Commentarius in Apocalypsin
- Edition reference
- Commentarius in Apocalypsin, ed. H. C. Hoskier, The complete commentary of Oecumenius on the Apocalypse, Ann Arbor: University of Michigan Press, 1928: 29–260.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
29
{Ἑρμηνεία τῆς ἀποκαλύψεως τοῦ θεσπεσίου καὶ εὐαγγελιστοῦ
καὶ θεολόγου Ἰωάννου ἡ συγγραφεῖσα παρὰ Οἰκουμενίον.
Λόγος πρῶτος}
Πάσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος ἔφη που λόγιον
ἱερόν. ἐν πνεύματι γὰρ ἐσοφίσθησαν ἅπαντες οἱ κηρύ-
ξαντες ἡμῖν τὸν σωτήριον λόγον, προφῆταί τε καὶ ἀπόστο-
λοι καὶ εὐαγγελισταί. ὁ δέ γε θεσπέσιος Ἰωάννης πάντων
κηρύκων ἁγιώτερος καὶ παντὸς πνευματικοῦ πνευματικώτε-
ρος, ὡς ἐπὶ τὸ στῆθος ἀναπεσὼν τοῦ Κυρίου, καὶ διὰ τῶν
φιλημάτων ἀρυσάμενος δαψιλεστέραν τοῦ Πνεύματος
χάριν· ὅθεν καὶ υἱὸς ἐπεκλήθη βροντῆς. κατεκτύπησεν
γὰρ †τὴν† ὑπ' οὐρανὸν ταῖς θείαις αὐτοῦ διδασκαλίαις.
τὴν δέ γε παροῦσαν αὐτοῦ πραγματείαν ὅσῳ καὶ περὶ
μυστηρίων ἰσχνῶν καὶ ἀποξεσμένων, ἔχει μυστικωτάτην
δικαίως 〈ὡς〉 ἄν τις λογίσαιτο. οὐ γὰρ περὶ παρόντων
ἡμῖν μόνον διαλέγεται, ἀλλὰ καὶ περὶ παρεληλυθότων καὶ
μελλόντων πραγμάτων. τοῦτο γὰρ ἴδιον ἐντελοῦς προφη-
τείας περὶ τῶν τριῶν διαλαμβάνειν καιρῶν· καὶ γὰρ καὶ οἱ
ἔξωθεν εἰσφέρουσιν τοὺς μάντεις τοὺς παρ' αὐτοῖς εἰδότας
τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα ἐν περινοίᾳ τῶν
παρ' ἡμῖν, ὡς οἶμαι, προφητῶν γεγενημένοι. οὐ γὰρ οἱ παρ'
αὐτοῖς χρησμολόγοι τὴν ἁπάντων γνῶσιν ἔσχον ποτέ,
ἐπεὶ μηδὲ οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονες ἐπηνάγκα-
σαν τὸν τὰ πνευματικὰ διερμηνεύειν ἐπιχειροῦντα,
30
πνευματικόν τε εἶναι καὶ τὰ θεῖα σοφόν, ἐπεὶ καὶ πνευμα-
τικοῖς πνευματικὰ συγκρίνειν κατὰ τὸν θεῖον ἀπόστολον.
ἐγὼ δὲ τοσοῦτον πόρρω καθέστηκα πνεύματος ἐνεργείας,
ὅσῳ καὶ τὴς θείας καὶ ἀνωτάτω σοφίας· διὸ προπετῆ μᾶλ-
λον ἢ ἀσφαλῆ πεποίημαι τὴν ἐγχείρησιν· εἰς γὰρ κακότε-
χνον ψυχήν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ οἰκεῖ ἐν σώματι
κατάχρεως ἁμαρτίαις, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ.
γυμνασίαν οὖν τινα προειλόμην τὸ ἑαυτοῦ ἀπερίσκεπτον
ἐν αὐτῇ διελέγχων. οὐκ ἠγνόηται δέ, ὥς τινες περὶ τοῦ
παρόντος συγγράμματος ἐπειράσθησαν εἰπεῖν, ὅτι νόθον
τέ ἐστι καὶ ἀσύντακτον ταῖς λοιπαῖς τοῦ Ἰωάννου συγγρα-
φαῖς. ἐγὼ δὲ ἐξ αὐτῶν τῶν εἰρημένων ψυχωφελῶν τυγχα-
νόντων καὶ οὐδὲν ἐχόντων ὅτι μὴ θεῖον καὶ τοῦ συγγρα-
φέως ἐπάξιον, τὸ γνήσιον αὐτῷ μαρτυρῶ καὶ ἐξ ὧν ἔγκριτοι
πατέρες ἐδέξαντό τε αὐτὸ καὶ ἐκύρωσαν, Ἀθανάσιος μὲν ὁ
πάμμεγας ἐν τῇ ἐκθέσει τῶν κανονιζομένων βιβλίων τῆς
παλαιᾶς τε καὶ νέας, Βασίλειος δὲ ὁ θεσπέσιος, ἐν τῇ Περὶ
Υἱοῦ συντόμῳ ζητήσει, Γρηγόριος δὲ ὁ θεολόγος, ἐν τῷ
εἰς τὴν τῶν Ἐπισκόπων Παρουσίαν λόγῳ, Μεθόδιος δὲ ὁ
σοφώτατος, ἐν τῷ Περὶ Ἀναστάσεως λόγῳ, Κύριλλος δὲ ὁ
μέγας ἔργῳ καὶ λόγῳ ἐν βιβλίῳ ἕκτῳ τῆς Ἐν Πνεύματι
καὶ Ἀληθείᾳ Πραγματείας· πρὸς τούτοις καὶ Ἱππόλιτος ὁ
θεσπέσιος ἐν τῇ Ἑρμηνείᾳ τοῦ Δανιήλ. οὐ γὰρ ἂν μνήμης
παρὰ τοῖς οὕτως ἀκριβέσι τετύχηκε πατράσιν, εἴ τι ὅλως ἦν
ἐν αὐτῷ νόθον καὶ ἀπόβλητον. ἦν δὲ καὶ ἄλλους παρα-
θέσθαι τῶν ἁγίων κυροῦντας τὸ σύγγραμμα, εἰ μὴ τὸ μέ-
τριον ἐγίνωσκον τοῖς εὖ φρονοῦσι σπουδαζόμενον. εἰ γὰρ
τὸ ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορραγήσεται κατὰ τὸν
ἐκκλησιαστὴν, σχολῇ γ' ἂν ἀπορραγείη τὸ ἑξάπλοκον· τι
οὖν ἡμῖν διὰ τῆς ἀποκαλύψεως ὁ ἱερὸς τοῦ Χριστοῦ μαθη-
31
τής, καὶ τὴν θείαν αὐχῶν ἀγάπην διαλέγεται; ἰστέον γὰρ
ἐπ' αὐτὰ λοιπὸν τὰ θεσπέσια λόγια, τὰς αὐτοῦ πρεσβείας
εἰς βοήθειαν καλεσάσας·
ἀποκάλυψις Ἰησοῦ Χριστοῦ· ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι
τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· καὶ ἐσήμανεν
ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ· καὶ τὴν μαρτυρίαν Ἰησοῦ
Χριστοῦ ὅσα εἶδεν.
