The Greek Library Catalogue

Anonymous

Disputatio cum Manichaeo

Edition reference
Disputatio cum Manichaeo, ed. Richard, op. cit., 117–128.
CTS identifier
urn:cts:greekLit:tlg2816.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

76

πρὸς θεὸν συγκράσεως, ἁπλῆ ἐστιν ἢ σύνθετος;

77

14. ΜΑΝ. Σύνθετος.

78

15. ὈΡΘ. Ἐξ ἁπλῶν δὲ τὸ σύνθετον γίνεται;

79

16. ΜΑΝ. Οὕτως ἔχει.

80

17. ὈΡΘ. Εἰ τοίνυν σύνθετος ἡ ὕλη, δῆλον ὡς ὑπό τινος ἑτέρου

81

συντέθειται· οὐδεὶς γὰρ ἑαυτὸν πρὸς σύνθεσιν ἄγει. Πῶς οὖν

82

ὑφ' ἑτέρου συντεθεῖσα ἄναρχός ἐστιν; Ἄλλως τε τὰ σύνθετα ἐκ

83

διαφόρων συντέθειται, ἢ προϋπαρχόντων ἢ καὶ συνθεωρου-

84

μένων ἀλλήλοις, ἐκ προϋπαρχόντων μὲν ὡς τὸ ἤλεκτρον τὸ ἐκ

85

χρυσίου καὶ ἀργύρου συντεθέν, 〈ἐκ〉 συνθεωρουμένων δὲ ὡς ἥτις

86

κεφαλὴ ἐξ ὀστέων καὶ σαρκῶν καὶ ὑμένων καὶ νεύρων· ταῦτα γὰρ

87

ἅμα συνέστη διάφορα ὄντα, καὶ οὐδαμῶς ἕκαστον προϋπέστη τῆς

88

ἐξ αὐτῶν συντεθείσης κεφαλῆς. Ἡ ὕλη οὖν, εἰ σύνθετός ἐστι καὶ

89

αὕτη, οὐκέτι ἔσται μία ἀρχή, ἀλλὰ πολὺ πλείους, αὐτὴ καθ' ἑαυτὴν

90

σύνθετος οὖσα καὶ ἄνευ τῆς πρὸς θεὸν συνθέσεως.

91

18. ΜΑΝ. Ἁπλῆν οὖν φὴς εἶναι τὴν ὕλην;

92

19. ὈΡΘ. Οὐχ ἁπλῆν εἶναι λέγω τὴν ὕλην, ἀλλὰ δεικνύναι

93

βούλομαι ὅτι οὐκ ἄναρχός ἐστιν, οὐδὲ ἀγένητος ὡς σὺ φής, καὶ ὅτι

94

σὺν ταῖς ποιότησιν ὑπὸ τοῦ δημιουργοῦ παρήχθη, τῶν περὶ αὐτὴν

95

ποιοτήτων ἀλλαττομένων ἀεὶ καὶ μεταβαινουσῶν ἄλλης εἰς ἄλλην

96

ὅταν παρασταίη τῷ ταύτην παραγαγόντι θεῷ. Εἰ γὰρ ἁπλῆ ἐστι,

97

πῶς ἐξ ἑνὸς ἁπλοῦ, φημὶ δὲ τῆς ὕλης, τὰ σύνθετα γέγονε σώματα;

98

Πῶς δὲ ἐν τῷ ἑνὶ ἁπλῷ, τῇ ὕλῃ, δύο ἐναντία εὑρίσκομεν, γένεσιν

99

καὶ φθοράν; Εἰ δὲ ἐξ αὐτῆς τὰ σώματα, σῶμα ἐξ ἀνάγκης καὶ αὕτη

100

ἔσται· τὸ γὰρ γεγενημένον ἔκ τινος σώματος σῶμα ὑπάρχει· εἰ δὲ

101

σῶμα ἡ ὕλη καὶ σύνθετος· σύνθετος δὲ τυγχάνουσα, οὐκ ἔστιν

102

ἀγένητος, ὡς ἀποδέδεικται.

103

20. ΜΑΝ. Πόθεν οὖν νόσοι καὶ θάνατοι καὶ τοιαῦτα κακά; Εἰ

104

γὰρ μὴ ἐξ ὕλης ἀνάρχου καὶ ἀγενήτου καὶ φύσει κακῆς ταῦτα

105

τυγχάνει, ὁ θεὸς αἴτιος ἔσται τῆς τούτων γενέσεως.

106

21. ὈΡΘ. Τί γὰρ κακὰ νομίζεις τὰς νόσους καὶ τὸν θάνατον;

107

Καίτοι θάνατος μὲν ἐλευθεροῖ τοῦ σώματος τὴν ψυχὴν καὶ τοῦ

108

δεσμοῦ τῆς ὕλης ἀπαλλάττει, νόσος δὲ πάλιν τήκει τὸ σῶμα, ὅπερ

109

σῶμα σὺ νομίζεις κακὸν ὑπάρχειν. Πολλάκις δὲ καὶ ἁμαρτίας

110

ἐνεργεῖν κωλύει ἡ νόσος, ἃς ἔπραξεν ἂν ὁ νοσῶν, εἰ μὴ τῇ νόσῳ

111

πεπέδητο. Ἄλλως τε ἀπόκριναί μοι πυνθανομένῳ· Δεῖ τὴν κακίαν

112

μισεῖν;

113

22. ΜΑΝ. Ναί.

