Fragmenta in epistulam ad Galatas
- Edition reference
- Fragmenta in epistulas apostoli Pauli, ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933 (repr. Hildesheim: Olms, 1967): 446–448.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
447
διὰ τὸ λεχθῆναι οὖν ταῦτα ἔμπροσθεν πάντων γέγονεν ἡ κατὰ πρόσωπον
ἀντίστασις, ἐπεὶ ἐχρῆν, εἴπερ ἄρα τι σφάλμα ἦν, κατ' ἰδίαν ἐγκαλέσαι καὶ
διορθώσασθαι τοῦ κυρίου λέγοντος· <ἐὰν ἁμάρτῃ ὁ ἀδελφός
σου, ἔλεγξον αὐτὸν κατ' ἰδίαν,> ἀπειθοῦντι δὲ καὶ ἑτέρους καὶ
τὴν ἐκκλησίαν ἐπίστησον.
{Gal 3,23}
Ἐδήλωσεν ὅτι ἄνωθεν ἡ εἰς Χριστὸν πίστις προώριστο, ἀλλὰ νῦν
γέγονε τοῖς ἀνθρώποις καταφανής, ὅτε καὶ ἡ ἐνανθρώπησις.
{Gal 4,9}
<Ἀσθενῆ καὶ πτωχὰ> αὐτὰ καλεῖ, οὐ διὰ τὴν εὐτέλειαν αὐτῶν
—τί γὰρ οὐρανοῦ καὶ γῆς μεγαλοπρεπέστερον; τί δὲ ἡλίου καὶ σελήνης
καὶ ἄστρων τιμαλφέστερον; —ἀλλὰ διὰ τὸ ἐστερῆσθαι νοῦ καὶ ζωῆς
καὶ αἰσθήσεως.
{Gal 4,17}
Οὐκ ἐπ' ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν
ἀσπάζονται, ἀλλ' ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν
ἕπεσθαι, ὅτι πρὸς ὑμετέραν ἀπάτην τὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται.
{Gal 4,20}
Ὅρα ἀγάπην. οὐκ ἀρκοῦμαι, φησί, τοῖς γράμμασιν, <παρεῖναι
πρὸς ὑμᾶς> ἐζήτουν καὶ <ἀνταλλάξαι> θρήνοις καὶ ὀλοφυρμοῖς
τὴν διὰ ῥημάτων διδασκαλίαν, ἵνα, φησί, μετὰ θρήνων ὑμᾶς ἐδίδαξα.
καὶ γὰρ <ἀπορῶ> τί εἴπω περὶ ὑμῶν. πόθεν οὕτως οἱ ὑψωθέντες τῇ
γνώσει τοῦ εὐαγγελίου κατεβλήθητε καὶ περισύρεσθε χαμαί, πάλιν
ἐχόμενοι τοῦ νόμου;
{Gal 6,2}
Ἢ ὅτι τὸ <τὰ ἀλλήλων βάρη> καὶ ἐλαττώματα <βαστάζειν>
κατὰ τοῦτο πλήρωσίς ἐστι τοῦ νόμου τοῦ Χριστοῦ καθ' ὃ ἐξ ἀγάπης
γίνεται· πληρωτικὴ δὲ ἡ ἀγάπη τοῦ θείου νόμου.
448
{Gal 6,15}
<Καινὴ κτίσις> ἐστί, φησί, τὰ πάντα· πάντες γὰρ οἵ τε ἐμπερί-
τομοι καὶ ἀκρόβυστοι πιστεύσαντες <καινὴ κτίσις> γεγόναμεν, τοῦ
<παλαιοῦ ἀνθρώπου> ταφέντος καὶ ἡμῶν ἐν τῇ κολυμβήθρᾳ
ἀναγεννηθέντων.
