The Greek Library Catalogue

Anonymous

Commentarii in Jeremiam

Edition reference
Commentarii in Jeremiam (in catenis), MPG 93: 628–725.
CTS identifier
urn:cts:greekLit:tlg2865.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

93

632

τῶν Αἰγυπτίων, ἡ πολύθεος αὐτῶν πλάνη.

«Πιεῖν ὕδωρ ποταμῶν.» Ἀσσυρίων ποταμοὶ οἱ

πολυειδεῖς τῆς κακίας τρόποι, καὶ ἐπὶ ἑκατέρων δὲ,

ἀμφότερα ἔστι νοεῖν.

«Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου.»

Ἐξ ἀρχῆς γὰρ σκληροτράχηλος, ἀεὶ ἀντιπίπτων

τῷ ἁγίῳ Πνεύματι· ζυγὸν δὲ τὴν νομοθεσίαν λέγει.

«Ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.» Ἡ

γὰρ κακία ἀρχὴν λαβοῦσα εἰς ἄπειρον ἐκχεῖται.

«Πῶς ἐστράφης εἰς πικρίαν;» Τὰ κακὰ γὰρ οὐ

κατὰ φύσιν, ἀλλὰ κατὰ παρατροπήν· ἄμπελος ἡ

ἀλλοτρία, ἡ προαιρετικῶς ἑαυτὴν τῷ Θεῷ ἀλλο-

τριώσασα.

«Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην;» Ἐσχάτης ἀπονοίας

τὸν ἁμαρτάνοντα ἀρνεῖσθαι.

«Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ.» Πολυ-

άνδριον ὁ τάφος· ἢ οὖν τινα ἔπραττον ἐν τοῖς τάφοις

ἀρεστὰ δαίμοσιν, ἢ ὅτι καὶ αὐτοὶ τάφοι κεκονιαμέ-

νοι ἦσαν. Ἐν ὑποκρίσει τῆς ἀληθείας τὸ ψεῦδος κα-

ταδιώκοντες.

«Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε, τὰς ὁδοὺς αὐτῆς

ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου.» Ὀλολύζουσιν αἱ θή-

λειαι κύνες εἰς μίξιν τοὺς ἄῤῥενας προκαλούμεναι

τοῦτο οὖν, φησὶ, πέπονθεν ἐν σκοτίᾳ ψυχῆς, τοὺς

ἀκαθάρτους προκαλουμένη δαίμονας.

Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ὑφ' ὕδατα ἐρήμου.

Ὕδατα ἐρήμου, αἱ πολύτροποι, καὶ ἄκαρποι τῆς

κακίας ὁδοί· ἐνεργειῶν ἐπληροῦντο πνευμάτων ἀκα-

θάρτων.

Προαιρετικῶς αὐτὴν ἐπιδοῦσα. Τὸν γὰρ μὴ βουλό-

μενον θεραπευθῆναι, οὐδεὶς ἰάσεται.

«Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.» Διὰ

τὸ προσκεῖσθαι αὐτοῖς.

«Ἀνδριοῦμαι.» Ἐμαυτῇ ἀρκῶ εἰς βοήθειαν, οὐ

δέομαι τοῦ Θεοῦ, ἢ τοῦτο λέγει, ὅτι πρὸς ὃ ἐνουθε-

τεῖτο, ἠνδρίζετο εἰς τὴν παρακοήν.

«Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ;» Μὴ οὐκ

ἐδωρησάμην αὐτοῖς, φησὶ, πάντα τὰ πρὸς ζωὴν καὶ

ὠφέλειαν.

«Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ

ζητῆσαι ἀγάπησιν;» Ψυχὴ ἀφισταμένη ἀπὸ τοῦ ἀλη-

θινοῦ Θεοῦ, οὐκ ἀνεχομένη εἶναι ἄθεος, θεοὺς ἑαυτῇ

τοὺς μὴ ὄντας περιποιεῖται, ἐντεῦθεν ἑαυτῇ παρά-

κλησιν περιποιουμένη. Οὐχ οὕτως οὖν, φησὶ, τουτ-

έστιν οὐ δυνατὸν εἶναι ἐκ τῶν ψευδωνύμων θεῶν τῇ

ψυχῇ παράκλησιν.

«Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ

δρυΐ.» Οὐδὲ λάθρα, φησὶν, ἀλλ' ἐφ' ὑψηλοῦ, τουτ-

έστιν, φανερῶς ἁμαρτάνουσιν.

«Καὶ εἶπας, Ἀθῶός εἰμι.» Δέον ἐξομολογεῖσθαι

τὰς ἁμαρτίας, καὶ ἀναισχυντεῖς ταύτας ἀρνούμενος;

«Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε, Οὐχ

ἥμαρτον.» Εἰ δι' ἄλλου προφήτου προστάττει λέγειν

τὰς ἁμαρτίας, ἵνα δικαιωθῇ τις, λέγει [λύει] γάρ

τις διὰ τῆς ἐξομολογήσεως τὸ πταῖσμα, ἄτοπος πά-

633

λιν ὁ λέγων· Ἀθῶός εἰμι, ἀποστραφήτω αὐτοῦ ὁ

θυμὸς ἀπ' ἐμοῦ· ἐπάγει γὰρ τὸ, Ἰδοὺ ἐγὼ κρίνομαι

πρὸς σὲ, ἐν τῷ λέγειν σε, Οὐχ ἥμαρτον· πανταχοῦ

δεῖ τὸν πταίσαντα θεραπεύειν τῇ ἐξομολογήσει τὸ

ἁμάρτημα.

«Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς

σου.» Οὕτως ἐν καταφρονήσει ἔσχες, καὶ ἀφόβως

πράττεις τὰ κακὰ, ὡς καὶ τοῖς φθάσασι ἕτερα προσ-

τιθέναι.

«Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου.» Σχῆμα

τοῦτο πενθικόν.

{ΚΕΦΑΛ. Γʹ.}

«Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς.» Ἢ

ψευδοδιδασκάλοις, ἢ καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν,

[λέγει].

«Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ

ἀρχηγόν.» Εἰ καὶ σὺ, φησὶ, μὴ ἐπεκαλέσω με, σκέ-

πην, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου,

ἀλλ' ἐγὼ οὐκ ἐάσω διαμεῖναι τὰ κακὰ, ἢ χάριτί σε

σώζων, ἢ σωφρονισμοῖς.

«Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα,

Πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε.» Ἀσύνθε-

τόν φησι τὴν πρὸς ἑαυτὴν ἀνώμαλον, καὶ ἀσύμφω-

νον, ὅτι τοῖς χείλεσι τιμῶσα τὸν Θεὸν, τῇ καρδίᾳ

ἐψεύδετο, ἢ καὶ τὴν λύσασαν τὰς πρὸς Θεὸν συνθή-

κας, ἢ καὶ τὴν ἄστατον, καὶ τοῖς αὐτοῖς μὴ ἐμμέ-

νουσαν. Ἔλυσα τὰ πρὸς αὐτὴν δίκαια, παραδοὺς

τοῖς Βαβυλωνίοις.

«Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους

πρὸς Βοῤῥᾶν.» Διὰ τὸ κατεψύχθαι αὐτῶν τὰς καρ-

δίας, καὶ μὴ ἔχειν θέρμην πνευματικήν· ὁ γὰρ

Βοῤῥᾶς ψυχρὸς ἄνεμος.

«Καὶ οὐ μὴ στηρίξω πρόσωπόν μου ἐφ' ἡμᾶς.»

Οὐκ ἐπιμόνως χρήσομαι τῇ καθ' ἡμῶν ὀργῇ.

«Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ

πατριᾶς.» Ἐκ δύο σύγκειται ὁ ἄνθρωπος, ἐκ ψυχῆς,

καὶ σώματος· ὅταν οὖν σώζῃ τὸ τῆς ψυχῆς ἰδίωμα,

καὶ μὴ ὁλοτρόπως γέγονε σὰρξ, ὁ εἷς δύο νοεῖται·

ὅταν δὲ ὁλοσχερῶς ἀποκλίνας εἰς τὰ πονηρὰ, ὅλος

γένηται σάρκινος, δικαίως εἷς λέγεται. Φησὶ γοῦν

ὅτι Καὶ τοὺς ὁλοτρόπως ἁμαρτήσαντας, καὶ τοὺς

μήπω τοῦτο πεπονθότας διὰ τῆς χάριτος εἰς σωτη-

ρίαν καλῶ· ἢ οὕτως· Εἷς ἐκ πόλεως ἐκλήθη, ὁ Παῦ-

λος ἐκ τῆς Βενιαμεὶν φυλῆς, δύο δὲ ἐκ πατριᾶς, οἱ

κατὰ συζυγίαν κληθέντες ἀπόστολοι. «Καὶ εἰσάξω ὑμᾶς εἰς Σιών.» Εἰς Σιὼν, τὴν

Ἐκκλησίαν.

«Δώσω ὑμῖν ποιμένας.» Τοὺς τῶν Ἐκκλησιῶν

ἡγουμένους.

