ ἄφθαρτος ἔσται κατὰ τοὺς
167
τῶν Ἑλλήνων σοφοὺς ὁ κόσμος, ἀλλὰ γενητὸς ἅμα καὶ φθαρτός·
168
ἅπερ ὁμολογεῖν οὐκ ἀνέχονται. Καὶ τούτοις μὲν τοῖς λόγοις
169
ἀποδέδεικται μὴ ἀγένητον εἶναι τὴν ὕλην. 12. Ἰστέον δὲ ὡς οὐδὲ
170
τέχνη ἄνευ τῆς φύσεως καὶ θεοῦ ἐνεργήσει, οὔτε φύσις ἄνευ
171
θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει-
172
μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ
173
—ἄνευ γὰρ θεοῦ οὐδὲ τὸ κινεῖσθαι τοῖς ἀνθρώποις ὑπάρχει—
174
τὴν δὲ φύσιν μετὰ τοῦ θεοῦ. Εἰ γὰρ καὶ διὰ μέσων τινῶν γίνεταί
175
τινα τῶν ποιημάτων, ἀλλ' οὖν φανερὸν ὅτι αἴτιον καὶ τούτων
176
ὑπάρχει τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις
177
παρέχον. Τῇ τέχνῃ δὲ καὶ τῇ φύσει τοῦ εἶναι αἰτίοις ὁ θεὸς δέδωκε
178
δύναμιν. Οὐκοῦν πρῶτον αἴτιον τῶν ὄντων ἐστὶ θεὸς καὶ ὅσα μὲν
179
ἀμέσως εἰς τὸ εἶναι παράγει ἄνευ ὕλης ἐξ οὐκ ὄντων δημιουργεῖ,
180
ἅμα καὶ φύσιν ἐντιθεὶς τοῖς γενομένοις πρὸς διαμονήν τε καὶ
181
ἀκολουθίαν τῶν ἐφεξῆς ἐξ αὐτῶν ἐσομένων, ὅσα δὲ διὰ μέσης
182
τέχνης ἢ φύσεως ταῦτα ἐξ ὄντων ἐργάζεται. 13. Ἀλλά φησιν· Εἰ ἐξ
183
οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν πάλιν ἀναλυθή-
184
σεται. Τὰ γὰρ ἐξ οὐκ ὄντων γινόμενα εἰς τὸ μὴ ὂν ἀναλύονται, ὡς
185
τὰ σχήματα ὑπὸ τοῦ τεχνίτου τοῖς δημιουργουμένοις ἐπιτιθέμενα
186
καὶ τὰ ἔνυλα εἴδη τὰ ὑπὸ τῆς φύσεως παραγόμενα· ταῦτα γὰρ μὴ
187
ὄντα πρότερον, γενόμενα δὲ πάλιν, εἰς ἀνυπαρξίαν χωρήσει
188
διαλυθέντα ἐν τῷ χωρισθῆναι τῆς ὕλης. | Οὕτως οὖν, εἰ ἐξ οὐκ
189
ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν χωρήσει πάλιν
190
φθορὰν ὑποστάς. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα προβαλλόμενοι ὅτι ἐπὶ
191
μὲν τῶν ὑπὸ φύσεως ἢ τέχνης ἀνθρώπων γινομένων ἀληθὴς
192
οὗτος ὁ λόγος, ἐπὶ δὲ τῶν ἀμέσως ὑπὸ θεοῦ τὸ εἶναι λαχόντων
193
οὐκ ἀληθής· ὧν γὰρ ἡ γένεσις ὑπὲρ φύσιν τε καὶ τέχνην ἐστί, τῇ
194
ἀπείρῳ τοῦ θεοῦ δυνάμει συστᾶσα, τούτων καὶ ἡ διαμονὴ λήψεται
195
τὸ ὑπὲρ φύσιν ἐκ θεοῦ διακρατουμένη διὰ παντός. Οὕτω καὶ αἱ
196
νοεραὶ δυνάμεις οὐκ εἰς τὸ μὴ εἶναι ἀναλυθήσονται, καὶ ταῦτα ἐξ
197
οὐκ ὄντων ὑπὸ τοῦ ἀεὶ ὄντος δημιουργηθεῖσαι θεοῦ. Οὕτω καὶ ὁ
198
κόσμος· καὶ αὐτὴ δὲ ἡ ὕλη ἀμέσως ὑπὸ τοῦ θεοῦ γεγονυῖα εἰς τὸ
199
μηδαμῇ μηδαμῶς 〈ὂν〉 οὐ χωρήσει ποτέ· καινοὺς γὰρ οὐρανοὺς
200
καὶ καινὴν γῆν ἀπεκδεχόμεθα· ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος, καὶ ταῦ-
201
τα ἐκ προϋποκειμένης ὕλης τῆς γῆς ὑποστὰς τὸ κατὰ σάρκα, ἐπεί-
202
περ ἀμέσως αὐταρκοῦντος θεοῦ γεγένηται· Χοῦν γὰρ λαβὼν
203
ἀπὸ τῆς γῆς ὁ θεὸς ἔπλασε τὸν ἄνθρωπον, οὐκ ἐπιτρέψας τῇ
204
φύσει δημιουργεῖν ὡς ἐπὶ τῆς τῶν ἄλλων γενέσεως, Ἐξαγαγέτω
205
ἡ γῆ ψυχὴν ζῶσαν καὶ ἐξαγαγέτω τὰ ὕδατα λέγων, ἀλλ' αὐτὸς
206
δι' ἑαυτοῦ ἐργαζόμενος τὸν ὅλον ἄνθρωπον χερσί τε καὶ ἐμφυσή-
207
ματι, οὐκ εἰς τὸ μὴ εἶναί ποτε σχήσει τὴν ἀλλοίωσιν ὁ ἄνθρωπος,
208
ἀλλ' ἐπὶ τὸ κρεῖττον ἀλλοιωθήσεται. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο
209
ἐνδύσασθαι ἀφθαρσίαν. Καὶ ὅτι μὲν οὐκ ἀγένητος ἡ ὕλη ἣν καὶ
210
πονηρὰν εἶναι φύσει φασὶν οἱ Μανιχαῖοι, ἀρκεῖν ἡγοῦμαι τὰ
211
εἰρημένα. 14. Ἐντεῦθεν οὖν λοιπὸν ἀνακύπτει τὸ παρὰ τοῖς ἀθέοις
212
θρυλλούμενον· Εἰ μηδέν ἐστιν ἔξω τῆς τοῦ θεοῦ δημιουργίας, ὁ δὲ
213
θεὸς ἀγαθός, δηλονότι ἀγαθὰ τὰ δι' αὐτοῦ γεγενημένα. Πόθεν οὖν
214
τὰ κακά; Εἰ μὲν οὐσίαν ὑπειληφότες εἶναι τὸ κακὸν τοῦτο πυνθά-
215
νονται, μωρίας ἀνάμεστός ἐστιν ἡ πεῦσις. Οὐ γὰρ ὑφέστηκε τὸ
216
κακόν· ἐνέργεια γάρ τίς ἐστιν. Πᾶσα δὲ ἐνέργεια ἐν τῷ γίνεσθαι
217
ἔχει τὸ εἶναι, οὔτε πρὸ τῆς τοῦ ἐνεργοῦντος κινήσεως ἤτοι
218
πράξεως οὖσα, οὔτε μετὰ τὴν κίνησιν διαμένουσα. Μόνον δὲ τὸ
219
ἀποτελεσθὲν πολλάκις πρὸς μνήμην τῆς πράξεως καταλιμπάνει.