{Eph 1,17} Ὁ ἐν ἁγίοις Γρηγόριος ἐν τῷ Περὶ υἱοῦ λόγῳ, ὡς νομίζω, τὰ δύοεἰς τὸν Χριστὸν ἐδέξατο· <πατέρα> μὲν τοῦ λόγου, <θεὸν> δὲ τοῦπροσλήμματος, ἵνα ἐκ θεότητος καὶ ἀνθρωπότητος ἐν μίᾳ φύσει δείξῃτὸν Ἐμμανουήλ.{Eph 1,22} Ἢ ὑπὲρ ἀγγέλους, φησί, καὶ ἀρχαγγέλους αὐτὸν τὸν υἱὸν <ἔδωκεκεφαλήν·> ἢ τὸν ὄντα <ὑπὲρ πάντα> τὰ ὁρώμενα καὶ νοούμεναΧριστόν, ἢ <ὑπὲρ πάντα> τὰ ἀγαθὰ τοῦτο πεποίηκεν, τὸ τὸν υἱὸνδοῦναι κεφαλήν.{Eph 2,2} Ἢ ἀπολελυμένως νόησον, ὅτι ἐν τῷ νῦν, φησί, κόσμῳ<περιεπατήσατε ἐν ἁμαρτίαις.> Ὥστε κατὰ τὸ νόημα τοῦτο, ὃ μᾶλλον καὶ ὁ ἅγιος Κύριλλος καὶὁ ἅγιος Ἰωάννης δέχεται, καὶ <ἄρχων> μέν ἐστι τῶν μετ' αὐτοῦπεσόντων, ἡμῶν δὲ οὐκ ἄρχει οὔτε ἦρξεν, ἀλλὰ μόνον <ἐνεργεῖ·> ἐξὸνδὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν.{Eph 2,3} Ὡσεὶ εἶπεν· σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες.{Eph 2,5} Νῦν μὲν τῇ δυνάμει, ὕστερον δὲ καὶ ἐνεργείᾳ.{Eph 2,12} <Καὶ ξένοι,> φησί, <τῶν διαθηκῶν,> ἢ τοῦ νόμου ἢ τῆς πρὸςαὐτοὺς ἐπαγγελίας.{Eph 3,10} Πρὸ τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν χρόνων ἁπλῆνἐγίνωσκον αἱ οὐράνιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ, ἐκ μόνου τοῦδυνατοῦ κατορθουμένην· ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκείου θελήματος οὐσιώσαςτὰ πάντα θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δη-μιουργηθέντα, καὶ οὐδὲν ἦν ποικίλον, ἀλλ' οἷον ἐθεωρεῖτο τοιοῦτονὑπῆρχεν. νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρώπινον γένοςοἰκονομίας οὐκέτι μόνον ἁπλῆ ἀλλὰ καὶ <πολυποίκιλος> ἐγνώσθη ἡ<σοφία τοῦ θεοῦ,> διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα· διὰθανάτου ζωήν, διὰ ἀτιμίας δόξαν, διὰ σταυροῦ τρόπαιον, διὰ πάντων τῶνεὐτελῶν τὰ θεοπρεπῆ. διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐν-ανθρωπήσει γενομένης <πολυποίκιλος> ἐγνώσθη ἡ <σοφία καὶ ἡ>δύναμις <τοῦ θεοῦ> ταῖς οὐρανίαις δυνάμεσιν. —Οὕτως ὁ ἐν ἁγίοιςΓρηγόριος ἐν τῇ ὀγδόῃ ὁμιλίᾳ τῆς ἑρμηνείας τῶν Ἀσμάτων διασαφηνί-ζων λέγει.{Eph 3,21} Ἢ ὅτι τῇ ἐκκλησίᾳ ἐπεύχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαντοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι. τὸ δὲ <ἐν Χριστῷ Ἰησοῦ> ἢ σὺνΧριστῷ Ἰησοῦ νόει, ἢ νοήσεις διὰ Χριστοῦ Ἰησοῦ, διὰ τὴν σάρκα τοῦτονοῶν εἰρῆσθαι, ὃ καὶ ἀποδεκτέον ἡμῖν.{Eph 4,10} Καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι πάντα ἐπλήρωσεν· καὶσαρκωθείς, <ἵνα τὰ πάντα> καὶ μετὰ σαρκὸς <πληρώσῃ,> κατέβηκαὶ ἀνέβη.