«Καλέσουσι τὴν Ἱερουσαλὴμ, θρόνον Κυρίου.»

Διὰ τὸ ἐπαναπαύεσθαι ἐν τῇ Ἐκκλησίᾳ τὸ ἅγιον

Πνεῦμα· αἰνίττεται δὲ ἐν τούτοις τοῖς ῥητοῖς, καὶ

τὴν ἄνω Ἱερουσαλήμ.

«Τάξω σε εἰς τέκνα.» Ἢ τῷ προφήτῃ τὴν υἱο-

θεσίαν ἐπήγγελται [ἄλ. ἀπαγγέλλεται], ἢ καὶ παντὶ

τῷ σωζομένῳ λαῷ.

«Υἱοὶ ἐπιστράφητε ἐπιστρέφοντες.» Οἲ μέλλετε

πρὸς ἐπιστροφήν.

636

«Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί.» Αἱ ἐν τοῖς

ὅρεσι μαντεῖαι, ἢ καὶ ὁ ὄγκος τῆς ἁμαρτίας.

«Τὰ πρόβατα αὐτῶν.» Πρόβατα, ἐκεῖνα περὶ

ἂ ἐνδιαθέτως εἶχον.

«Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν.» Κοίμησιν

τὴν ἀνάπαυσιν λέγει· Δοκοῦντες οὖν, φησὶν, ἀναπαύε-

σθαι ἐπὶ τοῖς τῆς ἁμαρτίας ἔργοις, αἰσχύνης ἐπλη-

ρούμεθα.

{ΚΕΦΑΛ. Δʹ.}

«Ἐὰν μὴ ἐπιστραφῇ Ἰσραήλ.» Ἐὰν ἐπὶ ὅλης

καρδίας μὴ μετανοήσῃ.

«Καὶ ὀμόσῃ.» Οὐκ ὀμνύναι προστάττει, ἀλλ' εἰ

ἄρα τις ὀμνύει, βούλεται ἑαυτῶν μὴ τὰ εἴδωλα ὅρ-

κια ποιεῖσθαι. Πλέκει δὲ τὸ, Ζῇ Κύριος, τῷ ὅρκῳ,

ἵνα ὀμνύοντες ὁμοῦ, καὶ δοξολογῶσι, καὶ εὐχαρι-

στῶσιν. —Οὐ γὰρ ἀδίκως, ἢ ἀκρίτως, δεῖ προφέρειν

τοῦ Θεοῦ τὸ ὄνομα. Ἡ γὰρ καλὴ ἀναστροφὴ, καὶ

ἑτέροις γίνεται αἰτία σωτηρίας.

«Περιτμήθητε τῷ Θεῷ ὑμῶν.» Τὴν γὰρ κακίαν,

οὐ τὴν σάρκα βούλεται περιτέμνεσθαι.

«Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τὸ εὐαγγελικὸν κή-

ρυγμα προθεσπίζει.

»Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.« Εἰς

τὰς Ἐκκλησίας, ὧν αἱ πύλαι τοῦ ᾅδου οὐ κατισχύ-

σουσιν.

»Φεύγετε εἰς Σιών.« Φεύγετε εἰς Σιὼν, εἰς τὴν

καθολικὴν Ἐκκλησίαν· καὶ γὰρ πᾶσαι αἱ Ἐκκλησίαι

μία τυγχάνουσιν· ἢ καὶ εἰς τὸ εὐσεβὲς πολίτευμα.

»Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ.« Τροπικῶς

τὴν παρουσίαν τοῦ διαβόλου σημαίνει· καθ' ἱστορίαν

δὲ, τοῦ Βαβυλωνίου.

»Οἱ ἱερεῖς ἐκστήσονται.« Ἐπὶ ταῖς ἀδοκήτοις

συμφοραῖς.

»Καὶ οἱ προφῆται θαυμάσονται.« Οἱ ψευδοπρο-

φῆται.

»Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ.« Τῷ τῆς

ἐφόδου τῶν Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ τῷ τῆς

συντελείας, οἱ πρότερον πεπλανημένοι, εἴτε Ἰουδαῖοι,

εἴτε οἱ λοιποὶ ἄνθρωποι, διὰ τῆς οἰκείας ἐρημώσεως

γνώσονται τὴν προτέραν πλάνην.

»Πνεῦμα πληρώσεως ἥξει μοι.« Ἐπειδὴ τὰς

ἐρήμους ψυχὰς πνεῦμα πλανήσεως ἐπλάνησεν, ὑπ-

ισχνεῖται δώσειν Πνεῦμα ἅγιον ἐπιστρέφον τὰς ψυ-

χὰς πληρούσας αὐτοῦ τὰς Ἐκκλησίας.

»Ἕως πότε ὑπάρχουσιν;« Καὶ γὰρ οἱ τὰ μά-

ταια διαλογιζόμενοι πονοῦσιν ἐπὶ τὸ εὑρεῖν τὸ ζητού-

μενον.

»Διότι φωνὴ ἀναβαίνοντος ἐκ Δὰν ἥξει μοι.« Τοῦ

τὴν ἅλωσιν ἐπαγγέλλοντος γενήσεσθαι ἐκ Δὰν, καὶ

ἕως Βηρσαβεὲ, ὑπὸ Βαβυλωνίων, ἢ Ῥωμαίων. Ἔστι

δὲ ἡ μὲν Δὰν πέραν τοῦ Ἰορδάνου, ὄρος δὲ Ἐφραὶμ

ἡ Σαμάρεια. Φασὶ δέ τινες, καὶ ἐκ τῆς φυλῆς Δὰν

ἥξειν τὸν ἀντικείμενον.

»Διεσπάσθησαν αἱ δέῤῥεις μου, ἐταλαιπώρησαν

αἱ σκηναί μου.« Τροπικῶς μὲν τὴν ψυχὴν [λέγει],

καὶ τὰς ἀναδοτικὰς τῆς ψυχῆς δυνάμεις· ταράσσε-

ται δὲ καὶ τὰ σπλάγχνα ὑπὸ συμπαθείας ὁ προφήτης.

»Τεταλαιπώρηκεν ἡ σκηνὴ,« ἢ ὁ ναὸς, ἢ καὶ πρὸς

637

τῷ τέλει πᾶσα ἡ γῆ, ἣν ὥσπερ σκηνὴν οἰκοῦμεν

πάροικοι τυγχάνοντες. Πάλιν ἢ τὸν ναόν φησιν, ἢ τὰ

τῆς κακίας ἐπικαλύμματα, πάντων πρὸς τῷ τέλει

φανερουμένων.

»Ἕως πότε ὅψομαι φεύγοντας, ἀκούων φωνὴν σαλ-

πίγγων;« Τῆς Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ καὶ

πρὸς τῷ τέλει τοῦ διαβολικοῦ κηρύγματος. Ἢ τοὺς

αἰσθητοὺς πολεμίους, ἢ καὶ τοὺς μὴ δυναμένους

ἀντιστῆναι τῷ διαβόλῳ φησίν. Ἢ τῶν πολεμίων, ἢ

καὶ τῶν ἀλλοκότων κηρυγμάτων.

»Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ.«

Τὸ σκότος τὸ ἐπὶ τοῦ σταυροῦ γεγονὸς προκαταγγέλ-

λει, ἢ καὶ τὴν τῶν φωστήρων πρὸς τῷ τέλει ἀναίρε-

σιν. Ἢ τὸ μηδένα δικαιοπραγοῦντα σημαίνει, ἢ καὶ

τὸ εἰς οὐδὲν ἀποκαταστῆναι τὴν γῆν διὰ τὴν ἀπο-

στασίαν.

»Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα.« Ἢ τὰ

ἐπὶ τοῦ σταυροῦ φησιν, ὅτε αἱ πέτραι ἐσχίσθησαν, ἢ

τὰ περὶ τῆς καθόλου συντελείας, ἢ τὰς ἀντικειμένας

δυνάμεις κλονουμένας, ὅτε ὁ Χριστὸς ἔλυε τοῦ ᾅδου

τὸ δεσμωτήριον.

»Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα

τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο.« Τὴν καθόλου συν-

τέλειάν φησιν, ὅπερ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγο-

νε, διὰ τὴν ἁμαρτίαν. Ἢ τὰ αἰσθητὰ τοῦ σκότους

γινομένου, ἢ καὶ αἱ ἅγιαι δυνάμεις, φρίττουσαι ἐπὶ

τῇ παντελεῖ τῶν ἀνθρώπων ἀποστασίᾳ.

»Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος.« Κάρμηλος

ἐπίγνωσις, περιτομῆς ἑρμηνεύεται. Τῆς οὖν, φησὶν,

ἀποστασίας γινομένης, οὐκ ἐπιγινώσκουσιν ἀποτέμ-

νεσθαι τὰ φαῦλα. Δύνασαι δὲ ταῦτα νοεῖν καὶ ἐπὶ

τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ καὶ τῶν Ῥωμαίων.

»Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου.«

Ἢ τοῦ αἰσθητοῦ, ἢ καὶ τὴν διηνεκῆ τῶν ἀοράτων πο-

λεμίων μάχην σημαίνει.