114

23. ὈΡΘ. Πῶς οὖν ταύτην, ἣν μισεῖν προσποιεῖ, μεγίστως

115

τιμᾷς, ὁμοίαν αὐτὴν λέγων τῷ ἀγαθῷ θεῷ, ἀΐδιόν τε καὶ ἄναρχον

116

καὶ ἀγένητον;

117

24. ΜΑΝ. Οὐχ ὁμοίαν αὐτὴν ποιοῦμεν τῷ ἀγαθῷ θεῷ. Οἴδαμεν

118

γὰρ τὸν θεὸν ὕψιστον, ἀγαθόν, φωτοειδῆ, παντοκράτορα. Εἰ καὶ

119

ἄναρχος οὖν ἡ κακία, ἀλλὰ πολὺ τοῦ θεοῦ ἀποδέει.

120

25. ὈΡΘ. Ἔοικας ἀγνοεῖν ὅτι τὸ ἀγαθὸν καὶ φωτοειδὲς τοῦ

121

θεοῦ καὶ εἰς τοὺς ἁγίους ἀγγέλους, καὶ εἰς ἡμᾶς τοὺς ἀνθρώπους

122

κατὰ μετουσίαν ἤτοι χάρισμα φθάνει. Ὃ μέντοι τῆς θείας φύσεώς

123

ἐστι χαρακτηριστικόν, τὸ ἄναρχον καὶ ἀγένητον, τοῦτο ἐν οὐδενὶ

124

τῶν ἄλλων ἐνθεωρεῖται. Εἰ δὲ τῇ κακίᾳ δίδως τὰ κυρίως καὶ

125

πρώτως τῆς θείας φύσεως χαρακτηριστικά, πῶς οὐχ ὁμότιμος

126

ἔσται τῷ θεῷ; Εἰπὲ δέ μοι πῶς παντοκράτορα λέγεις τὸν θεόν, εἴ

127

γε κατὰ σὲ τῆς ὕλης καὶ τῶν ἐξ αὐτῆς οὔπω κεκράτηκεν;

128

26. ΜΑΝ. Ἀλλ' ἔσται καιρὸς ὅτε καὶ αὐτῆς κρατήσει.

129

27. ὈΡΘ. Οὐκοῦν οὔπω νῦν παντοκράτωρ ἐστίν, ἐπεὶ οὔπω

130

κεκράτηκε τῆς ἀϊδίως αὐτῷ συνούσης ὕλης, ὕστερον δὲ ὃ μὴ νῦν

131

ἔχει προσγενήσεται αὐτῷ κατὰ σέ· δυνάμει γὰρ νῦν παντο-

132

κράτωρ ὑπάρχων, ὕστερον ἐνεργείᾳ γενήσεται ἐξ ἀτελοῦς εἰς

133

τελειότητα ἐρχόμενος. Ἀπόκριναι δέ μοι πῶς νῦν οὐκ ἔστι

134

παντοκράτωρ, ὡς μὴ δυνάμενος ἢ ὡς μὴ βουλόμενος; Εἰ μὲν ὡς

135

μὴ δυνάμενος, πῶς ὅλως παντοκράτωρ; Χρὴ γὰρ εἶναι τὸν

136

παντοκράτορα ἀεὶ καὶ παντοδύναμον. Εἰ δὲ ὡς μὴ βουλόμενος,

137

πρῶτον μὲν βασκαίνει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἔπειτα δὲ καὶ

138

αἴτιος τῆς κακίας εὑρίσκεται, δυνάμενος μέν, μὴ βουλόμενος δὲ

139

αὐτὴν ἀνελεῖν.

140

28. ΜΑΝ. Πόθεν οὖν τὰ κακά;

141

29. ὈΡΘ. Οὐκ ἀκολουθίᾳ τινὶ λογικῇ ἡ παρὰ σοῦ πεῦσις

142

γεγένηται. Χρὴ γὰρ εἰδέναι εἰ ἔστι κακόν, καὶ τί ἐστι τὸ κακόν,

143

εἴθ' οὕτω ζητῆσαι πόθεν συνίσταται.

144

30. ΜΑΝ. Οὕτω ζητήσωμεν.

145

31. ὈΡΘ. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία, τὰ δὲ ποιότης, τὰ δὲ

146

ἐπιτηδειότης, τὰ δὲ ἐνέργεια. Καὶ οὐσία μέν ἐστιν ἐγώ, σύ·

147

ποιότης δὲ λευκόν, μέλαν, γλυκύ, πικρόν, καὶ ὅσα τοιαῦτα ἐν

148

ὑποκειμένοις σώμασι θεωρεῖται· ἐπιτηδειότης δὲ πρὸς ἣν πεφύ-

149

κασι τὰ γεγονότα δυνάμει τοιαῦτα τυγχάνοντα, οἷον ἐπιτηδείως

150

ἔχουσιν αἱ χεῖρες τέχνας ἐργάζεσθαι, γλῶσσα δὲ λόγῳ διακονεῖν,

151

πόδες δὲ πρὸς βάδισιν, παιδίον δὲ πρὸς μάθησιν τεχνικήν·

152

ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἡ τοῦ ἀλόγου ὡς

153

ἀλόγου, ἡ τοῦ λογικοῦ ὡς λογικοῦ. Τί τοίνυν τῶν εἰρημένων

154

ὁρίζῃ τὸ κακὸν εἶναι;

155

32. ΜΑΝ. Ἐνέργειαν· δῆλον δὲ ὅτι πᾶσα ἐνέργεια οὐσίας ἐστὶν

156

ἐνέργεια.