ἐν προοιμίοις καλὸν ἐπισημήνασθαι, ὅτι ἐν πάσαις ταῖς
αὐτοῦ συγγραφαῖς ὁ θεσπέσιος Ἰωάννης ἐμφιλοχωρήσας
τοῖς θεοπρεπέσι λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
ἐν τῷ παρόντι συγγράμματι τοῖς ἀνθρωποπρεπέσιν αὐτοῦ
διατρίβει μᾶλλον ὅπως μὴ δόξειεν ἐκ τῶν θειοτέρων μὲν
αὐτὸν ἐπιγινώσκων, οὐ μὴν καὶ ἐκ τῶν ἀνθρωπίνων. δεῖγμα
γὰρ τῆς ἀκραιφνοῦς θεολογίας ὥσπερ τὸ πιστεύειν ὅτι ἐκ τοῦ
Θεοῦ καὶ πατρὸς ὁ θεῖος λόγος πρὸ παντὸς αἰῶνος καὶ χρο-
νικοῦ γεγέννηται διαστήματος, συναΐδιός τε καὶ ὁμοούσιος
τῷ πατρὶ καὶ τῷ πνεύματι, καὶ συγκατάρχει τῶν αἰώνων, καὶ
πάσης κτίσεως νοητῆς τε καὶ αἰσθητῆς, κατὰ τὸ εἰρη-
μένον τῷ σοφωτάτῳ Παύλῳ ἐν τῇ πρὸς Κολασσαεῖς ἐπι-
στολῇ, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ
ἐπὶ τῆς γῆς, τὰ ἀόρατα καὶ τὰ ὁρατά, εἴτε θρόνοι, εἴτε κυριό-
τητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ καὶ εἰς
αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος καὶ
τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχὴ πρωτότοκος ἐκ νεκρῶν,
ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· οὕτω πιστεύειν αὐτὸν
32
ἐπ' ἐσχάτων δι' ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν; καὶ ἄνθρω-
πον γεγονέναι, οὐκ ἐκστάσει θεότητος, ἀλλὰ προσλήψει
σαρκὸς ἀνθρωπίνης, ἐψυχωμένης νοερῶς, ἵν' ἐκ δύο φύσεων
νοεῖται συνημμένος ὁ Ἐμμανουήλ, θεότητός τε καὶ ἀνθρω-
πότητος, τελείως ἐχουσῶν κατὰ τὸν οἰκεῖον λόγον καὶ
τὴν κατὰ ποιότητα φυσικὴν ἰδιότητα καὶ διαφοράν, οὔτε
συγχυθέντων τῶν εἰς ἑνότητα συνδεδραμηκότων, οὔτε μὴν
διαιρουμένων μετὰ τὴν ἄφραστον καὶ ἀφαντασίαστον
ἕνωσιν. βδελυκτοὶ γὰρ ὁμοίως ἀμφότεροι
Νεστόριος τε καὶ Εὐτυχής· τὰ ἐναντία καὶ ἐκ διαμέτρου
κακά. ὅπως οὖν εἴη τὸ τοῦ σωτῆρος ἡμῶν δόγμα ἀκριβὲς
καὶ ἀποξεσμένον αὐτῷ, ἐν τοῖς ἄλλοις τοῖς θείοις ἐνδιατρί-
ψας, ὡς εἴρηται τοῦ Κυρίου, ἐνταῦθα τοῖς ἀνθρωπίνοις κατε-
χρήσατο ῥήμασί τε καὶ διανοήμασι· πλὴν οὔτε ἐν ἐκείνοις
τὰ θεῖα δίχα τῶν ἀνθρωπίνων, οὔτε ἐνταῦθα τὰ ἀνθρώπινα
δίχα τῶν θείων ἐξέδωκεν. παρὰ τὸ πλέον δὲ καὶ ἧττον
ταῖς συγγραφαῖς κατεχρήσατο. ἐντεῦθεν αὐτῷ τῷ εἰπεῖν
ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ πάτρος τῷ υἱῷ· δέδοται
δὲ παρὰ τοῦ υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. δούλους δὲ
Χριστοῦ τοὺς ἁγίους εἰπών, ἐφύλαξεν αὐτῷ τὸ θεοπρεπές.
τίνος γὰρ ἂν εἴησαν οἱ ἄνθρωποι, πλὴν τοῦ ποιητοῦ καὶ
δημιουργοῦ τῶν ἀνθρώπων; τίς δὲ ὁ τῶν ἀνθρώπων καὶ
πάσης κτίσεως δημιουργός; οὐδεὶς παρὰ τὸν μονογενῆ τοῦ
Θεοῦ λόγον καὶ υἱόν. πάντα γὰρ δι' αὐτοῦ ἐγένετό φησιν ἐν
Εὐαγγελίοις ὁ παρὼν συγγραφεύς. τί δὲ βούλεται αὐτῷ τὸ
προσθεῖναι ἃ δεῖ γενέσθαι ἐν τάχει; καίτοι τῶν μελλόντων
ἔσεσθαι οὔπω τετελεσμένων, ἤδη πλείστου δεδραμηκότος
χρόνου ἐξ οὗ ταῦτα εἴρηται, ἐτῶν πλειόνων ἢ πεντακο-
33
σίων. ὅτι πάντες οἱ αἰῶνες ἐν ὀφθαλμοῖς τοῦ ἀτελευτήτου
αἰωνίου Θεοῦ εἰς οὐδέν εἰσι λελογισμένοι· χίλια γὰρ ἔτη,
φησὶν ὁ προφήτης, ἐν ὀφθαλμοῖς σοῦ, Κύριε, ὡς ἡ ἡμέρα ἡ
ἐχθὲς ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί. διὰ τοῦτο τοιγαροῦν
τὸ ἐν τάχει προσέθηκεν οὐ πρὸς τὸ μέτρον ἀπιδὼν τῶν
χρόνων τῆς τῶν γενησομένων συμπληρώσεως, ἀλλὰ πρὸς
τὴν ἰσχὺν καὶ τὸ αἰώνιον τοῦ Θεοῦ. τῷ ὄντι γὰρ πᾶσα
χρονικὴ παράτασις κἂν ὅτι μάλιστα πλείστη τέ ἐστι καὶ
μεγίστη μικρά τίς ἐστι πρὸς τὸ ἀτελεύτητον συγκρινομένη.
Ἰησοῦς οὖν φησιν ὁ Χριστὸς ἐσήμανέν μοι ἃ δεῖ γενέσθαι.
οὐκ αὐτὸς ἐπιφανεὶς καὶ εἶπεν, ἀλλὰ διὰ τοῦ ἀγγέλου αὐτοῦ
μυσταγωγήσας με. ὁρᾶς τὸ φιλάληθες τοῦ θεσπεσίου τού-
του, ὁμολογήσαντος ὡς δι' ἀγγέλου αὐτῷ ἀποκεκάλυπται καὶ
οὐκ ἀπὸ στόματος ἤκουσεν τοῦ Κυρίου· ὅστις, φησὶν
Ἰωάννης, ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν
Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν. τούτῳ τῷ σχήματι καὶ ἐν Εὐαγγε-
λίοις κέχρηται, τὴν διδασκαλικὴν ἀξιοπιστίαν ἑαυτῷ φυλατ-
τόμενος. εἶπεν οὗτός ἐστιν ὁ μαρτυρῶν περὶ τούτων καὶ
γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθὴς ἡ μαρτυρία αὐτοῦ
ἐστιν. καὶ νῦν φησιν μάρτυς ἐστὶν τοῦ ὀφθέντος αὐτῷ
θείου λόγου. λέγει δὲ τοῦ τῆς παρούσης ἀποκαλύψεως καὶ
τῆς δοθείσης παρὰ Χριστοῦ μαρτυρίας, τοῦτ' ἔστι, διὰ μαρ-
τυρίας μάρτυς εἰμὶ καὶ συγγραφεύς.
μακάριος ὁ ἀναγινώσκων καὶ ἀκούων τοὺς λόγους τῆς
προφητείας ταύτης καὶ οἱ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμ-
μένα· ὁ γὰρ καιρὸς ἐγγύς.
οὐ τοὺς ἀναγινώσκοντας μόνον ἔφη μακαρίους· πολλοὶ
γὰρ ἂν ἦσαν οὕτω μακάριοι, πλεῖστοι γὰρ οἱ ἀναγινώσκον-
τες, ἀλλὰ καὶ τοὺς ἀκούοντας καὶ οἷον πειθηνίους γινομέ-
νους ταῖς ἐν αὐτῇ παραινέσεσιν, καὶ οἱ διατηροῦντες καὶ
34
φυλάττοντες ὡς θείους νόμους τὰ εἰρημένα. ἐγγὺς γάρ
φησιν ὁ καιρός· παντὶ γὰρ φυλάττοντι τὰς ἐντολὰς τοῦ
Θεοῦ ἐγγὺς τῆς μακαριότητος ὁ καιρός. ἢ οὕτως ἢ ἐγγύς
φησιν τῆς τῶν λεγομένων ἀποβάσεως ὁ καιρός. τὸ δέ γε
ἐγγὺς ἐν τοῖς πρότερον ἡρμηνεύηται.
Ἰωάννης φησὶν ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ
ἐρχόμενος.
ἰσοδυναμεῖ τοῦτο τῷ εἰπεῖν, χάρις ὑμῖν ἀπὸ τοῦ πάν-
των ὑμῶν Θεοῦ· ὄντα μὲν γὰρ ἑαυτὸν ὁ Πατὴρ ὀνομά-
ζει, χρηματίζων ἐπὶ τῆς βάτου τῷ σοφωτάτῳ Μωσεῖ λέγων,
ἐγώ εἰμι ὁ ὤν. ἦν δέ γε περὶ τοῦ Υἱοῦ φησιν ὁ παρὼν θεσ-
πέσιος εὐαγγελιστὴς εἰπών, ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ
λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος· καὶ πάλιν
ἐν 〈τῇ〉 πρώτῃ τῶν καθολικῶν ἐπιστολῶν· ὃ ἦν ἀπ' ἀρχῆς,
ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα,
καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς.