220
Ἢ οὖν πρᾶξίς ἐστιν ἢ ἐνέργεια· πᾶσα δὲ πρᾶξίς τινος οὐσίας ἐστὶ
221
πρᾶξις καὶ ἄνευ οὐσίας οὐκ ἔστιν. Πῶς οὐσία τὸ μηδαμῶς
222
καθ' ἑαυτὸ ὑφεστηκός, ἀλλὰ ἑτέρου δεόμενον εἰς τὸ εἶναι; Ἐπεὶ
223
οὖν οὐκ ἔστιν οὐσία τὸ κακόν, ὡς ἀποδέδεικται, κἂν οἱ Μανιχαῖοι
224
πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς ἔχοντες διαφιλονεικήσωσιν, οὑτωσὶ
225
περὶ τούτου διαληπτέον. 15. Τὸ κακὸν διττὴν ἔχει τὴν σημασίαν·
226
δηλοῖ γάρ ποτε μὲν τὴν κάκωσιν, ποτὲ δὲ τὴν ἁμαρτίαν, καὶ
227
κυρίως μὲν κακὸν ἡ ἁμαρτία, καταχρηστικῶς δὲ ἡ κάκωσις
228
κακὸν ὀνομάζεται. Ἡ γὰρ κάκωσις οὐ πάντως κακή· πολλάκις δὲ
229
καὶ σωτηρίας πρόξενος γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο-
230
μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ
231
δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτικὰ ἐκ θεοῦ
232
προνοίας πρὸς σωφρονισμὸν ἀνθρώπων ἐξηυρημένα, οὐκ ἂν
233
αἰτία τινὸς ἀγαθοῦ ἐγίνετο. Νῦν δὲ πολλάκις καὶ ἡ τούτων ἐλπὶς
234
ἄγχει καὶ τοὺς ἄγαν εὐολίσθους πρὸς ἁμαρτίαν | καὶ θεὸν
235
δεδοικέναι ποιεῖ καὶ ἀμύνειν τὴν ἐκ τούτων ἐπήρειαν, ἱκετεύειν
236
〈δὲ〉 ἡμᾶς διανίστησι τὸν θεὸν εἴτε θηρίον ἢ ἑρπετὸν ἢ πόλεμος ἢ
237
λοιμὸς ἢ λιμὸς ἢ ἀσθένειά τις εἴη τὸ ἐλπιζόμενον ἢ συκοφαντία
238
καὶ ἐπιβουλὴ ἐκ φαύλης προαιρέσεως ἀνθρώπων μηχανωμένη,
239
ἥτις κυρίως μὲν κακόν ἐστι τῷ ποιοῦντι, ἁμαρτία τυγχάνουσα, τῷ
240
δὲ πάσχοντι οὐ κυρίως κακόν, κακωτικὸν μέντοι· καὶ τὰ κακωτι-
241
κὰ οὐ πάντως κακά, ἀλλὰ καὶ τοῖς κατὰ θεὸν ἀνδρείοις πρόξενα
242
μεγίστης εὐδοξίας γίνεται παρ' ἀνθρώποις, εὐεργεσίας τε καὶ
243
ἀμοιβὰς αἰωνίους θησαυρίζει τούτοις παρὰ θεῷ. 16. Μὴ οὖν τις
244
ἀπατάσθω τὰ κακωτικὰ ὀνομάζων κυρίως κακά. Εἰ γὰρ κακόν
245
ἐστι τὸ κακωτικὸν καὶ οὐ μᾶλλον παιδευτικὸν καὶ πρὸς δικαιο-
246
σύνην καὶ παντοίαν ἀρετὴν προκαλούμενον, μηδεὶς τυπτέτω τὸν
247
υἱὸν ἁμαρτάνοντα, μηδεὶς ἐπαινείτω τὸν ἀρχήν τινα πεπιστευμέ-
248
νον λῃστὴν καταβάλλοντα ξίφει ἢ θηρίοις πρὸς βρῶσιν ψήφῳ
249
δικαστικῇ κυροῦντα παραδίδοσθαι, μηδεὶς τὸν ἰατρὸν ἐπαινῇ τῷ
250
σιδήρῳ πάθος σεσηπὸς ἀποτέμνοντα· κακοῖ γὰρ τὸν ἰατρευόμε-
251
νον. Μηδεὶς συγχωρείτω θηριακὰ ἐξ ἐχιδνῶν συντιθέναι, εἴπερ
252
κακά, ὥς φασιν οἱ Μανιχαῖοι, τὰ ἑρπετά. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα
253
ἀπείρως διαλοιδορούμενοι ὅτι καλόν ἐστι πᾶν ὅπερ ἀνελλιπῶς
254
ἔχει πρὸς ὃ δεδημιούργηται παρὰ θεοῦ. Εἰ δέ, ὡς ἀποδέδεικται,
255
πρὸς σωφρονισμὸν ἡμῶν ἐξηύρηται ταῦτα καὶ ἔστι προνοίᾳ θεοῦ,
256
πῶς οὐ καλὰ λίαν ταῦτα, εἰ καί τινα αὐτῶν μὴ οὐσίαι
257
τυγχάνουσιν, ἀλλὰ μόνον ἐκ φυσικῆς ἀσθενείας ἐπισυμβαίνου-
258
σιν. 17. Τῶν δὲ φυσικῶν τὰ μὲν ἀνάγκῃ φύσεως ἐπιτελεῖται.