157

33. ὈΡΘ. Πᾶσα μὲν ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. Ἐρωτῶ

158

δέ σε· ἡ κακία ἐνέργεια οὖσα καὶ οὐσία εἶναι δύναται;

159

34. ΜΑΝ. Οὕτω φημί.

160

35. ὈΡΘ. Πρῶτον μὲν ἐναντίος σεαυτῷ ὑπάρχεις, ἐξ οὐσίας

161

γενέσθαι λέγων τὴν ἐνέργειαν καὶ πάλιν οὐσίαν εἶναι τὴν ἐνέρ-

162

γειαν ὑποτιθέμενος· ὅθεν πάσης ἀμαθίας ὑπερβολὴν καὶ παρὰ

163

τοῖς ἄγαν ἀπείροις διαλεκτικῆς οὐ διαφεύξῃ νοσῶν· ἐρωτῶ δέ σε,

164

ἆρα πᾶσα ἐνέργεια κακή;

165

36. ΜΑΝ. Οὐ πάντως.

166

37. ὈΡΘ. Ποίαν οὖν λέγεις κακὴν ἐνέργειαν;

167

38. ΜΑΝ. Φόνον, μοιχείαν, ἀδικίαν, καὶ ὅσα τοιαῦτα.

168

39. ὈΡΘ. Εἰ ὁ φόνος κατὰ σὲ φύσει κακός, οἱ δικασταὶ

169

τυμβωρύχους καὶ ἀνδροφόνους φονεύοντες κακῶς ποιοῦσιν;

170

Καὶ πάλιν· τί δήποτε ὁ μὲν τῇ ἰδίᾳ γαμετῇ μιγνύμενος οὐχ

171

ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δὲ τοῦτο ποιῶν ἁμαρτάνει, καὶ ταῦτα μιᾶς

172

ἐνεργείας οὔσης τῆς μίξεως; Οἶμαί σε διὰ τούτων καὶ ἄκοντα

173

προσομολογεῖν ὅτι πᾶσα ἐνέργεια μέσῃ ἐστί, ποικίλλεται δὲ τῇ

174

γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία γινομένη· ὁ μὲν γὰρ σω-

175

φρόνως τῇ ἰδίᾳ μίγνυται, ὁ δὲ ἀκολάστως τῇ ἀλλοτρίᾳ.

176

40. ΜΑΝ. Ἡ ἐπιθυμία οὐκ ἔστι κακή;

177

41. ὈΡΘ. Οὐ πάντως· μέση γάρ ἐστι καὶ αὕτη, καὶ δυνατὸν

178

αὐτὴν κοσμηθῆναι τῇ τοῦ νοῦ ἐπιστασίᾳ. Ἀμέλει καὶ καλῶν ἐστιν

179

ἐπιθυμῆσαι· ὁ μὲν γάρ ἐστι φιλόπτωχος, ὁ δὲ φιλάργυρος, καὶ ὁ

180

μὲν παιδοποιίας χάριν τῇ μίξει κέχρηται, ὁ δὲ χάριν ἡδονῆς.

181

42. ΜΑΝ. Τοῦτό μοι εἰπέ, ἐκ τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου θεοῦ ἡ

182

φθορὰ τῶν σωμάτων καὶ ἡ σῆψις ἐγένετο;

183

43. ὈΡΘ. Τὸ ἔκ τινος πολλαχῶς λέγεται· ἔστι γὰρ ἐξ ἐμοῦ μὲν ὁ

184

υἱός μου ὁμοούσιος ἐμοί, ἐκ δὲ τοῦ τέκτονος τὸ βάθρον, ἐκ δὲ τῆς

185

γῆς οἱ καρποί, ἐκ τοῦ βασιλέως δημεύσεις. Ἡμεῖς τοίνυν οὐκ ἐκ

186

τῆς οὐσίας τοῦ θεοῦ φαμεν εἶναι τὴν φθοράν, βουλήσει δὲ αὐτοῦ

187

ἐνεργεῖσθαι συμφερόντως ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν

188

πραγμάτων, οὕτω περὶ αὐτὰ μεμήναμεν, ὡς δικαστήρια καὶ

189

πολέμους κατ' ἀλλήλων κινεῖν, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ ἄφθαρ-