ἐρχόμενον δέ, ἔφη τὸ Πνεῦμα τὸ Ἅγιον. οὐ γὰρ μόνον
παραγέγονεν τῇ τῆς πεντηκοστῆς ἡμέρᾳ κατὰ τὰ ἐν ταῖς
πράξεσιν ἱστορούμενα, ἀλλὰ καὶ ἀεὶ παραγίνεται πρὸς
τὰς ἀξίας αὐτὸ ὑποδέξασθαι ψυχάς.
καὶ ἀπὸ τῶν ἑπτά φησιν πνευμάτων ἅ ἐστιν ἐνώπιον τοῦ
θρόνου αὐτοῦ.
τὰ δὲ ἑπτὰ πνεύματα εἰσὶν ἄγγελοι ἑπτά· οὐχ ὡς ἰσότιμα
δέ, ἢ συναΐδια, συμπαρελήφθη τῇ Ἁγίᾳ Τριάδι—ἄπαγε—
ἀλλ' ὡς θεράποντες γνήσιοι καὶ δοῦλοι πιστοί. φησὶ γὰρ
τῷ Θεῷ ὁ προφήτης, ὅτι τὰ σύμπαντα δοῦλά σου. ἐν δὲ τοῖς
ἅπασι καὶ οἱ ἄγγελοι περιέχονται. καὶ πάλιν ὁ αὐτὸς
περὶ αὐτῶν φησιν· εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις
35
αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. τούτῳ
δὲ τῷ σχήματι καὶ ὁ ἀπόστολος συνεχρήσατο Τιμοθέῳ
γράψων τὴν ἐπιστολὴν τὴν πρώτην· διαμαρτύρομαί σοί
φησιν ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν
ἀγγέλων. ἀλλὰ καὶ τῷ εἰπεῖν ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου
αὐτοῦ, οἰκετικὴν αὐτοῖς καὶ λειτουργικὴν τάξιν προσεμαρ-
τύρησεν· οὐ μὴν τὸ ἰσότιμον.
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ φησιν ὁ μάρτυς ὁ πιστός, ὁ πρωτό-
τοκος τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
πρότερον περὶ ἀσάρκου Θεοῦ λόγου γράψας, καὶ εἰπὼν
περὶ αὐτοῦ ὃ ἦν· νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται
εἰπών, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, οὐ διαιρῶν αὐτὸν εἰς δύο,
ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ αὐτοῦ μαρτυρῶν, ὅτι λόγος
τέ ἐστι τοῦ πατρός, καὶ ὅτι ἐσαρκώθη. ὅς ἐστι μάρτυς πισ-
τός· ἐμαρτύρησε γὰρ κατὰ τὸν ἀπόστολον ἐπὶ Ποντίου
Πιλάτου τὴν καλὴν ὁμολογίαν· ὃ δὲ ἦν, ὅτι Θεός ἐστι καὶ
τῶν ὅλων Κύριος εἰ καὶ σεσάρκωται. ἀληθὴς δέ γε ἡ τοι-
αύτη μαρτυρία· πιστὸν γὰρ τὸν ἀληθῆ λέγει, καὶ πίστεως
ἄξιον· ὁ πρωτότοκος τῶν νεκρῶν· τοῦτο αὐτῷ καὶ ὁ Παῦλος
προσμαρτυρεῖ, εἰπὼν ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν.
πρωτότοκον δὲ αὐτὸν ἐκ νεκρῶν καλοῦσιν, ὡς προκατάρ-
ξαντα τῆς κοινῆς ἀναστάσεως, καὶ ἐγκαινίσαντα ἡμῖν
ὁδὸν πρόσφατον καὶ ζῶσαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, διὰ
τοῦ καταπετάσματος, τοῦτ' ἔστιν, τῆς σαρκὸς αὐτοῦ κατὰ
τὸ γεγραμμένον. πάντες μὲν γὰρ ὅσοι πρὸ τοῦ Κυρίου
ἀνέστησαν ἐκ νεκρῶν, πάλιν παρεδόθησαν τῷ θανάτῳ· οὐ
γὰρ ἦν ἐκείνη ἡ ἀληθής, ἀνάστασις, ἀπαλλαγὴ δὲ πρὸς
καιρὸν τοῦ θανάτου. διὸ ἐκείνων μὲν οὐδεὶς πρωτότοκος ἐκ
νεκρῶν ἐχρημάτισεν. ὁ δέ γε Κύριος τοῦτο καλεῖται, ὡς
τῆς ἀληθοῦς ἀναστάσεως ἀρχή τε καὶ αἰτία γενόμενος.
καὶ ὥσπερ τι πρωτόλειον γεγονὼς τῆς τῶν ἀνθρώπων ἐγέρ-
σεως, γενηθεὶς οἷον καὶ προελθὼν ὥσπερ ἀπὸ παστάδος
τινὸς ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν.
36
περὶ τοῦ Κυρίου γὰρ μόνου ὁ θεσπέσιος γέγραφε Παῦ-
λος Ῥωμαίοις ἐπιστέλλων· εἰδότες φησὶν ὅτι Χριστὸς ἐξε-
γερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι
κυριεύσει. ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ
δὲ ζῇ, τῷ Θεῷ ζῇ. καὶ ὁ ἄρχων φησὶν τῶν βασιλέων τῆς γῆς.
τοῦτο καὶ ὁ Δανιὴλ ἔφη πρὸς τὸν Βαβυλώνιον· ἕως ἄν
φησιν γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρα-
νῶν· καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. βασιλεύει μὲν οὖν ὁ
Χριστὸς καὶ τῶν ἐν οὐρανοῖς ἁπάντων. ἀλλὰ νῦν τέως
περὶ τῶν ἐπὶ γῆς λέγει· προϊὼν δὲ δείκνυσιν αὐτὸν καὶ τῶν
ἐν οὐρανοῖς ἁγίων ταγμάτων βασιλεύοντα.
τῷ ἀγαπήσαντί φησιν ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐκ τῶν
ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· καὶ ἐποίησεν ἡμῖν βασι-
λείαν, ἱερεῖς τῷ Θεῷ καὶ προφήτας αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ἡ σύνταξις τοῦ ῥητοῦ ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα
ἐπάνεισιν. αὐτῷ φησιν, ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπή-
σαντι ἡμᾶς· πῶς γὰρ οὐκ ἠγάπησεν ὁ ἑαυτὸν δοὺς ἀντί-
λυτρον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς; καὶ λούσαντι ἡμᾶς ἐκ
τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γὰρ ἦρεν
τὸ καθ' ἡμῶν χειρόγραφον ὃ ἦν ὑπεναντίον ἡμῶν ἐν τοῖς δόγμα-
σιν· καὶ προσήλωσε τῷ ξύλῳ τοῦ σταυροῦ αὐτοῦ, ἐκτείνας
ἡμῶν τὰς ἁμαρτίας τῷ οἰκείῳ θανάτῳ καὶ ἡμᾶς ἐν τῷ
αἵματι αὐτοῦ ἐλευθέρους πλημμελημάτων ἀφείς, τῷ αὐτὸν
ὑποταγῆναι ἀχρὶ θανάτου καὶ θανάτου σταυροῦ τὴν ἡμῶν
ἰασάμενος παρακοήν. καὶ ἐποίησεν ἡμῖν βασιλείαν. καὶ τίς
ἡ ἐν τῷ γενέσθαι ἡμᾶς φησιν ἱερεῖς τῷ Θεῷ καὶ προφήτας
αὐτοῦ ὠφέλεια; τὸ γὰρ τούτων ἠξιῶσθαι τοῦς ἀνθρώπους
καὶ τὴν μέλλουσαν ἡμῖν βεβαιοῖ βασιλείαν καὶ ἐν τῷ πα-
37
ρόντι δόξαν ἀμύθητον προξενεῖ. τοῦ γὰρ ἀποπλῦναι ἡμῶν
τὰς ἁμαρτίας τῷ οἰκείῳ αἵματι, τοῦτο μεῖζον καὶ παρα-
δοξότερον, καὶ τῆς θείας δωρεᾶς ἐπάξιον. τὸ δὲ ἱερεῖς ἡμᾶς
Θεοῦ καὶ προφήτας γενέσθαι τοὺς οὐδὲν προεισενεγκόντας,
τῆς τοιαύτης δωρεᾶς.
ἰδοὺ ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ὄψεται
αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ
κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ναὶ ἀμήν.