259
Ἀνάγκῃ δὲ φύσεως λέγω ταῦτα τελεῖσθαι ὅσα αὐτομάτως καὶ
260
ἀκόντων ἡμῶν ὑπὸ τῆς φύσεως γίνεται, ὡς τὸ ἀποθνήσκειν καὶ
261
αὔξειν μέχρι τῆς ὡρισμένης ἡλικίας τὸν ζῶντα. Τινὰ δὲ ἀκολου-
262
θίᾳ μὲν φύσεως γίνεται, ἐνδέχεται δὲ καὶ μὴ γενέσθαι, οἷον τὸ
263
παιδοποιεῖν διὰ μίξεως· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν· οὐ
264
γὰρ πάντως ἐπακολουθεῖ τῇ μίξει παιδοποιΐα. Ταῦτα οὖν πάντα
265
ὅσα ἀνάγκῃ φύσεως γίνεται ἄνευ ἁμαρτίας ἀποτελεῖται καὶ παρὰ
266
τοῖς ἀνθρώποις τοῖς τῷ λόγῳ διοικουμένοις. Ὅσα δὲ ἐνδέχεται
267
γίνεσθαι καὶ μὴ γίνεσθαι, ἐπὶ μὲν τῆς ἀλόγου φύσεως ἀνεύθυνα
268
τυγχάνει, οἵαν δ' ἂν ἔχοι τὴν ἐνέργειαν· οὐ γὰρ ἔχουσι λόγον κατὰ
269
φύσιν δοκιμάζοντα τὰ πρακτέα· ἐπὶ δὲ τῶν ἀνθρώπων, ἅτε δὴ
270
λόγῳ ῥυθμιζομένων, ἐστὶν ἐνίοτε ταῦτα κυρίως κακά, ὅτε δὴ μὴ
271
λόγος ὀρθὸς ἡγεῖται τῆς πράξεως ἐκ ῥαθυμίας ἡμῶν ἀσθενήσας ἢ
272
καὶ παντελῶς πυρωθεὶς ταῖς ἐπιθυμίαις τῶν ἡδυπαθειῶν.
273
Ἁμαρτία γάρ ἐστιν ἡ τῶν κατὰ φύσιν ἐνδεχομένων γενέσθαι τε
274
καὶ μὴ γενέσθαι ὑπὸ τῶν λογικῶν ἀλόγιστος αἵρεσίς τε καὶ
275
χρῆσις· ἀρετὴ δὲ ἀνθρώπου τὸ δύνασθαί τι πράττειν, ὑπό τε τῆς
276
φυσικῆς κινήσεως ἐρεθίζεσθαι, εἰ δὲ ἄτοπον εἴη τοιῶσδε γινόμε-
277
νον ἢ καὶ παντελῶς γινόμενον, ἀπέχεσθαι τῆς πράξεως τούτου
278
κυβερνήτῃ λογισμῷ κεχρημένον καὶ καταπατεῖν τῆς ἡδυπαθείας
279
τὸ δέλεαρ. 18. Ἀλλά φασιν· Τί γὰρ | οὐκ ἀνεπιδέκτους πεποίηκεν
280
ὁ θεὸς τοῦ ἁμαρτάνειν ἡμᾶς, ἵνα μηδὲ ἑκόντες ἁμαρτάνοιμεν; Οἱ
281
δὲ τὰ τοιαῦτα προβαλλόμενοι ἐοίκασιν ἀγανακτεῖν ὅτι μὴ λίθους
282
καὶ ξύλα πεποίηκεν αὐτοὺς ὁ θεὸς καὶ μέμφεσθαι τὸν εὐεργέτην
283
ὅτι λογικοὺς τοὺς ἀνθρώπους εἰργάσατο καὶ οὐ μᾶλλον ἀκινή-
284
τους πρὸς αἵρεσιν ἀγαθοῦ τε καὶ πονηροῦ. Εἰ δέ φασιν· Ἔδει ἡμᾶς
285
πεποιῆσθαι λογικοὺς καὶ εἰδέναι ἀγαθόν τε καὶ πονηρόν,
286
ἀτρέπτως δὲ ἐν τῇ τοῦ ἀγαθοῦ ἵστασθαι πράξει, οὐδὲν ἕτερον
287
ἔοικασί μοι ζητεῖν, ἀλλ' ὅτι οὐκ ἔδει ἡμᾶς ἀνθρώπους γεγονέναι,
288
ἀλλὰ τῆς αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως
289
ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος
290
ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ κακία ἀσθένειά τίς
291
ἐστιν ἐνθεωρουμένη τοῖς γενητοῖς· παρὰ δὲ τῷ ἀγενήτῳ ποῖον
292
ἴχνος ἔσται τῆς ἀσθενείας; Εἰ δὲ τῆς αὐτῆς ἦμεν φύσεως τῷ θεῷ,
293
οὐκέτι ἦμεν αὐτοῦ δημιουργήματα, ὄντες φύσει θεοί, ὡσπεροῦν
294
ἐκεῖνός ἐστι θεός. Ἀλλ' ἐπειδὴ οὐδεὶς τοσοῦτόν ἐστι παραπλὴξ
295
ὡς ὑπεραίρεσθαι καὶ ἀπαιτεῖν ἑαυτὸν εἶναι θεὸν ἄνθρωπος ὤν—
296
τὰ γὰρ τοιαῦτα φρονεῖν τῶν παρανόμων Μανιχαίων ἴδιον, οἰο-
297
μένων τὰς ἡμῶν ψυχὰς συναϊδίους εἶναι τῷ θεῷ καὶ ὁμοίους—
298
ἐξεταστέον τὸ τῆς λογικῆς φύσεως μέτρον καὶ οὕτω τὸν περὶ τοῦ
299
ἁμαρτάνειν λόγον διεξιτέον. 19. Φαμὲν οὖν ὡς παντὶ τῶν λο-
300
γικῶν κτισμάτων μέτρον τι ὥρισται πρὸς ἀρετὴν καὶ τέλειόν ἐστί
301
τε καὶ γνωρίζεται, ᾧ μηδὲν ἐλλείπει τῆς οἰκείας πρὸς τελειότητα
302
φύσεως· τὸ δὲ τοιοῦτο ὑπερβῆναι μὲν ἀδύνατον, ἀφικέσθαι δὲ
303
πρὸς τὸ ὡρισμένον μέτρον ἐντελὴς ἀρετή. Οὔτ' οὖν ἀνθρώπους
304
τοὺς ἔτι θνητοὺς καὶ ἐπικήρους ἀπαιτητέον ἀγγελικὴν ζωήν, οὔτε
305
μὴν ἀγγέλους ἀπομιμεῖσθαι τὴν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν
306
τοῦ θεοῦ δύναμιν. Τὸ γὰρ ὑπὲρ δύναμιν ἀπαιτεῖν ἕκαστον τῆς
307
ἑαυτοῦ δυνάμεως παραφρονοῦντος λογισμοῦ τυγχάνει γνωρί-
308
σματα. Τί τοίνυν μέτρον ὥρισται ἀνθρώπῳ πρὸς ἀρετὴν ἐπειγο-
309
μένῳ; Δῆλον ὡς κατόρθωσιν φήσουσι σωφροσύνης, δικαιο-
310
σύνης, ἀνδρείας καὶ ὅσα τοιαῦτα τυγχάνει. Ταῦτα δὲ διακρίνειν
311
οὐχ οἷόν τε ἦν, εἰ μὴ φρονήσεως σπέρματα τῇ φύσει ὁ θεὸς
312
προκατεβάλετο, ὡς διακρίνειν ἡμᾶς τῶν ἐναντίων τὴν φύσιν· καὶ
313
καθάπερ οἱ τέκτονες σπάρτῳ τῶν ξύλων τὰ σκολιὰ διευθύνουσι
314
τὸ περιττὸν καὶ ἔξω τῆς εὐθείας γραμμῆς περικόπτοντες, οὕτω
315
καὶ ἄνθρωποι τῶν ἐναντίων πράξεων τὸ διάφορον, ὡς μὴν
316
στάθμῃ τινὶ τῷ λόγῳ κεχρημένοι τὸ μὴ δεόντως γινόμενον ὡς
317
ἀπόβλητον ἐκκαθαίρουσι τῆς ἑαυτῶν ἐργασίας πόρρω τιθέμενοι.