190

τα ταῦτα παρήγαγεν; Πῶς δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς

191

λαβεῖν τῆς ἀφθάρτου ζωῆς, ἣν ἡμῖν ἐφιλοτιμήσατο ὁ κύριος

192

ἡμῶν, εἰ μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρτῆς ταύτης καὶ

193

ἐπικήρου ζωῆς, εἰς ἣν ἡμᾶς προαγωνίσασθαι καλῶς ἔχειν ἐδοκί-

194

μασεν; Ἄλλως τε δέ, εἰ ἡ φθορὰ κακόν, ἡ γένεσις πάντως ἀγαθόν,

195

ἀλλὰ μὴν περὶ τὸ αὐτὸ σῶμα γένεσις καὶ φθορά, οὐκ ἄρα τὸ σῶμα

196

φύσει κακόν, ὡς ὑμεῖς διαβεβαιοῦσθε τὸ σῶμα τῆς κακίας εἶναι

197

δογματίζοντες. Διὰ τί δὲ ἃ μὲν νομίζεις εἶναι κακὰ τῶν σωμάτων

198

θεωρεῖς τε καὶ λέγεις, τὰ δὲ ἐξ αὐτῶν ἀγαθὰ παρατρέχεις;

199

Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἐκ γῆς ἀναδιδομένων καρπῶν τρεφό-

200

μεθά τε καὶ συνιστάμεθα· ἐκ δὲ λίθων καὶ ξύλων, οἴκους κατα-

201

σκευάζομεν, δι' ὧν ὄμβρου καὶ κρύους ἐλευθερούμεθα, ἀλλὰ καὶ

202

τοῦ ἡλίου τὸ καυσῶδες ἐκκλίνομεν, ὃν σὺ θεοποιῶν οὐκ αἰσχύνῃ,

203

σιδήρῳ δὲ οὐ μόνον τὴν γῆν ἀροῦμεν, ἀλλὰ καὶ πολεμίους

204

ἐπιόντας φυλαττόμεθα. Εἰ δὲ τούτοις ἐλεγχόμενος ἐπιμένοις

205

σῆψιν καὶ δυσωδίαν προβαλλόμενος, ἴσως ἀγνοεῖς ὅτι τὰ τῆς

206

ψυχῆς μετασχόντα μᾶλλον τὴν σῆψιν καὶ δυσωδίαν ὑφίσταται.

207

Τοῦ ἀγαθοῦ δὲ θεοῦ καθ' ὑμᾶς ἡ ψυχὴ οὐσία ἐστίν· ὁ ἀγαθὸς οὖν

208

θεὸς αἴτιος ἔσται ὧν νομίζεις κακῶν, τῆς σήψεώς τε καὶ δυσω-

209

δίας.

210

44. ΜΑΝ. Εἰ μὴ ἔστι κακά, διὰ τί νόμοι κολάζουσιν αὐτά;

211

45. ὈΡΘ. Τοῦτο μάλιστα ἐλέγχει τὴν σὴν φρενοβλάβειαν· εἰ

212

γὰρ μὴ ἐφ' ἡμῖν ἦν τὸ κακὰ καὶ ἀγαθὰ ποιεῖν, οὐκ ἂν ἐκόλαζον

213

τοὺς κακούργους οἱ νόμοι, οἵτινες πολλάκις οὐ τὴν πρᾶξιν

214

σκοποῦσιν, ἀλλὰ τὴν διάθεσιν τοῦ πράξαντος ἐξετάζουσιν· οἷον

215

ἔρριψέ τις ξύλον καὶ ἄκων ἀνεῖλέ τινα, οὐ κρίνουσι φόνου τὸν

216

ἐργασάμενον· ἐμίγη τις ἄκων ἀλλοτρίᾳ τινὶ γυναικί, ἐπὶ κλίνης

217

αὐτοῦ κοιμωμένην εὑρών, ὡς τῇ ἑαυτοῦ μιγνύμενος γαμετῇ,

218

ἀπολύουσι μοιχείας τὸν κατηγορούμενον, εἰ τοῦτο δειχθείη.

219

Ἀπόκριναι δέ μοι, διὰ τί τὸν ἥλιον προσκυνεῖτε;

220

46. ΜΑΝ. Ὅτι φωστήρ ἐστι τοῦ κόσμου, τοῦ ἀγαθοῦ θεοῦ

221

γέννημα.

222

47. ὈΡΘ. Σῶμά ἐστιν ἢ ἀσώματος;

223

48. ΜΑΝ. Ἀσώματος.

224

49. ὈΡΘ. Καὶ πῶς ὁ ἀσώματος σωματικῶς ὁρᾶται; Τὰ μὲν γὰρ

225

ἀσώματα νοητῶς θεωρεῖται, ὁ δὲ ἥλιος αἰσθητοῖς ὀφθαλμοῖς καὶ

226

περιγραφῇ σώματος καταλαμβάνεται. Ἄλλως τέ ἐστί τι τῶν

227

ἀσωμάτων σωματικὰς ἔχον ποιότητας;

228

50. ΜΑΝ. Οὐ νομίζω.

229

51. ὈΡΘ. Ἀλλὰ μὴν ὁ ἥλιος σωματικὰς ἔχει ποιότητας· θερμός

230

τε γάρ ἐστι καὶ ξηρός· αὗται δὲ σωμάτων ποιότητες· σῶμα ἄρα

231

ἐστὶ καὶ ὁ ἥλιος. Πῶς δὲ οὐκ ἐρυθριᾶτε, σέβοντες ὃν μισεῖν

232

ὠφείλετε ὡς ἐναντία ποιοῦντα τοῦ δόγματος ὑμῶν;

233

52. ΜΑΝ. Διὰ τί ἐναντία;

234

53. ὈΡΘ. Ὅτι τὰ σώματα, ἃ τῆς κακίας ὑμεῖς εἶναι λέγετε,

235

τρέφει τε καὶ συγκροτεῖ. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, μὴ τῇ πείρᾳ

236

μαχόμενος. Εἰπὲ δέ μοι καὶ τοῦτο, κρίσιν ὁμολογεῖς;

237

54. ΜΑΝ. Ναί.

