Commentarii in Ecclesiasten
- Edition reference
- Commentarii in Ecclesiasten, MPG 93: 477–628.
- CTS identifier
urn:cts:greekLit:tlg2865.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
93
484
ιστάμενος. Κατὰ δὲ πάντα τὸν τρόπον τῆς θεωρίας,
πάντας τοὺς πιστοὺς ἕλκει εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν, ἀψευδῶς εἰρηκὸς, Ὅταν ὑψωθῶ, πάντα
ἑλκύσω πρὸς ἐμαυτόν.
«Ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς Νότον,
καὶ κυκλοῖ πρὸς Βοῤῥᾶν.» Τὰ κλίματα ἔφη, δι' ὧν
ὁ ἥλιος ὁδεύει. Κατὰ δὲ θεωρίαν συμβολικῶς, Νότον
ἐνδέχεται νοεῖν θερμὸν ὄντα, τὴν ἐν ἡμῖν φρόνησιν·
πυρώδης γὰρ καὶ θερμὴ ἡ φρόνησις· Βορέαν δὲ τὴν
ἀνδρείαν· σκληρὸς γάρ ἐστι καὶ ἐπιδέξιος· Λίβαν δὲ
τὴν σωφροσύνην, τὴν ψύχουσαν καὶ ξηραίνουσαν τὰς
τοῦ σώματος ἡδονάς. Ἀπηλιώτην δὲ τὴν δικαιοσύνην,
τὴν διὰ πασῶν χωροῦσαν ἀρετῶν. Πάντα οὖν, φησὶ,
τὰ κλίματα τῆς ψυχῆς καταυγάζων, ἐναστράπτει ὁ
τῆς δικαιοσύνης Ἥλιος. Ἄλλως· Ὁ ἐνανθρωπήσας
Θεὸς Λόγος, τὰς κώμας καὶ τὰς πόλεις τὰς ἐν τῷ
Νότῳ κειμένας δι' ἑαυτοῦ περιενόστει· διὰ δὲ τῶν
ἀποστόλων, τὰ βόρεια μέρη· τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν
συνάγων, καὶ τὰ πάντα ἐκπεριερχόμενος, πάντας εἰς
σωτηρίαν προτρέπει.
«Κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ
κύκλου αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Κατὰ μὲν
ἱστορίαν πνεῦμα καλεῖ τὸν ἥλιον, διὰ τὸ ταχὺ τῆς
κινήσεως. Τινὲς δέ φασιν ἐκ τῶν ἔξωθεν λόγων
ἡγούμενοι, ὅτι καὶ ἔμψυχον ζῶόν ἐστι. Πρὸς δὲ διά-
νοιαν, τὸ ἅγιον Πνεῦμα συνὸν τοῖς θείοις ἀποστόλοις
περινοστεῖν αὐτοὺς ἐποίει πανταχοῦ, καὶ κηρύττειν
τὸ Εὐαγγέλιον· ἀλλὰ καὶ ἐξ ὑποστροφῆς ἐπαναλύον-
τας ἐπισκέπτεσθαι τοὺς προκατηχηθέντας τὸν λόγον
παρεσκεύαζεν, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων
εὑρήσεις.
«Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασ-
σαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη.» Ἔθος
τῇ θείᾳ Γραφῇ, πάντας, τοὺς πλείονας καλεῖν· κατὸ
τὸ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐχ οἱ
δίκαιοι, οὐχ οἱ προφῆται ἐξέκλιναν. Θαυμάσαι οὖν
ἕστι τοῦ Δημιουργοῦ τὴν σοφίαν, πῶς τῶν πλείστων
ποταμῶν εἰς τὴν θάλασσαν εἰσρεόντων, αὕτη ἐπὶ
τῶν οἰκείων ἵσταται ὅρων. Πρὸς δὲ διάνοιαν, χεί-
μαῤῥοί εἰσιν οἱ ἀπόστολοι, κατὰ τὸ, Καὶ τὸν χει-
μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Θά-
λασσα δὲ νοεῖται ὁ παρὼν βίος· κατὰ τὸ, Αὕτη ἡ
θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Οἱ οὖν εὐαγ-
γελικοὶ καὶ οἱ ἀποστολικοὶ λόγοι καταγλυκαίνουσι
485
τοῦδε τοῦ βίου τὴν ἁλμυρότητα· ἀλλ' οὐκ ἐμπίπλα-
ται ἡ νοηθεῖσα θάλασσα· οὐ γὰρ πάντων ἡ πίστις.
Τροπικῶς δὲ διὰ τοῦ ὑποδείγματος αἰνίττεται τοὺς
τὴν ἄπληστον φιλαργυρίαν νοσοῦντας ἀνθρώπους· τὸ
γὰρ ἄπληστον τῆς αὐτῶν ἐπιθυμίας οὐ πληροῦται,
κἂν δίκην χειμάῤῥων πανταχόθεν εἰς αὐτοὺς ὁ πλοῦ-
τος συῤῥέῃ.
«Εἰς τὸν τόπον, οὗ οἱ χείμαῤῥοι πορεύονται, ἐκεῖ
αὐτὸν ἐπιστρέφουσι τοῦ πορευθῆναι.» Ἄμως ὁ προ-
φήτης φησὶν, Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς
θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς
γῆς. Ἔοικε οὖν φυσιολογεῖν ἐνταῦθα· ὅτι τὸ ὕδωρ
τῆς θαλάσσης διὰ τῶν νεφῶν ἀνιμώμενον, καὶ εἰς
γῆν προχεόμενον, ποιεῖ τοὺς χειμάῤῥους. Ἐκ θα-
λάσσης οὖν, φησὶ, τὴν γένεσιν ἐσχηκότες οἱ χείμαῤ-
ῥοι, πάλιν εἰς αὐτὴν πορεύονται. Πρὸς δὲ διάνοιαν,
Εἰς τὸν τόπον ὅπου ἐπορεύθησαν οἱ ἀπόστολοι, ἐκεῖ
παρεσκεύασαν τοὺς πιστεύσαντας ἐπιστρέφειν πρὸς
Θεὸν, τοῦ πορευθῆναι τῷ φωτὶ Κυρίου. Ἄλλως· Οἱ
ἐξ ἀρετῆς εἰς κακίαν καταπίπτοντες, χειμάῤῥων δί-
κην ἐξ ὑψηλοῦ τινος, ἐπὶ τὸ πρανὲς καὶ κοῖλον καὶ
γεῶδες καταφέρονται· ἀλλὰ δύνανται καὶ ἐν τῷ τόπῳ
τῆς κακίας γενόμενοι ἀνανῆψαι, καὶ μετανοῆσαι, καὶ
δι' ἐπιστροφῆς πορευθῆναι πάλιν τὴν ὁδὸν τὴν ἄγου-
σαν ἐπὶ τὸν παράδεισον, ὅθεν ὁ πρῶτος ἄνθρωπος
ἐκβέβληται.
«Πάντες οἱ λόγοι ἔγκοποι, οὐ δυνήσεται ἀνὴρ
τούτους λαλεῖν.» Οἱ περὶ τῆς τῶν ὄντων ἀκριβοῦς
γνώσεως λόγοι ἔγκοποι τυγχάνουσι, διὰ τὸ μὴ δύνα-
σθαι μηδὲ τοὺς σφόδρα ἀνδρείους τῇ ψυχῇ, πᾶσαν
τῆς γνώσεως ἔχειν τὴν κατάληψιν. Ἄλλως, Πάντες
οἱ λόγοι, καὶ οἱ τῆς ἐξωτικῆς, καὶ οἱ τῆς θείας σο-
φίας, μετὰ κόπου τὴν διδασκαλίαν ἔχουσιν· ἀλλ' οἱ
μὲν ἔξωθεν ὡς τὰ πολλὰ καὶ βλάβης αἴτιοι γίγνονται
τοῖς πειθομένοις. Ὁ δὲ θεῖος λόγος ἀεὶ ὠφέλιμος·
ὃν οὐδὲ δύναταί τις ἀξίως λαλεῖν, κἂν σφόδρα συν-
ετὸς ᾖ, μὴ τὸ διδασκαλικὸν χάρισμα, καὶ τὸν τῆς σο-
φίας δεξάμενος λόγον. Ἄλλως· Κοπιῶσιν ἀεὶ οἱ δι-
δάσκαλοι περὶ τὸν θεῖον λόγον, καὶ ὡς τὰ πολλὰ
ἀναχαιτίζονται, κόπον μόνον κερδαίνοντες, διὰ τὸ
τῶν ἀκροατῶν ῥᾴθυμον. Πλήττει οὖν ὁ λόγος τοὺς
ἠμελημένως ἀκροωμένους. Ἄλλως· Δεῖ πρῶτον
ποιῆσαι, εἶτα διδάξαι. Κόπος οὖν ἐστι, καὶ οὐχ ὁ τυ-
χὼν, ἀλλ' ἐπικίνδυνος, τὸ ἐκεῖνα διδάσκειν ἃ μὴ
πρότερος αὐτὸς κατώρθωσας. Διὰ τοῦτο καὶ ὁ τέ-
λειος τὸ τοῦ πράγματος ὑφορώμενος μέγεθος ἀναχαι-
τίζεται τοῦ λαλεῖν.
«Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ
οὐ πληρωθήσεται τὸ οὖς ἀπὸ ἀκροάσεως.» Κατὰ
μὲν τὴν φυσιολογίαν, οὔτε τὴν πᾶσαν αἰσθητὴν κτίσιν
δύναται περιλαβεῖν ὀφθαλμὸς, οὔτε τοὺς περὶ αὐτῆς
ἅπαντας λόγους ὑποδέξασθαι, ἐπεὶ μηδέ ἐστιν ἀνὴρ
ὁ λαλῶν καὶ διδάσκων. Ἄλλως· Εὐόλισθος ὢν ὁ ὀφ-
θαλμὸς ἀεὶ ἐπιθυμητικῶς καὶ ἀκορέστως ἔχει. Ἀλλὰ
488
καὶ οἱ τὴν ἀκοὴν κνηθόμενοι, πάντοτε μανθάνειν
θέλουσι καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἔρχε-
σθαι· διὸ καὶ οἱ λόγοι κοπιῶσιν ἐπὶ τῷ σώφρονας
ἐργάσασθαι τοὺς ὀφθαλμοὺς καὶ τὰς ἀκοὰς τῶν
μανθανόντων. Ἄλλως· Κυριώταται καὶ βασιλίδες
εἰσὶ τῶν αἰσθήσεων, καὶ λογικώτεραι, ἀκοὴ καὶ ὅρα-
σις· αὗται τὴν ἑαυτῶν ἐνέργειαν ἀναγκαῖαν οὖσαν
ἀκορέστως ἐκτελοῦσι. Γεῦσις δὲ, καὶ ὄσφρησις, καὶ
ἁφὴ ταχύτερον κάμνουσι, καὶ κόρον δέχονται.
«Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Καὶ
τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον.» Τῶν
κτισμάτων τὰ μέν εἰσι μονογενῆ, καὶ ἀδιάδοχα, οἷον
ἥλιος, καὶ σελήνη, καὶ τὰ τῷ αἰῶνι συμπαρεκτεινό-
μενα· τὰ δὲ τῇ διαδοχῇ σώζεται ὑπὸ τὸν ἥλιον ὅντα,
οἷον ζῶα καὶ φυτά· τὰ δὲ γενέσει καὶ φθορᾷ ὑπο-
κείμενα. Περὶ τῶν ἐκ διαδοχῆς οὖν σωζομένων ὁ λό-
γος· ἄνθρωπος γέγονε ἀπ' ἀρχῆς· ἐκείνου τελευτή-
σαντος ἄλλος γεννᾶται. Φυτὸν γέγονε, φυτὸν γεννᾶται.
«Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον· ὃς
λαλήσει καὶ ἐρεῖ, Ἴδε τοῦτο καινόν ἐστι· ἤδη γέγονεν
ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν.»
Ὁ αἰὼν ποτὲ μὲν ἀνθρώπινον βίον σημαίνει. κατὰ
τὸ εἰρημένον, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα,
ἀντὶ τοῦ δι' ὅλου μου τοῦ βίου. Καὶ πάλιν, Ἔσται
σοι δοῦλος εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ, ἄχρι τελευ-
τῆς· ποτὲ δὲ καὶ τὴν χρονικὴν παρέκτασιν τοῦδε
τοῦ παντὸς, τὴν ἀπὸ τῆς κτίσεως τοῦ κόσμου μέχρι
συντελείας. Εἴρηται μὲν οὖν ὅτι οὐδὲν καινὸν ἐν ταῖς
τῶν ἀνθρώπων, καὶ ζώων, καὶ φυτῶν διαδοχαῖς. Καὶ
ἄλλως δὲ, Οἱ ἐνάρετοι ἐν τῷδε τῷ βίῳ, ἐν τῷ μέλ-
λοντι αἰῶνι στεφανοῦνται· οἱ δὲ κακοὶ κολάζον-
ται.
«Τί οὖν τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον.»
Ἀντὶ τοῦ, Ἀρετήν τις μετῆλθε; ἆθλα ἀρετῆς ἀπο-
λήψεται· κακίαν τις μετῆλθε; κακίας ἀποτίσει δί-
κην. Τὰ οὖν ἐν τῷ μέλλοντι αἰῶνι γενησόμενα
ἐπίχειρα τυγχάνουσι τῶν ἐν τῷδε τῷ βίῳ προγεγο-
νότων.
«Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς
ἐσχάτοις γενησομένοις οὐκ ἔστιν αὐτοῖς μνήμη μετὰ
τῶν γενησομένων εἰς τὰ ἔσχατα.» Τὰ καθ' ἕκαστον
ὑπὸ τῶν ἀνθρώπων γενόμενα ἐν ὅλῳ τῷ παρελθόντι
βίῳ, ἄπειρα τυγχάνουσιν· καὶ οὐ δυνατὸν ἡμᾶς μνη-
μονεύειν. Ἀλλ' οὐδὲ τί πράξουσιν οἱ μεθ' ἡμᾶς,
ἴσμεν· οἷον, τί ἔπραξαν οἱ ἀπὸ κτίσεως πάντες ἄν-
θρωποι ἰδίᾳ ἕκαστος. Οὕτε γενόμενοι ἡμῖν, οὕτε
ἐπιστάμεθα· ἀλλ' οὐδὲ τῶν μεθ' ἡμᾶς πραξομένων
τὴν αἴσθησιν ἔχομεν. Τὰ μὲν γὰρ καθόλου ἴσως που
καὶ ἐννοεῖν· τὰ δὲ καθ' ἕκαστον, πάντως ἀδύνατον.
Οὐκ ἔστι οὖν μνήμη τοῖς πρώτοις, καὶ τοῖς ἐσχάτοις
γενησομένοις. Ἄλλως, Οἱ ἐν ἀρετῇ ζήσαντες, καὶ βα-
σιλείας οὐρανῶν ἀξιούμενοι, ὅταν ἐκεῖ γένωνται, οὐκ
489
ἐπαισθητικῶς μνήμην λαμβάνουσι τῶν ἐν τῷδε τῷ
βίῳ ἐπιπόνων· ἀλλ' οὐδὲ ἐπαισθάνονται αἰσθητικῶς
τῶν κολαζομένων τὴν κόλασιν· οὐκ ἔσται οὖν αὐτοῖς
μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην, τουτ-
έστι τῶν τότε κολαζομένων· οὐχ ὅτι λήθῃ κρατοῦν-
ται αἱ ψυχαὶ, ἀλλ' ὅτι παρούσης τῆς ἀπολαύσεως
ἀμνηστία γίνεται, κατὰ τὸ εἰρημένον, Ἐν ἡμέρᾳ
ἀγαθῶν ἀμνηστία κακῶν.
«Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλ
ἐν Ἱερουσαλήμ.» Ἐπειδὴ παραινεῖται αἰσθητῶν
καταφρονεῖν πραγμάτων, εὐπαράδεκτος δὲ σύμβου-
λος, ὃς κτησάμενος καὶ ὑπερφρονήσας, τέθεικε ἑαυ-
τοῦ τὸ ἀξίωμα, ἵνα μετὰ προσοχῆς τῶν λεγομένων
ἀκούωμεν.
«Καὶ ἔδωκα τὴν καρδίαν μου, τοῦ ἐκζητῆσαι, καὶ
τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν
γενομένων ὑπὸ τὸν ἥλιον.» Καὶ θεοδώρητον, φησὶν,
ἐσχηκὼς σοφίαν, ὅλον μου τὸν νοῦν εἰς τὴν ἐπίσκε-
ψιν δέδωκα τῶν ὑπὸ τὸν ἥλιον πραγμάτων. Καὶ ση-
μειοῦ ὅτι ὁ Ἐκκλησιαστὴς οὐ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀν-
έφικτα κατασκέπτεται, ἀλλὰ τὰ ὑπὸ τὸν ἥλιον. Οὐκ
ἀνθρωπίναις οὖν, φησὶν, ἐννοίαις περιεσκεψάμην,
ἀλλὰ τῇ δωρηθείσῃ μοὶ θεόθεν σοφίᾳ χρώμενος.