318
20. Καὶ οὗτος μὲν ὁ λόγος τῆς φρονήσεως 〈καὶ〉 δι' ἣν αἰτίαν
319
ταύτην ἐνετύπωσε ταῖς λογικαῖς ψυχαῖς ὁ θεός· σωφροσύνης δὲ
320
καὶ δικαιοσύνης ἅμα δὲ καὶ ἀνδρείας δύναμιν ἡμῖν ἐνεποίησε
321
πρὸς κατόρθωσιν ὁ θεός, οὐ τὴν πρὸς τὰ ἐναντία δύναμιν
322
ἀφελόμενος. Βούλεται γὰρ διὰ τῆς τῶν ἀντικειμένων ἐν ἐξουσίᾳ
323
παραθέσεως εὐδοκίμους τοὺς ἀνθρώπους ἀποδείκνυσθαι. Εἰ γὰρ
324
αἱ ἀρεταὶ καθ' ἑαυτὰς ὑπῆρχον, οὐκ ἂν ἐγνωρίζοντο· οὐ γὰρ ἐξ
325
ἀδυναμίας τοῦ ποιεῖν τὰ ἐναντία γνωρίζεται τῆς ἀρετῆς ἡ εὐπρέ-
326
πεια. Τίς γὰρ ἐπαινέσει λίθον σωφρονοῦντα, ᾧ μὴ πάρεστι καὶ τὸ
327
ἐναντίον πρὸς ἐργασίαν; Ὁμοίως τίς ἐπαινέσει ξύλον μὴ συκο-
328
φαντοῦν ἢ ἵππον ἢ ὄνον μὴ ψευδόμενον; Καὶ ἐπὶ τῶν ἄλλων
329
ὁμοίως ὁ αὐτὸς παρὰ πᾶσι διασῴζεται λόγος. Ἀρετὴ οὖν γνωρί-
330
ζεται | ἐκ τοῦ δύνασθαι ποιεῖν καὶ τῶν ἐπαινουμένων πράξεων τὰ
331
ἐναντία. Πῶς οὖν ὁ σώφρων γνωρισθείη μὴ κατ' ἐξουσίαν προ-
332
κειμένης τῆς ἀσελγείας καὶ ταύτην πράττειν δυνάμενος εἰ βουλη-
333
θείη; Πῶς δὲ ὁ ἀνδρεῖος, μὴ τῶν πτοούντων ἐπανισταμένων;
334
Πῶς δὲ καὶ δίκαιος, εἰ μὴ καὶ ἡ πλεονεξία χώραν ἔχει γίνεσθαι
335
παρ' αὐτοῦ; 21. Οὐχ ὅτι ἀνάγκῃ δεῖ τὴν κακίαν ἐνεργὸν εἶ-
336
ναι, ἵνα ἡ ἀρετὴ διὰ τῆς ἀντιπαραθέσεως δειχθείῃ, ἄπαγε τῆς
337
δυσφημίας, ἀλλ' ἵνα μὴ γίνοιτο ἡ κακία τοῦ πράττοντος
338
ἐπ' ἐξουσίας ἔχοντος ταύτην ἐργάζεσθαι. Φέρε γὰρ εἰ ὑπό τινος
339
ἀλήθειά τις ῥηθείη, ἆρα οὐχ ὁ τοιοῦτος ἐδύνατο ταύτην ἀπο-
340
κρυψάμενος ψεῦδος ἀντὶ τῆς ἀληθείας δημοσιεῦσαι, ὡς ἑκάτερον
341
ἔχων ἐπ' ἐξουσίας; Εἰ δὲ τὸ ψεῦδος ἀπεκρύψατο δι' ἀρετήν, οὐ
342
παρὰ τοῦτο τοῦ ἐναντίου τὴν ἐργασίαν ποιεῖν οὐκ ἐδύνατο; Ἴσχυε
343
γὰρ τοῦτο ποιεῖν, εἴπερ ἠβουλήθη. Ἀσθενὴς γάρ ἐστι τῶν
344
ἀνθρώπων ἡ φύσις καὶ ἀσθενοῦσα πρὸς ψεῦδος ἐπιρρεπὴς
345
τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν
346
νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ
347
θρυλλούμενον ἀποδέδεικται ὅτι τε ἀναγκαῖον πρὸς ἀρετὴν τὸ τῆς
348
αὐτεξουσιότητος δώρημα τοῖς ἀνθρώποις καὶ ὅτι ἐκ μόνης
349
προαιρέσεως καὶ αὐτεξουσιότητος ὑπάρχει τὰ κυρίως κακά· τὰ
350
δὲ ἕτερα, ὅσα κακὰ ὑπάρχει, παρὰ θεοῦ γινόμενα, παιδευτικὰ τῶν
351
ἀνθρώπων εἰσί, παιδαγωγοῦντα μᾶλλον πρὸς ἀρετήν. Διὸ οὔτε
352
κυρίως κακὰ ταῦτα λεκτέον· πῶς γὰρ τὸ κακὸν αἴτιον ἔσται τινὸς
353
ἀγαθοῦ; 22. Ἀλλ' ἴσως φασίν· Ἔστω καθ' αἵρεσιν γίνεσθαι τὴν
354
ἁμαρτίαν καὶ μὴ γίνεσθαι καὶ τῶν ἐνδεχομένων ἑκάτερον εἶναι.