τὸ ἔρχεσθαι αὐτὸν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ
αὐτὸς ἔφη περὶ ἑαυτοῦ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγε-
λίῳ οὕτω λέγων·
καὶ αἱ δυνάμεις αἱ ἐν τῷ οὐρανῷ σαλευθήσονται· καὶ τότε
ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ
δυνάμεως πολλῆς καὶ δόξης· ὥσπερ γὰρ οἶμαι ἀνιόντος
αὐτοῦ ἐν τοῖς οὐρανοῖς ἐν τῇ τῆς ἀναλήψεως ἡμέρᾳ γέγρα-
πται ἐν ταῖς Πράξεσιν, ὅτι νεφέλη αὐτὸν ὑπέλαβεν ἀπὸ τῶν
ὀφθαλμῶν αὐτῶν, οὕτω πάλιν ἥξει μετὰ νεφέλης. οἶμαι δὲ
τροπικῶς τὴν θείαν γραφὴν τοὺς ἁγίους ἀγγέλους νεφέλας
καλεῖν διὰ τὸ κοῦφον αὐτῶν καὶ μετάρσιον καὶ ἀεροβατές,
ὡσεὶ ἔλεγεν ἥξει ὁ Κύριος θείοις ἀγγέλοις ἐποχούμενος
καὶ δορυφορούμενος. οὕτω γὰρ αὐτὸν καὶ ὁ προφήτης
εἰσάγει λέγων καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη· ἐπετάσθη
ἐπὶ πτερύγων ἀνέμων. καὶ ὄψεται αὐτόν φησιν πᾶς ὀφθαλμός,
καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν. οὐκ ἐν παραβύστῳ γὰρ
ἐλεύσεται ἐν τῇ δευτέρᾳ αὐτοῦ τῇ ἐνδόξῳ παρουσίᾳ, οὔτε
λαθραίως, ὡς τὸ πρότερον, ἡνίκα μετὰ σαρκὸς ἐπεφοίτα τῷ
κόσμῳ· ἧς παρουσίας τὸ συνεσκιασμένον δηλῶν ὁ προ-
φήτης ἔλεγεν· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὥσει στα-
γὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. ἀλλ' ἐν παρρησίᾳ καὶ φανε-
ρῶς ὡς παντὶ ὀφθῆναι ὀφθαλμῷ, καὶ τοῖς λίαν ἁμαρτωλοῖς
καὶ ἀσεβέσιν. ὧν ἐν τῇ μερίδι τακτέον τοὺς εἰς αὐτὸν
38
παροινήσαντας ἢ ἐκκεντήσαντας. καὶ κόψονται ἐπ' αὐτόν
φησιν πᾶσαι αἱ φυλαὶ τῆς γῆς—αἱ ἐπιμείνασαι τῇ ἀπιστίᾳ
δηλονότι, καὶ μὴ ἑλόμεναι κλῖναι τὸν ἑαυτῶν αὐχένα τῷ
σωτηρίῳ αὐτοῦ ζυγῷ. τὸ δὲ ἐπ' αὐτὸν, ἐν τῇ ἐπιφανείᾳ
αὐτοῦ καὶ παρουσίᾳ νοήσεις. εἶτα τὸ πάντως ἐσόμενον
δηλῶν, προσέθηκεν Ναὶ ἀμήν, μόνον οὐχὶ λέγων ἀκριβῶς
ἔσται ταῦτα καὶ ἀναμφισβητηκώς, ὥσπερ γὰρ παρ' Ἕλλησι
τὸ ναὶ τὴν συγκατάθεσιν τῶν ἐσομένων ἐνδείκνυται, οὕτω
καὶ τὸ ἀμὴν παρὰ τοῖς Ἑβραίοις.
ἐγώ εἰμι τὸ α̅ καὶ τὸ ω̅, λέγει Κύριος ὁ Θεός· ὁ ὢν καὶ ὁ ἦν
καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ, καὶ Κύριος τῆς κτίσεως.
τὸ μὲν α̅, ἀρχήν, τὸ δὲ ω̅, τέλος δηλοῖ, ἐγὼ οὖν φησίν
εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, διὰ μὲν τοῦ πρώτου, τὸ ἀνάρ-
χον τοῦ Θεοῦ, διὰ δὲ τοῦ τελευταίου, τὸ ἀτελεύτητον δηλῶν.
ἐπειδὴ γὰρ οὐκ ἔστιν παρὰ ἀνθρώποις ἀνάρχον τι καὶ ἀτε-
λεύτητον, τῇ παρ' ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου
καὶ ἀτελευτήτου κατεχρήσατο. τοῦτο καὶ διὰ τοῦ Ἡσαίου
ἔλεγεν ὁ Θεός· ἐγὼ Θεὸς πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ
εἰμι. παντοκράτορα δὲ τὸν Θεὸν καὶ Κύριον τῆς κτίσεως
καλεῖ, οὐ μόνον τῆς αἰσθητῆς, ἀλλὰ καὶ τῆς νοητῆς.
ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν ταῖς θλί-
ψεσιν καὶ ἐν βασιλείᾳ ὑπομονῆ.
πιστοῖς ἔγραφεν τοῖς κατὰ τὸν λόγον καὶ τὸ κήρυγμα
τοῦ Χριστοῦ, πολλὰ παθοῦσι παρὰ τῶν διωκόντων τοὺς
εὐσεβεῖς, διὸ ἑαυτὸν ὥσπερ τῶν θλίψεων καὶ τῆς ὑπομονῆς,
οὕτω δὴ καὶ τῆς τοῦ Θεοῦ βασιλείας, εἶναι ἐνταῦθα τοῖς
ὑπὲρ τοῦ λόγου προξενοῦσι θλίψεις καλεῖ κοινωνὸν ἐν
Ἰησοῦ.
39
ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ
Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
διὰ τὸν Ἰησοῦν φησιν· τοῦτο γὰρ τὸ ἐν Ἰησοῦ. καὶ
διὰ τὸν λόγον αὐτοῦ καὶ τὴν μαρτυρίαν, ἣν ἐγὼ ἐμαρτύ-
ρησα τὸ Εὐαγγέλιον αὐτοῦ κηρύξας, ἐγενόμην φησίν, ἐξόρι-
στος ἐν τῇ Πάτμῳ. τοῦτο δὲ παθεῖν αὐτὸν ὁ Εὐσέβιος
ἱστορεῖ ἐν τῷ Χρονικῷ Κανόνι ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως.
εἶτά φησιν, διάγων ἐν τῇ εἰρημένῃ νήσῳ,
ἐγενόμην ἐν Πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ.
ὃ εἶπεν ἐν πνεύματι ἐγενόμην, δείκνυσιν μὴ αἰσθητὴν
μηδὲ σαρκικοῖς ὦσιν ἢ ὀφθαλμοῖς ὁρωμένην ἰδεῖν ὀπτασίαν,
ἀλλὰ προφητικοῖς· περὶ ὧν πνευματικῶν ἀκοῶν ἔλεγεν ὁ
Ἡσαΐας· προσέθηκέν μοι πρωὶ νοεῖν, —πρωὶ προσέθηκέν
μοι ὠτίον ἀκούειν καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.
Καὶ ἤκουσα φωνῆς μεγάλης ὡς σάλπιγγος λεγούσης μοι·
Ἰωάννη, ὁ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς
ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς
Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλα-
δέλφιαν, καὶ εἰς Λαοδίκειαν.
πλείους μέν εἰσι τῆς Ἀσίας πόλεις, ἀλλ' αὐτὸς εἰς τὰς
ὑπ' αὐτοῦ μαθητευθείσας καὶ ἤδη δεξαμένας τὴν Χριστοῦ
πίστιν γράψαι κελεύεται. ταῖς γὰρ ἀπίστοις καὶ ἀφισταμέ-
ναις τοῦ σωτηρίου λόγου, τί ἄν τις καὶ παραινέσειεν;
καὶ ἐπέστρεψα βλέπειν τὴν φώνην ἥτις ἐλάλει μετ' ἐμοῦ·
καὶ ἐπιστρέψας, εἶδον ἑπτὰ λυχνίας χρυσᾶς· καὶ ἐν μέσῳ
τῶν ἑπτὰ λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου ἐνδεδυμένον πο-
δήρη, καὶ περιεζωσμένον ἐν τοῖς μαστοῖς ζώνην χρυσῆν.
40
ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες ὡς ἔριον λευκόν, ὥσει
χίων· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· καὶ οἱ πόδες
αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένῳ, καὶ ἡ
φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ ἔχων ἐν τῇ
δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ,
ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς
ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ.