238

55. ὈΡΘ. Τίς ὁ κρίνων καὶ τίς ὁ κρινόμενος;

239

56. ΜΑΝ. Κρίνει μὲν ὁ ἀγαθὸς θεός, κρίνεται δὲ ἡ ἁμαρτήσασα

240

ψυχή.

241

57. ὈΡΘ. Ἀλλ' ἑαυτὸν ἁμαρτήσαντα κολάζων εὑρίσκεται ὁ

242

θεός, εἴπερ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν ἡ κρινομένη ψυχή. Πῶς δὲ

243

ὅλως κρίνεται μὴ ἑκουσίως ἐργασαμένη τὸ πονηρόν; Ἀνάγκῃ γὰρ

244

φύσεως καὶ οὐ προαιρέσει γίνεσθαί φατε τὰ κακά.

245

58. Ἀλλ' ἐπειδὴ δύο ἀρχὰς εἶναί φατε, θεὸν καὶ ὕλην, καὶ τὸν

246

μὲν θεὸν ἀγαθόν, τὴν δὲ ὕλην πονηράν, καὶ ἑκάστῃ φύσει κεχωρι-

247

σμένον καὶ ἰδιάζοντα τόπον ἀφορίζειν τολμᾶτε καὶ ἑτέρους δὲ

248

τούτοις ἐπισυνάπτετε μύθους, ὅτι θεωρήσασα ἡ ὕλη τὸ φῶς τοῦ

249

θεοῦ εἰς ἔρωτα ἦλθε, καὶ ὥρμησε πρὸς τὸ φῶς· ἣν ἰδὼν ὁ ἀγαθὸς

250

θεὸς πρὸς πόλεμον παρασκευαζομένην τῆς οἰκείας οὐσίας

251

μέρος ἀποτεμὼν ἐνέβαλε ταύτῃ, ἡ δὲ λαβοῦσα ἐγέννησε πάντα τὰ

252

σώματα, ἐπεὶ οὖν ταῦτά φατε, ἀνατροπὴν τούτων σύντομον

253

ποιήσομαι.

254

59. Πρῶτον οὖν ἐξεταστέον τὴν πρᾶξιν, εἰ ἁρμόττουσα καὶ

255

κατάλληλός ἐστι τῇ φύσει τοῦ θεοῦ, εἶτα τῆς πράξεως τὸν

256

σκοπόν, εἶτα τὸ τέλος. Εἴδωμεν τοίνυν ἐπὶ θεοῦ πρῶτον, εἰ

257

ἁρμόττει τῇ τοῦ θεοῦ φύσει τὸ πραχθὲν ὑπ' αὐτοῦ. Τί τοίνυν κατὰ

258

φύσιν ἐστὶ τῷ θεῷ; Δηλονότι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ

259

ἀγαθὸν καί, καθ' ὑμᾶς τοὺς Μανιχαίους, τὸ ἐν τῷ οἰκείῳ μεῖναι

260

τόπῳ. Ἀλλ' ἡ πρᾶξις, κατὰ τὴν ὑμῶν ὑπόθεσιν, ἐναντία τῇ φύσει

261

δείκνυται· λυμαίνεται γὰρ πᾶσι τοῖς εἰρημένοις. Οὔτε γὰρ εἷς

262

ἀγένητος διαμένει ὁ εἷς ἀγαθὸς θεός, ὅταν εἰς δύο ἢ καὶ πλείονα

263

ἀγένητα διαιρεθῇ. Οὔτε μὴν ἄφθαρτος ὁ μερισθεὶς διαμένει,

264

ἀλλ' οὔτε ἀγαθός. Πῶς γὰρ ἀγαθὸς ὁ ἑαυτῷ ἐχθράνας, καὶ μέρος

265

τι ἑαυτοῦ προδοὺς τοῖς πολεμίοις; Πῶς δ' ἂν εἴη ἀγαθός, ἑαυτὸν

266

μὲν ἐλευθερῶν διὰ τῆς τοῦ κόσμου ποιήσεως, ἐπ' ὀλέθρῳ δὲ τῶν

267

δημιουργηθέντων τοῦτο ποιῶν; Ἀλλ' οὔτε ἐν τῷ οἰκείῳ τόπῳ

268

διέμεινε παντελῶς· μετέπεσε γὰρ αὐτοῦ μέρος ἐπὶ τὸν τόπον τῆς

269

ὕλης.

270

60. Δεύτερον ζητητέον εἰ τῷ σκοπῷ ἀκόλουθός ἐστιν ἡ πρᾶξις.