355
Πόθεν οὖν ἡμῖν αἱ ἐνθυμήσεις τῶν φαύλων πράξεων ἐπανίσταν-
356
ται, εἰ μὴ πονηρά τις δύναμις ταύτας ἡμῖν ὑπετίθετο; Πρὸς οὓς
357
συντόμως ἐστὶν εἰπεῖν ὅτι τῆς τῶν λογικῶν φύσεως ἴδιον γνῶσιν
358
ἔχειν τῶν ἐναντιότητα καὶ διαφορὰν ἐχόντων πρὸς ἄλληλα, ὡς
359
ἤδη διὰ πλειόνων ἀποδέδεικται. Φρόνησις γὰρ οὐδὲν ἕτερόν
360
ἐστιν ἢ δύναμις λογική, διακριτικὴ τῶν οὐχ ὁμοίως ἐχόντων.
361
Ἀναγκαῖον οὖν ὧν τὴν ἐπιστήμην εἰλήφαμεν πρὸς διάκρισιν
362
τούτων δι' ἐνθυμήσεως ἀκαριαίως τὸν νοῦν ἀντιλαμβάνεσθαι. Ἡ
363
μὲν γὰρ γνῶσις ἀναγκαία τοῦ διειδέναι τῶν ἐναντίων τὴν φύσιν,
364
δοκιμάζεται δὲ τὰ ἐγνωσμένα, κινοῦντος τοῦ νοῦ ταῦτα ἐν ἑαυτῷ
365
διὰ τῆς ἐνθυμήσεως· οὐ γὰρ ἔξωθεν ὑποσπείρεται καὶ ἀνατυποῦ-
366
ται τῷ νῷ ὑπὸ τοῦ διαβόλου τῆς ἁμαρτίας ἡ ἐνθύμησις, ἀλλ' ἀπὸ
367
τῶν ἐν ἡμῖν κινημάτων τὴν πεῖραν ἡμῖν προσάγει, συνεργῷ πρὸς
368
τοῦτο κεχρημένος τῇ κινήσει τῆς φύσεως. 23. Ἡ δὲ τῆς σαρκὸς
369
κίνησις οὐχ ἁμαρτία καθ' ἑαυτήν, ὡς ἀποδέδεικται· ἄλογος γὰρ ἡ
370
σάρξ, οὐδὲν δὲ ὑπὸ ἀλόγου γινόμενον ἁμαρτία. Τῇ δὲ τῆς ψυχῆς
371
πρὸς τὴν σάρκα συναφείᾳ γίνεται τοῦ συναμφοτέρου ἡ ἁμαρτία,
372
τοῦ χείρονος κρατοῦντος τοῦ κρείττονος, οὐκ ἀδυναμίᾳ τοῦ
373
κρείττονος, ἀλλ' ἡμῶν περὶ τὴν εὐεξίαν τοῦ σώματος πᾶσαν
374
σπουδὴν τιθεμένων, ὑπερορώντων δὲ τὴν λογικὴν καὶ κρείττονα
375
μοῖραν. Εἰ δέ τις δι' ἀσκήσεως | ἀρετῆς μικρὰ τῆς σαρκὸς καὶ
376
ὅσον ἐστὶν ἀναγκαῖον ἐπιμελόμενος τὸ πλέον ἀπονέμει τῷ καθη-
377
γεμόνι λογισμῷ, οὗτος ἄπταιστον, ὡς ἔστιν ἐφικτὸν ἀνθρώπῳ,
378
διακυβερνήσει τὸν βίον, ῥυθμίζων τὴς σαρκὸς τὰς ὀρέξεις ἐπὶ τὸ
379
εὖ ἔχον καὶ εὐάρεστον τῷ θεῷ· ὥστε οὐχ ἡ κίνησις τῆς σαρκὸς
380
ἁμαρτία, ἀλλ' ἡ τοῦ συναμφοτέρου παράλογος πρᾶξις, ὅταν ὁ
381
ἐφεστηκὼς λόγος τὰς ἡνίας ἐπιτρέψειε θυμῷ τε καὶ ἐπιθυμίᾳ τῇ
382
ἀλόγῳ συνωρίδι ἑαυτὸν ὑποκλίνας, οὐκ ἄγειν κατὰ τὴν ἀξίαν,
383
ἄγεσθαι δὲ μᾶλλον ἑλόμενος. 24. Ἀλλὰ πρὸς τοῦτό φασιν· Τί δὲ
384
ὅλως κίνησιν ἔχειν τὴν σάρκα πεποίηκεν ὁ θεός; Ἐγώ σοι περὶ
385
τούτου πυνθανομένῳ διευρύνων τὸν λόγον, ὡς οἷόν τε δια-
386
σαφήσω τὸ βουληθέν. Λογικοὺς ἡμᾶς πεποίηκεν ὁ θεός, μεγίστῃ
387
δωρεᾷ τῷ λόγῳ διακοσμήσας. Τοῦτο τοίνυν ἐνεργὸν ἐν ἡμῖν εἶναι
388
βουλόμενος, ἐναντίως ἔχειν πρὸς ἑαυτὰ πλεῖστα τῶν φαινομένων
389
πεποίηκεν, ὡσπεροῦν τὴν νύκτα πρὸς τὴν ἡμέραν, τάς τε τροπὰς
390
τοῦ ἔτους πρὸς ἑαυτὰς καὶ τῶν στοιχείων τὰς ποιότητας, ἵνα ἐν
391
τούτοις ὥσπερ τις ἡμῖν γυμνασία τοῦ λογικοῦ προσγένηται τὴν
392
διάγνωσιν αὐτῶν δυναμένοις κατὰ παράθεσιν ποιεῖσθαι. Οὕτω
393
δῆτα καὶ διὰ τῆς τῶν λοιπῶν σωματικῆς δημιουργίας οὐδ' ἓν
394
εἶδος, πλείστας δὲ διαφορὰς πρὸς τὴν τοῦ λόγου γυμνασίαν
