Fragmenta in epistulam ad Romanos
- Edition reference
- Fragmenta in epistulas apostoli Pauli, ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933 (repr. Hildesheim: Olms, 1967): 423–432.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
425
εἶναι ἁμαρτιῶν τούτων δὴ τῶν καθόλου ἀπείργοντα· τὸ γὰρ ξύλον τὸ
ποιητικὸν τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ ἁμαρτίαν εἶναι ἐδέξαντο.
{Röm 5,14b}
Ὥς φησιν, Ἀδὰμ <τύπος ἦν τοῦ μέλλοντος> ἔρχεσθαι, τοῦτ'
ἔστι Χριστοῦ. πῶς; ὥσπερ, φησί, τῷ θανάτῳ τοῦ Ἀδὰμ πάντες
ἀπέθνησκον, οὕτως τῷ θανάτῳ τοῦ Χριστοῦ πάντες ζησόμεθα καὶ
ἀναστησόμεθα. ὁ οὖν τύπος ἐκ τοῦ ἐναντίου συμβέβηκεν.
{Röm 5,15a}
Βούλεται δεῖξαι μείζονα ἐνεργήσασαν τὴν τοῦ Χριστοῦ χάριν ἤπερ
ἐνήργησε τὸ τοῦ Ἀδὰμ παράπτωμα. καὶ πῶς τοῦτο; καὶ γὰρ ὁρῶμεν
τὰ ἴσα ἐνεργήσαντα, εἰ καὶ ἐναντία τὰ ἐνεργηθέντα· ὥσπερ γὰρ ἡ
ὑπακοὴ τοῦ Χριστοῦ εἰς πάντας ἀνθρώπους παρέπεμψε τὴν ζωὴν καὶ
τὴν ἀνάστασιν, τὸν ἴσον τρόπον καὶ ἡ παρακοὴ τοῦ Ἀδὰμ εἰς πάντας
ἀνθρώπους παρέπεμψε τὸν θάνατον. πῶς οὖν φησιν· <οὐχ ὡς τὸ
παράπτωμα οὕτως καὶ τὸ χάρισμα;>
Καὶ οὕτως ἔχοντος τοῦ πράγματος καθὼς εἶπας, μεῖζον ἐνήργησεν
ἡ χάρις τοῦ θεοῦ, καὶ οὐ κατὰ τοῦτο λέγω μεῖζον, ὡς ἄν τις οἰηθείη,
καθ' ὃ μείζων καὶ διαφορωτέρα ἡ ζωὴ τοῦ θανάτου, ἀλλ' ὅτι καὶ αὐτῷ
τῷ ἔργῳ καὶ τῇ ἐνεργείᾳ τὸ μεῖζον εἰργάσατο ἡ Χριστοῦ ὑπακοὴ τῆς
Ἀδὰμ παραβάσεως. πῶς; ὅτι ὁ μὲν θάνατος ὁ ἐκ τοῦ Ἀδὰμ τὴν ἀρχὴν
λαβὼν συνέργειαν ἔσχε καὶ τὴν ἡμῶν ἁπάντων ἁμαρτίαν, ἵνα κατὰ
πάντων ἰσχύσῃ, οὐ πάντως ἰσχύειν μέλλων, εἰ καθαροὶ παντὸς ῥύπου
ἔμειναν οἱ ἄνθρωποι. ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν
συνεργείας εἰς πάντας ἀφίκετο, καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς
ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι, τοὺς οἷον δόξαντας
τὴν πίστιν συνεισφέρειν, ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ἰουδαίους καὶ
Ἕλληνας. μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ
δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἰσχύσαι συνεργείας.
426
{Röm 5,15b}
<Περισσείαν> φησὶ τὴν δαψίλειαν· τοῦτο δὲ κατασκευαστικόν ἐστι
τοῦ πάντως ἐν ζωῇ βασιλεῦσαι, ὅσῳ καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδὲ
μεμετρημένως ἐδόθη, ἀλλ' ἐκ περισσείας.