«Ὅτι περισπασμὸν πόνηρον ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς
τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ.» Υἱοὺς
ἀνθρώπων τοὺς περὶ τὰ μάταια κεχηνότας φησὶ,
κατὰ τὸ ἐν ψαλμῷ, Υἱοὶ ἀνθρώπων, ἕως πότε βα-
ρυκάρδιοι; [πόνηρον δὲ προπαροξυτόνως ἀνά-
γνωθι.] Ἐθεώρησα οὖν διὰ τῆς σοφίας, ὅτι ἐπίπο-
νον περισπασμὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀν-
θρώπων· τὸ γὰρ, ἵνα τις πλουτίσῃ, ἢ δόξαν κτήση-
ται διάκενον, ἢ γαστρὶ χαρίσηται, πάντα κάματον
ὑπομείνειν χρησίμως δέδοται τοῖς ἀνθρώποις. Εἰ γὰρ
ἵνα τὰ μάταια καὶ παρερχόμενα κτησώμεθα, πονοῦ-
μεν, ποῦ ἂν κακίας οὐκ ἠλαύνομεν, εἰ ἀκαμάτως
ταῦτα ἡμῖν προσεγίνετο; Χρησίμως οὗν δέδοται τοῖς
ἀνθρώποις ὁ ἐπίπονος περισπασμός. Εἰ δὲ καὶ ἀρετὴ
μετὰ πόνων κατορθοῦται, καὶ τοῦτο χρήσιμον. Εἰ
γὰρ δεῖ πονεῖν περί τε τὸ φαῦλον, καὶ τὸ ἀγαθόν·
ἐκδέχεται δὲ τὸ μὲν φαῦλον κόλασις, τὸ δὲ ἀγαθὸν
ἄῤῥητος ἀπόλαυσις· ἀσυγκρίτως προκριτέος ὁ περὶ
τὸ καλὸν πόνος. Ἄλλως τε, ὁ ἐνάρετος οὐδὲ πολλὰ
περισπᾶται, κατὰ τὸ εἰρημένον, Μάρθα, Μάρθα,
μεριμνᾷς, καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δέ
ἐστι χρεία, ἣ ἑνός· λέγει δὲ, τῶν ἐντολῶν, ἢ τῆς
πασῶν συνεκτικῆς ἀγάπης. Καθόλου τοίνυν χρησί-
μως δέδοται τοῖς ἀνθρώποις ὁ ἐπίπονος περισπασμός.
«Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα
ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ
προαίρεσις πνεύματος.» Ὅσα, φησὶν, ποιοῦσιν οἱ
ἄνθρωποι, οὐ τῶν ὑπὲρ τὸν ἥλιον χάριν, τουτέστι
τῶν οὐρανίων ἀγαθῶν ἕνεκα, ἀλλὰ τῶν ὑπὸ τὸν
492
ἥλιον, τῶν γηΐνων καὶ φθαρτῶν, πάντα εἶδον ὅτι εἰσὶ
ματαιότης· πρὸς γὰρ τῷ παρατρέχειν, καὶ τὴν μὲν
ταῦτα κόλασιν παρασκευάζουσι, διότι προαιρετι-
κῶς ταῦτα πράττουσι, καὶ οὐκ ἀναγκαστικῶς.
Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν καλεῖ, τὴν λογικὴν,
τὴν καὶ τῷ αὐτεξουσίῳ τετιμημένην.
«Διεστραμμένον οὐ δυνήσεταί που κοσμηθῆναι,
καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι.» Εἰ
μὲν ἐκ προσώπου τοῦ σοφοῦ ὁ λόγος, οὕτω νοήσεις·
Ὁ διεστραμμένος καὶ εἰς κακίαν πεσὼν, ἐν ὅσῳ ἐστὶ
ἐν τῇ κακίᾳ, ἀρετὴν ἀναλαβεῖν οὐ δύναται· εἰ δὲ
ταύτης ἀποστῇ, τότε λαμβάνει τὴν ἀρετὴν, κατὰ τὸ,
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἀλλ'
οὐδὲ ὁ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ ὑστερούμενος, ἕως
ἐστὶ ἐν τῷ ὑστερήματι, καὶ οὐ μετανοεῖ, δύναται ἐν
τοῖς θεοσεβέσιν ἀριθμεῖσθαι. Ἄλλως· Γεγόνασί τινες
οἳ αὐτομάτως τὸν κόσμον ἔφασαν γενέσθαι, καὶ ἀτε-
λῆ τυγχάνειν· πρὸς οὓς ἐρεῖ ὁ σοφὸς, Τί ὁρᾶται
ἀτελὲς ἐν τῷ κόσμῳ, ἢ διεστραμμένον, ἵνα καὶ
ἐπικοσμηθῇ; Τί δὲ ὑστερεῖ τοῦ παντὸς, ἵνα καὶ
προστεθῇ καὶ ἐπαριθμηθῇ; εἰ δὲ ἐκ προσώπου τῶν
τὰς φύσεις ἡγουμένων ὁ λόγος, τῶν λεγόντων ὅτι
εἰσί τινες φύσει κακοὶ, μὴ δυνάμενοι ἐπικοσμηθῆναι·
ἐλέγχομεν αὐτῶν διὰ πλειόνων τὸν λόγον. Οὐδεὶς γὰρ
φύσει κακός. Διὸ καὶ Ματθαῖος ἐκ τελώνου εἰς εὐαγ-
γελιστὴν ἐκλήθη. Ἀλλὰ καὶ τὰ δοκοῦντα ἐν κόσμω
εἶναι κακὰ, οἷον ὄφεις, καὶ λέοντες, καὶ τὰ παρα-
πλήσια, εἰς σωτηριώδη φάρμακα τοῖς ἀνθρώποις
χρησιμεύουσι· καὶ εἰς τὸ ἐντρέπεσθαι τὸν ἄνθρωπον
τῇ αὐτῶν παραθέσει, ὅταν ἀκούῃ, Ἴθι πρὸς τὸν
μύρμηκα, ὦ ὀκνηρέ· καὶ αἰσχύνεσθαι, ὅταν αὐτοῖς
παραβάλληται, ἀκούων, Παρασυνεβλήθη τοῖς κτή-
νεσιν τοῖς ἀνοήτοις. Οὐδὲν οὖν ἐν κόσμῳ κακὸν, ἀλ-
λὰ πάντα λυσιτελῆ καὶ χρήσιμα. Εἶδεν γὰρ, φησὶν,
ὁ Θεὸς, πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ
λίαν. Μὴ λέγετε οὖν, ὧ οὗτοι, ὅτι διεστραμμένον οὐ
δυνήσεται τοῦ κοσμηθῆναι, καὶ ὑστέρημα τοῦ ἀρι-
θμηθῆναι.
«Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου, τῷ λέγειν· Ἰδοὺ
ἐγὼ ἐμεγαλύνθην, καὶ προστέθηκα σοφίαν ἐπὶ πᾶ-
σιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καὶ
καρδία μου εἶδε πολλὴν σοφίαν, καὶ γνῶσιν, παρα-
βολὰς καὶ ἐπιστήμας. Ἔγνων ἐγὼ ὅτι καί γε τοῦτο
προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος
γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλ-
γημα.» Λαλεῖ τις ἐν καρδίᾳ ἑαυτοῦ, ὅτε τῷ νῷ πρὸς
τὴν νόησιν χρώμενος, ἑαυτῷ διαλέγεται. Ἐλογισά-
μην οὖν, φησὶν, ὅτι σοφίαν προσέθηκα ὑπὲρ τοὺς
ἔμπροσθέν μου. Τὸ δὲ, προσέθηκα κατὰ προκοπὴν
δείκνυσιν ἐν ἑαυτῷ τὴν σοφίαν ἐπαύξεσθαι. Σοφία
δέ ἐστι γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων,
καὶ τῶν τούτων αἰτιῶν· γνῶσις δέ ἐστι θεωρία τῆς
φύσεως τῶν ὄντων. Καὶ οἱ μὲν ἔχοντες γνῶσιν, ἑαυ-
493
τοὺς παιδεύουσι, τῆς ἀγνοίας ἐλευθερωθέντες· οἱ δὲ
λαβόντες τὸν λόγον σοφίας, λόγους ἀληθείας καὶ ἑτέ-
ρους διδάσκουσι. Τὴν δὲ σοφίαν καὶ τὴν γνῶσιν οὐκ
ἔτι εἶπε ματαιότητα, ἀλλὰ προαίρεσιν πνεύματος,
διδάσκων ὅτι οὐ κατά τινα εἱμαρμένην οἱ σοφοὶ γί-
νονται σοφοὶ, ἀλλὰ σοφίαν ἐπιθυμήσαντες, καὶ πο-
νήσαντες, καὶ αἰτήσαντες παρὰ Θεοῦ, καὶ λαβόντες.
Ἐὰν δέ τις, φησὶ, πλείονος γνώσεως ἐρᾷ, προστιθέτω
καὶ τοὺς κατὰ ἀρετὴν πόνους. Ἢ καὶ οὕτως, ὁ ἐν
γνώσει ἁμαρτάνων, μειζόνως κολάζεται· διὸ ὁ προσ-
τιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. Ὡς περιλη-
πτικωτέρας δὲ οὔσης τῆς σοφίας τῆς γνώσεως, εἷπε
ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως.
{ΚΕΦΑΛ. Βʹ.}
«Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, Δεῦρο δὴ, πειράσω
σὲ ἐν εὐφροσύνῃ, καὶ ἐν ἀγαθοῖς· καὶ ἰδοὺ καί γε
τοῦτο ματαιότης. Τῷ γέλωτι εἶπον περιφορὰν, καὶ
τῇ εὐφροσύνῃ, Τί τοῦτο ποιεῖς;» Τὴν κοσμικὴν,
φησὶ, χαρὰν ἀναλογιζόμενος κατεσκεψάμην, εἰ ἀγα-
θόν τι ἔχει· καὶ εἶδον ὅτι καὶ αὐτὸ τὸ χαίρειν διὰ
πλούτου, τυχὸν περιουσίαν, ἢ δόξαν, ἤ τι τῶν ἐν τῷ
κόσμῳ, ματαιότης ἐστί· ἀμέλει, εἶπον τῇ τοιαύτῃ
χαρᾷ (γέλωτα γὰρ τὴν χαράν φησι) καὶ τῇ τοιαύτῃ
εὐφροσύνῃ, Περιφέρου, καὶ ἀπόστα ἀπ' ἐμοῦ, τί
τοῦτο ποιεῖς; ἀντὶ τοῦ, Τί παρασκευάζεις με ἐπὶ
τοῖς τοιούτοις χαίρειν; Καὶ γὰρ ματαιότης ἐστὶ,
καὶ οὐδὲν ἕτερον ἡ διὰ τῶν τοιούτων ἐγγινομένη
ἡδονή.
«Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς
οἶνον τὴν σάρκα μου.» Τὸ πόμα ὑπὸ τοῦ πίνοντος
καταποθὲν ἀφανές. Ἐλογισάμην οὖν, φησὶν, εἰ ἐν
ταῖς ἀνθρωπίναις εὐημερίαις καὶ ἀπολαύσεσι δύνα-
ται ὁ νοῦς οὕτως ἀνδρεῖος εἶναι, ὡς ἐξαφανίζειν οἷά
τινα οἶνον καταποθέντα, τὴν σαρκικὴν ἐπιθυμίαν.
«Καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ
κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγα-
θὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν
ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.» Ὁ Σολομὼν
σοφίαν δεξάμενος παρὰ Θεοῦ, καὶ χύσιν καρδίας,
ὡς τὴν ψάμμον τῆς θαλάσσης, ὀξυδερκέστατος γέγονε
τὴν διάνοιαν· ἠδύνατο μὲν γὰρ θείων ἅπτεσθαι λό-
γων, καὶ μεγάλα λαλεῖν μυστήρια, ὅπερ δὴ καὶ
ποιῶν φαίνεται. Ἠδύνατο δὲ καὶ τῇ τῆς νοήσεως
ὀξύτητι, περὶ πάντα ἃ ἐβούλετο, δεξιῶς τῇ νοήσει
χρήσασθαι· ὥσπερ γάρ τις ὡραίους ἔχων ὀφθαλμοὺς
τῇ αὐτῇ τῶν ὀφθαλμῶν ἐνεργείᾳ, ποτὲ μὲν εἰς δέον
κέχρηται, ποτὲ δὲ ἀκολάστως ὁρᾷ, οὐ τῆς ἐνεργείας
τῶν ὀφθαλμῶν αἰτίας οὔσης, ἀλλὰ τῆς κατὰ ψυχὴν
διαθέσεως· οὕτω καὶ ὁ λαμπρυνθεὶς ὑπὸ Θεοῦ τὴν
διάνοιαν, εἰ μὲν εἰς δέον χρήσοιτο τῷ δώρῳ, θεῖα
πράγματα περιαθρεῖ· εἰ δὲ καθελκυσθῇ περὶ τὰ
γήϊνα, ἀμαυροῖ περὶ τὴν δωρεάν· πλὴν εὐφυῶς καὶ
περὶ ταῦτα ἐπιβάλλεται. Οὐ γὰρ ἡ ὀξύτης τοῦ νοῦ,
ἀλλ' ἡ διάθεσις τῆς ψυχῆς, ἡ καὶ ἐπαινετῶς ἢ ψεκτῶς
κεχρημένη τῷ δώρῳ, ἐπαινεῖται ἢ ψέγεται. Δέδωκα
496
οὖν, ἔφη, τὴν καρδίαν μου, τουτέστι τὸν νοῦν μου,
καὶ ἐλογισάμην ποῖον ἄρα εἴη τὸ ἐν ἀνθρώποις ἀγα-
θὸν, καὶ τί ποιοῦντες οἱ ἐν κόσμῳ, δύνανται δι' ὅλης
τῆς ἑαυτῶν ζωῆς ἐν ἡδονῇ εἶναι, καὶ εὐφροσύνῃ.
Οἷα τοίνυν ἀνθρώπινα λογισάμενος, καὶ ψυχικῇ τινι
τῇ σοφίᾳ χρώμενος, ἐπιδέδωκε ἑαυτὸν εἰς τὸ ποιῆσαι
ἃ ἑξῆς καταλέγει.
.................
.................
Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ Θεοῦ ποίημα,
ἀλλὰ τὸ ἐμαυτοῦ. Οὐδεὶς γὰρ τοῖς θείοις ποιήμασι
προσθεῖναί τι δύναται. Ὠ|κοδόμηκά μοι οἴκους,
Ἰδίωμα εὑρὼν ἐν διαλέκτῳ, τὸ Ὠ|κοδόμηκά μοι,
καὶ τὸ Ἐποίησά μοι, κέχρηται αὐτῷ ἐν τῇ τῆς λέ-
ξεως ἀπαγγελίᾳ. Ἐφύτευσά μοι ἀμπελῶνας.
Ἐξουσίᾳ βασιλικῇ χρώμενος, καὶ πλούτου περιου-
σίᾳ, διὰ παντὸς εἴδους κτημάτων ἤρχετο. Ἐποίησά
μοι κήπους καὶ παραδείσους. Κῆπος κυρίως ὁ λά-
χανα φέρων λέγεται· παράδεισος δὲ, ὁ δένδροις δια-
φόροις καταπεφυτευμένος. Διό φησιν, Καὶ ἐφύ-
τευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. Ἐποίησά μοι
κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν
δρυμὸν βλαστῶντα ξύλα. Φιλοτίμως τοὺς παρα-
δείσους ἀπεργαζόμενος, τὰ ὑψίκομα φυτὰ, ἅπερ ἡ
γῆ τοῖς ὄρεσιν αὐτομάτως τρέφει, οἷον ἐλάτας, ἡ
ἰτέας, ἢ δρῦς, ἢ πεύκας, ταῦτα τοῖς παραδείσοις
περιεφύτευε. Διὸ καὶ δρυμοῦ μέμνηται χειροποιήτου,
ἐφ' ᾧ καὶ πλείστων ὑδάτων ἐδεῖτο
«Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκο-
γενεῖς ἐγένοντό μοι.» Ὡς γὰρ οὐκ ἀρκούντων τῶν
οἰκογενῶν εἰς τὴν τῶν κτισμάτων αὐτοῦ ὑπηρεσίαν,
ἀναγκαίως καὶ ἀργυρωνήτους οἰκέτας ἐκτήσατο.
«Καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό
μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν
μου ἐν Ἱερουσαλήμ.» Ὑπερηκόντισα, φησὶ, πάντας
τοὺς πρὸ ἐμοῦ βασιλεῖς ἐν ποιμνίοις καὶ βουκολίοις,
ἢ καὶ ἐν πᾶσι τοῖς προειρημένοις· ἑκάτερος γὰρ
δύναται νοεῖσθαι.
«Συνήγαγόν μοι καί γε ἀργύριον, καί γε χρυ-
σίον.» Ὡς πολλῶν κτῆσιν μὲν ἐχόντων, ἀπόθετα
δὲ οὐκ ἐχόντων χρήματα, προστέθηκεν καὶ τὴν
τούτων εὐπορίαν.
«Καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν.»
Ἀλλὰ καὶ βασιλεῖς, φησὶν, ὑποφόρους ἔσχον, καὶ
χώρας γεννήματα ποιούσας· αἱ γὰρ χῶραι ἐν τῇ
Γραφῇ, αἱ καρποφόροι ὠνομάσθησαν, κατὰ τὸ ἐν
Εὐαγγελίοις· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ
ἴδετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν.
Καὶ ἐντεῦθεν οὖν, φησὶ, πολλὴν ἔσχον τὴν εὐπορίαν.
«Ἐποίησά μοι ᾄδοντας, καὶ ᾀδούσας, ἐν τρυφή-
ματι υἱοῦ τοῦ ἀνθρώπου.» Ἀλλ' οὐδὲ τοῦ θέλγειν,
497
φησὶ, διὰ τῶν ᾀσμάτων τὴν ἀκοὴν ἠμέλησα· ἐντρυ-
φῶσι γὰρ καὶ διὰ τούτων οὐχ υἱοὶ τοῦ Θεοῦ, ἀλλ' υἱοὶ
τοῦ ἀνθρώπου.
Οἰνοχόους, καὶ οἰνοχόας.« Ἢ ἵνα διὰ τῆς τῶν προ-
πινόντων ἐξαλλαγῆς τὴν ὄρεξιν ὑπερερεθίσῃ, ἢ καὶ
ὡς σφόδρα ἁβρὸς, καὶ φιλογύνου διαγράφων πρόσ-
ωπον.
»Καὶ ἐμεγαλύνθην, καὶ προστέθηκα παρὰ πάντας
οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε
σοφία ἐστάθη μοι.« Οὕτως δὲ, φησὶν, ὑψωθεὶς, οὐδὲ
περὶ ὧν ἐβουλευσάμην, καὶ ἐσοφισάμην, ἠστόχησα.