271

Τίς οὖν ὁ σκοπός; Δῆλον ὅτι ἡ νίκη. Δείκνυται δὲ καὶ τῷ σκοπῷ

272

ἐναντίως ἔχουσα ἡ πρᾶξις· δῆλον γὰρ ὅτι ὁ ἡνωμένος τοῦ

273

μερισθέντος ἰσχυρότερος, καὶ ὁ κατὰ φύσιν τοῦ παρὰ φύσιν

274

τραπέντος δυνατώτερος, καὶ ὁ ἐν τῷ ἰδίῳ τόπῳ μένων τοῦ

275

μεταπεσόντος εἰς ἕτερον τόπον. Τί οὖν ἀκόλουθον καὶ πρεπῶδες

276

τῷ σκοπῷ; Τηρῆσαι μᾶλλον τὴν ἰσχύν, καὶ μὴ τῇ διαστάσει

277

ἀσθενεστέραν ταύτην ποιῆσαι.

278

61. Εἴδωμεν δὲ καὶ τὸ τρίτον, εἰ κατάλληλος τῷ τέλει ἡ πρᾶξις.

279

Τί οὖν τὸ ἐκ τῆς νίκης τέλος φατέ; Ἢ γὰρ τὴν φυλακὴν τῆς

280

συστάσεως τοῦ θεοῦ ἐρεῖτε πάντως, ἢ τὴν ἐλευθερίαν, ἢ τὸ τοῦ

281

οἰκείου τόπου μὴ μεταστῆναι, ἢ ἵνα ἀναιρεθῇ ἡ ὕλη, ἢ ἵνα

282

μεταβληθῇ ἐπὶ τὸ κρεῖττον. Ἀλλ' ἡ πρᾶξις τὸ ἐναντίον τούτοις

283

ὑπαγορεύει νοεῖν. Οὔτε γὰρ ἡ σύστασις τοῦ θεοῦ ἐν τῷ κατὰ

284

φύσιν διέμεινε, προδοθέντος τοῦ μέρους, οὔτε ἡ ἐλευθερία·

285

ἐδούλευσε γὰρ τῇ γενέσει τοῦ κόσμου, ἐξ ἑαυτοῦ μέρος τοῖς

286

δημιουργηθεῖσιν ἐνθείς. Οὔτε δὲ ἐν τῷ οἰκείῳ διέμεινε τόπῳ,

287

μεταστάντος τοῦ μέρους ἐπὶ τὴν ὕλην. Οὔτε δὲ ἡ φύσις τῆς ὕλης

288

ἀνῃρέθη ἢ μετεβλήθη· ἔμεινε γὰρ ὃ ἦν ἐξ ἀρχῆς ἀμετάτρεπτος,

289

ὥστε πανταχόθεν ἕωλον καὶ μωρὰν δείκνυσθαι τὴν ὑπόθεσιν ἣν

290

μυθολογοῦντες συνεθήκατε.

291

62. Ἔστι δὲ καὶ ἐκ τῶν ἐνεργειῶν καὶ τῆς αἰτίας κἀκ τῶν τόπων,

292

ὧν ὑποτίθεσθε, τῆς ἀσεβείας ὑμῶν ἐλέγξαι τὴν ἀτοπίαν. Ἐκ μὲν

293

οὖν τῆς ἐνεργείας ἀνατρεπτέον οὕτως· εἰ ἐναντίαι αἱ φύσεις,

294

ἐναντίαι καὶ αἱ ἐνέργειαι. Εἰ οὖν ἡ τοῦ θεοῦ ἐνέργεια ποιητικὴ

295

ὁμολογεῖται, ἡ τῆς ὕλης παθητικὴ ἔσται. Εἰ δὲ τοῦτο, ὑπόκειται

296

ἄρα τῷ θεῷ καὶ δουλεύει ἡ ὕλη· εἰ δὲ ὑπόκειται καὶ δουλεύει, οὐκ

297

ἄρα ἀγένητός ἐστιν. Ἄλλως τε ἢ αἱ δύο ποιοῦσιν, ἢ αἱ δύο

298

πάσχουσιν, ἢ ἡ μὲν ποιεῖ, ἡ δὲ πάσχει, ἢ αὐταὶ καὶ ποιοῦσι καὶ

299

πάσχουσιν. Ἀλλ' εἰ μὲν αἱ δύο ποιοῦσιν, θεοὶ ἔσονται, εἴ γε τὸ

300

ποιεῖν θεοῦ μετὰ τοῦ καὶ ὕλας ἐπινοεῖν. Εἰ δὲ πάσχουσιν ἀμφότε-

301

ραι, ὗλαι ἔσονται αἱ δύο, καὶ ἕτερος ὁ ποιητὴς ζητηθήσεται. Εἰ δὲ ἡ

302

μὲν πάσχει, ἡ δὲ ποιεῖ, ἡ μὲν πάσχουσα γενητή, ἡ δὲ ποιοῦσα

303

ἀγένητος. Εἰ δὲ αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι,

304

θεοὶ ἔσονται, καθὸ δὲ πάσχουσιν, ὗλαι. Αἱ αὐταὶ οὖν ἔσονται θεοὶ

305

καὶ ὗλαι, γενηταὶ καὶ ἀγένητοι.