{Röm 5,19}
Ἢ διὰ τὸ τάξει καὶ εἱρμῷ εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν
τοῦ προπάτορος ἁμαρτίαν, πάντων κατά τινα μίμησιν καὶ διαδοχὴν
ἐπιτελούντων αὐτήν.
{Röm 6,5}
Καὶ ὅρα ἀγαθότητα θεοῦ· τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν
εἰκόνι ἀπεθάνομεν, τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν.
{Röm 6,9}
Πῶς γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα, συναναπεμπόμενον τοῦ
ὅλου τῇ <ἀπαρχῇ> ἡμῶν;
{Röm 6,10}
Καὶ οὕτω νοήσεις, ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου·
ἀπέθανε τῇ σαρκί, ζῇ δὲ τῇ ψυχῇ, κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον·
οὕτω, μοὶ νόει, τῷ <θεῷ ζῇ,> τοῦτ' ἔστι τὸ εἶναι θεός, οὐκ ἐπειδὴ καὶ
τῷ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκεν, τὸ εἶναι αὐτὸν θεόν.
{Röm 7,14}
<Πνευματικός·> δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ
ὑπαγόρευσις.
{Röm 7,18}
Τάχα δὲ καὶ τὸ <οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν> τὸ αὐτεξούσιον
δείκνυσιν, καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω, τό τε ἀγαθὸν καὶ
τὸ κακόν, ῥοπῆς· τὸ γὰρ <οὐκ οἰκεῖ> ταὐτὸν ἂν εἴποι τις τῷ· οὐκ
427
ἀποκεκληρωμένον καὶ ἀνάγκῃ τινὶ παραμένον μοι ἔχω τὸ πράττειν τὰ
ἀγαθά, ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν· τοῦτο γὰρ ἡ
<οἴκησις,> ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις. ἐπὶ μὲν τοῦ ἀγαθοῦ
οὐκ εἶπεν οἴκησιν, ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν· λοιπὸν γὰρ ἐκ τοῦ
διαμαρτάνειν εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν, ἡ δὲ ἕξις ἴση τῇ φύσει
γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία, τὸ ἐμπεφυκὸς
κακόν, ἀλλ' ἡ <οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία,> ἵνα μηδεὶς φυσικὴν τὴν
ἁμαρτίαν νομίσῃ, ἀλλ' ὥσπερ ἐπὶ οἰκήτορος ὡς εἰσῆλθεν ἐξελθεῖν δυνα-
μένην. τὸ δ' αὐτὸ καὶ συνηγορία τοῦ σώματος· οὐ γὰρ ἡ τῶν οἰκούντων
κακία τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς
ἐν αὐτῷ τις κατοικεῖ;
{Röm 7,23—24}
Καλῶς εἶπεν· <αἰχμαλωτίζοντά με·> μάχης γὰρ κινουμένης
μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων, ἤγουν τοῦ
ἀντιλέγοντος λογισμοῦ τῇ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία,
αἰχμάλωτον λαβοῦσα <τὸν ταλαίπωρον ἄνθρωπον.>
{Röm 8,9}
Κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα.
{Röm 8,15}
Τάχα δέ, εἰ καὶ οἱ Ἰουδαῖοι <θεοὶ> ἐκαλοῦντο καὶ <υἱοὶ θεοῦ,>
ὥσπερ τὰ παρ' αὐτοῖς πάντα τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ
υἱοθεσία· οὔτε γὰρ κυρίως ἐκλήθησαν ἀλλὰ τυπικῶς υἱοί, οὔτε
καθολικῶς πνεῦμα ἔλαβον.
{Röm 8,21}
<Εἰς τὴν ἐλευθερίαν> οἷον διὰ <τὴν ἐλευθερίαν τῆς
δόξης,> τοῦτ' ἔστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος· ὥσπερ γὰρ
δι' ἡμᾶς γέγονε φθαρτή, οὕτω πάλιν δι' ἡμᾶς ἔσται ἄφθαρτος.