αἱ μὲν ἑπτὰ λυχνίαι ὡς αὐτὸς προιὼν ἑρμηνεύει, αἱ ἑπτὰ
ἐκκλησίαι εἰσὶν πρὸς ἃς γράψαι κεκέλευσται· λυχνίας δὲ
αὐτὰς ὠνόμασεν, ὡς ἐν αὐταῖς φερούσας τὸν φωτισμὸν τῆς
δόξης τοῦ Χριστοῦ· οὐ γὰρ εἶπεν αὐτὰς λύχνους, ἀλλὰ
λυχνίας. ἡ δὲ λυχνία αὐτὴ μὲν οὐκ ἔχει τὸ φωτίζειν· φέρει
δὲ ἐν ἑαυτῇ τὸ φωτίζειν δυνάμενον. φωτίζει δὲ νοητῶς ὁ
Χριστὸς τὰς ἐκκλησίας αὐτοῦ. ὥσπερ γὰρ ὁ ἱερὸς ἀπό-
στολος παραινεῖ τοῖς τὴν πίστιν δεξαμένοις· γίνεσθε ὡς
φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες· ὁ δέ γε φωστὴρ
αὐτὸς μὲν καθ' ἑαυτὸν οὐκ ἔχει φῶς, δεκτικὸς δέ ἐστιν ἐπει-
σάκτου φωτός, οὕτω καὶ ἐνταῦθα λυχνίας καὶ οὐ λύχνους τὰς
ἐκκλησίας εἶδεν ὁ ἐυαγγελιστής. εἴρηται μὲν γὰρ περὶ Χρι-
στοῦ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων—ἀγγελι-
κῶν, ἴσως δυνάμεων—καὶ πάλιν πρὸς τὸν πατέρα· ἐξαπόστει-
λον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· καὶ αὖθις ὁ φωτισμὸς
τοῦ προσώπου σου, Κύριε. οἱ δέ γε μέτοχοι τοῦ θείου φωτός,
πὴ μὲν φωστῆρες, πὴ δὲ λυχνίαι ἀνεγράφησαν. χρυσὰς δέ
φησιν τὰς λυχνίας διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέν-
των δέξασθαι τὸ θεῖον σέλας· καὶ ἐν μέσῳ φησὶν τῶν ἑπτὰ
λυχνιῶν, ὅμοιον υἱῷ ἀνθρώπου· εἰ γὰρ αὐτὸς ὁ Κύριος ἐπαγ-
γέλλεται ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ταῖς τῶν δεξαμένων
αὐτὸν ψυχαῖς, πῶς οὐκ ἂν ἐν μέσῳ τῶν λυχνιῶν ἐθεω-
ρήθη; υἱὸν δέ φησιν ἀνθρώπου, τὸν δι' ἡμᾶς ἄχρι τῆς τοῦ
δούλου μορφῆς ἑαυτὸν ταπεινώσαντα Χριστόν, τὸν γενόμενον
41
καρπὸν τῆς γαστρὸς κατὰ τὸν θεσπέσιον μελῳδόν· γαστρὸς
δὲ τῆς ἀπειρογάμου καὶ ἀειπαρθένου Μαρίας· ἐπειδὴ γὰρ
ἄνθρωπος ἡ Μαρία καὶ ἡμῶν ἀδελφή, εἰκότως ὁ ἐξ αὐτῆς
τεχθείσης ἀσπόρως, κατὰ σάρκα Θεὸς λόγος, καὶ υἱὸς
ἀνθρώπου χρηματίζει. ἀσφαλῶς δὲ εἴρηκεν μὴ εἰπὼν αὐτὸν
υἱὸν ἀνθρώπου, ἀλλ' ὅμοιον υἱῷ ἀνθρώπου, ἀλλὰ καὶ Θεὸς
καὶ τῶν ὅλων Κύριος ὁ Ἐμμανουήλ, ποικίλην δὲ αὐτοῦ τὴν
ἰδέαν δείκνυσιν ἡ ὀπτασία ἐκ τῶν ἐνεργειῶν αὐτοῦ καὶ δυνά-
μεων τὴν μορφὴν σκιαγραφοῦσα. καὶ πρῶτον μὲν ἱερατι-
κὸν αὐτῷ περιτίθησι σχῆμα· ὁ γὰρ ποδήρης καὶ ἡ ζώνη,
σχῆμα ἱερατικόν· εἴρηται γὰρ πρὸς αὐτὸν ἐκ τοῦ Θεοῦ καὶ
Πατρός· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·
ἀλλὰ καὶ ὁ ἀπόστολος ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας
ἡμῶν καλεῖ τὸν Χριστόν, ὡς ἱερουργοῦντα καὶ προσάγοντα
ἑαυτῷ τὲ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς
πίστεως ὁμολογίαν.
χρυσῆν δὲ αὐτῷ ζώνην περιτίθησιν, τῶν κατὰ νόμον
ἱερέων ἐκ φάρους πεποικιλμένου τὴν ζώνην ἐχόντων. ἔδει
γὰρ τὸ διάφορον δειχθῆναι δούλων καὶ δεσπότου, τοῦ τε
σκιώδους νόμου καὶ τῆς ἀληθείας τῆς ἐν τῇ νέᾳ. ἡ δὲ κε-
φαλὴ αὐτοῦ φησιν καὶ αἱ τρίχες, ὡς ἔριον λευκὸν καὶ ὥσει
χιών. τὸ γὰρ κατὰ Χριστὸν μυστήριον νέον μέν ἐστι τῇ
ἐπιφανείᾳ, τῇ δέ γε εὐδοκίᾳ προαιώνιον. γέγραφε γὰρ
περὶ αὐτοῦ ὁ θεσπέσιος ἀπόστολος τὸ μυστήριον τὸ ἀπο-
κεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενέων ὃ νῦν
ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ οἷς ἠθέλησεν. τὸ οὖν ἀρ-
χαῖον τοῦ μυστηρίου ὅσον ἧκεν εἰς τὴν θείαν εὐδοκίαν, παρα-
δείκνυσι τὸ πολιὸν τῆς κεφαλῆς ἐρίῳ καὶ χίονι παρεικασ-
μένον. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ φησιν ὡς φλόξ. ἐνδείκνυται
ἐπεὶ καὶ φῶς ἐστιν ὁ Χριστός, καὶ τοῦτο ἑαυτὸν ὀνομάζει,
42
ἐγώ εἰμι λέγων τὸ φῶς καὶ ἡ ἀλήθεια, ἢ τὸ φοβερὸν καὶ τὴν
ἀπειλὴν παραδηλοῖ κατὰ τῶν ἑπτὰ ἐκκλησιῶν αἷς τὰ τῆς
ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτοῦ νόμοις
ἀκολουθούσαις· καὶ οἱ πόδες φησὶν αὐτοῦ ὅμοιοι χαλκολιβά-
νου. φασὶν τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον
χαλκὸν καθαρόν τε ὄντα καὶ ἀφ' ἑαυτοῦ, καθαρώτερόν τε
γινόμενον τοῦ ἐν αὐτῷ μετρίου ῥύπου καμίνῳ καθαρισ-
θέντος· δι' οὗ τὸ ἑδραῖον καὶ ἄσειστον μετὰ τοῦ λαμπροῦ
καὶ περιόπτου τῆς εἰς Χριστὸν δηλοῦται πίστεως ἐν ἀσφα-
λείᾳ βεβηκυίας. πέτρα γὰρ εἴρηται τῷ ἀποστόλῳ ὁ
Χριστός, καὶ λίθος ἔντιμος ἐν τοῖς θεμελίοις Σιὼν τῷ
Ἡσαίᾳ. ἢ χαλκολίβανόν φησιν τὸν χαλκοειδῆ λιβανω-
τόν, ὃν ἰατρῶν παῖδες, ἄρρενα καλεῖν εἰώθασιν. εὐώδης δέ
ἐστιν οὗτος θυμιώμενος· τοῦ γὰρ τεθυμιᾶσθαι δεῖγμα ἡ
κάμινος ἡ καιομένη. δηλοῖ ὅτι ὁ θεμέλιος τοῦ εὐαγγελικοῦ
κηρύγματος· θεμέλιος γὰρ τοῦ λοιποῦ σώματος οἱ πόδες, ὅς
ἐστι Χριστός· εὐώδης τε γάρ ἐστι καὶ κατακηλῶν τῇ
νοητῇ εὐοσμίᾳ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. θεμέλιον
δὲ τὸν Χριστὸν καὶ ὁ Παῦλος ὀνομάζει τινὰ γράφων
Κορινθίοις ἐπιστολήν, ὡς σοφὸς λέγων ἀρχιτέκτων θεμέλιον
τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποι-
κοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν
κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός. ὅτι δὲ εὐώδης ὁ Χριστὸς
νοητῶς, ἡ διάπειραν αὐτοῦ λαβοῦσα τῆς εὐωδίας ἡ ἐν τοῖς
ἄσμασιν νύμφη μαρτυρεῖ, πὴ μὲν λέγουσα καὶ ὀσμὴ μύρων
σου ὑπὲρ πάντα ἀρώματα, πὴ δὲ μῦρον ἐκκενωθὲν ὄνομά σου
ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος εὐώδη ἑαυτὸν παρατίθεται ἐν τοῖς