306

63. Κἀκ τῆς αἰτίας δὲ ἐλεγκτέον ὑμᾶς. Τί τὸ αἴτιον τοῦ εἶναι τὴν

307

ὕλην κακὴν ὑποτίθεσθε; Ἢ γὰρ διότι ἀγένητος καὶ ἀρχή, ἢ διότι

308

ὕλη, ἢ διότι σῶμα, ἢ διότι διαιρεῖται καὶ μεταβάλλεται; Ἀλλ' εἰ μὲν

309

διότι ἀγένητος καὶ ἀρχή, καὶ ὁ θεὸς τοιοῦτος. Εἰ δὲ διότι ὕλη, ὕλη

310

δὲ προσαγορεύεται διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτῆς,

311

διὰ τοῦτο κατὰ τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀγαθὸς ὁ θεός· ὑπόκειται

312

γὰρ εἰς γένεσιν τῶν ἐξ αὐτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ

313

Μανιχαῖοι δογματίζετε. Εἰ δὲ διότι σῶμα, οὐχὶ αὐτὴ ἡ αἰτία τοῦ

314

εἶναι σῶμα, ἀλλ' ὁ θεός, εἴ γε πρὸ τοῦ ἐμβαλεῖν τὸ ἐξ αὑτοῦ μέρος

315

τῇ ὕλῃ οὐκ ἦν σῶμα. Εἰ δὲ διότι διαιρεῖται καὶ μεταβάλλεται, καὶ ὁ

316

θεὸς καθ' ὑμᾶς τοῖς αὐτοῖς ἐνεχόμενος κακοῖς ἔσται· εἰ γὰρ

317

διαιρεῖται εἰς γενέσεις ἀγγέλων καὶ ψυχῶν, τὰ δὲ ἐξ αὐτοῦ οὐ

318

θεοί, δῆλον ὅτι οὐ μόνον διῃρέθη, ἀλλὰ καὶ μετεβλήθη. Εἰ δὲ οὐδὲν

319

τούτων φατὲ αἴτιον εἶναι τοῦ κακὴν ὑπάρχειν τὴν ὕλην, ἀλλὰ τὸ

320

ταύτην ἁμαρτάνειν, ἰστέον ὡς οὐδὲν τῶν κατὰ φύσιν ἐξ ἀνάγκης

321

γινομένων ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προαιρέ-

322

σεως γίνεται. Ἡ δὲ προαίρεσις ἐκ ψυχῆς, ἡ δὲ ψυχὴ οὐσία θεοῦ

323

καθ' ὑμᾶς· ἐκ θεοῦ ἄρα ἡ ἁμαρτία καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ

324

ὑμῶν ἀσεβέστατον δόγμα.

325

64. Κἀκ τῶν τόπων δέ, ὧν ὑμεῖς ὑποτίθεσθε τὸν μὲν τῷ θεῷ,

326

τὸν δὲ τῇ ὕλῃ προσνέμοντες, ὑμᾶς ἀπελέγξω μηδὲν ὑγιὲς δογμα-

327

τίζοντας. Εἰ γὰρ ἀγένητος ὁ θεὸς καὶ ἡ ὕλη, ἑκάτερος δὲ ἐν τόπῳ

328

τυγχάνει καθ' ὑμᾶς, ὁ δὲ τόπος ἕτερός ἐστι κατ' οὐσίαν τῶν ἐν

329

αὐτῷ περιεχομένων, συμβήσεται τοὺς τόπους συναγενήτους

330

εἶναι τοῖς ἐν αὐτοῖς. Καὶ οὕτως οὐ δύο τὰ ἀγένητα, ἀλλὰ τέσσαρα,

331

θεὸν καὶ ὕλην καὶ ἑκατέρου τὸν τόπον, εὑρήσεις. Εἰ δὲ τοὺς

332

τόπους πρεσβυτέρους φατὲ τῶν ἐν αὐτοῖς, οὐκέτι ὁ θεὸς καὶ ὕλη

333

ἀγένητοι ἔσονται, ἀλλὰ μᾶλλον οἱ τούτων προϋπάρχοντες τόποι.

334

Εἰ δὲ τὸν θεὸν καὶ τὴν ὕλην πρὸ τῶν τόπων εἶναί φατε, ἄρα οὐκ

335

ἦσαν κεχωρισμένοι θεὸς καὶ ὕλη, ἀλλ' ἐν ἀλλήλοις ὑπῆρχον· οὐ

336

γὰρ ἦν οὔπω τόπος ὁ διορίζων. Καὶ οὕτως ὁ τῆς παρ' ὑμῖν

337

ἐναντιότητος διαλυθήσεται λόγος· οὐ γὰρ ἐν ἀλλήλοις ὑφίστα-

338

σθαι δύναται τῶν ἐναντίων ἡ φύσις, ὥστε πανταχόθεν ὑμῶν

339

ἀπελήλεκται ἡ μυθώδης τερατολογία.

340

65. Μὴ οὖν ἑαυτούς τε καὶ ἑτέρους τοῖς τῆς ἀσεβείας περιπεί-

341

ρετε δόγμασιν, ἀλλὰ προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν

342

ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν. Αὐτεξουσιότητι γὰρ

343

καὶ οὐκ ἀνάγκῃ φύσεως ἄνθρωποι τὸ δοκοῦν ἐν αἱρέσει ποιούμε-

344

θα.