428
<Ἢ τὸ εἰς τὴν ἐλευθερίαν> δηλοῖ, ὅτι εἰς τὴν αὐτὴν εἰς ἣν καὶ
ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις ἐλεύσεται, οἷον ἐκ φθαρτῆς
ἄφθαρτος γινομένη.
{Röm 8,23}
Τότε γὰρ τὰ τῆς <υἱοθεσίας> ἀποτελέσματα.
{Röm 8,26}
<Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα> φροντίσει σου, εἰ δὲ ἀμελεῖς,
ἀμεληθήσῃ.
Τοῦτο νῦν ὁ διάκονος πληροῖ λιτανεύων.
{Röm 8,34}
Καὶ οὕτω δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ· εἰ τὸ
<πνεῦμα,> φησίν, <ἀντιλαμβάνεται,> εἰ ὁ πατὴρ <ἐδικαίωσεν,>
τίς ὁ κατακρῖναι δυνάμενος; ὑπολείπεται, φησίν, ὁ υἱός. ὁ υἱὸς οὖν,
φησίν, ἔχει κατακρῖναι, καίτοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱ-
ρήσασθαι ὑπὲρ ἡμῶν, καὶ <ὢν ἐν δεξιᾷ τοῦ πατρὸς> καὶ εἰς τὴν
ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης, ἀλλὰ καὶ
παρακαλεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν· τοῦτο γὰρ δηλοῖ τὸ <ἐντυγχάνει.>
τὴν δὲ παράκλησιν οὕτω νόει· αὐτῷ τῷ ἐνηνθρωπηκέναι παρακαλεῖ τὸν
πατέρα ὑπὲρ ἡμῶν.
{Röm 9,17}
<Δύναμις θεοῦ> ἡ μακροθυμία, καὶ δύναμις μεγίστη· τίς γὰρ
οὐκ ἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ; φησὶν οὖν
ὅτι εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαί σε, ὅπως δειχθῇ, πῶς εἰμι
μακρόθυμος.
429
{Röm 9,22}
Οὐκ <ὀργῆς> πάθει ἥλω ὁ θεός. ἄπαγε. ἀλλ' ἐπειδὴ ταῦτα ἐποίησεν
ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, <ὀργὴν> τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ
ἡμῖν γνωρίμου.
{Röm 9,28}
Τὸ <συντελῶν> δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ
πίστεως θεοῦ, καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον
οὐχ ὥσπερ ἦν τὰ Ἰουδαίων καὶ μετέπεσεν εἰς τὰ νῦν, ἀλλ' ἐπὶ συντελείᾳ
πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν
γὰρ Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος τοῦ θεοῦ καὶ προδιαγρά-
φοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι <συντελῶν καὶ
συντέμνων,> τοῦτ' ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον
ἄγων. τὸ δὲ <λόγον συντελῶν> ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν
—ἐπειδὴ γὰρ εἶπε· <καλέσω τὸν οὐ λαόν μου λαόν μου>—,
ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ <λαοῦ> τινες <οὐ
λαός,> οὕτω κἂν ἐξ <οὐ λαοῦ λαὸς> γένηται, οὐδὲν κωλύει καὶ τούτους
πάλιν γενέσθαι <οὐ λαόν.> οὐχ οὕτω φησὶ <λόγον συντελῶν·> ἐκεῖνα
μὲν γὰρ μετέπιπτεν ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμί-
ζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ
πνευματικὴ νομοθεσία. ἄλλως τε, ἐπειδὴ εἶπεν· <ἐὰν ᾖ ὁ ἀριθμὸς
τῶν υἱῶν Ἰσραὴλ> καὶ τὰ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις
ἐπαγγελιῶν πολλῶν ἀκούσαντες ἢ οὐδ' ὅλως ἐτύχομεν, ἢ μετὰ μικρὸν
χρόνον, καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην
αὐτῶν. οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ' ἐὰν βούλησθε, τελεία καὶ σύντο-
μος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.
{Röm 9,29}
Δύνῃ δὲ καὶ περὶ Χριστοῦ νοῆσαι τοῦτο· οὕτως ὁ ἐν ἁγίοις
Κύριλλος.