»Καὶ πᾶν ὃ ᾔτησαν ὀφθαλμοί μου, οὐκ ἀφεῖλον
ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ
πάσης εὐφροσύνης.« Ὥστε, φησὶν, πᾶσαν τῶν
ὁφθαλμῶν τὴν ἐπιθυμίαν, καὶ τῆς ψυχῆς τὴν ὄρεξιν
τὴν περὶ τὴν ἡδονὴν, ἣν δὴ καὶ εὐφροσύνην καλεῖ,
εἰς πέρας ἤγαγον.
»Ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ
μου.« Παρὰ τῶν προειρημένων, φησὶ, μόχθων ταύ-
την εὕρισκον μερίδα καὶ κλῆρον, τὸ τῆς ἐξ αὐτῶν
ἐπιτυγχάνειν ἀπολαύσεως.
»Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου,
οἷς ἐποίησαν αἱ χεῖρές μου· καὶ ἐν μόχθῳ ᾧ ἐμό-
χθησα τοῦ ποιεῖν· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ
προαίρεσις πνεύματος.« Ταῦτα, φησὶ, πάντα κατα-
πραξάμενος διὰ τῶν δραστικῶν μου καὶ ποιητικῶν
δυνάμεων, εὗρον ὅτι πάντα ἀνθρώπινα ἐπιτηδεύματα
ματαιότης εἰσὶ, καὶ οὐδὲν περισσόν ἐστι τοῖς περὶ
τὰ βλεπόμενα καὶ ὑπὸ τὸν ἥλιον ὄντα ἐνταλαιπω-
ροῦσι, διὰ τὸ πάντας τὸν κοινὸν ὑφίστασθαι θάνατον,
πλουσίους τε ἅμα καὶ πένητας. Οἱ γὰρ διὰ τὰ ὑπὲρ
τὸν ἥλιον πονοῦντες, καὶ ὑπερπηδήσαντες τὰ ὁρώμενα,
ἔχουσί τι περισσὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν,
φήσαντος· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ πε-
ρισσὸν ἔχωσιν· οἷον δὴ τοῦτο, ἐκτὸς γενέσθαι κολά-
σεως, καὶ ἐν ἀπολαύσει τῶν ἐπηγγελμένων ἀγαθῶν.
Σημείωσαι δὲ πάλιν, ὅτι τὸ σπουδάζειν περὶ τὰ μά-
ταια, καὶ ἡδοναῖς σχολάζειν, οὐ φορᾶς ἀλόγου τύχης,
οὐδὲ εἱμαρμένης ἀνάγκη, ἀλλὰ τῆς ἡμῶν προαιρέ-
σεως, καὶ τοῦ ἐν ἡμῖν αὐτεξουσίου κινήματα τυγχά-
νουσι.
»Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν, καὶ περι-
φορὰν, καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος, ὃς ἐπ-
ελεύσεται ὀπίσω τῆς βουλῆς, ὅσα ἐποίησεν αὕτη;«
Γυμνώσας τὸ τοῦ πολυκτήμονος καὶ περὶ τὰ γήϊνα
στρεφομένου πρόσωπον, ἐπιστρέφει ἐπὶ τὴν σοφίαν,
καὶ δοκιμάζει παράλληλα θεὶς τήν τε σοφίαν καὶ
τὴν ἀφροσύνην, ἣν δὴ καὶ περιφορὰν καλεῖ, ἢ διὰ
τὸ συμπεριφέρεσθαι παντὶ ἀνέμῳ· ἢ παραφοράν
τινα οὖσαν, τουτέστι μανίαν. Καί φησιν, Ζητήσωμεν
εἰ ὅλως δύναται ὁ αἱρούμενος τὴν ἀφροσύνην, πλη-
ρῶσαι τὰ θελήματα ἑαυτοῦ· τοῦτο γὰρ σημαίνει τὸ,
ἐπελεύσεται ὀπίσω τῆς βουλῆς. Εἶτα εὑρίσκει ὅτι
σπανίως τις ἐπιτυγχάνει τούτου. Διὸ τέθηκε τὸ, Τίς
500
σπάνιος. Οὕτε γὰρ ὁ θέλων πλουτῆσαι, πάντως
πλουτεῖ· οὔτε ὁ δόξης ἐρῶν, πάντως ἐπιτυγχάνει·
καὶ ἐπὶ τῶν ἄλλων ὀμοίως· ὁ δὲ τῆς σοφίας ἐρῶν
ὁδηγούμενος ὑπὸ Θεοῦ, πάντως ἐπελεύσεται ὀπίσω
τῆς βουλῆς, τουτέστι, εὑρίσκει τὸ σπουδαζόμενον.
Ἄλλως· Ἐκπληττόμενος, φησὶν, ὅτι Τίς ἄρα ἐστὶν
ὁ δυνάμενος ὑποστρέφειν ἀεὶ ἐκ τῶν ἰδίων θελημά-
των, καὶ ἐπισκέπτεσθαι τὴν τῆς προθέσεως ὁρμὴν,
ἵνα δυνηθῇ διακρῖναι εἰ ἐν σοφίᾳ πράττει, ἢ ἀφρο-
σύνῃ; Ἄλλως, Ἔξω γεγονὼς, φησὶ, τῶν σωμάτων,
καὶ θεωρήσας διὰ τῆς σοφίας, ὅτι μετὰ τὴν τοῦ
βίου τελευτὴν οὐδεὶς δύναται ὑποστρέφειν ἐν τῷδε
τῷ βίῳ, καὶ πάλιν ἐν ἀπολαύσει γίνεσθαι, ὧν κατὰ
πρόθεσιν ἐν αὐτῷ εἰργάσατο (τὸ γὰρ, τίς, πολλάκις
ἀντὶ τοῦ, οὐδεὶς, κεῖται), προέκρινα τὴν σοφίαν τῆς
ἀφροσύνης.
»Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἑστὶ τῇ σοφίᾳ
ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ
τὸ σκότος.« Τὸ σκότος κατὰ στέρησιν γίνεται τοῦ
φωτός· ὥστε τὸ μὲν ἐν ὑπάρξει εἶναι τὸ φῶς, τὸ
δὲ ἀνύπαρκτον τὸ σκότος. Οὕτως οὖν, φησὶν, ἐστὶ
καὶ ἐπὶ τῆς σοφίας, καὶ ἐπὶ τῆς ἀφροσύνης· τὰ μὲν
γὰρ τῆς ἀφροσύνης ἔργα παρέρχονται, κόλασιν διη-
νεκῆ προξενήσαντα τοῖς αὐτὰ μετελθοῦσι· τὰ δὲ
τῆς σοφίας μένει διηνεκῆ, τοὺς τῆς σοφίας ἐραστὰς
ἀϊδίως εὐφραίνοντα. Τὸ δὲ, περισσεία ἐστὶ τῇ σο-
φίᾳ ὑπὲρ τὴν ἀφροσύνην, οὐ συγκριτικῶς κεῖται·
τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ, ὡς τὸ φῶς καὶ τὸ σκό-
τος, καὶ ἡ σοφία καὶ ἡ ἀφροσύνη, οὐ συγκρίνονται.
Οὐδὲ γὰρ τῶν κακῶν εὐφροσύνη, ἀλλὰ τῇ αἱρέσει
τοῦ αἱρουμένου, τὸ περιττὸν συνῆψε, ἀντὶ τοῦ, μᾶλ-
λον, καὶ ἀσυγκρίτως καλῶς ποιεῖ ὁ τὴν σοφίαν προ-
κρίνων τῆς ἀφροσύνης.
»Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· καὶ ὁ
ἄφρων ἐν σκότει πορεύεται.« Ἡ κεφαλὴ ἐξοχὴ
τυγχάνει, καὶ τὸ ἀνώτερον παντὸς τοῦ σώματος· οἱ
δὲ πόδες κατώτατοί εἰσιν, καὶ τῆς γῆς προσάπτον-
ται. Ὅταν τοίνυν ὁ ἡγεμὼν νοῦς κεκαθαρμένος ᾖ,
τὰ ἄνω σκοπεῖ, καὶ οὐ τὰ ἐπὶ τῆς γῆς, ἐν τῇ κεφαλῇ
τοὺς ὀφθαλμοὺς ἔχων· ὅταν δὲ περὶ τὰ γήϊνα ὁ λο-
γισμὸς στρέφηται, ἐν τοῖς ποσὶν ἔχει καὶ τοὺς ὀφθαλ-
μοὺς, περὶ τὴν γῆν ἰλυσπώμενος. Ἄλλως· Κεφαλὴ
τῆς Ἐκκλησίας ὁ Χριστός· πρὸς ἣν εἰ ὁ σοφὸς
ἀτενίζει, περιπατῶν καθὼς κἀκεῖνος περιεπάτησε,
ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχει· ὁ δὲ ἄφρων ἐν
σκότει πορεύεται, κάτω νεύων ἀεὶ, καὶ ἐσκοτισμένον
ἔχων τὸ ἡγεμονικόν.
»Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναν-
τήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ
μου, Ὡς συνάντημα τοῦ ἄφρονος καί γε συναντήσε-
ταί μοι· καὶ ἵνα τί ἐσοφισάμην;« Πάντα καθ' ἑαυ-
τὸν γυμνάζων ὁ σοφὸς, τὴν τῶν ἐναντίων ἀντίθεσιν
ἐξ οἰκείου λέγει προσώπου. Εὑρὼν τοίνυν διάφορα
501
κοινὰ τυγχάνοντα, ἃ δὴ καὶ συναντήματα καλεῖ,
οἷον τὸ νοσεῖν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ πένε-
σθαι, καὶ ἐξαιρέτως τὸν ἐπὶ πάντων θάνατον, τοῦ
ἀντιδίκου τὸ πρόσωπον ὑποδὺς, φησί· Εἰ ταῦτα
κοινὰ τοῖς τε σοφοῖς καὶ ἄφροσι, τίς ἡ χρεία τοὺς
τῆς ἀρετῆς μετιέναι πόνους, καὶ γίνεσθαι σοφόν;
Εἶτα ἀπελέγχων τὸν λόγον, καὶ δεικνὺς τὸ τῆς σοφίας
κέρδος, ἐπάγει, καί φησι·
»Καὶ ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου,
διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε
τοῦτο ματαιότης.« Τεθεικὼς τοῦ ἄφρονος τὴν ἀντί-
θεσιν ὡς ἐξ οἰκείου προσώπου, ἐξ ἑαυτοῦ πάλιν
ἐπιλύει, καί φησι, Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν
καρδίᾳ μου· ἀντὶ τοῦ, Ἔγνων ὅτι ματαία καὶ πε-
ριττὴ ἡ τοιαύτη ἔννοια, καὶ ἄφρονος λογισμοῦ τὸ
τοιαῦτα φθέγγεσθαι. Ὁ γὰρ ἄφρων ἐκζέσας καὶ ὑπο-
θερμήνας τὴν διάνοιαν, διὰ στόματος τοὺς τῆς ἀφρο-
σύνης ἐκφέρει λόγους· διότι ἄφρων ἐκ περισσεύμα-
τος λαλεῖ, τουτέστιν, ἐκ τῆς πλεοναζούσης ἐν αὐτῷ
ἀνοίας. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, ἀπελέγχων τοῦ
ἄφρονος τὴν ἀντίθεσιν· καί φησι·
»Ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρο-
νος εἰς τὸν αἰῶνα.« Εἰ γὰρ καὶ τὰ ἐν τῷδε, φησὶ
τῷ βίῳ διάφορα, κοινὰ τυγχάνουσι σοφῶν καὶ ἀφρό-
νων· ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ὁ μὲν σοφὸς ἀείμνη-
στον ἔχει καὶ ἀτελεύτητον τὴν ἀπόλαυσιν· τοῦ δὲ
ἄφρονος καὶ ἡ μνήμη ἐξαλείφεται, κατὰ τὸ ἐν Ψαλ-
μοῖς εἰρημένον· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν
μετ' ἤχου· ἀντὶ τοῦ, Οὐδὲ μνήμης ἄξιοι παρὰ Θεῷ
τυγχάνουσι.
»Καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐπερχομέναις τὰ
πάντα ἐπελήσθη.« Ἐν τῷ αἰῶνι, φησὶ, τῷ ἐπερχομένῳ,
πάντα τὰ ἐν τῷδε τῷ βίῳ συναντήματα, εἴτε νόσος,
εἴτε ὑγεία, εἴτε πλοῦτος, εἴτε πενία, εἰς λήθην ἔρ-
χονται. Εἶτα τὸ συμπέρασμα τῆς λύσεως ἐπάγων,
φησί·
»Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρο-
νος;« Πῶς οὖν, φησὶν, ἐρεῖτε, ὦ ἄφρονες, ὅτι διὰ
τὴν κοινὴν πάντων ἀνθρώπων τελευτὴν, οὐδὲ πλέον
ἔχει ὁ σοφὸς τοῦ ἀνοήτου; ὅπου γε τοῦ μὲν σοφοῦ ἡ
μνήμη διηνεκὴς παρὰ τῷ Θεῷ, τοῦ δὲ ἄφρονος οὐκέ-
τι; Εἰ γὰρ καὶ τὰ ἐν τῷδε τῷ βίῳ συμπτώματα
κοινὰ, ἀλλ' ἐν τῷ μέλλοντι τὸ ἑκάστου ἔργον ἐπακο-
λουθήσει.
»Καὶ ἐμίσησα ἐγὼ τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ' ἐμὲ
τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα
ματαιότης, καὶ προαίρεσις πνεύματος.« Διὰ τοῦτό
φησιν ὁ Σοφὸς, Ἐμίσησα τὴν ἐπίμοχθον ζωὴν, καὶ
τὸν ἐμὸν πόνον, ὃν μοχθῶ διὰ τὰ ὑπὸ τὸν ἥλιον· πο-
νηρὸν γὰρ ποίημά φησι τὴν ἐπίπονον καὶ μοχθηρὰν
τῶν ἁμαρτωλῶν ζωήν. Ἐνταῦθα δὲ καὶ ὁ Σοφὸς μι-
σεῖ τὴν ἐπίκηρον ζωὴν, καὶ τὴν ἀεὶ μένουσαν ἐπι-
ζητεῖ· καὶ τὸ τοῦ ἄφρονος ὑποδὺς πρόσωπον, ἔφη,
ὅτι Πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα, τὸ πεποιημένον ὑπὸ
τὸν ἥλιον· οὐ γὰρ ὁ σοφὸς ἀνέχεται μοχθεῖν διὰ τὰ ὑπὸ
τὸν ἥλιον. Εἰ γὰρ καὶ διὰ τὴν βιοποριστικὴν χρείαν
504
κάμνει, ἀλλ' οὐ προηγουμένως τὴν πᾶσαν σπουδὴν
περὶ τὰ ὁρώμενα καταναλίσκει, ἀλλ' ὅσα διὰ τὴν
ἀναγκαίαν τροφὴν κάμνει· τὴν δὲ ὅλην σπουδὴν εἰς
ἀρετὴν καταδαπανᾷ, τῶν οὐ μενόντων καὶ προσκαί-
ρων καταφρονῶν· τῶν δὲ αἰωνίων καὶ μὴ φαινομένων
ἀντιποιούμενος.
»Καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν
ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφιῶ αὐτὸν τῷ ἀν-
θρώπῳ τῷ γινομένῳ μετ' ἐμέ. Καὶ τίς οἶδ' εἰ σοφὸς
ἔσται, ἢ ἄφρων; καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ
μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν
ἥλιον; καί γε τοῦτο ματαιότης.« Μισήσας ὁ Σοφὸς
τὴν τῶν κτημάτων καὶ χρημάτων ἐπίμοχθον συλλο-
γὴν, καὶ τὸν ἐπὶ ταύτῃ καταβαλλόμενον πόνον μετὰ
ἀποδείξεως τοῦ μίσους τὸ εὔλογόν φησι· πρῶτον
μὲν, ὅτι οὐ διηνεκής ἐστι τῷ ἔχοντι ἡ κτῆσις· ἀλλ'
αὐτὸς μὲν ἔξεισι τοῦ βίου μηδὲν ἐπαγόμενος· τὰ δὲ
μετὰ πόνου αὐτῷ κτηθέντα ἕτερος διαδέχεται. Δεύ-
τερον, ὅτι οὔτε οἶδε τίς ὁ διαδεχόμενος· ἐν ἀσωτίᾳ
ζῶν, ἢ ἐν φρονήσει, τὸν πλοῦτον διοικῶν. Τρίτον,
ὅτι εἰ καὶ δῶμεν φρόνιμον εἶναι τὸν τὴν οὐσίαν παρα-
λαμβάνοντα, ἄδηλον εἰ κύριος ἔσται ταύτης, τῶν
χρημάτων ἀεὶ ἄλλοτε εἰς ἄλλους μεταπιπτόντων,
κατὰ πολλὰς καὶ διαφόρους αἰτίας. Εἰ δὲ καὶ δῶμεν,
φησὶν, ὅτι καὶ φρόνιμός τις ἔσται ὁ κληρονόμος, καὶ
ἐγκρατὴς τῆς οὐσίας γενήσεται, ἀλλὰ καί γε τοῦτο
ματαιότης. Τὸ δὲ διὰ τί, ἡμῖν ἀφῆκε σκοπεῖν, ὅτι
ἄμεινον ἡμᾶς αὐτοὺς διαθέντας τὸν πλοῦτον, καὶ εἰς
τὴν τῶν δεομένων καὶ πενήτων δαπανήσαντας χρείαν,
θησαυρὸν ἔχειν ἐν οὐρανοῖς ἀνελλιπῆ, ἢ εἰς ἑτέρους
τὰ χρήματα παραπέμψαι, ὁποῖοί ποτε τυγχάνουσιν
ὄντες.
»Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ
μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον.«
Καταγνοὺς τῶν προειρημένων ὁ σοφὸς, ἐπὶ τὸν εὐαγ-
γελικὸν τρέχει βίον, μονονουχὶ καὶ αὐτὸ κατὰ τὸν
Πέτρον λέγων τῷ Σωτῆρι· Ἰδοὺ ἀφήκαμεν πάντα,
καὶ ἠκολουθήσαμέν σοι. Εἶτα τὴν προειρημένην
αἰτίαν ἀναλαμβάνει, τοῦ μίσους τοῦ πρὸς τὰ πρόσ-
καιρα. Καί φησιν·
»Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ,
καὶ ἐν γνώσει, καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ
ἐμόχθησεν ἐν αὐτῷ, δώσει μερίδα αὐτοῦ· καί γε
τοῦτο ματαιότης, καὶ πονηρία μεγάλη.« Τί γὰρ,
φησὶν, ὄφελος ἀνθρώπῳ ἐν ἀνθρωπίνῃ σοφίᾳ, καὶ
φρονήσει, καὶ ἀνδρείᾳ μοχθοῦντι, καὶ πονηρευομένῳ,
τοῦτ' ἔστι οὐ μεταδιδόντι, ἀλλ' ἀεὶ τοῖς οὖσι προσ-
τιθέντι, ὁπόταν ἅλλος μήτε καμὼν, μήτε μοχθή-
σας, τὸν αὐτοῦ διαδέχεται πλοῦτον; ἔστι δὲ καὶ οὕ-
τως νοῆσαι· Ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι
τῇ καρδίᾳ μου, ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα
ὑπὸ τὸν ἥλιον, ἐννοήσας ὅτι ἕτερος ἐμὸν πλοῦτον δια-
505
δέξεται, ἐγὼ δὲ τὴν φροντίδα ὑφέξω. Διὰ μέσου δὲ
παρενθεὶς τὸ, Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος
αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν συνέσει, καὶ ἐν ἀνδρείᾳ,
τοῦτο διδάσκει· κατεφρόνησα τοῦ περὶ τὰ μάταια
μόχθου, φησὶ, λογισάμενος ὅτι ἐστὶ ἕτερος μόχθος
ἐπαινούμενος, τὸν ἐξ ἀρετῆς, καὶ ἀεὶ μένοντα συλλέ-
γων πλοῦτον. Ἔστι δὲ οὗτος ὁ μόχθος, ὃν μοχθεῖ
ἄνθρωπος, ἵνα κτήσηται σοφίαν, καὶ γνῶσιν, καὶ ἀν-
δρείαν. Τοῦτον οὖν ἐκείνου προκρίνας τὸν μόχθον,
ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ ἐν παντὶ
μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, τουτέστι περὶ τὰ
μάταια.
»Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐ-
τοῦ, καὶ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ
ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημά-
των καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ
οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιό-
της ἐστί.« Γίνεται, φησὶ, τῷ ἀνθρώπῳ ὁ μόχθος ὃν
μοχθεῖ προαιρετικῶς, ἢ καλὸς, ἢ κακός. Εἰ μὲν γὰρ
περὶ τὰς ἀρετὰς ὁ μόχθος καταβάλλεται, ἐπαινετός·
τοῦ δὲ μὴ διὰ τὸ καλὸν μοχθοῦντος πᾶσαι αἱ ἡμέραι
ὀδυνῶν, καὶ θυμοῦ, καὶ περισπασμοῦ, καὶ ἀγρυπνίας
εἰσὶ μεσταί. Ταῦτα γὰρ ἃ πάντα παρέπεται τοῖς
περὶ τὴν κενοσπουδίαν τοῦδε τοῦ βίου περισπωμένοις·
διὸ καί γε τοῦτο ματαιότης ἐστί.
»Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ εἰ μὴ ὃ φάγεται
καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν
μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς
Θεοῦ ἐστι, ὅτι, τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ;«
Καὶ τὰ μέσα ἀδιάφορα ἐκ Θεοῦ τοῖς ἀνθρώποις χο-
ρηγοῦνται, οἷον πλοῦτος, ὑγεία, εὐδοξία. Τὸ τοῦ ἀν-
θυποφέροντος οὖν πρόσωπον ἀναλαβὼν ὁ Ἐκκλησια-
στὴς, φησὶ, ὅτι εἰ ἀπὸ Θεοῦ δίδοται ταῦτα τοῖς ἀνθ-
ρώποις, οὐδὲν ἄρα ἐν ἀνθρώποις ἀγαθὸν, εἰ μὴ ἡ
τῶν βρωμάτων καὶ τῶν πομάτων ἀπόλαυσις. Εἶτα
πάλιν ἐπιλύων τὴν ἀντίθεσιν, ἐπάγει·
»Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐ-
τοῦ ἔδωκε γνῶσιν, καὶ σοφίαν, καὶ εὐφροσύνην· καὶ
τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν, τοῦ προσθεῖ-
ναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ
προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ
προαίρεσις πνεύματος.« Μὴ λέγετε, φησὶν, ὦ οὖτοι,
ὅτι ἡ ἐμπαθὴς τῶν βρωμάτων ἀπόλαυσις ἀγαθή
ἐστι· τῷ γὰρ ἀνθρώπῳ τῷ ἀγαθῷ ὁ Θεὸς γνῶσιν
καὶ σοφίαν ἔδωκε, ἵνα ἐν τούτοις εὐφραίνηται πρὸ
προσώπου τοῦ Θεοῦ· τουτέστι ὑπὸ τῆς ἐπισκοπικῆς
δυνάμεως τοῦ Θεοῦ σκεπόμενος. Τῷ δὲ ἀνθρώπῳ
τῷ ἁμαρτωλῷ τὸν περὶ τὰ αἰσθητὰ περισπασμὸν
ἔδωκεν, ἵνα ταλαιπωρῇ ἐν τῷ μοχθεῖν καὶ συνάγειν.
Καὶ ἐὰν μείνῃ μοχθῶν καὶ συνάγων, καί γε τοῦτο
ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ ὡς
τὸν περισπασμὸν ἔδωκεν ὁ Θεὸς τῷ ἁμαρτάνοντι, καὶ
συνάγοντι, οὐχ ἵνα ἁμαρτάνῃ καὶ συνάγῃ· ἀλλ' ἵνα
ἐνθυμούμενος καὶ ἀποκάμνων περὶ ταύτην τὴν μα-
ταιοσπουδίαν, εἰς αἴσθησιν ἔλθῃ τῆς ἐπιμόχθου ταύ-
της ζωῆς, καὶ ποθήσῃ τὸν ἀγήρω καὶ ἄλυπον βίον,
τὸν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις τεταμιευμένον
508
{ΚΕΦΑΛ. Γʹ.}
»Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγ-
ματι ὑπὸ τὸν ἥλιον.« Τῶν ὄντων τὰ μέν εἰσι πρόσ-
καιρα, τὰ δὲ αἰώνια· τὰ μὲν οὖν αἰώνια καὶ ἀό-
ρατα τυγχάνουσι, καὶ ὑπὲρ τὸν ἥλιον. Περὶ τούτων ὁ
λόγος τῶν ὑπὸ τὸν ἥλιον, ὑπὸ χρόνον ὄντων· ἐπειδὴ
καὶ ἀπὸ χρόνου ἤρξαντο, ἐν καιρῷ τῷ καθήκοντι γι-
γνομένων. Καὶ χρόνος μέν ἐστι τὸ διάστημα καθ' ὃ
πράττεταί τι. Καιρὸς δὲ, ὁ ἐπιτήδειος τῆς ἐργασίας
χρόνος. Ὥστε ὁ μὲν χρόνος καὶ καιρὸς εἶναι δύναται·
ὁ δὲ καιρὸς χρόνος· ἀλλ' εὐκαιρία τοῦ πραττομένου
ἐν χρόνῳ γινομένη. Καὶ τὰ μὲν ἐκ Θεοῦ πάντα εὐ-
καίρως γέγονε ὡς θέρος, καὶ μετόπωρον, καὶ χειμὼν,
καὶ ἕαρ· τὰ δὲ ἡμέτερα εἰ μὲν εὐκαίρως γίγνοιντο,
ἐπαινετά· παρὰ δὲ τὸν καιρὸν, ἢ ὑπὲρ τὸν καιρὸν,
ψεκτά. Ἐν καιρῷ τις μίγνυται τῇ ἱδίᾳ γυναικὶ, παι-
δοποιίας ἐρῶν· παρὰ καιρὸν, ὅταν δι' ἡδονῆς τοῦτο
ποιῇ. Ὁ ἐν θέρει σπείρων, πρὸ καιροῦ σπείρει· ὁ
ἐν χειμῶνι ἀμῆσαι σπουδάζων, παρὰ καιρὸν τοῦτο
ἐπιχειρεῖ. Ἐκ δὲ τούτου τοῦ μαθήματος διδασκό-
μεθα ἐν παντὶ φεύγειν τὰς ἐλλείψεις καὶ τὰς ὑπερ-
βολὰς, διὰ τὰς παρακειμένας ἀμετρίας ἑκάστῳ
πράγματι. Ἀνδρείας ἔλλειψις δειλίαν ἐργάζεται,
ὑπερβολὴ θρασύτητα. Νόησον οὖν τὸν χρόνον καὶ
καθ' ἑτέραν νόησιν, συμμετρίαν τινὰ ὅντα· καιρὸν
δὲ, τὴν εὐκαιρίαν· ὁ γὰρ συμμέτρως καὶ εὐκαίρως
ἅπαντα πράττων, ὥσπερ τινὶ τούτων κανόνι καὶ
στάθμῃ χρώμενος, κατορθώσει ῥᾳδίως τὴν ἅπασαν
ἀρετήν.
»Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν.«
Πολλάκις ἐπὶ τῶν ἐναντίων διάφοροί εἰσιν οἱ καιροί·
συμβαίνει δὲ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἑκάτερα
γίνεται· ἡ μὲν οὖν σωματικὴ γέννησις, ὡς ἐπὶ τὸ
πλεῖστον ἕτερον ἔχει καιρὸν, καὶ ὁ σωματικὸς θάνα-
τος ἕτερον· ἡ δὲ πνευματικὴ γέννησις ἡ διὰ τοῦ λου-
τροῦ τῆς παλιγγενεσίας ἕνα καὶ τὸν αὐτὸν καιρὸν
ἔχει, τοῦ τῆς γεννήσεως καὶ τοῦ θανάτου. Οἱ γὰρ ἐν
τῷ θείῳ λουτρῷ ἀναγεννώμενοι συνετάφησαν τῷ
Χριστῷ ἐν τῷ βαπτίσματι· καὶ ὁ μὲν σωματικὸς
τόκος ἢ θάνατος οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ
ἐξουσίᾳ καὶ τικτόμεθα, καὶ ἀποθνήσκομεν· ὁ δὲ
πνευματικὸς ἐφ' ἡμῖν· μετὰ γὰρ τῆς τοῦ Θεοῦ συν-
εργείας, καὶ τῆς ἡμετέρας προαιρέσεως χρεία, ἵνα
ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, τεχθῶμεν δὲ τῇ δικαιοσύνῃ.
Θαυμαστῶς δὲ ὁ Ἐκκλησιαστὴς ἀπὸ τόκου ἤρξατο
καὶ θανάτου, τῆς προσκαίρου ταύτης ἡμῶν ζωῆς
ἐπαναμιμνήσκων. Διὰ τοῦτο (φησὶ) καὶ μωσῆς Γένε-
σιν ἐπιγράψας τὸ πρῶτον βιβλίον, τὸ δεύτερον εὐθὺς
Ἔξοδον προσηγόρευσε, διὰ τῆς ἱστορίας συμβολικῶς
τὴν ἐν τῷδε τῷ βίῳ πρόσκαιρον ἡμῖν ὑπογράφων
ζωήν.
»Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ
πεφυτευμένον.« Μετὰ τὸ αἰσθητὸν, πρὸς διάνοιαν·
πολλάκις μὲν κατὰ τὸν αὐτὸν καιρὸν ἐκτίλλει τις καὶ
φυτεύει, ὡς ὅταν ἐκτίλλει μὲν τὰ τοῦ ἐπισπορέως
509
ζιζάνια, καταφυτεύει δὲ τὰ γνήσια τοῦ λόγου σπέρ-
ματα· ἐκκόπτων μὲν τὴν κακίαν, ἐμφυτεύων δὲ τὴν
ἀρετήν· πολλάκις δὲ καθ' ἕτερον καὶ ἕτερον· ὡς
ὅταν ὁ Παῦλος ἐκκόπτῃ μὲν τῆς Ἐκκλησίας τὸν
πορνεύσαντα, φυτεύῃ δὲ αὐτὸν πάλιν μετανοοῦντα.
»Καιρὸς τοῦ ἀποκτεῖναι, καὶ καιρὸς τοῦ ἰάσα-
σθαι.« Ἀποκτεῖναι τὴν ἁμαρτίαν, ἰάσασθαι δὲ τὴν
ἑαυτοῦ ψυχὴν τοῖς τῆς μετανοίας φαρμάκοις. Ἡ δὲ
τοιαύτη πράξις ἀεὶ καιρὸν ἔχει, καὶ ἀεὶ εὐκαίρως
γίνεται· νῦν δὲ μάλιστα, τοῦ Παύλου βοῶντος,
»Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέ-
ρα σωτηρίας. Ἐπὶ δὲ τῶν σωματικῶν, τῷ ἄρχοντι
καιρὸς ἀποκτείνειν τὸν ἀνδροφόνον, ἰᾶσθαι δὲ καὶ
θεραπεύειν τὸν ἀγαθοποιὸν, ἢ καὶ διὰ μετριω-
τέρας ἐπιστροφῆς τὸν μετριώτερα ἁμαρτήσαντα.
«Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν.»
Ἡ θεία οἰκοδομὴ τέμνεται εἰς πρακτικὴν καὶ θεωρη-
τικὴν ἀρετήν. Ὁ μὲν οὖν τὴν ἀρετὴν ἐνεργῶν, οἰκο-
δομεῖ τὴν ἠθικήν. Ὁ δὲ τὰ νοητὰ κάλλη περιαθρῶν,
οἰκοδομεῖ τὴν θεωρίαν· ἀεὶ οὗτος καλῶς οἰκοδομεῖ
ἑαυτῷ οἰκίαν ἀχειροποίητον ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ
μετανοῶν, τὴν προϋπάρξασαν ἁμαρτίαν καθαίρει·
καὶ καθαιρεῖσθαι μὲν καλὸν ἡμᾶς ἐκ τῆς κακίας,
ἐποικοδομεῖσθαι δὲ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων
καὶ προφητῶν.
«Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι.»
Ἔστι τις καιρὸς οὐχ ὁ χρονικὸς, ἀλλ' ὁ ἐκ τοῦ πρά-
γματος λαμβανόμενος. Ὁ γὰρ μὴ ἐν βάθει κλαίων,
ἀλλ' ἐπιπολαίως, ἀκούσεται κατὰ τὴν Ἱερουσαλήμ·
Ὀψὲ φωνῆς αὐτῆς ὠλόλυξε, καὶ τὰ δάκρυα αὐ-
τῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. Ὁ δὲ καιρίως κλαίων,
καὶ ἐκ διαθέσεως μετανοῶν, ἐπακουσθήσεται ἀκούων,
Κλαυθμὸν ἔκλαυσε Ἱερουσαλὴμ, τὴν κραυγὴν
τῶν δακρύων σου ἡνίκα εἶδε, ἠλέησέ σε. Ἔστι δὲ
καὶ ἐν καιρῷ χρονικῷ κλαίειν ἐν τῷδε ἡμῶν τῷ βίῳ,
ἵνα ἐν τῷ μέλλοντι γελάσωμεν· καὶ ἐπὶ τοῖς παρα-
πτώμασι δὲ τῶν μαθητῶν, ἢ καὶ τῶν ἀδελφῶν εὐ-
καίρως κλαίομεν, ἐπὶ δὲ τῶν προκοπῶν αὐτῶν εὐ-
καίρως γελῶμεν.
«Καιρὸς τοῦ κόψασθαι, καὶ καιρὸς τοῦ ὀρχήσα-
σθαι.» Κόπτονται οἱ μετανοίᾳ σχολάζοντες, ὀρχοῦν-
ται οἱ σωφροσύνῃ ζωσθέντες, καὶ φρονήσει κοσμού-
μενοι, καὶ ἀνδρείᾳ κινούμενοι, καὶ δικαιοσύνῃ τε-
λειούμενοι. Ὠρχεῖτο καὶ Δαβὶδ, καὶ οὐχ ἁπλῶς, ἐνώ-
πιον Κυρίου. Διὸ καὶ οἱ προφῆται παιδία ὄντες ἐν
ἀγορᾷ ἐν τῷδε τῷ βίῳ, διὰ τὸ τῇ κακίᾳ νηπιάζειν,
ἔλεγον τοῖς Ἰουδαίοις· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ
ἐκόψασθε· τουτέστι, προελέγομεν ὑμῖν τὰ σκυθρω-
πὰ, καὶ οὐ μετενοήσατε. Καὶ οἱ ἀπόστολοι δὲ πρὸς
512
αὐτοὺς λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχή-
σασθε· τουτέστι, βασιλείαν οὐρανῶν ἐκηρύξαμεν,
αὐλοῦ δίκην βοῶντες ἐξάκουστον, καὶ οὐκ ὠρχήσασθε,
οὐδὲ ἐσκιρτήσατε χαίροντες ἐπὶ τῷ δώρῳ. Ταῦτα
γὰρ ἡμᾶς διδάσκει ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος παρα-
βολή.
«Καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συν-
αγαγεῖν λίθους.» Ὁ ἀνίατα ἁμαρτήσας ἐκβάλλεται
ἐκ τῆς πνευματικῆς οἰκίας, ὡς ὁ ψωριῶν λίθος κατὰ
τὸ παρὰ Μωσεῖ κείμενον συμβολικῶς· ὁ δὲ ἰάσιμα
ἁμαρτάνων συνάγεται διὰ μετανοίας εἰς τὴν οἰκοδο-
μὴν τῶν ἀποστόλων καὶ προφητῶν. Καὶ πᾶς δὲ λιθο-
κάρδιος ἐκβάλλεται· οἱ δὲ τίμιοι συνάγονται λίθοι.
Καὶ ὁ νόμος δὲ ἐκέλευσε βάλλεσθαι λίθοις τὴν πορ-
νεύσασαν. Καὶ ὁ διδάσκαλος βάλλει μὲν τοὺς ἁμαρ-
τάνοντας λίθοις, τουτέστι λόγοις…
…
The complete text is available when the reading interface loads.