»Εἰσέδυσαν εἰς τὰ σπήλαια.« Εἰς τοὺς λῃστρι-

κοὺς αὐτῶν τρόπους ἀποστατοῦντες Θεοῦ. Τὸ δὲ σπή-

λαιον αὐτόγλυφον ὂν, σημαίνει καὶ τὸ τῆς ψυχῆς

αὐτεξούσιον.

»Καὶ εἰς τὰ ἄλση ἐκρύβησαν.« Εἰς τὰς σκοτει-

νὰς πράξεις.

»Καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν.« Εἰς τὰ ἄκαρπα,

καὶ ἀνώμαλα ἐπιτηδεύματα· ταῦτα δὲ καὶ αἰσθητῶς

κατὰ ἱστορίαν λάμβανε.

»Συντέλειαν δὲ οὐ μὴ ποιήσω.« Τὰ προοίμια τῆς

συντελείας ὑπογράψας τοῦτο ἐπήγαγε.

»Ἐὰν περιβάλῃ κόκκινον.« Τὰς κατὰ νόμον

ζωοσφαγείας. Τῇ κιβωτῷ, καὶ τῇ λυχνίᾳ, καὶ τοῖς

λοιποῖς τὴν μεθ' ὑποκρίσεως θεοσέβειαν σημαί-

νει.

»Τὴν ψυχήν σου ζητοῦσι.« Οἱ ἀόρατοι δαίμονες,

οὐ δυνάμενοι ἐπαμύνειν. Οὗτοι δὲ καὶ αὐτοὶ ἐρᾷν

προσποιούμενοι εἰς αὐτὴν τὴν ψυχὴν τῶν ἐρωμένων

ἐπιβουλεύουσιν.

»Ἐπὶ τοῖς ἀνῃρημένοις.« Αἰσθητοῖς, ἢ καὶ αὐ-

τὴν τὴν ψυχὴν διὰ τῆς ἀποστασίας ἀπολέσασιν.

640

{ΚΕΦ. Εʹ.}

»Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν.« Πρὸς

τοὺς ἐγκαταλειφθέντας φησὶν ἁγίους, ὅτι διὰ τὸ μὴ

φυλάξαι τοὺς ἐπὶ τῆς γῆς τὴν εἰς Χριστὸν πίστιν,

ἐπιστήσεται τὸ τέλος· σημαίνει δὲ καὶ τῶν ἁγίων τὸ

σπάνιον τῶν ἐπὶ τῆς αἰχμαλωσίας.

»Ζῇ Κύριος, λέγουσι, διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν

ὀμνύουσι.« Κατ' ἐμοῦ μὲν, φησὶν, καὶ οὐκέτι κατὰ

τῶν εἰδώλων τῶν ψευδωνύμων θεῶν ὀμνύειν. Ἀλλὰ

τὴν εἰς Χριστὸν ἠρνήσαντο πίστιν. Διὰ τοῦτο Ἰου-

δαῖοι ἑάλωσαν ὑπὸ Ῥωμαίων, οὐκέτι μὲν εἰδωλολα-

τροῦντες, τὸν δὲ αὐτῶν Σωτῆρα ἀρνησάμενοι.

»Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν.« Ἢ ὅτι πί-

στιν ἐπιζητεῖ Θεὸς, ἢ ὅτι πιστῶς καὶ ἀληθῶς κρίνει,

ἢ ὅτι ἂ λέγει εἰς ἔργον ἐκφέρει.

»Πτωχοί εἰσι.« Τελείαν γνῶσιν οὐκ ἔχοντες.

»Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ.«

Ὁ αἰσθητὸς, ἢ καὶ ὁ νοητὸς πολέμιος διὰ τὸ ἰσχυρὸν,

καὶ ὠμόν.

»Καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς.«

Τὰς αἰσθητάς· πρὸς δὲ διάνοιαν, τὰς ψυχικάς. Οἱ γὰρ

τῶν ἠθῶν τῆς θεοσεβείας ἐκβαίνοντες ὑπ' τῶν εἰρη-

μένων θηρίων ἀγρεύονται. Τοὺς τὸν ἀγαθὸν ἀπωσα-

μένους ποιμένα, λύκος ἁρπάζει, ἢ ποικίλη τῶν πο-

λεμίων ἔφοδος, ἢ καὶ ἡ πολύτροπος κακία.

»Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι;« Ποίαν ἁμαρ-

τίαν συγχωρήσω, ποίαν δὲ μή;

»Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο.« Αὐτὸς γὰρ

ἦν ὁ ἐν τῇ ἐρήμῳ χορτάσας αὐτοὺς πρὸ σαρκὸς, πρὶν

ἐνανθρωπῆσαι, καὶ μετὰ σαρκὸς, διὰ λόγων, διὰ

θαυμάτων, καὶ τῶν πέντε, καὶ τῶν ἑπτὰ ἄρτων.

»Ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς.« Ἄφετε

μετανοίας ἐλπίδα· ἄφετε τοὺς προφήτας ἐπὶ τῆς

ἐφόδου Βαβυλωνίων· ἄφετε τοὺς ἀποστόλους ἐπὶ τῆς

Ῥωμαίων.

»Τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ.« Ἀνα-

λωτικὰς τῶν παρακουόντων.

Ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης

αὐτοῦ.» Διὰ τὸ ἑτερόγλωσσον εἶναι.

«Καὶ κατέδονται τὸν θερισμὸν, καὶ τοὺς υἱοὺς

ὑμῶν.» Ἀπλήστως τῇ κατ' αὐτῶν χρήσονται σφαγῇ

[ἄλλ. πληγῇ].

«Τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον.» Τὸν μὲν αἰ-

σθητὸν διὰ τοὺς καρποὺς, τὸν δὲ νοητὸν ἐν τῇ Πα-

λαιᾷ καὶ Καινῇ Διαθήκῃ.

«Αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθά.» Ἀπ-

έστησαν τὰ ἀγαθὰ, ἵνα ἐπενεχθῶσι τὰ φαῦλα.

«Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς.» Οἱ

ψευδοπροφῆται, οἱ ψευδοαπόστολοι, οἱ αἱρεσιάρχαι,

οἱ ἀκάθαρτοι δαίμονες ἐπεκύρωσαν τὰ τῶν ψευ-

δοπροφητῶν.

{ΚΕΦ. Ϛʹ.}

«Ἐνισχύσατε, υἱοὶ Βενιαμείν.» Οἱ Βενιαμεῖται

ἀμφοτεροδέξιοι ἱστοροῦνται εἶναι. Προκαλεῖται τοίνυν

εἰς τὸν πνευματικὸν πόλεμον τοὺς δυναμένους διὰ

641

τῶν ὅπλων τῆς δικαιοσύνης πολεμεῖν, τῶν δεξιῶν,

καὶ ἀριστερῶν. Τοιοῦτος ἦν Παῦλος ἐκ φυλῆς Βενια-

μείν.

«Καὶ ἐν Θεκουέ.» Μὴ φθονήσητε, φησὶν, ἀλλὰ

διορθώσασθε τοὺς γείτονας ὑμῶν οἱ δυνάμενοι πολε-

μεῖν.

«Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου.» Ὁ ναὸς, ἡ

νομικὴ λατρεία. Ἢ καὶ ὁ τῆς ψυχῆς πνευματικὸς

κόσμος.

«Εἰς αὐτὴν ἥξουσι ποιμένες.» Οἱ πολέμιοι, ἄρ-

χοντες αἰσθητοὶ, ἢ καὶ νοητοί.

«Καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.» Οὐ

τῇ τοῦ Θεοῦ χειρὶ, ἀλλ' ἕκαστος κατὰ τὰς ἰδίας ἐνερ-

γείας.

«Οὐαὶ ἡμῖν.» Οἱ ἐν τῇ αἰχμαλωσίᾳ καταλει-

φθέντες, καὶ ἐν τῇ συντελείᾳ ἁμαρτωλοὶ ταύτην

ἀφήσουσι τὴν φωνήν.

«Ὅτι κέκλικεν ἡ ἡμέρα.» Ἡμέραν καλεῖ τὸν

παρόντα βίον, σκιὰν δὲ τὴν ἐν αὐτῷ πολιτείαν.

«Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτί.»

Τοῦ Χρυσοστόμου. [ἄλλ. Ὀλυμπιοδώρου.] Νύκτα

καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν

πολεμίων καιρόν.

«Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτω ψύχει κα-

κία αὐτῆς.» Διὰ γὰρ τὴν ἀνομίαν ψυγήσεται ἡ

ἀγάπη τῶν πολλῶν. Οὐ γὰρ ἦσαν τῷ πνεύματι ζέον-

τες, οὐδὲ τῷ Κυρίῳ δουλεύοντες.

«Πόνῳ καὶ μάστιγι παιδευθήσῃ.» Ἐπειδὴ λόγῳ

οὐκ ἐπείσθης, πείσθητι διὰ τῆς μάστιγος, ἵνα μὴ

ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ.