430
{Röm 11,9—10}
Τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει
μέρει· ἐπειδὴ γάρ, φησίν, οὐκ ἠβουλήθησαν τὸν <ἥλιον τῆς δικαιο-
σύνης> ἰδεῖν, μηδὲ ἴδοιεν.
Τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γίνεσθαι δηλοῖ, τὸ δὲ <διὰ
παντὸς> ὡς οὐδὲ ἐλευθερωθεῖέν ποτε σημαίνει.
{Röm 11,15}
Ἢ τοῦτό φησιν· <τίς ἔσται ἡ πρόσληψις αὐτῶν, εἰ> μὴ ἵνα
εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμ-
βάνων θεός.
{Röm 11,16}
Ἢ ὅτι αὐτοὺς <ἁγίους> καλεῖ, προτρέπων εἰς τὴν πίστιν, ὡσεὶ εἶπεν·
ἐπιτήδειοί ἐστε καὶ πρέποντες, τὸ θέλειν ὑμῖν λείπει μόνον.
{Röm 11,28—29}
Εἶτα ἐπειδὴ ἐναπομεμενήκασι τῇ ἀπιστίᾳ καὶ διὰ τοῦτο οὔκ εἰσιν
ἀγαπητοί, ἀσφαλῶς λαλῶν φησιν· <διὰ τοὺς πατέρας,> ὡσεὶ εἶπεν·
εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοί, διὰ μέντοι τοὺς πατέρας
ἔτι ἀγαπῶνται, ὅθεν καὶ σωτηρίαν ἐκδέχονται. <κλῆσιν> δέ φησι τὴν
περὶ τὸ ἔθνος γεγενημένην.
{Röm 12,1—2}
Ἢ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς.
Καὶ πῶς ἄν τις ἑαυτὸν προσενέγκῃ <θυσίαν ζῶσαν;> πῶς <μὴ
συνσχηματίζεσθε,> τοῦτ' ἔστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα
τοῦ κόσμου τούτου; οὐδὲν γὰρ ὑγιὲς ἔχει ἢ μόνιμον· διὸ καὶ <σχῆμα>
αὐτὸ καλεῖ, δηλῶν τὸ μὴ μένον· εἰπὼν δὲ τοῦτο δηλοῖ τὸ ἐπίκαιρον.
431
{Röm 14,5}
Οὐ δεκτέον τὸ ῥητὸν ἐπὶ δόγματος πίστεως, ὅμως καὶ αὐτὸς
αὐτὸ λέγει.
{Röm 14,11—12}
Εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι <αὐτὸς κρινεῖ οὐδένα,
τὴν δὲ κρίσιν δέδωκεν τῷ υἱῷ.> δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ
εἴρηται τῷ Παύλῳ τὸ <ἐξομολογήσεται τῷ θεῷ> καὶ τὸ <λόγον
δώσει τῷ θεῷ·> ἄρα θεὸς ὁ Χριστός, κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται.
{Röm 14,15}
Ὧι δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βρωμάτων διὰ τὴν
τῶν ὀλιγοπίστων συγκατάβασιν, ὅπερ καὶ παριὼν λέγει.
Καλῶς μὲν διδάσκεις, ἀλλ' ἡ μάχη βλασφημίας αἰτία γίνεται.
{Röm 14,20}
Ὁ θεὸς διὰ τοῦ σταυροῦ ᾠκοδόμησεν, σὺ τοίνυν καταλύεις τὴν
οἰκοδομὴν τοῦ θεῦ.
{Röm 15,8}
Ἔνι δὲ καὶ οὕτως νοῆσαι· <διάκονος,> φησί, γέγονεν ὁ Χριστὸς
τῶν Ἰουδαίων, τοῦτ' ἔστι <διάκονος> γέγονεν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους
ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν, καὶ ἵνα ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ
ἀληθεύσῃ.