πρὸς τὴν νυμφὴν λόγοις εἰπών, ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον
τῶν κοιλάδων. τί δέ; οὐχὶ καὶ ὁ Παῦλος ἐκ τῆς μετουσίας
43
Χριστοῦ εὐώδης γενόμενος ἔλεγεν· ὅτι Χριστοῦ ἐσμεν εὐω-
δία. καὶ πάλιν· καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανε-
ροῦντι εἰς ἡμᾶς. καὶ φωνὴ αὐτοῦ φησιν, ὡς φωνὴ ὑδάτων πολ-
λῶν· καὶ εἰκότως· πῶς γὰρ ἂν ἔφθασεν εἰς πᾶσαν τὴν
γῆν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὸ περὶ αὐτοῦ κήρυγμα, εἰ μὴ ἐξάκουστος ἦν; οὐ τῇ αἰσ-
θητῇ μεγαλοφωνίᾳ, ἀλλὰ τῇ τοῦ κηρύγματος δυνάμει. καὶ
ἔχων φησὶν ἐν τῇ δεξιᾷ αὐτοῦ ἀστέρας ἑπτά. τούτους τοὺς
ἀστέρας προιὼν αὐτὸς ἑρμηνεύει, τῶν ἑπτὰ ἐκκλησιῶν
αὐτοὺς εἰπὼν ἀγγέλους, περὶ ὧν ὁ θεσπέσιος ἔφη Γρηγόριος
ἐν τῇ τῶν ἐπισκόπων παρουσίᾳ πρὸς δὲ τοὺς ἐφεστῶτας
ἀγγέλους· πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας·
ὡς Ἰωάννης διδάσκει διὰ τῆς ἀποκαλύψεως. ἀστέρας δὲ
οἶμαι καλεῖ τοὺς ἁγίους ἀγγέλους διὰ τὸν δαψιλῆ φωτισμὸν
τὸν ἐν αὐτοῖς τοῦ Χριστοῦ· ἐν δὲ τῇ δεξιᾷ εἰσιν. τῆς γὰρ
τιμιωτάτης στάσεως ἠξίωνται παρὰ Θεῷ καὶ οἷον ἐπανα-
παύονται τῇ χειρὶ τοῦ Θεοῦ καὶ ἐκ τοῦ στόματος αὐτοῦ
φησιν ῥομφαία ὀξεῖα δίστομος ἐκπορευομένη. ὁ μὲν οὖν
θεσπέσιος Δαυὶδ περιζῶσαί φησιν πρὸς τὸν Κύριον τὴν
ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. οὕτω γὰρ ἡμῖν τότε
τοὺς εὐαγγελικοὺς ἐνετέταλτο νόμους 〈τηρεῖν〉 οὓς τὸ
παραβαίνειν ἦν ὀλέθριον· διὸ ἀναβολὴν κολάσεως ἡ τοπικὴ
θέσις παρεδήλου τοῦ μηροῦ· οὐ γὰρ ἦν ἑτοιμοτάτη πρὸς
σφαγήν. νῦν δὲ ἐκ τοῦ στόματος ἐκπορεύεται ἡ ῥομφαία,
σημαίνοντος τοῦ αἰνίγματος, ὅτι δὴ οἱ ἀπειθεῖς περὶ τὰ εὐαγ-
γελικὰ προστάγματα τὸν εἰς ψυχὴν ἕξουσι κίνδυνον διχοτο-
μούμενοι τῇ ῥομφαίᾳ· ὃ δή φησιν ἐν Εὐαγγελίοις ὁ
Κύριος, τοῦτο δηλῶν· καὶ ὁ ἀπόστολος ἔλεγεν· ζῶν γὰρ ὁ
λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ μάχαιραν
44
δίστομον κατὰ τῶν ἀπειθούντων, δῆλον ὅτι τὴν ἀπειλὴν
ἀνατεινόμενος. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ Ἰωάννῃ γέγρα-
πται· ὃ ταὐτόν ἐστιν τῷ παρὰ τῷ Παύλῳ τομωτάτη.
ἡ ὄψις αὐτοῦ φησιν ὡς ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ. καλῶς
ὡς ὁ ἥλιος· ἥλιος γάρ ἐστιν δικαιοσύνης ὁ Κύριος κατὰ τὸν
προφήτην Μαλαχίαν· ἀλλ' ὅπως μὴ νομίσῃς τὸν φωτισμὸν
τοῦ προσώπου Χριστοῦ, ὃς φωτίζει πάντα ἄνθρωπον ἐρχό-
μενον εἰς τὸν κόσμον σῶμα εἶναι διαφανὲς καὶ φωτίζον αἰσ-
θητῶς, ἐπήγαγεν τῇ δυνάμει αὐτοῦ, ὡσεὶ ἔλεγεν· νοητόν ἐστι
τὸ φῶς τοῦ Χριστοῦ, δυνάμει ἐνεργούμενον, οὐκ ὄψιν σωματι-
κὴν, ψυχῆς δὲ ὀφθαλμοὺς καταλάμπον.
καὶ ὅτε φησὶν εἶδον αὐτόν, ἔπεσα εἰς τοῦς πόδας αὐτοῦ
ὡς νεκρός. καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, ἐγώ
εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην
νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω
τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου. γράψον οὖν ἃ εἶδες
καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα.
ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν καταπλήτ-
τεσθαι καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδείκνυσθαι· καὶ
ὅσα τὰ Θεῖα τῶν ἀνθρωπίνων ὑπερανέστηκεν καὶ ἀσυγκρί-
τοις διαφοραῖς ὑπερτερεῖ τοῦτο καὶ Ἰησοῦν ἴσμεν πεπον-
θότα τὸν τοῦ Ναυὴ ὅταν εἶδεν τὸν ἀρχιστράτηγον τῆς παρα-
τάξεως Κυρίου, καὶ τὸν ἄνδρα τῶν ἐπιθυμιῶν τὸν Δανιὴλ ἐν
ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. ἐγὼ μὲν οὖν ἔπεσα πρὸς
τοὺς πόδας αὐτοῦ νεκρός φησιν ὁ εὐαγγελιστὴς τῇ θέᾳ κατα-
πλαγείς. ὁ δὲ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, μὴ
φοβοῦ. οὐκ ἂν ἴσχυσεν ὁ ἱερὸς Ἰωάννης ζῆν ἐκ τῆς κατα-
πλήξεως μὴ τῆς σωτηρίου δεξιᾶς τοῦ υἱοῦ τοῦ Θεοῦ προσα-
45
ψαμένης αὐτοῦ, τῆς πλεῖστα ὅσα μόνῃ τῇ ἁφῇ ἐργασα-
μένης τεράστια· καί φησιν πρός με ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ
ἔσχατος· ὥσει ἔλεγεν· ἐγώ εἰμι ὁ ἐπὶ σωτηρίᾳ πάντων
ὑμῶν ἐπ' ἐσχάτων τοῦ αἰῶνος καιρῶν συναναστραφεὶς ὑμῖν
μετὰ σαρκὸς, καίτοι πρῶτος ὢν καὶ πρωτότοκος πάσης
κτίσεως. πῶς οὖν οἷόν τέ σέ τι παθεῖν κακὸν ἐκ τῆς ἐπιφα-
νείας μου; εἰ γὰρ ζῶν καὶ πηγὴ ζωῆς ὑπάρχων δι' ὑμᾶς
ἐγενόμην νεκρὸς καὶ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον,
πῶς οἷόν τέ σε τὸν ζῶντα δι' ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν
γένεσθαι νεκρόν; εἰ δὲ καὶ ἐγὼ ἔχω τὰς κλεῖς τοῦ θανάτου
καὶ τοῦ ἅδου, ἵν' οὓς ἂν θέλω θανατώσω καὶ ζωογονήσω,
κατάξω εἰς ἅδου καὶ ἀνάξω κατὰ τὸ περὶ ἐμοῦ γεγραμ-
μένον, καὶ ἐμαί εἰσιν, ὡς ὁ προφήτης φησὶν αἱ διέξοδοι τοῦ
θανάτου, οὐκ ἂν τοὺς ἐμοὺς προσκυνητὰς καὶ μαθητὰς εἰς
πρόωρον παραπέμψοιμι θάνατον. ἐπεὶ οὖν οὐ τεθνήξει,
φησίν· γράψον ἃ εἶδες καὶ ἅ εἰσιν, καὶ μέλλει γίνεσθαι. ἐν
τῷ εἰπεῖν ἅ εἰσιν, δηλοῖ τά τε παρεληλυθότα καὶ ἐνεστῶτα·
ἐν δὲ τῷ λέγειν ἃ μέλλει γίνεσθαι, τὰ μέλλοντα. τῶν γὰρ
ὁραθέντων ἐν τῇ ὀπτασίᾳ τῷ ἁγίῳ τὰ μὲν ἦν ἤδη γεγο-
νότα ἅτινα εἰ καὶ πέρας εἰλήφει οὐ μὴν εἰς ἀνυπαρξίαν ἦν
κεχωρηκότα· διὸ καὶ περὶ αὐτῶν εἶπεν ἅ εἰσιν τὰ δὲ παρῆν·
τὰ δὲ γίνεσθαι ἔμελλεν, ὡς προιὼν ὁ λόγος ἐπιδείξει.