395
ἐδημιούργησεν ὁ θεός. Τὰ μὲν γὰρ τῶν σωμάτων ὄγκῳ καὶ
396
σχήματι καὶ ποικιλίᾳ χρωμάτων διεκόσμησεν· τὰ δὲ πρὸς τοῖς
397
εἰρημένοις ἔχειν πεποίηκε τὸ τρέφεσθαι τὴν πλησίον ἰκμάδα τῆς
398
γῆς ἐπισπώμενα, αὔξειν τε καὶ τίκτειν καρποὺς καὶ ὁμογενῆ
399
βλαστάνειν φυτά. Ἕτερα πάλιν τὴν τούτων φύσιν ἐπαναβεβηκέναι
400
ποιεῖ, προσθεὶς αἴσθησιν ἄλογον, οἷα τυγχάνει τῶν ὀστρέων καὶ
401
σπογγίων τὰ γένη καὶ ὅσα τοιαῦτα. Οὐκ ἠρκέσθη ταῖς τοσαύταις
402
διαφοραῖς, ἀλλὰ καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικὴν ἑτέροις
403
προσεφιλοτιμήσατο, τὴν πάνσοφον αὐτοῦ δύναμιν ἐπιδεικνύμε-
404
νος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε
405
φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. Δεῖ γὰρ πρότε-
406
ρον εἶναι καὶ οὕτω τῆς ἑξῆς δωρεᾶς ἀπολαύειν καὶ μετὰ ταύτην
407
τῆς ἔτι κρείττονος. Ἐπεὶ οὖν ἔδει καὶ λογικῷ ζῴῳ τουτονὶ τὸν
408
αἰσθητὸν κόσμον δι' ἀγαθότητα τοῦ θεοῦ κεκοσμῆσθαι καὶ λο-
409
γικὴν φύσιν ἀναμεμίχθαι τοῖς αἰσθητοῖς τῶν ὁρωμένων, ὅσα κάλ-
410
λιστα τυγχάνει τῷ σωματικῷ τῆς ψυχῆς ὀργάνῳ ἐνεδημιούργη-
411
σεν· τρέφεται γὰρ καὶ αὔξει, γεννᾷ τε καὶ αἴσθησιν ἔχει καὶ κίνησιν
412
ὀρεκτικήν τε καὶ μεταβατικήν, ἃ πάντα διακυβερνᾶν ἐπιτέτραπται
413
παρὰ τοῦ δημιουργοῦ τὸ ἐν ἡμῖν λογικόν τε καὶ νοερόν. Ἄτοπον
414
γὰρ ἦν τοῦ κρείττονος τὸ σῶμα τυχεῖν, φημὶ δὲ τῆς λογικῆς
415
ψυχῆς, μὴ πρότερον τῶν ἡττόνων τὴν εὐκληρίαν κτησάμενον. Τίς
416
γὰρ τῶν εὖ φρονούντων, μή τί γε δὴ θεός, τὰ μεγίστα δωρούμε-
417
νος, φθονήσειε τὼν | μικρῶν; Ἔχεις τῆς ἀπορίας τὴν λύσιν, δι' ἣν
418
αἰτίαν τὴν σάρκα κίνησιν ἔχειν πεποίηκεν ὁ θεός. 26. Ἐπεὶ οὖν τὸν
419
ἄνθρωπον οὕτω δεδημιούργηκεν ὁ θεὸς μεθόριον ὄντα λογικῶν
420
τε καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, τῇ μὲν ψυχῇ τὴν τοῦ
421
καλοῦ τύπωσιν ἐτύπωσεν, ὑπερορᾶν τε πεποίηκε τῶν ἐπικήρων
422
τε καὶ μηδαμῶς ἱσταμένων, ὀρέγεσθαι δὲ τῆς τῶν αἰωνίων καὶ
423
καταλλήλως ἐχόντων τῇ τῆς ψυχῆς φύσει καλῶν· ἀθάνατος γὰρ
424
αὐτὴ τυγχάνουσα, τῶν ἀθανάτων ἐρᾷ. Τῷ δὲ σώματι δέδωκε
425
πρὸς τὰ γήϊνα ῥέπειν, τὰ μηδαμῶς ἑστηκότα, μεταβολὴν δὲ
426
ἄλλοτε ἄλλην ἐπιδεχόμενα· τὸ γὰρ ἐκ γῆς δημιουργηθὲν τοῦ
427
συγγενοῦς ἐπιποθεῖ τὴν ἀλλοίωσιν καὶ ὡς αἰσθητικὸν τῶν λείων
428
τε καὶ τῶν αἰσθήσει προσηνῶν ἀπολαύειν ἐπείγεται καὶ ὡς
429
ἐπίκηρον τῶν προσκαίρων ἀντέχεται. 27. Σύνθετος οὖν ἐκ ψυχῆς
430
καὶ σώματος ὑπάρχων ὁ ἄνθρωπος, ἀμφοτέρων ἀρχὴν εἰλη-
431
φότων τοῦ εἶναι διὰ τῆς πανσόφου τοῦ θεοῦ δημιουργίας, πρὸς
432
ἑκατέραν φύσιν μερίζεται, ἀνθελκόμενος πρὸς γῆν τε καὶ οὐρα-
433
νόν· ὁμοφυῶς γὰρ ἔχει ψυχῇ τε καὶ σώματι πρὸς ἑκάτερα.