{Röm 15,29}
Ἢ οὕτως· οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ
εὐαγγελίου εὐλογίας ἐλεύσομαι, τοῦτ' ἔστι πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς
ἀλείψω.
432
{Röm 16,25—26}
Ἵνα οὕτω ζῶσιν, φησίν, ὡς τὸ εὐαγγέλιον διαγορεύει.
<Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, μόνῳ σοφῷ θεῷ>
—στηρίξαι δὲ πῶς; διὰ Ἰησοῦ Χριστοῦ—<δόξα,> φησίν, <εἰς τοὺς
αἰῶνας.>
{1 Kor 2,8} Εἰ μὲν τὸ <τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου> δέξῃ ὡςπρὸς τὸν Ἡρῴδην καὶ τὸν Πιλᾶτον, ἁπλουστέρως νοήσεις τὸ ἑπόμενον·<εἰ γάρ,> φησίν, <ἔγνωσαν, οὐκ ἂν τὸν κύριον ἐσταύρωσαν.>οὐδὲ γὰρ τοσοῦτον ἐμεμήνεσαν φθόνου μὴ ὑποκειμένου. εἰ δὲ ὡς πρὸςτοὺς ἀρχιερέας καὶ γραμματέας ἐκλάβοις, οἳ ᾔδεσαν αὐτὸν ὄντα τὸνΧριστόν, καὶ δῆλον ἐξ ὧν ἔλεγον οἱ γεωργοὶ τοῦ ἀμπελῶνος· <οὗτόςἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶὁ ἀμπελὼν ἡμῶν ἔσται,> ἀλλὰ τῷ φθόνῳ ἐτυφλώθησαν, οὕτωνοήσεις τὸ κάτω, ὅτι εἰ ἔγνωσαν, φησίν, ὅτι τοσαύτη ἔσται τοῖς ἔθνεσισωτηρία ἐκ τοῦ σταυροῦ, οὐδ' ἂν ἦλθον εἰς τὸ σταυρῶσαι, ἐκτήκεσθαιμᾶλλον ἐκ τοῦ φθόνου αἱρούμενοι ἢ ἵνα σωθῇ τὰ ἔθνη καὶ ἐκβάλῃαὐτοὺς καὶ ἀντικαταστήσῃ εἰς τὸν τόπον αὐτῶν.{1 Kor 2,12} <Πνεῦμα κόσμου> καλεῖ, ὡς οἶμαι, τὴν ἀνθρωπίνην σοφίαν καὶπαίδευσιν· ὅπερ, φησίν, <οὐκ ἐλάβομεν>—κατήργει γὰρ τὸν σταυρόν,ὡς ἄνω φησίν· <οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁσταυρός—, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ἵναεἰδῶμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ,> τοῦτ' ἔστι τὰ κατὰτὴν οἰκονομίαν τοῦ Χριστοῦ.{1 Kor 2,16} <Ἢ νοῦν Χριστοῦ> τὸν πατέρα καλεῖ. ἔχομεν, φησίν, ἐνἑαυτοῖς τὸν τοῦ Χριστοῦ πατέρα, κατὰ τὸ <ἐνοικήσω ἐν αὐτοῖςκαὶ ἐμπεριπατήσω·> νοῦν γὰρ τὸν πατέρα λέγειν ἔθος τοῖς ἁγίοις,ὡς Γρηγόριος· καὶ νῷ καὶ λόγῳ καὶ πνεύματι τῇ μιᾷ συμφυΐᾳ καὶθεότητι, καὶ πάλιν· πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶοὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν λόγῳ συμπληρούμενον καὶ πνεύματιτελειούμενον.