«Τὰ κατάλοιπα τοῦ Ἰσραήλ.» Τοὺς μὴ δυνηθέν-

τας, μηδὲ διὰ μάστιγος ἰαθῆναι.

«Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν.» Οὐκ ἀποστρε-

φόμενα τὰς ἀνωφελεῖς ἀκροάσεις. Σημείωσαι ποίαν

περιτομὴν ζητεῖ ὁ Θεός.

«Λέγοντες, Εἰρήνη, εἰρήνη.» Οὐκ εἴων τῶν μα-

στίγων ἐπαισθάνεσθαι εἰρήνην αὐτοῖς ἐπαγγελλόμενοι.

«Καὶ οὐδ' ὡς ... Καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνω-

σαν.» Οἱ γὰρ μήτε λόγῳ, μήτε μάστιγι παιδευόμε-

νοι, ἐναπομένουσι τῷ πτώματι.

«Διὰ τοῦτο πεσοῦνται ... καὶ ἐν καιρῷ ἐπισκοπῆς

αὑτῶν ἀπολοῦνται.» Κἂν ἀνακαλέσωμαι, φησὶν, αὐ-

τοὺς, ἐκ τῶν αἰσθητῶν πολεμίων, καὶ ἐπισκέψωμαι

αὐτοὺς, ἐπιμένοντας [ἄλλ. ἐπιμένοντες] ταῖς ἁμαρ-

τίαις αἰωνίᾳ κολάσει παραδοθήσονται.

«Στῆτε ἐπὶ ταῖς ὁδοῖς.» Στῆτε ἐπὶ ταῖς ὁδοῖς,

καὶ ἴδετε τῆς τε ζωῆς, καὶ τοῦ θανάτου· ὁδὸς δὲ καὶ

ἑκάστου βίος καλεῖται. Τρίβοι Κυρίου τὰ αὐτοῦ παρ-

αγγέλματα.

«Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος.» Τοὺς

τὸν προφητικὸν, ἢ καὶ τὸν εὐαγγελικὸν κηρύξαντας

λόγον. Σάλπιγγος, τῆς διδασκαλίας.

«Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ.» Τοῦ Βαβυλω-

νίου, ἢ καὶ τοῦ ἀντικειμένου.

«Τόξον καὶ ζιβύνην κρατήσουσι.» Τόξον τοῖς μα-

κρὰν, ζιβύνην τοῖς ἐγγύς. Τοὺς μὲν γὰρ πλησιάζον-

644

τας, ἔργοις, τοὺς δὲ μακρόθεν λόγοις βάλλουσιν.

«Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν.» Πρὸς τῇ ἱστορίᾳ,

ἀγρὸν νόει τὰ κοσμικὰ πράγματα.

«Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε.» Ταῖς τῆς κα-

κίας πολυοδίαις· μία γάρ ἐστιν ὁδὸς, αὐτὸς ὁ Κύριος.

«Ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.»

Ἡ θανατηφόρος ἁμαρτία, κύκλῳ γὰρ οἱ ἀσεβεῖς

περιπατοῦσιν.

«Χαλκὸς καὶ σίδηρος.» Χαλκὸς καὶ σίδηρος ἀλ-

λήλοις ἀμιγεῖς, ἀγάπην μὴ ἔχοντες.

«Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός.» Λόγος διδασκα-

λικὸς ἢ καὶ μάστιξ παιδευτική.

«Ἐξέλιπε μόλιβδος.» Τῷ ἀργυρίῳ μιγνύμενος ὁ

μόλιβδος καθαίρει αὑτοῦ τὴν κακίαν· τοῦτο οὖν φη-

σιν, ὅτι πᾶς τρόπος καθαρτικὸς ἐπηνέχθη αὐτοῖς,

καὶ οὐκ ἐκαθάρθησαν.

{ΚΕΦ. Ζʹ.}

«Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία.»

Μετὰ τὴν ἱστορίαν προσήκει νοεῖν, ὡς Ἰουδαία ἐστὶ

πᾶσα ψυχὴ ἐγγίζουσα τῇ θεοσεβείᾳ. Ἰούδας γὰρ

ἐξομολογούμενος ἑρμηνεύεται.

«Καὶ θυμιᾶτε τῇ Βάαλ.» Βάαλ ἐκάλουν πᾶν

εἴδωλον. Βάαλ δὲ ἑρμηνεύετε τὰ ἀνώτερα κακά. Κε-

φαλὴ δὲ τῆς ἁμαρτίας ἡ εἰδωλολατρεία.

«Μὴ σπήλαιον λῃστῶν, ὁ οἶκός μου;» Τὸ σπή-

λαιον ἀθύρωτον, καὶ παντὶ προκείμενον εἰς τὴν

εἴσοδον. Μέμφεται οὖν αὐτοῖς, ὡς ἀδιαφόρως εἰσιοῦ-

σιν εἰς τὰ ἅγια.

«Πᾶν τὸ σπέρμα Ἐφραΐμ.» Ἡ βασιλικὴ φυλὴ

ἄρχουσα τῶν δώδεκα φυλῶν.

«Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα.» Κατὰ δύνα-

μιν ἁμαρτάνουσιν.

«Καίουσι πῦρ.» Πῦρ ἡ ἁμαρτία πολλαχοῦ τῆς

Γραφῆς ὠνόμασται. Διὰ τοῦτο πυρὸς αἰωνίου αἰτία

τοῖς ἁμαρτάνουσι γίνεται.

«Τοῦ ποιῆσαι χαβῶνας.» Ξένας τελετὰς ἐπιτε-

λοῦσι. Χαβῶνας δέ φησι πέμματά τινα.

«Καὶ φάγετε κρέα.» Ὑμεῖς αὐτὰ, φησὶ, φάγετε·

ἐγὼ γὰρ θυσιῶν οὐ χρῄζω.

«Ἡμέρας καὶ ὄρθρου.» Τὸ ἀδιάλειπτον τῆς

προφητικὴς παραινέσεως σημαίνει.

«Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν.» Ἀπι-

στίαν αὐτῶν κατηγορεῖ, ἢ καὶ ψευδολογίαν.

{ΚΕΦ. Ηʹ.}

«Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνοίξουσι.» Ἐποίησε τοῦτο

Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς, κατακαύσας τῶν εἰδω-

λολατρησάντων τὰ λείψανα.

«Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν.»

Αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος.

«Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν.» Μὴ λέγετε,

φησὶν, Οὐκ ἔστιν μετάνοια, ἔστι γάρ.

«Ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ.»

Ἵππος ἐν μακρόδῳ [ἄλλ. μακροδίᾳ] τρέχει, καὶ

χρεμετίζει, σημαίνων τὸν κόπον· καὶ ἵππος μὲν

διαλιμπάνει τρέχων, οὗτοι δὲ ἀμετάστρεπτον [ἄλλ.

ἀμεταστρεπτὶ] τὴν κακίαν ἐργάζονται

645

«Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐ-

τῆς.» Ἀκύλας μὲν τὸν ἐρωδιὸν ἐκδέδωκεν· ἰνδικὸν

δέ ἐστιν γένος ὀρνέου ἡ ἀσίδα.

Τρυγὼν καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν

καιρούς.

«Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμμα-

τεῦσιν.» Ἡ σχοῖνος, φησὶ, τοῦτ' ἔστιν ὁ κλῆρος τῶν

γραμματέων, ὃν ἔλαχον ἐπὶ τὸ διδάσκειν, μάταιος

γέγονε, διὰ τὸ ἰδικήν τινα σοφίαν ἐπιτηδεύειν, καὶ

παρεξηγεῖσθαι τὰ θεῖα νόμιμα. Τοῦτο γὰρ δειλοῖ

τό· Σοφία τίς ἐν αὐτοῖς;

«Σοφία τίς ἐστὶν ἐν αὐτοῖς;» Οὐδεμία γὰρ ἐν

τοῖς τοιούτοις σοφία. Κακίας δὲ μόνον περιουσία τε-

λευτῶσα [ἄλλ. πρὸς] εἰς ἄνοιαν.

«Οὐκ ἔστι σταφυλὴ ἐν τοῖς ἀμπέλοις.» Τὸν γὰρ

ἀμπελῶνα γεωργοῖς ἑτέροις ἐξέδωκεν.

«Καὶ ἐπὶ τί ἡμεῖς καθήμεθα;» Οὐ γὰρ ἐγεώργουν

τὰ κατὰ Θεόν. Καὶ τί πλέον ἀσφαλείας γένοιτο ἂν,

ὅταν ὁ Θεὸς ὁ πάντα πᾶσι παρέχων τὴν ἀσφάλειαν

προδίδωσι; Δέον εἰπεῖν Καταφύγωμεν ἐπὶ τὸν Θεὸν,

ἕτι κάτω κεῖνται. Ὁ τῆς φύσεως κρατῶν, καὶ

ἄχρηστα δένδρα ποιῶν, οὐ πολλῷ μᾶλλον τὰ τείχη;

«Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυράς.» Πρὸς

μὲν ἱστορίαν εἰς Αἴγυπτον ἔφυγον ὕστερον· πρὸς δὲ

διάνοιαν εἰς τὰς Ἐκκλησίας παραινεῖ φυγεῖν.