434
Ἐντεῦθέν ἐστι μὲν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ τῷ λογικὸν εἶναι
435
ἐπίσταται τὸ καλὸν ὃ τί ποτέ ἐστι· κἂν ἕτερον ἀδικεῖν ἐθέλῃ,
436
ἀδικεῖσθαι αὐτὸς οὐκ ἀνέχεται, ἐντεῦθεν ἔλεγχον ἔχων τὴν τοῦ
437
κρείττονος εἴδησιν. Εἰ γὰρ καὶ τῆς ψυχῆς ἀπαμβλύνεται τῆς
438
ἐνεργείας ἡ κατὰ φύσιν ὀξύτης, τῇ τοῦ σώματος νωθρείᾳ συνε-
439
ζευγμένης, ἀλλ' οὐκ ἀποβάλλει τελέως τὰς ἑαυτῆς δυνάμεις,
440
ἀλλ' ὡς τὴν ζωὴν μεταδιδοῦσα τῷ σώματι αὐτὴ τοῦ ζῆν οὐ
441
παύεται, οὕτω καὶ τῶν λοιπῶν αὐτῷ κοινωνοῦσα οὐκ ἀπόλλυσι
442
τὴν ἐμπειρίαν. Ἀλλὰ μὴν καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπήν, τὴν ἐκ
443
σώματος ἡμῖν ἐπιγενομένην, δείκνυσιν ἡ δυσκολία, μεθ' ὅσης
444
κατορθοῦν τὴν ἀρετὴν ἔθος τοῖς βουλομένοις. Ἑκάτερον οὖν,
445
ψυχή τε καὶ σῶμα, μεγίστην ἔχει τὴν δύναμιν πρὸς ὃ πέφυκε
446
γεγονός, οὔτε τῆς περὶ τὸ χεῖρον ῥοπῆς ἀφελεῖν ποτὲ δυνηθείσης
447
τῆς ψυχῆς τοῦ καλοῦ τὴν μάθησίν τε καὶ γνῶσιν, οὔτε μὴν τῆς
448
ἐνούσης ἡμῖν εἰδήσεως τοῦ καλοῦ τὴν περὶ τὸ ἐναντίον ἀφελο-
449
μένης ῥοπήν. Εἰ μὲν γὰρ μετὰ τῆς τοῦ καλοῦ μαθήσεως καὶ τὴν
450
ῥοπὴν ἐπὶ τὸ καλὸν πᾶσαν ἡμῖν ἐνεῖναι πεποίηκεν ὁ θεός,
451
ἀγυμνάστως καὶ ἀδιστάκτως μᾶλλον δὲ ἀλόγως ἡ τοῦ καλοῦ
452
πρᾶξις ἡμῖν προσεγίνετο. Ἐπειδὴ δὲ τῷ μὲν σώματι ἔνεστιν ἡμῖν ἡ
453
ἐπὶ τὸ ἐναντίον ῥοπή, τῇ δὲ ψυχῇ τὸ καλὸν διδασκόμεθα, τοῦτο
454
τοῦ θεοῦ σοφῶς τεχνιτευσαμένου, ἵνα σὺν ἱδρῶτι καὶ πόνῳ ὁ ἀπὸ
455
γῆς πλασθεὶς ἄνθρωπος ἐπιδειξάμενος ἔχῃ καὶ τοῖς οἴκοθεν
456
ἀποσεμνύνεσθαι κατορθώμασιν, ὑπὸ μὲν τῆς τοῦ σώματος φύ-
457
σεως ἐπὶ τὰ προσηνῆ καὶ φίλα τοῖς προσκαίροις καὶ συγγενέσι
458
τῆς γῆς κατασπώμενος, τῇ δὲ ψυχῇ τοῖς παρὰ θεοῦ κεκελευσμέ-
459
νοις ἑπόμενος, τί τε πρακτέον καὶ τίνος πράξεως ἀφεκτέον μαθὼν
460
ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας
461
γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ
462
περικόπτων· ὥστε γυμνασίας χάριν πεποίηκεν ὁ θεὸς τὰς τῆς
463
σαρκὸς κινήσεις, ἵνα μὴ ἀστεφάνωτος 〈ὁ〉 ἄνθρωπος γένηται, ὡς
464
ῥᾷστα κατορθώσας τὴν ἀρετὴν ἄνευ τινὸς ἀντιπαλαίοντος. Τοῦτο
465
δὲ οὐκ ἀγένητον, οὔτε μὴν ἐξ ἀντικειμένης τῷ θεῷ δυνάμεως
466
δείκνυσι τὴν κακίαν, ἀλλὰ μᾶλλον τῶν ἐνδεχομένων γενέσθαι καὶ
467
μὴ γενέσθαι φυσικὴν κίνησιν, ἥτις καθ' ἑαυτὴν ἁμαρτίας ἴχνος
468
οὐκ ἐπιδείκνυται. Εἰ δὲ ἡ ψυχὴ κατασπασθείη καὶ τὴν οἰκείαν
469
τάξιν ἀφεῖσα τοῖς τοῦ σώματος κινήμασιν ἀλόγως ἑαυτὴν
470
ἐπιδῴη, τότε τὸ γενόμενον ἁμαρτία τυγχάνει ψυχῆς ἐξυπηρετου-
471
μένης τοῖς τοῦ χείρονος δόγμασιν καὶ ὡς ἕν τι ζῷον ὁ ἄνθρωπος
472
ἁμαρτάνων κολάζεται ψυχῇ τε καὶ σώματι.
{ΔΙΑΛΕΞΙΣ ἸΩΑΝΝΟΥ ὈΡΘΟΔΟΞΟΥΠΡΟΣ ΜΑΝΙΧΑΙΟΝ} 1. ὈΡΘΟΔΟΞΟΣ. Εἰ τὸ σῶμα 〈ἐκ〉 τῆς ὕλης, ἡ δὲ ψυχὴ ἐκ τῆςοὐσίας τοῦ ἀγαθοῦ θεοῦ καθ' ὑμᾶς, ἐναντία δὲ ταῦτα, τὰδ' ἐναντία οὐ συντίθεται ἄνευ τεχνίτου τινός, οἷον τὸ μέλαν καὶλευκὸν ὑπὸ ζωγράφου καὶ ὑπὸ ἰατρῶν τὰ θερμὰ εἴδη τοῖςψυχροῖς, τίς ὁ συναγαγὼν τὰ ἐναντία, ψυχήν τε καὶ σῶμα, καὶ ἓνζῷον ἐργασάμενος; 2. ΜΑΝΙΧΑΙΟΣ. Ὁ ἀγαθὸς θεός, ἀτάκτως κινουμένης τῆςὕλης, λαβὼν μοῖράν τινα τῆς ἑαυτοῦ δυνάμεως τῇ ὕλῃ προσέπεμ-ψε, δελεάσαι αὐτὴν βουλόμενος· ἡ δὲ λαβοῦσα κατέπιε. Καὶοὕτως ἐκ τῆς κράσεως ἀμφοτέρων τὰ σύνθετα γέγονεν. 3. ὈΡΘ. Ταῦτα μῦθοί τινές εἰσιν, πλέον τῆς ἀσεβείας τὸ ἀπίθα-νον ἔχοντες· πρῶτον μὲν ὅτι οὐδεὶς ἑαυτὸν συντίθησι πρὸςἑτέρου γένεσιν· πρὸς τούτοις δὲ παθητὸς καὶ μεριστὸς ὁ θεὸςἐντεῦθεν εὑρίσκεται, εἴ γε μέρος αὐτοῦ λαβὼν τῇ ὕλῃ προσέρ-ριψεν· ἀλλὰ καὶ ἡ ὕλη τοῦ εἶναι κακὴ ἐλευθερωθήσεται, ἐρασθεῖσατοῦ ἀγαθοῦ καὶ τὸ ἐξ αὐτοῦ φῶς καταπιοῦσα. Ἄλλως τε δὲἀπόκριναί μοι ἐρωτῶντι· ἀσώματος ὁ θεός; 4. ΜΑΝ. Ναί, ἀσώματος. 