{ΣΥΛΛΟΓΙΣΜΟΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ} 1. Πᾶν κακὸν κολαστέον· οὐδὲν δὲ κολαστέον ἄφθαρτον· οὐδὲνἄρα κακὸν ἄφθαρτον. 2. Οὐδὲν φθαρτὸν ἀγένητον· ἔστι δὲ τὸ κακὸν φθαρτόν· τὸ ἄρακακὸν οὐκ ἀγένητον. 3. Αἱ θεῖαι γραφαὶ κολάσει παραδίδοσθαι 〈οὐ τοὺς ἄλλουςκακοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν〉 τὸν διάβολόν φασιν· πᾶν δὲ 〈τὸ〉κολάσει παραδιδόμενον τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγένητον·οὐδὲν ἄρα τῶν κακῶν ἀγένητον. 4. Οὐδὲν ἀγένητον τρεπτόν· τρέπεται δὲ τὸ κακὸν κρατηθὲνὑπὸ τοῦ ἀγαθοῦ· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 5. Τὸ μερικὸν ἀγαθὸν καὶ τὸ κακὸν τρέπεται· οὐ γάρ ἐστινἀγένητα. Τὸ δὲ οὐσιῶδες ἀγαθὸν ἄτρεπτον. Τὸ δὲ κακόν, ὅ φασινοἱ Μανιχαῖοι οὐσιῶδες εἶναι, τρεπτόν ἐστιν, εἴ γε καὶ αὐτοὶὁμολογοῦσιν αὐτὸ εἶναι κολαστέον. 6. Οὐδὲν κατ' οὐσίαν κακόν, τῷ τὸ κακὸν ποιὸν εἶναι· οὐδὲν δὲποιὸν οὐσία. Τὸ ἄρα κακὸν οὐκ οὐσία. 7. Πάντα τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά· τὰ δὲ ἀγένηταἄφθαρτα· τὰ ἄρα ἐναντία οὐκ ἀγένητα. 8. Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος ἐπιτετευγμένην ἔχει τὴνὄρεξιν, ἧς εὐλόγως ὀρέγεται· θεὸς δὲ φθεῖραι τὴν κακίαν ὀρέγε-ται· τῶν φθαρτῶν ἄρα ἐστὶν ἡ κακία· τῶν δὲ φθαρτῶν οὖσαἀφανισθήσεται· ἀφανιζομένη δέ, οὐκ ἔστιν ἀγένητος. 9. Εἰ ἀγένητον τὸ κακόν, κατὰ φύσιν αὐτῷ ὑπάρχει τὸ κακὸνεἶναι· οὐδεὶς δὲ τὸ κατὰ φύσιν ἐνεργῶν ἁμαρτάνει· τὸ ἄρα κακὸνοὐχ ἁμαρτάνει· τὸ μὴ ἁμαρτάνον οὐχ ὑπαίτιον· ὑπαίτιος δὲ ὁΣατανᾶς· οὐκ ἄρα ἀγένητος. 10. Φασί τινες, εἰ μεταποιεῖ τοὺς φαύλους ἡ κόλασις, ἀγαθὴναὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθή, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελίατῶν ἀγαθῶν, τὰ δὲ ἐναντία οὐ δύναται ἅμα ἀγαθὰ εἶναι, ἡ ἄραἐπαγγελία κακόν. 〈Ἀλλὰ θεὸς ὑπισχνεῖται ταύτην· οὐκ ἄρα κα-κόν.〉 Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡκόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, ἄρα οὐχ ὁ θεός, ἀλλ' ὁΣατανᾶς αὐτὴν ἐπιφέρει· ἐπιφέρει δὲ τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ·εἰσὶ γὰρ ὡς αὐτὸς πονηροί, καὶ ἀνάγκη καὶ αὐτὸν ὄντα πονηρὸνὑποπίπτειν τῇ κολάσει. Τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν·ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλ' ὁθεός. Πρὸς οὓς ῥητέον· πᾶν τὸ ὑπὸ θεοῦ ἐπιφερόμενον χρησίμωςἐπιφέρεται, τυγχάνον ἀγαθὸν ἢ ἀγαθοῦ ποιητικὸν ἢ κωλυτικὸνκακοῦ· ὁ γὰρ θεὸς κωλύειν τὸ κακὸν βουλόμενος ἐπιφέρει τοῦτο·οὐκ ἂν δὲ ἐπεχείρει κωλύειν τὸ κακόν, εἰ μὴ δυνατὸν ἦν κωλύε-σθαι τὸ κακόν· κωλυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶἀγένητον. 11. Τὸ κακὸν ἐν ταῖς ἐνεργείαις εὑρίσκεται· κακὸν γάρ ἐστι τὸμεταχειρίζεσθαι τοὺς λογικοὺς τὰ κατὰ φύσιν οὐ δέοντας ... 12. Τὸ ἀγένητον οὐκ ἔστι ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γεφθαρτικόν, τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς· τὸ ἄρα κακὸν οὐκἀγένητον. 13. Τῶν δι' ὅλων ἐναντιουμένων οὐδὲν κοινόν, ὥστε πᾶσαἀνάγκη τὸ θατέρῳ ὑπάρχον τῷ λοιπῷ μὴ ὑπάρχειν· ὑπάρχει δὲτῷ ἀγαθῷ τὸ εἶναι ἀγένητον· τῷ ἄρα κακῷ οὐδέτερον τούτωνὑπάρχει. Μὴ ὂν ἄρα τὸ κακόν.