«Καὶ ἀποῤῥιφῶμεν ἐκεῖ.» Κατὰ τό· Ἐξελεξά-

μην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.

«Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά.»

Ἐδόξαμεν, φησὶ, διὰ τοῦ νόμου καταλλάττεσθαι τῷ

Θεῷ, καὶ μὴ νοήσαντες αὐτοῦ τὴν δύναμιν, οὐχ εὕ-

ροιμεν ἀγαθά.

«Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις.»

Τοὺς πολεμίους αἰσθητοὺς, ἢ καὶ νοητούς.

«Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται.» Ἐπειδὴ

γὰρ σχηματίζονται τὴν εὐσέβειαν οἱ δηχθέντες, καὶ

παραινέσει οὐ πείθονται, νομίζοντες εὐσεβεῖν·

οὕτως εἰσὶ πικρὰ τῆς πανουργίας τὰ δίκτυα.

«Μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης.» Οὐ

γὰρ ἐνδέχεται μὴ νύττεσθαι ὑπὸ τῆς συνειδήσεως.

«Διῆλθε θέρος, παρῆλθεν ἀμητός.» Ἐν εὐδίας,

φησὶ, καιρῷ, ὅτε καιρὸς ἦν τῆς μετανοίας, οὐ μετ-

ενοήσαμεν.

«Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ;» Τὸ Γαλαὰδ

ὅρος πολλὰς ἔχει κέδρους, ἐξ ὧν ἡ ῥητίνη εἰς πολλὰ

πεποιημένη πάθη. Ἡ δὲ πόλις ἡ Γαλαὰδ, πόλις

τυγχάνουσα τοῦ Ἰορδάνου, εἴδωλα ἔπλαττεν· οὐκ

εἶχον οὖν τοὺς θεραπεύοντας προφήτας, ὅτι οὕτως

ἡμάρτανον.

«Διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;» Τὰ

τραύματα κοῖλα τυγχάνουσι. Διατί οὖν, φησὶν, ἔχον-

τες τοὺς θεραπεύοντας, οὐκ ἀνήνεγκαν ἴασιν; τουτ-

έστιν οὐκ ἴσωσαν ἑαυτῶν τὰ τραύματα, οὐ συνού-

λωσαν;

{ΚΕΦΑΛ. Θʹ.}

«Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;» Ὕδωρ αἰτεῖ

648

λαβεῖν ὁ προφήτης ἐπὶ τῆς κεφαλῆς, ἵνα γένωνται

αὐτῷ πηγαὶ δακρύων, καὶ ἐπαξίως κλαύσῃ τοὺς

ἀπὸ τῆς ἁμαρτίας τετραυματισμένους· ἀριθμεῖται

δὲ αὐτῶν τὰ πλημμελήματα, γεγενημένα μὲν καὶ

ἐπὶ τῶν τοῦ προφήτου καιρῶν, τολμηθέντα δὲ παρ'

αὐτῶν καὶ κατὰ τοῦ Δεσπότου Χριστοῦ. Λέγει δὲ

καὶ κατὰ μισαδελφίας, καὶ κατὰ τοκιζόντων· προ-

λέγει δὲ καὶ τὴν παντελῆ τῆς Ἱερουσαλὴμ ἐρή-

μωσιν.

«Θυγατρὸς λαοῦ μου.» Τῆς συναγωγῆς τῶν Ἰου-

δαίων.

«Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον.»

Μηδὲ μικρὸν χαλῶντες, ἀλλ' ἀνενδότως διὰ τῆς

γλώττης ἁμαρτάνοντες, ὥσπερ ἀμέλει καὶ τὸν Σω-

τῆρα λοιδορίαις πλύνοντες.

«Καταπαίξεται.» Δόλῳ ὑποσκελίζει.

«Οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως.» Οὐκ ἠθέλησαν

ἀκοῦσαι τῆς φωνῆς Κυρίου τῆς χαριζομένης αὐτοῖς

τὴν εἰσάει ὕπαρξιν, ὅ ἐστι τὴν ἀθανασίαν.

«Ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν.»

Καὶ οἱ ὑψηλοὶ, φησὶ, κατ' ἀρετὴν, καὶ οἱ κτηνώδεις

ἐξέκλιναν εἰς τὸ κακόν· σημαίνει δὲ καὶ τὴν παντελῆ

τοῦ τόπου ἐρήμωσιν.

«Ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι

αὐτήν.» Διὰ τὸ μηδένα, φησὶν, ἔχειν ὁδεύοντα ἐν ταῖς

ὁδοῖς Κυρίου γέγονεν ἔρημος.

«Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὴν μάχαιραν.» Τὴν

ἀπότομον ἐκδίκησιν.

«Καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε.» Τὰς Ἐκ-

κλησίας, ἢ τὰς τῶν ἁγίων ψυχὰς, ἃς σοφὰς καλεῖ·

αὗται γὰρ θρηνοῦσι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀνῃρη-

μένους, ὡς ὁ Παῦλός φησι· Καὶ πενθήσω πολλοὺς

τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.

«Καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα.»

Τὸ τῆς μετανοίας δάκρυον.

«Ἐγκατελίπομεν τὴν γῆν.» Τῆς εὐσεβείας τὴν

γνῶσιν.

«Καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν.» Αὐτοὶ

ἑαυτοῖς τῆς αἰχμαλωσίας αἴτιοι γεγόναμεν.

«Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν.»

Καθόλου μὲν διὰ τῶν διδασκάλων τῶν δοκούντων τὰ

κεκρυμμένα ἑρμηνεύειν. Αἱ γὰρ θυρίδες φανερο-

ποιοῦσι τὰ ἐντὸς ἑνὸς ἑκάστου διὰ τῶν αἰσθητηρίων·

συνέβη δὲ ἴσως τοῦτο καθ' ἱστορίαν, διὰ τῶν πολε-

μίων· θυρίδες εἰσὶν αἱ τῆς πλάνης ἐπίνοιαι.

«Ἀλλ' ἐν τούτῳ ... καυχάσθω συνιεῖν καὶ γινώ-

σκειν.» Παραινεῖ ὁ λόγος ἐν μηδενὶ καυχᾶσθαι εἰ

μὴ ἐν τῷ συνιέναι, καὶ γινώσκειν τὸν Κύριον, καὶ

ὅτι τὸ θέλημα τοῦ Θεοῦ ἐστι, τὸ ἔλεος, καὶ τὸ

κρῖμα, καὶ ἡ δικαιοσύνη.

«Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν.» Αἰ-

γύπτιοι οἱ Βάρβαροι καλοῦνται παρὰ τῇ θείᾳ Γραφῇ.

Ἰδουμαῖοί τε, οἱ καὶ Ἐδωμῖται, πόρνοι, καὶ βέβηλοι,

ὡς ἀπὸ τοῦ Ἡσαῦ· οἱ δὲ Μωαβῖται, καὶ Ἀμμανῖται

διὰ τὸν τρόπον κελεύονται μὴ εἰσιέναι εἰς Ἐκκλη-

σίαν Θεοῦ. Τῶν Ἰουδαίων οὖν τὸν τρόπον, διὰ τῶν

ἐθνῶν τούτων ἐχαρακτήρισε, τούτοις αὐτοὺς καλέσας

τοῖς ὀνόμασι.

649

«Καὶ ἐπὶ πάντα περικειρόμενον.» Τοὺς τὸ φαι-

νόμενον καλλωπίζοντας. Λέγει δὲ τοὺς μόρφωσιν

ἔχοντας εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη-

μένους.

{ΚΕΦΑΛ. Ιʹ.}

«Καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε,

ὅτι.» Τὰς ἡλιακὰς, φησὶν, ἀνακυκλώσεις ὁρῶντες, καὶ

σελήνην φθίνουσαν καὶ αὐξανομένην, καὶ ἀστέρων

σχέσιν καὶ ἀπόστασιν, καὶ τὰς κατὰ καιρὸν αὐτῶν

ἐκφάνσεις καὶ ἀποκρύψεις, καὶ τὴν εὐάρμοστον

αὐτῶν κίνησιν, μὴ φοβηθῆτε αὐτὰ ὡς θεοὺς, ἀλλὰ

τὸν ταῦτα ποιήσαντα.

«Ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.»

Ἐν τῷ Υἱῷ· ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα.

«Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατ-

ῃσχύνθη ... ὅτι ψευδῆ ἐχώνευσεν.» Ὁ μὴ τὴν γνῶσιν

ἔχων ταύτης τῆς θεολογίας, μωρός ἐστιν.

«Μάταιά ἐστιν ἔργα ... ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν

ἀπολοῦνται.» Ὅταν ὁ Θεὸς ἐπισκέψηται τὴν γῆν,

ἐν τῇ παρουσίᾳ δηλονότι τοῦ Χριστοῦ.

«Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατ-

οικοῦσαν.» Ὦ γνῶσις Θεοῦ, ἡ ἐν τοῖς ἐκλεκτοῖς κατ-

οικοῦσα, ἀπὸ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ποιη-

μάτων καταλαμβάνεταί σου ἡ ὑπόστασις. Καὶ ἡ

Ἐκκλησία δὲ ἔξωθεν, τουτέστιν ἐκ τῶν ἐθνῶν συν-

ήχθη.

«Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.» Οὐκ ἐῶντες

ἐντρέφεσθαι τῇ πίστει καὶ ταῖς καλαῖς διδασκα-

λίαις· ἢ ἄρδην ἀνελόντες, ἢ εἰδωλολατρεῖν ἀναγκά-

σαντες.

{ΚΕΦΑΛ. ΙΑʹ.}

«Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὁ ἄνθρωπος,

ὂς οὐκ ἀκούσεται τῶν λόγων.» Ὁ Θεὸς καταρᾶται,

ἀλλ' οἱ τοὺς θείους παραβαίνοντες νόμους ἑαυτοῖς

ἐπισπῶνται τὰ δεινά.

«Τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα, καὶ μέλι.»

Πρὸς μὲν ἱστορίαν, τὴν Παλαιστίνην· πρὸς δὲ διά-

νοιαν, τὴν Ἐκκλησίαν· γάλα μὲν ποτίζουσαν τοὺς ἀρ-

τιφύτους, μέλι δὲ τοὺς δυναμένους ἀπογεύσασθαι

τῶν τελειοτέρων μαθημάτων.

«Καθὼς ἡ ἡμέρα αὕτη. Καὶ ἀπεκρίθην, καὶ εἶπα,

Γένοιτο, Κύριε.» Τὴν θεοφάνιον ἡμέραν τοῦ Σωτῆ-

ρος ὁ προφήτης προβλέπει, καθ' ἣν ταῦτα τοῖς πι-

στοῖς δέδοται, ἣν καὶ εὐχόμενος παραγενέσθαι,

φησὶ, Γένοιτο, Κύριε.

«Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα.» Συμ-

φωνία πάντων ἐπὶ τὸ χεῖρον.

«Τί ἡ ἠγαπημένη;» Ἀντὶ τοῦ, Πῶς ἡ ἠγαπη-

μένη;

«Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει.» Ὅτε τοὺς

πατριάρχας ἐκλεξάμενος ἐφύτευσεν.

«Εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ'

αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σέ.» Ὅτε, φησὶν, ἔδει

καλλιεργηθῆναι τὴν Συναγωγὴν, τότε πυρὸς ἑαυτὴν

ἀξίαν κατέστησεν· ἔδει δὲ αὐτὴν καλλιεργηθῆναι

ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ.

«Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι.» Θείαν

652

ἀποκάλυψιν αἰτεῖ λαβεῖν περί τε τῶν καθ' ἑαυτὸν,

καὶ τῶν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ.

«Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον.» Ὡς γὰρ πρόβατον

ἐπὶ σφαγὴν ἤχθη ὁ Κύριος, κατὰ τὸν Ἡσαΐαν. Οὐκ

ἀντέστη. «Οὐ γὰρ ἐρίσει, φησὶν, οὐδὲ κραυγάσει,

οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.»

«Ἐμβάλωμεν ξύλον.» Πρὸς μὲν τὸν προφήτην,

βοτάνην τινὰ θανάσιμον, ἵνα ἐσθίων ὀδυνᾶται. Τῷ

δὲ τιμίῳ σταυρῷ τὸν ἄρτον τῆς ζωῆς ἐνέπηξαν.

«Καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ

ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.» Ὅρα πῶς καὶ

ἀνώνυμον αὐτὸν ποιῆσαι θέλουσιν, οὐδὲ μνήμην

τινὰ αὐτοῦ εἶναι βουλόμενοι. Οὐ γὰρ δὴ μόνον ζῶν-

τας, ἀλλὰ καὶ τελευτήσαντας βαρύνονται τοὺς δι-

καίους οἱ ἁμαρτωλοί. Ὁρᾷς Ἡρώδην, πῶς τὸν

Ἰωάννην ἀνελὼν, ὡς ζῶντος εἶχεν ἐν ἑαυτῷ φόβον;

τοσοῦτόν ἐστιν ἀρετὴ, τοσοῦτον κακία, οὕτως ἐκείνη

δειλὴ καὶ ἄνανδρος, [ἄλ. δειλὸν καὶ ἄνανδρον,] οὕ-

τως αὕτη ἀνδρεία καὶ πεπαῤῥησιασμένη.

«Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.» Λοιδο-

ρούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ

ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως,

κατὰ τὸν ἱερὸν ἀπόστολον.

«Ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ.» Τοὺς

πολίτας τοῦ προφήτου, οἳ καὶ ἐπεβούλευον αὐτῷ.

{ΚΕΦΑΛ. ΙΒʹ.}

«Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ.

Πλήν.» Οἶδα, φησὶν, ὅτι δίκαιος εἶ· λόγον δὲ ἀπο-

λογίας ἐπὶ τῶν σῶν κριμάτων ἐπιζητῶ. Ἢ καὶ οὕ-

τως· Χρή με πρότερον ἀπολογήσασθαί σοι, Κύριε,

ὅτι δίκαιος εἶ, εἶτα ζητῆσαι τῶν ἀπορουμένων τὴν

αἰτίαν.

«Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;» Οἶδας ὅτι οὐ

φθονῶν λαλῶ, ἀλλ' ἐρωτῶν.

«Ἐφύτευσας αὐτούς.» Ἀντὶ τοῦ, ἐδημιούργησας

αὐτοὺς, ὡς πάντων ποιητὴς, καὶ οὐκ ἐξεκόπησαν

ἁμαρτάνοντες.

«Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω

ἀπὸ τῶν νεφρῶν αὐτῶν.» Οἶδας, φησὶν, ὅτι μέχρι

χειλέων τιμῶσί σε, καὶ οὐκ ἐπάγεις αὐτοῖς πειρα-

σμοὺς, ἵνα δοκιμάσῃς αὐτῶν τὰ βάθη τῆς διανοίας.

«Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς.» Οὐ κατ-

ευχόμενος αὐτῶν τοῦτό φησιν, ἀλλὰ πληροφορούμε-

νος, ὅτι εἰ καὶ βραδὺ, πλὴν ἥξει ἡ τιμωρία αὐτοῖς.

Τὸ δὲ, ἅγνισον, ἀντὶ τοῦ, Ἑτοίμασον, εὐτρέπι-

σον, ὡς ἐπὶ τῶν μελλόντων θύεσθαι.

«Ἠφανίσθησαν κτήνη καὶ πετεινά.» Διὰ τὴν

ἀφορίαν τῆς γῆς. Πρὸς δὲ διάνοιαν, κτήνη ἂν καὶ

πετεινὰ νοήσῃς ἀφανιζομένους ἀνθρώπους, τῶν μὲν

οὐρανίων ἐπιθυμοῦντας, τῶν δὲ ἐπιγείων μὴ ἀφιστα-

μένους.

«Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε.» Πρὸς

τοὺς ἁμαρτάνοντας ὁ λόγος· Τρέχοντες γὰρ, φησὶν,

ἐπὶ τὰ πονηρὰ, ἐκλύετε τοὺς τόνους τῆς ἀρετῆς.

653

«Πῶς παρασκευάσῃ ἐφ' ἵππους.» Πῶς προσ-

κρούων Θεῷ, δι' ἱππικῆς βοηθείας πιστεύεις σώζε-

σθαι; Πρὸς δὲ διάνοιαν, ἵπποι τὸν θεῖον ἔχοντες

ἐποχούμενον λόγον, ἀπόστολοι καὶ προφῆται. Πῶς

οὖν δύνασαι, φησὶ, παρασκευάζεσθαι εἰς τὴν τούτων

ὠφέλειαν, τὰ τῆς κακίας ἔργα μεταδιώκων;

«Καὶ ἐν γῇ εἰρήνης σου πέποιθας;» Μὴ θάῤ-

ῥει, φησὶν, ἐπὶ τῇ νῦν εἰρήνῃ τῆς γῆς· ἥξει γὰρ

πάντως ὁ πόλεμος, σοῦ πλημμελοῦντος. Πρὸς δὲ

διάνοιαν· Πῶς δύνῃ, φησὶν, ἐπὶ τῇ γνώσει τῆς εὐ-

σεβείας θαῤῥεῖν ἁμαρτάνων; Γῆ γὰρ εἰρήνης ἐστὶν

ἡ εὐσέβεια, δι' ἧς πρὸς Θεὸν εἰρηνεύομεν.

«Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;»

Καύχημα τοῦ Ἰορδάνου, τὸ θεῖον βάπτισμα. Πῶς

οὖν δύνῃ καυχᾶσθαι ἐπὶ τῷ βαπτίσματι ἁμαρ-

τάνων;

«Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν, μὴ πιστεύ-

σῃς ἐν αὐτοῖς.» Εἰ μὲν πρὸς τὸν προφήτην ὁ λόγος,

περὶ τῶν ἐν Ἀναθὼθ πολιτῶν αὐτοῦ φησιν, οἵ τινες

ἐβούλοντο αὐτὸν ἀνελεῖν. Εἰ δὲ πρὸς τὸν ἁμαρτωλόν·

Οἱ πάλαι, φησὶ, διὰ τὴν εὐσέβειαν προσῳκειωμένοι

σοι, νῦν βδελύσσονταί σε, καὶ πολέμιοί σοι γεγόνασι,

καὶ ἐκδιώκουσί σε.