5. ὈΡΘ. Πῶς οὖν ὁ ἀσώματος καὶ ἁπλοῦς τομὴν καὶ διαίρεσινὑπομένει; 6. ΜΑΝ. Ἀλλ' οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω τῆς θείαςοὐσίας, ἀλλὰ προβολὴν ὁμοούσιον τῷ προβαλλομένῳ, καὶ πρὸςτοῦτο διαμάχεσθαι χριστιανοὺς ὄντας ὑμᾶς οὐκ οἶμαι. Τὸν γὰρυἱὸν τοῦ θεοῦ καὶ λόγον οὐ τμῆμα τῆς τοῦ πατρὸς οὐσίας φατέ,καὶ ὅμως ὁμοούσιος τῷ πατρὶ καὶ παρ' ὑμῖν ὁμολογεῖται καὶ εἰςτὸν κόσμον ἀπεστάλθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὑπὸτῆς ἁγίας γραφῆς κηρύττεται· οὕτως οὖν, τομῆς μὴ γενομένης, ὁἀγαθὸς θεὸς δύναμίν τινα θείαν προεβάλετο πρὸς τὸ ἐπισχεῖν τῆςὕλης τὴν ἀταξίαν. 7. ὈΡΘ. Καὶ οὕτως ἐλεγχθήσει τῷ τῆς τομῆς ἐγκλήματι περι-πίπτων. 8. ΜΑΝ. Ἔλεγξον, καὶ πείσομαι τοῖς παρὰ σοῦ. 9. ὈΡΘ. Διῃρῆσθαι τὴν ὕλην καὶ τὸν θεὸν ἰδίοις τόποις οἶδα,πολλάκις ἀκηκοὼς παρὰ τῶν Μανιχαίων, καὶ ὡς τὸ μὲν νότιον τῇὕλῃ, τὸ δὲ βόρειον καὶ ἀνατολικὸν καὶ δυτικὸν προσνέμεται τῷἀγαθῷ θεῷ. 10. ΜΑΝ. Οὕτως γὰρ ὁμολογοῦμεν. 11. ὈΡΘ. Πῶς οὖν οὐ δέδοικας τὴν τῆς τοσαύτης βλασφημίαςὑπερβολήν, περιγραπτὸν εἰσάγων τὸ θεῖον, ὃν ἀγαθὸν καὶ παντο-δύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ τῆς κακίστης ὕλης περιγρα-φόμενον; Πέρας γὰρ τῷ θεῷ δίδως, ἐν τόπῳ τοῦτον ὑποτιθέμε-νος· τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸπεριεχόμενον· περιεχόμενος δὲ ὁ θεὸς περιγραπτὸς πάντωςἐστίν, καὶ αὐτὸς δὲ ὁ τὸν θεὸν περιέχων τόπος περιγράφεται κατ'ἐκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης τοῦ τόπου ἐφάπτεται. Καὶ οὕτωςὑπὸ περιγραφομένου τόπου περιγραφήσεται ὁ θεὸς καθ' ὑμᾶς,τοὺς τόπῳ τινὶ περιορίζοντας τὸν θεόν. Ἀλλὰ τοῦτο μὲν παρεί-σθω· εἰπὲ δέ μοι, ἐν τῷ οἰκείῳ τόπῳ μένοντα τὸν θεὸν φὴς προ-βάλλεσθαι τὴν ἐξ αὑτοῦ δύναμιν καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖ-λαι τόπον; 12. ΜΑΝ. Ναί, τοῦτό φημι. 13. ὈΡΘ. Εἰ οὖν ἡ ἐκ θεοῦ προβολὴ ἐν ἑτέρῳ γέγονε τόπῳ, τοῦθεοῦ ἐν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς οὐκ ἐμερίσθη τῆς τοῦπατρὸς ὑποστάσεως; Τὰ γὰρ διεστῶτα τοῖς τόποις πάντως καὶἀλλήλων διαιρεῖσθαι ἀνάγκη· καὶ οὕτως οὖν ἡ τοῦ θεοῦ δύναμιςκατὰ σὲ οὐκ ἐν τῷ θεῷ, ἀλλ' ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεως;Τὸ δὲ ἔξω τινὸς ὑπάρχον πάντως καὶ τῆς ὑποστάσεως αὐτοῦδιῄρηται· ἡμεῖς δὲ οὐχ ἑπόμεθα ταῖς ὑμῶν ἀσεβείαις, οὐδὲ δύοἀρχὰς διῃρημένας τοῖς τόποις φαμέν, ἀλλ' ἕνα τοῦ παντὸς δη-μιουργὸν καὶ μίαν τὴν πάντων ἀρχὴν λέγοντες, πατέρα τε καὶ υἱὸντὰ πάντα πληροῦν δογματίζομεν, πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶπροσομολογοῦντες κατὰ τὸ λόγιον τὸ φάσκον· Ἐγὼ ἐν τῷπατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Πάντα τὰ τοῦ πατρὸς ἐμάἐστι. Διὸ καὶ Ἰωάννης ὁ θεοφόρος, ὡς τὰ πάντα πληρούσης τῆςἁγίας τριάδος, περὶ τοῦ θεοῦ λόγου φησίν· Εἰς τὰ ἴδια ἦλθεν, καὶοἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Καθ' ὑμᾶς δὲ τοὺς Μανιχαίουςοὐκ εἰς τὰ ἴδια ἦλθεν, ἀλλὰ μᾶλλον εἰς τὰ ἀλλότρια, εἴ γε τῷτῆς ὕλης ἐπῆλθε τόπῳ, τὰς ψυχὰς ἐν ἀλλοτρίῳ τόπῳ πεπεδημέ-νας καθ' ὑμᾶς βουλόμενος ἀνασῶσαι, ὥστε καὶ δι' ὧν ἀνεκαλέσωτὴν τομήν, τὴν πολλάκις ὑπὸ σοῦ λεχθεῖσαν, οἰόμενος ἐκφεύξε-σθαι τῆς θείας οὐσίας τὴν διαίρεσιν, οὐδ' οὕτως ἐκπέφευγας· εἰςτὴν αὐτὴν γὰρ ἀσέβειαν περιπέπτωκας. Ἀλλ' ὅθεν ἐξέβην τῷλόγῳ, πάλιν ἐπάνειμι. Ἀπόκριναι οὖν· ἡ ὕλη καθ' ἑαυτήν, ἄνευ τῆς