τὸ μυστήριόν φησι τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τὴν
δεξιάν μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέ-
ρες ἄγγελοι τῶν ἐκκλησιῶν εἰσιν· καὶ αἱ ἑπτὰ λυχνίαι,
ἑπτὰ ἐκκλησίαι εἰσίν.
ἐπεὶ οὖν αὐτῷ διεσάφησεν τίνες τέ εἰσιν οἱ ἀστέρες καὶ
τίνες αἱ λυχνίαι, λοιπὸν λέγει ἃ δεῖ πρὸς ἑκάστην τῶν
46
ἐκκλησιῶν μαρτύρασθαι, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω
βαίνουσαν τοῦ θείου σκοποῦ ἐν αἰτιάσει ποιήσασθαι· τὰς
δὲ ἐν μέρει μὲν φυλαττούσας τῶν εὐαγγελικῶν νόμων τὴν
ἀκρίβειαν ἐπαινέσαι. ἐν δὲ ἑτέροις πταιούσας ἐπιδιορ-
θώσασθαι, δηλοῖ τῷ θεσπεσίῳ εὐαγγελιστῇ κατάλληλον
ἑκάστῃ τῶν ἐκκλησιῶν φάρμακον τὸν λόγον καὶ τὴν διδα-
σκαλίαν διαπέμψασθαι προστεταχὼς ὁ πάντας θέλων
σωθῆναι Χριστὸς καὶ τῶν οἰκείων ἀγαθῶν κληρονόμους
γενέσθαι βουλόμενος καὶ μετόχους· αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων, ἀμήν.
{Λόγος δεύτερος}
ὁ μὲν δὴ πρῶτος ἄθλος τῶν ἐμῶν λόγων τε καὶ ἑρμηνειῶν
τετέλεσται· νῦν αὖθ' ἕτερον βλητέον σκοπὸν δεικνύντα τίς
ἡ τῶν ἐκκλησιῶν παραίνεσις. πρώτη τοιγαροῦν τῇ ἐν
Ἐφέσῳ ἐκκλησίᾳ ὡς προκαθεζομένῃ τῆς λοιπῆς Ἀσίας
γράψαι διακελεύεται, οὕτω πως λέγων·
τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ
κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν
μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· οἶδά σου τὰ ἔργα καὶ
τὸν κόπον καὶ τὴν ὑπομονήν, καὶ ὅτι οὐ δύνασαι βαστά-
σαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστό-
λους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν
47
ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας.
ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ
πρῶτα ἔργα ποίησον ἐν δικαιοσύνῃ· εἰ δὲ μή, ἔρχομαί σοι,
καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετα-
νοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα τῶν
Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ
Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ ἀκούοντι δώσω αὐτῷ
Φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν παραδείσῳ τοῦ
Θεοῦ μου.
ἄγγελον τῆς Ἐφέσου ἐκκλησίας περιφραστικῶς ἔφη τὴν
ἐν Ἐφέσῳ ἐκκλησίαν. οὐ γὰρ ὁ ἄγγελος αὐτοῦ ὁ προστα-
τῶν τῆς ἐκκλησίας ἡμαρτήκει τι, ὡς δεῖσθαι τοῦ ἀκούειν
μετανόησον, ὁ ἁγιώτατος καὶ διὰ τοῦτο εἴς τε τὴν δεξιὰν
τοῦ Κυρίου ὑπάρχων, δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν
φύσιν αὐτοῦ καθαρότητος καὶ φωτοειδοῦς μαρμαρυγῆς. τίς
δὲ ἦν καὶ χρεῖα τοῦ λέγειν τὸν χρηματίζοντα τῷ εὐαγγελι-
στῇ γράψον αὐτῷ; παρῆν γὰρ καὶ ἤκουεν τῶν λεγομένων ὁ
θεῖος ἄγγελος· ἐν γὰρ τῇ δεξιᾷ ἦν τοῦ διαλεγομένου, καὶ
τέλος αὐτὸς ἑρμηνεύων ὁ ἅγιος τὴν ὀφθεῖσαν αὐτῷ θεωρίαν,
φησίν· ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησί-
αις· οὐ γὰρ εἶπεν τοῖς ἀγγέλοις τῶν ἐκκλησιῶν, ἀλλὰ ταῖς
ἐκκλησίαις. οὕτως οὖν καὶ ἐν τοῖς λοιποῖς νοήσεις ἔνθα
ἂν εὕρῃς, γράψον τάδε τῷ ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας ὅτι
οὐ περὶ τοῦ ἀγγέλου, ἀλλὰ περὶ τῆς ἐκκλησίας ποιεῖται τοὺς
λόγους. τί δὲ κελεύει γραφῆναι τῇ ἐν Ἐφέσῳ ἐκκλησίᾳ;
48
τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ
περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. ὅμοιον τῷ
εἰπεῖν, τάδε λέγει ὁ περιέπων καὶ διακρατῶν καὶ συνέχων
τούς τε ἐν οὐρανῷ ἁγίους ἀγγέλους—οὗτοι γὰρ οἱ ἑπτὰ
ἀστέρες—καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ αἱ ἑπτὰ
λυχνίαι καθὼς πρόσθεν εἴρηται· ὅτι γὰρ ἐν μέσῳ τῶν
σεβομένων αὐτῷ περιπατεῖ καὶ διὰ τοῦ προφήτου φησίν·
ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. οἶδά σού φησιν τὰ ἔργα
καὶ τὸν κόπον καὶ τὴν ὑπομονὴν, καὶ οὐδὲν ὧν πράττεις ἀγαθῶν
λέληθέ με· τὸν πλάσαντα κατὰ μόνας τὰς καρδίας ὑμῶν, τὸν
συνιέντα εἰς πάντα τὰ ἔργα ὑμῶν καὶ ὅτι οὐ δύνασαί φησιν
βαστάσαι κακούς, μισοπόνηρον ἦθος κεκτημένη. καὶ ἐπεί-
ρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους, καὶ οὐκ εἰσὶν καὶ
εὗρες ὡς ψευδεῖς. θεῖον ἐπλήρουν οἱ ἐν Ἐφέσῳ παράγγελμα·
μὴ παντὶ πνεύματι πιστεύειν, δοκιμάζειν δὲ τὰ πνευματικά, εἰ
ἐκ τοῦ Θεοῦ εἰσιν. διὸ ἐπείραζον τοὺς ἐν αὐτοῖς τὸ Εὐαγγέ-
λιον κηρύσσοντας καὶ πειράσαντας· εὗρόν τινας ψευδαπο-
στόλους νόθα παραδιδόντας δόγματα, λέγει δὲ τοὺς περὶ
Κόρινθον οἳ συγχρονίσαντες τῷ εὐαγγελίστῃ καταγγελεῖς
βεβήλων ὑπῆρχον δογμάτων. καὶ ὑπομονήν φησιν ἔχεις,
καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας, καὶ μάλα
πρεπόντως· εἴρηται γὰρ ἀλλήλων τὰ βάρη βαστάζετε καὶ
οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Θεοῦ· ἀλλὰ ἔχω φησὶν
κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. μνημόνευε
οὖν πόθεν πέπτωκας καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποί-
ησον ἐν δικαιοσύνῃ. ὥσπερ φησὶν οὐ λέληθε με τὰ ἀγαθά
σου τῶν πράξεων· οὕτως οὐδὲ ὅτι τὴν εἰς τοὺς δεομένους
49
ἀγάπην ἐνέκοψας. ἐπάνελθε οὖν εἰς τὴν προτέραν εὐποιίαν
διδαχθεῖσα παρ' ἐμοῦ τί ἐνέλειψας. εἶδε μὴ ἐπιστρέψεις
φησὶν ὅθεν ἐξῆλθες, ἔρχομαί σοι καὶ μετακινήσω τὴν λυχνίαν
σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς· τὸ ἔρχομαί σοι,
οὐ μεταβατικὸν δηλοῖ κίνησιν πάντα πληροῦντος Θεοῦ,
ἀλλὰ τὴν οἷον ἐκ μακροθυμίας πρὸς κόλασιν ἐπιστροφήν.