«Μὴ σπήλαιον ὑαίνης.» Τὸ τῆς ὑαίνης σπήλαιον

μεστόν ἐστιν ἀκαθαρσίας, καὶ ὀστέων νεκρῶν ἐκ

διαφόρων σωμάτων. Τοιοῦτοι δὲ ἦσαν οἱ τῶν Ἰου-

δαίων καθηγηταὶ, τάφοι κεκονιαμένοι, ἔσωθεν δὲ γέ-

μοντες ὀστέων νεκρῶν, τουτέστι πάσης ἀκαθαρσίας

πεπληρωμένοι.

«Ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.» Πάντα δι' ἁμαρ-

τίαν πολεμοῦντα τὸν ἄνθρωπον· πρὸς δὲ ἱστορίαν

τοὺς Ῥωμαίους φησίν.

«Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου»

Ἡ κατὰ Θεὸν ποιμαντικὴ μία ἐστίν. Οἱ δὲ πολλοὶ

ποιμένες, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε αἱρε-

τικοὶ, διαφόρους εἰσηγοῦνται διδασκαλίας, καὶ ἔκα-

στος τὴν ἑαυτοῦ κρατῦναι βούλεται· ὅθεν καὶ διάφο-

ροι τῶν διδασκομένων οἱ τρόποι.

«Δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ.» Ἐκ

μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι

διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν Ἰουδαίων ἡ

χώρα· ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμε-

νον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐνδεδωκότα

ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. Οὐκ ἔστι,

φησὶν, ἄνθρωπος ἐννοῶν, ὅτι ὁ Θεός ἐστιν ὁ τῶν

ἀνθρώπων κύριος, καὶ οὐκ ὀφείλουσιν αὐτοὶ διὰ τῆς

οἰκείας διδασκαλίας κλῆρον ἑαυτῶν ποιεῖσθαι τοὺς

διδασκομένους, ἵνα κυριεύσωσιν αὐτῶν.

«Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ.» Οἱ τῶν

Ἰουδαίων αἰχμάλωτοι. Πρὸς δὲ διάνοιαν, οἱ τὴν

ἄκαρπον τῶν πολλῶν ποιμένων παραδεχόμενοι δι-

δασκαλίαν.

«Ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ'

ἄκρου τῆς γῆς.» Πρὸς μὲν ἱστορίαν, ἡ τῶν Ῥω-

μαίων χεὶρ πορθοῦσα τὴν Ἰουδαίων γῆν· πρὸς δὲ

διάνοιαν, τὴν συγχώρησιν τοῦ Κυρίου, διὰ τὸ

656

αὐτεξούσιον τῶν τε ποιμένων, καὶ ποιμαινομένων,

μάχαιραν Κυρίου νοήσεις διαφθείρουσαν τοὺς ἐν

πάσῃ γῇ ταῖς ποικίλαις διδασκαλίαις πειθομένους,

οἵτινες οὐδὲ εἰρηνεύουσι πρὸς ἀλλήλους.

«Ἐσπείρετε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε.»

Πρὸς τοὺς πολλοὺς ποιμένας ὁ λόγος, οἵτινες διὰ τῆς

πιθανολογίας, τρόφιμον δοκοῦντες εἰσηγεῖσθαι διδα-

σκαλίαν, ὄλεθρον ἑαυτοῖς ἀποθερίζουσιν.

«Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς.»

Τοὺς ποιμένας οὐδὲν οἱ ποιμαντικοὶ ὠφελήσουσι

κλῆροι.

«Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.» Αἰσχύνης,

φησὶ, καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ

τῷ Θεῷ.

«Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γει-

τόνων τῶν πονηρῶν.» Γείτονες πονηροὶ οἱ τὸν θεῖον

λόγον παραχαράττοντες, οἵτινες καὶ διεκβολὰς ἐρ-

γάζονται, παροχετεύοντες τὴν θείαν διδασκαλίαν.

«Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς.» Ἀνασπῶ, φησὶ,

τοὺς σωζομένους τοῦ λαοῦ μου ἀπὸ τῆς γῆς τῶν πο-

νηρῶν γειτόνων· τουτέστι, τῆς εἰδωλολατρείας καὶ

ψευδοῦς διδασκαλίας. Ἰούδαν δέ φησι τὸν ἐξομολο-

γούμενον καὶ σωζόμενον λαὸν, ὃν καὶ ἐκβαλεῖν ὑπ-

ισχνεῖται ἀπὸ τῆς πονηρᾶς γῆς.

«Καὶ ἔσται, μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἀναστρέψω,

καὶ ἐλεήσω αὐτούς.» Καὶ αὐτοὺς δὲ, φησὶν, ἐλεήσω

τοὺς ἐθνικοὺς, τὴν τοῦ ἁγίου λουτροῦ ἄφεσιν χαρι-

ζόμενος αὐτοῖς.

«Καὶ ἔσται ..., τοῦ ὀμνύειν τῷ ὀνόματί μου.» Ἵνα

μηκέτι τὰ εἴδωλα, ἀλλὰ τὸν Δεσπότην Χριστὸν ὅρ-

κιον ἔχωσιν.

{ΚΕΦΑΛ. ΙΓʹ.}

«Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν.»

Περίζωμα λινοῦν τὸ πολλάκις πλύνεσθαι δυνάμενον·

σημαίνει δὲ τοὺς πολλάκις συγχωρηθέντας, καὶ μὴ

μετανοήσαντας.

«Καὶ ἐπορεύθην. Καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ.»

Τὸ ὕδωρ διέφθειρε τὸ περίζωμα· ὕδωρ δὲ ἡ ἁμαρ-

τία, κάθυγρος οὖσα, καὶ διαῤῥέουσα, καὶ τοὺς

αὐτῇ χρωμένους ἀχρείους ἀπεργαζομένη.

«Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων

μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων.»

Ὕβρις εἰς Θεὸν, τὸ τὴν αὐτοῦ προσκύνησιν εἰδώλοις

προσφέρειν.

«Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς

πληρωθήσεται οἴνου.» Ἀσκοῖς αὐτοὺς παρεικάζει,

ἢ διὰ τὸ διάκενον καὶ σχῆμα μόνον ἔχειν ἀνθρώ-

πων, ἢ ὅτι εἰ βουληθεῖεν, δύνανται καὶ αὖθις δέξα-

σθαι θεῖα μαθήματα τὰ τῆς εἰς Χριστὸν πίστεως.

«Ἰδοὺ ἐγὼ πληρῶ τοὺς ἱερεῖς μεθύσματι.» Τῇ

τιμωρίᾳ τῆς ἀδικήσεως.

«Δότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτά-

σαι.» Ὁ Κύριος ὑμῶν Ἰησοῦς Χριστὸς φῶς ἐστιν·

Ἕως οὖν ἔχετε, φησὶ, τὸ φῶς, πιστεύσατε εἰς

αὐτό.

«Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν.»

657

Ὅρη σκοτεινὰ αἱ πονηραὶ δυνάμεις, καὶ αἱ διαβολι-

καὶ ἐνέργειαι. Πρὸ τῆς οὖν παῤῥησίας τοῦ διαβόλου,

φησὶ, πιστεύσατε εἰς τὸ φῶς.

«Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου,

καὶ τεθήσονται εἰς σκότος.» Αἱ γὰρ ψευδεῖς διδα-

σκαλίαι φῶς ὑπισχνούμεναι, θανάτου τυγχάνουσι

πρόξενοι.

«Κεκρυμμένως κλαύσεται ἡ ψυχή.» Ἢ πρὸς

τοὺς διδασκάλους ὁ λόγος, ὅτι Αἰσχυνόμενοι οὓς ἠπα-

τήσατε, κεκρυμμένως κλαύσατε· ἢ καὶ πρὸς τοὺς

αἰχμαλώτους, ὅτι Τοιαύτη ὑμῶν ἔσται ἡ αἰχμαλω-

σία, εἴτε νοητὴ, εἴτε αἰσθητὴ, ὡς μηδὲ τολμᾷν φα-

νερῶς δεικνύειν.

«Πόλεις αἳ πρὸς νότον συνεκλείσθησαν.» Αἱ κατ'

εὐσέβειαν πολιτεῖαι, αἱ ἀντικείμεναι τῷ νοουμένῳ

βοῤῥᾷ.

«Ἀπῳκίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τε-

λείαν.» Μετὰ τῶν αἰσθητῶν νοεῖ, ὅτι τῶν κατ' εὐ-

σέβειαν ἠθῶν μετέστη.

«Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ.»

Τοῦτ' ἔστι, κατανόησον.

«Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε;» Ὅταν ἐφι-

στῶσί σοι οἱ αἰσθητοὶ, ἢ καὶ νοητοὶ πολέμιοι.

«Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς

ἀρχήν.» Ἐὰν μὴ γὰρ ἐκδῶμεν ἑαυτοὺς τῇ ἁμαρ-

τίᾳ, οὐκ ἄρχει ἡμῶν.

«Τὰς πτέρνας σου.» Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτη-

δεύματα γήϊνα.

«Εἰ ἀλλάξεται Αἰθίοψ.» Φυσικῷ πράγματι παρ-

εικάζει, τὴν ἐκ πολλῆς συνηθείας ἁμαρτίαν, ἵνα

δείξῃ ἀναγκαίαν εἶναι τὴν χάριν τοῦ λουτροῦ τῆς

παλιγγενεσίας.

«Καὶ ὁ χρεμετισμός σου.» Διὰ τοῦ χρεμετισμοῦ,

σημαίνει, τὴν πρὸς τὴν θήλειαν μίξεως τὴν ἔφεσιν.

Τοῦτο οὖν φησιν, ὅτι Καὶ ἐν συγκαταθέσει, καὶ ἐν

αὐτῇ τῇ πράξει τὴν ἁμαρτίαν εἰργάσασθε.

«Ἐπὶ βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ

βδελύγματά σου.» Ἀντὶ τοῦ, κατὰ πολλοὺς τρόπους.

Πλὴν ἐπὶ τούτων ἔθυον.

{ΚΕΦΑΛ. ΙΔʹ.}

«Ἐπένθησεν ἡ Ἰουδαία.» Μετὰ τὸ αἰσθητὸν ἡ

γνῶσις τῆς εὐσεβείας.

«Καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν.» Αἱ εἰσ-

αγωγαὶ καὶ διδασκαλίαι οὐκ ἔχουσαι τοὺς διδασκο-

μένους.

«Καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς.» Τῆς γὰρ κα-

κίας ἐπικρατούσης ἡ ἀρετὴ καλύπτεται.

«Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη.» Οὐχ

ὡς ἡ Σοδόμων· οὐ γὰρ τελείως ἠφανίσθη· ἀλλὰ τοῦ

ὀδυρμοῦ αὐτῆς ἡ κραυγή.

«Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεω-

τέρους αὐτῶν ἐφ' ὕδωρ.» Οἱ θρόνοι οἱ ἱερατικοὶ

ἔπεμψαν ἐπερωτῆσαι ἀπὸ Θεοῦ τὰ συμφέροντα.

Νεωτέρους δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ κοσμικαῖς καὶ

νεωτερικαῖς αὐτοὺς ἐπιθυμίαις ἐνέχεσθαι.

«Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕρησαν ὕδωρ.»

Τοῦτο εἰ μὴ ἐκ θείας ὀργῆς, οὐκ ἄν ποτε συνέβη.

660

Ἄλλως· Οὐ γὰρ εὗρον τὸ ὕδωρ τὸ ζῶν τὸ ἐκ Θεοῦ

διδόμενον.

«Οἱ γεωργοί.» Οἱ ὀφείλοντες ἐργάζεσθαι.

«Καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.» Οὐ γὰρ

ἦσαν οἱ ἀκούοντες. Τροφὴ γὰρ τῶν ἁγίων οἱ αὐτῶν

μαθηταί.

«Ὄναγροι ἔστησαν ἐπὶ νάπας.» Ἐστέναξαν

ἐπὶ τοῖς ἀπολλυμένοις. Ὄναγροι. Οἱ τῶν κοσμικῶν

πραγμάτων ἐλεύθεροι.

«Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς.»

Ἵνα τί, φησὶν, οὐ κήδῃ ἡμῶν ὡς Δεσπότης, ἀλλὰ

παρορᾷς ὡσεὶ πάροικος;

«Ἐκκλίνων εἰς κατάλυμα.» Ὁ ἐπειγόμενος εἰς

κατάλυμα φθάσαι, κἂν ἴδῃ τινὰς ὁπωσοῦν χρῄζοντας

βοηθείας, παρορᾷ, καὶ παρατρέχει.

«Ἠγάπησαν κινεῖν πόδας αὐτῶν.» Ἀτάκτως

κινεῖσθαι, τρέχειν εἰς τὰ κακά.

«Ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι.» Ὡς

ὑπεραπολογούμενος τοῦ λαοῦ ὁ προφήτης φησὶν, ὅτι

Οἱ ψευδοπροφῆται αὐτοὺς ἀπατῶσι· καὶ δύο ἐντεῦ-

θεν πραγματεύεται· μετάγει τὴν ὀργὴν ἐπὶ τοὺς

προφήτας, καὶ προτρέπει λέγειν Θεὸν, ὅτι Οὐκ ἐγὼ

αὐτοὺς ἀπέστειλα.

«Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.» Ἐν παρατε-

ταμένῃ νόσῳ, ὡς τοῦ συντόμου θανάτου αἱρετωτέ-

ρου τυγχάνοντος.

«Καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερου-

σαλήμ.» Δίοδοί εἰσιν αἱ αἴσχιστοι ὁδοί.

«Μὴ ἀποδοκιμάζων.» Δέησις τοῦ προφήτου πρὸς

Θεὸν, καὶ ἐξομολόγησις ὑπὲρ τοῦ λαοῦ, καὶ Θεοῦ

πρὸς αὐτὸν ἀπόκρισις.

«Καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;» Ὥσπερ

ἀνθρωπίνως διαμορφοῖ τὸν Θεὸν ἡ Γραφὴ τὸν ἀσχη-

μάτιστον, οὕτως καὶ ὡς ἐπὶ ἀνθρώπου, Ἡ ψυχή σου

τέθνηκεν. Ἢ προφητικῶς, ὅτι ἔμελλεν ὁ Θεὸς Λόγος

δι' ἡμᾶς ἄνθρωπος γίγνεσθαι.

«Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ

σὺ αὐτός;» Οὐδὲ αἱ οὐράνιαι, φησὶ, δυνάμεις δίχα

τῆς σῆς ἐπιτροπῆς δύνανται χορηγεῖν ἀγαθά.

«Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας

πάντα ταῦτα.» Σὺ εἶ, φησὶ, καὶ οὐχ ἕτερός τις

ὁ καὶ τὸν αἰσθητὸν ἡμῖν καὶ τὸν πνευματικὸν χορ-

ηγῶν ὑετόν.

{ΚΕΦΑΛ. ΙΕʹ.}

«Καὶ εἶπε Κύριος πρός με, Ἐὰν στῇ Μωυσῆς,

καὶ Σαμουήλ.» Μωυσῆς ὁ λέγων, Εἰ μὲν ἀφῇς

αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον

ἐκ τῆς βίβλου σου ταύτης, ἧς ἔγραψας· καὶ Σα-

μουὴλ ὁ καὶ τὴν τοῦ Σαοὺλ ἁμαρτίαν πενθῶν.

«Ἐξαπόστειλον αὐτοὺς, καὶ ἐξελθέτωσαν.» Οὐχ

ὁ Θεὸς ἐκβάλλει, ἀλλ' αἱ ἡμῶν ἁμαρτίαι διιστῶσιν,

ἀναμέσον ἡμῶν καὶ αὐτοῦ.

«Μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας.» Μετὰ

[ἀλ. μετὰ τὸ αἰσθητόν] τὴν αἰσθητὴν, μάχαιραν

νοητὴν, ψευδώνυμον γνῶσιν. Κύνας δὲ περὶ ὧν εἶπεν

ὁ Ἀπόστολος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς

661

κακοὺς ἐργάτας. Θηρία δὲ γῆς, τοὺς τὰ γήϊνα φρο-

νήματα ἡμῖν ἐνσπείροντας· πετεινὰ δὲ τοῦ οὐρανοῦ

τοὺς τὰ ὑψώματα ἡμῖν ἐπισπείροντας μετὰ τῆς

γνώσεως τοῦ Θεοῦ.

«Διὰ Μανασσήν.» Οὖτος ἔπεισεν ἐκτόπως εἰδωλο-

λατρεῖν τοὺς Ἰουδαίους. Λέγεται δὲ καὶ τὸν προφή-

την Ἡσαΐαν αὐτὸς πρῖσαι.

«Ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;» Τίς ἔχει

φοβηθῆναι εἰς τὸ κακῶσαί σε; ἀντὶ τοῦ, Οὐδείς. Ἢ

τίς, φησὶ, μέλλει σοι εἰρηνεύειν, ἐμοῦ σοι πολεμοῦν-

τος;

«Καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.»

Τὸ, σέ, καὶ, αὐτούς, κατὰ τοῦ αὐτοῦ κεῖται· φησὶ

δὲ τὴν Ἰερουσαλὴμ, καὶ τοὺς ἀπειλουμένους.

«Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν.» Αἱ πολυ-

οχλοῦσαι πόλεις ἔρημοι γεγόνασιν.

«Ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης.» Ὑπερβολι-

κὸς…

The complete text is available when the reading interface loads.