{1 Kor 3,14—15} Ἆρα μὴ καὶ οὕτω δυνάμεθα νοῆσαι; οἱ μὲν οἰκοδομήσαντες τὴν εὐ-κατάπρηστον ὕλην τέλεον ἐκβέβληνται· ἐζημίωνται γὰρ αὐτῶν πάντα τὰσπουδάσματα. <αὐτὸς δὲ σωθήσεται.> αὐτὸς τίς; ὁ ἐποικοδομήσαςτὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τοὺς τιμίους λίθους. εἰπὼν γὰρ περὶαὐτοῦ ὅτι <μισθὸν λήψεται,> νῦν λέγει ποῖον μισθόν· τὴν σωτηρίαν,τοῦτ' ἔστι σωθήσεται δέ γε ἐπωδύνως καὶ αὐτός, καὶ ὡς εἰκὸς τὸν διὰπυρὸς παριόντα καὶ ἐκκαθαιρόμενον τὸν ἐνόντα αὐτῷ βραχὺν ῥύπον.θεοῦ γὰρ μόνου τὸ τελέως ἀναμάρτητον, οἱ δὲ ἄνθρωποι, κἂν ὅτιμάλιστά εἰσι δίκαιοι, οὐ τέλεόν εἰσι καθαροί. εἴρηται γὰρ ὅτι <πολλὰπταίομεν ἅπαντες> καὶ <οὐδεὶς καθαρὸς ἀπὸ ἁμαρτίας,οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ,> καὶ γὰρ εἴρηται τῷ Μαλαχίᾳ,ὅτι <ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντωνπλυνεῖ> καὶ <καθαρίσει ὁ θεός τινας.>{1 Kor 3,16} Εἰ δὲ <ναὸς θεοῦ> ἐσμεν, ἐπειδὴ <τὸ πνεῦμα οἰκεῖ ἐνἡμῖν,> ἄρα θεὸς τὸ πνεῦμα.{1 Kor 4,7} Οὕτως τις ἀνεγίνωσκεν· <εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαιλοιπὸν τὸ μὴ ὡς λαβών,> κατ' ἐρώτησιν ἔλεγεν, ἵνα οὕτω νοηθείη·τί καυχᾶσαι ἄρα ὡς μὴ λαβὼν ἀλλ' οἴκοθεν ἔχων, καίτοι εἴληφας;{1 Kor 6,8} Ὡσεὶ εἶπεν· καλὸν μὲν τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἐν αἱρέσειδὲ βέλτιον τὸ ἀδικεῖσθαι.{1 Kor 6,9} Διὸ καὶ πρῶτον τέθεικε τὸ <οὔτε πόρνοι.>{1 Kor 6,12} Ἢ καὶ ἔτι νηπίοις οὖσιν ἔδει συγκαταβαίνειν καὶ πρὸς τὴννηπιότητα αὐτῶν λαλεῖν.{1 Kor 6,14} Τὸ τοῦ λόγου ἀπίθανον <διὰ τῆς δυνάμεως> τοῦ θεοῦ πιστο-ποιεῖται, ὅπερ εἰς τὴν τοῦ Χριστοῦ ἀνάστασιν οὐ τέθεικεν—ἐγεγόνειγάρ—ἀλλ' ἐπὶ τῆς ἡμῶν, ἵνα μὴ ἀπιστῶμεν καὶ ἵνα τοὺς ἀντιλέγονταςἐπιστομίσῃ.{1 Kor 6,16} Ἢ ὅτι διὰ μέσου τοῦ ἁγίου πνεύματος συνάπτεται τῷ Χριστῷ.{1 Kor 6,15—18} Ἢ ὅτι τὰ λοιπὰ ἁμαρτήματα καὶ ἐκ ψυχικοῦ πάθους γίνεται, οἷονὀργῆς ἐπὶ ἀνδροφόνου, κενοδοξίας ἐπὶ τῶν πλουτεῖν ἐθελόντων· ἡ δέγε πορνεία ἐξ αὐτοῦ τοῦ σώματος τὰς πηγὰς ἔχει τῆς ἐπιθυμίας. ἐξᾶραιδὲ ἐβουλήθη τὸ πρᾶγμα, ἐπειδὴ περὶ αὐτοῦ πρόκειται αὐτῷ ἡ παραίνεσις·οὐ γὰρ πάντως πάντων χεῖρον ἡ πορνεία. Εἶπεν εἰς τοῦτο πλείους ἑρμηνείας ὁ ἐν ἁγίοις Σευηριανὸς τεύχει