τὴν δὲ μετακίνησιν τῆς λυχνίας ἤτοι τῆς ἐκκλησίας, τὴν
ἑαυτοῦ φησιν ἐγκατάλειψιν ἧς γενομένης κατὰ τῶν ἁμαρτα-
νόντων, ἐν παντὶ γίνονται σάλῳ καὶ ταραχῇ, ὡς καὶ λέγειν·
ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου· καὶ ἐταράχθη ἡ καρδία μου
ἐν ἐμοί· ἀλλὰ τοῦτό φησιν ἔχεις ἀγαθόν, ὅτι μισεῖς τὰ ἔργα
τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. τῶν δύο κατορθωμάτων
μέσην τέθεικεν αὐτῶν τὴν ἁμαρτίαν, ἵνα ἐκ τῶν ἐν τοῖς
ἄκροις ἐπαίνων τὴν ἐν τοῖς μέσοις ἐπιτίμησιν παραμυ-
θήσηται ἵνα μήτις τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. ὁ δὲ
γε Νικόλαος οὗτος περὶ οὗ νῦν ὁ λόγος, αἱρεσιάρχης
γέγονεν βλάσφημος καὶ βδελυρός. τοὺς οὖν ἐξ αὐτοῦ
καταγομένους τῶν ἐκείνου κακῶν ἀποστρεφόμενοι οἱ ἐν
Ἐφέσῳ ἔπαινον εὗραν τὸ παρὰ Χριστῷ. εἶτα μετὰ τὸν
χρηματισμὸν τὰ αὐτοῦ τίθησιν ὁ εὐαγγελίστης εἰπὼν
ὁ ἔχων οὖς, τουτέστι πειθήνιον, καὶ θείοις πειθαρχοῦν νόμοις,
ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τὸ Πνεῦμα
εἶπεν, ἢ ὅτι ἐν πνεύματι τὰ τῆς ἀποκαλύψεως ἐνηργεῖτο, ἢ
πνεῦμα τὸν Χριστόν φησιν καθό ἐστι καὶ νοεῖται Θεός,
ὥσπερ ἀμέλει καὶ υἱὸς ἀνθρώπου χρηματίζει καθό ἐστι
καὶ νοεῖται ἄνθρωπος. πνεῦμα γὰρ εἴρηται καθόλου ἡ
θεότης, ὥς φησιν αὐτὸς ὁ Κύριος τῇ Σαμαρείτιδι προσλα-
λῶν· πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύ-
ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τί οὖν λέγει τὸ Πνεῦμα;
50
τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν
τῷ παραδείσῳ τοῦ Θεοῦ μου· τροπικὸς ὁ λόγος· ξύλον γὰρ
ζωῆς τὴν μακαρίαν λέγει καὶ ἀτελεύτητον ζωήν, ἧς οἱ
ἅγιοι ἐν ἀπολαύσει γενήσονται ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ, ἣν
νῦν Παράδεισον ἐκάλεσεν. ταύτης γὰρ ἄξιοί φησιν οἱ
ἐνταῦθα τῶν πειρασμῶν νικηταὶ τοῦ ἐχθροῦ καὶ ἐκδικηταί.
τὸ δέ γε εἰπεῖν τὸν Κύριον τοῦ Θεοῦ μου, μηδένα σκανδα-
λιζέτω· πρέπει γὰρ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πάντα τῶν
ῥημάτων τὰ ταπεινά. καὶ γὰρ καὶ ἐν Εὐαγγελίῳ εἴρηκε·
πορεύομαι πρὸς τὸν πατέρα μου, καὶ πατέρα ὑμῶν καὶ Θεόν μου
καὶ Θεὸν ὑμῶν. ταῦτα ἐν τῇ ἐκκλησίᾳ τῆς Ἐφέσου διε-
πέμψατο.
καὶ τῷ ἀγγέλῳ δέ φησι τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε
λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
οἶδα σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ·
καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι,
καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ δι'
ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βάλλειν ὁ Διάβολος ἐξ ὑμῶν
εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἔχετε πειρασμὸν ἡμερῶν
δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφα-
νον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει
ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ
δευτέρου.
πρῶτον ἑαυτὸν ὁ Κύριος καλεῖ τῇ οὐσίᾳ τῆς θεότητος·
ἔσχατον δέ γε τῇ ἐνανθρωπήσει καὶ τῇ μετὰ σαρκὸς οἰκο-
νομίᾳ. ὃς ἐγένετό φησιν νεκρὸς καὶ ἔζησεν· ὁ εἰς πεῖράν
φησιν ἐλθὼν θανάτου, καὶ θανάτῳ θανατώσας τὸν θάνα-
τον. οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, καὶ μὴ εἴπῃς
κατὰ τοὺς ἀθετήσαντας Ἰουδαίους τι, ὅτι ἐνηστεύσαμεν καὶ
οὐκ ἔγνως, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐ προσέ-
51
σχες. ἀλλὰ πλούσιος εἶ φησιν ὡς Χριστὸν ἔχων τὸν πλού-
σιον σκεπαστήν, εἰ καὶ ἐπτώχευσε δι' ἡμᾶς μορφὴν δούλου
λαβὼν, καὶ τὴν βλασφημίαν τῶν νόθων Ἰουδαίων, Ἰούδας
ἐξομολόγησις ἑρμηνεύεται. οἱ οὖν ἀληθεῖς Ἰουδαῖοι, καὶ
ὁ νοητὸς Ἰσραὴλ εἴησαν ἄν οἱ Χριστῷ ἐξομολογούμενοι,
καὶ Ἰσραὴλ οἱ, †νῶ†, τὸν Θεὸν ὁρῶντες. οὐ γὰρ ὁ ἐν τῷ
φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περι-
τομὴ εὐάρεστος τῷ Θεῷ, ὥς φησιν ὁ Παῦλος, ἀλλ' ὁ ἐν τῷ
κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας καὶ οὐ σαρκός. οἱ
οὖν τῇ ἀπιστίᾳ παραμεμενηκότες Ἰουδαῖοι, συναγωγὴ τυγ-
χάνουσι βλάσφημος ὑπὸ τοῦ Σατανᾶ στρατηγούμενοι.
μηδὲν φοβοῦ φησιν δι' ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλ-
λειν ὁ Διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε. καὶ
ἔχετε θλίψιν ἡμερῶν δέκα. καὶ γὰρ ἐνεργείᾳ τοῦ Διαβόλου
κακοποιοῦσιν οἱ ἄνθρωποι τοὺς εὐσεβεῖς. ὁ δὲ Θεὸς συγ-
χωρεῖ, δοκιμωτέρους αὐτοὺς ἐργαζόμενος τοῖς πειρασμοῖς.
ἀλλὰ θαρσεῖτέ φησιν, ὠκύμορος ὑμῶν καὶ ὀλιγοχρόνιος ἡ
θλίψις. γίνου φησὶν πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν
στέφανον τῆς ζωῆς. ἀληθὲς τοῦτο· καὶ γὰρ εἴρηται ὁ ὑπο-
μείνας εἰς τέλος, οὗτος σωθήσεται, οὐ μὴν ὁ ῥίψασπις καὶ
πρὸς τοὺς ἀγῶνας μαλακισθείς. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ
Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ
θανάτου τοῦ δευτέρου. ἀκριβὲς λίαν τὸ εἰρημένον· τῷ μὲν
γὰρ πρώτῳ θανάτῳ ὅς ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος,
πάντες ὁμοίως δίκαιοί τε καὶ…
ἵν' ἡ…
λεύ…
The complete text is available when the reading interface loads.