{Eph 4,13} <Πλήρωμα Χριστοῦ> φησι τὴν περὶ τοῦ Χριστοῦ ὁλοτελῆγνῶσιν καὶ πίστιν, οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν, ὅτι ἐκ θεότητοςκαὶ ἀνθρωπότητος εἰς μίαν ὑπάρχει φύσιν. ἵνα μὴ ἀκούσας <ἄνδρατέλειον> καὶ <μέτρον ἡλικίας> τὴν σωματικὴν νοήσῃς, ἐπήγαγε<τοῦ πληρώματος τοῦ Χριστοῦ,> ὡσεὶ ἔλεγεν· μέχρις οὗ εἰςτελειότητα φθάσωμεν τῆς ὁλοτελοῦς τοῦ Χριστοῦ πίστεως καὶ γνώσεως.{Eph 4,16} Ὅρα τί κἀγὼ ἐνόμισα—οὔτε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίουἸω〈άννου〉 ἕξει νοῆσαι—· <ἐξ οὗ,> Χριστοῦ, <πᾶν τὸ σῶμα τῆςἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζό-μενον,> τοῦτ' ἔστι συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδίᾳκεφαλῇ—ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ—, κεκολλημένονδὲ <διὰ πάσης ἁφῆς,> τοῦτ' ἔστιν αἰσθήσεως, <τῆς ἐπιχορηγίαςκατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους,> τοῦτ'ἔστι διὰ τῆς κατ' ἐνέργειαν Χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνεύματοςτῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου μέλουςτοῦ Χριστοῦ γινομένης, <τὴν αὔξησιν τοῦ σώματος> τοῦΧριστοῦ, τοῦτ' ἔστι τῆς ἐκκλησίας, <ποιεῖται.> αὔξησιν δὲ δηλαδὴπνευματικήν· διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πνεύματος αὔξεται εἰςμέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία, εἴτε διὰ χαρισμάτων,εἴτε διὰ γνώσεως, εἴτε διὰ πίστεως. <Ἐν ἀγάπῃ,> ᾗ αὐτὸς ἡμᾶς ἀγαπᾷ· διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς,φησί, ταῦτα ποιεῖ.{Eph 4,26} Ἤκουσά τινων ἑρμηνευσάντων· μία, φησίν, ἀναμάρτητος ὀργὴ ἡπρὸς τοὺς δαίμονας καὶ τὰ πάθη. Ἢ ὅτι τοῦ ἄνω ἤρτηται, <μὴ ἐπιδυέτω,> φησίν, ὁ <ἥλιος ἐπὶτῷ παροργισμῷ ὑμῶν, ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ,>διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν πλεῖον ὑμᾶς ἐκκαίειν κατὰ τῶνἀδελφῶν.{Eph 4,30} Ὥσπερ γὰρ δήλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαός, ἐσφράγισενἡμᾶς ἐν τῷ βαπτίσματι· αὕτη γὰρ ἡ <ἡμέρα τῆς ἀπολυτρώσεως.>{Eph 5,16} Ἢ οὕτως· ὁ <καιρὸς> οὐκ ἔστιν ἡμῖν βέβαιος· πάροικοι γάρ ἐσμεν.<ἀγόρασον> οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον. πῶς δὲ ἔσται τοῦτο;διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ· τότε γὰρ οὗτος ἴδιος γίνεται,ὅτι αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι, ὥσπεραἱ κακαὶ κατακρίνουσαι.{Eph 5,18} Ὁ γὰρ <οἶνος> πρὸς εὐφροσύνην, οὐ πρὸς μέθην δέδοται.{Eph 5,20—21} Διὰ γὰρ τοῦ ὀνόματος τοῦ Χριστοῦ πάντα ἡμῖν ὑπάρχει. Ὅταν γὰρ ἕκαστος ἑκάστῳ εἴη ὑποτεταγμένος, καὶ μὴ διὰ πρᾶγμακοσμικὸν ἢ ἄτοπον, ἀλλὰ διὰ <φόβον Χριστοῦ,> τί ἔσται λοιπὸν ἐνμέσῳ κακόν;{Eph 5,24} Τὸ ἅπαν πλῆθος· ἐν γὰρ τοῖς καθ' ἕκαστον ἔνι καὶ ἀνυπότακτος.{Eph 5,31} <Ἐξ αὐτοῦ> καθὸ <ἀπαρχὴ> ἡμῶν ἐστι τῆς δευτέρας πλάσεως,ὥσπερ ἐκ τοῦ Ἀδὰμ διὰ τὴν πρώτην.