Fragmenta in epistulam ad Ephesios
- Edition reference
- Fragmenta in epistulas apostoli Pauli, ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933 (repr. Hildesheim: Olms, 1967): 448–452.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{Eph 6,12} <Πρὸς τὰ πνευματικά,> τοῦτ' ἔστι δαιμόνια τὰ ὄντα, ἢ <τῆςπονηρίας> οἷον τοῦ διαβόλου—ὑπ' αὐτὸν γὰρ τελοῦσιν—, ἢ τῶνπονηρῶν πράξεων καθηγηταί.{Eph 6,14} Δύνῃ δὲ καὶ ὡς πρὸς τὸν Χριστὸν νοῆσαι, τὸν ὄντως ἀλήθειαν—<ἐγὼ γάρ εἰμι,> φησίν, ἡ <ἀλήθεια>—ὃν καὶ ἐνδεδύσθαι, οὐ μόνονπεριεζῶσθαι τοῖς ἀνθρώποις δεδώρηται· <ὅσοι γάρ,> φησίν, <εἰςΧριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.>{Eph 6,17} Ἢ ὅτι τὰ πνευματικὰ λέγει χαρίσματα ἅπερ ἐστὶ διὰ ῥήματος καὶπροστάγματος θεοῦ, ἢ τὸ <ὅπερ ἐστὶ ῥῆμα θεοῦ> τῷ κάτω συζευ-κτέον, ἵνα ᾖ οὕτως· <ὅπερ ἐστὶ ῥῆμα θεοῦ> καὶ πρόσταγμα, τοῦτο,φησί, ποιεῖτε. ποῖον; <διὰ πάσης προσευχῆς καὶ δεήσεωςπροσευχόμενοι> ἵνα εἴητε, φησίν. ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειντὰ πνευματικὰ χαρίσματα ῥῆμά ἐστι θεοῦ· τμητικὸν γὰρ τὸ ῥῆμα τοῦθεοῦ. οὕτω μᾶλλον ὁ μακάριος Ἰωάννης. διὰ γὰρ ῥήματος θεοῦἐπετελεῖτο τὰ χαρίσματα· <πᾶν> γὰρ ὃ <ἐὰν αἰτήσητε,> φησίν, <ἐντῷ ὀνόματί μου, δώσει ὑμῖν,> φησὶ ὁ Χριστός.{Eph 6,19} Ἢ ἵνα <ἐν παρρησίᾳ> ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι.{Phil 1,19} <Σωτηρίαν> δέ φησι τὸ ὅσον οὐδέπω μαρτύριον.{Phil 1,24} Καὶ κατ' ἄλλο δὲ νοήσεις τὸ <ἀναγκαιότερον·> ὅτι τὸ προσάγεινΧριστῷ διὰ τῆς πίστεως πλείονας πλεῖον αὐτὸν ᾠκείου τῷ Χριστῷ.{Phil 2,2} Ἢ καὶ περὶ τοῦ δόγματος λέγει.{Phil 3,8} Δύνῃ καὶ κατ' ἄλλο <σκύβαλα> νοῆσαι τὸν νόμον· τὸ γὰρ σκύβαλονκτηνώδης ἐστὶ τροφή, καὶ ὁ νόμος τοίνυν μετὰ τὴν πίστιν ἀλογωτέροιςἀνθρώποις ἐστὶν παραφυλακή. διὰ τί δὲ ὅλως ἥγησαι αὐτὸν <ζημίαν>καὶ <σκύβαλα,> ὦ Παῦλε; ὅτι ἐπὶ πολὺν χρόνον, φησίν, ἐζημίωσέ μεΧριστοῦ τῷ γράμματι παρακαθήμενον, οὐχ ὅτι νῦν ἐζημιοῦτο ἐξ αὐτοῦ—ᾔδει γὰρ αὐτῷ πνευματικῶς χρήσασθαι—ἀλλὰ περὶ τῆς ζημίαςἐκείνης φησὶ τῆς πρὸ τῆς πίστεως αὐτοῦ· καὶ γὰρ καὶ μετὰ τὸ παρελθεῖντὴν ζημίαν ζημιώσασαν ἡμᾶς, ἔτι αὐτῆς μεμνημένοι ζημίαν αὐτὴνκαλοῦμεν. ὅρα γὰρ πῶς ἀσφαλῶς εἶπεν· <ἡγοῦμαι αὐτὸν ζημίανδιὰ> τὸ <ὑπερβάλλον τῆς γνώσεως Χριστοῦ,> ὡσεὶ εἶπεν·φύσει μὲν οὐκ ἔστι ζημία, ἀλλ' ἐπειδὴ δῆθεν φυλάττων αὐτὸν οὐκἐπεγίνωσκον τὸν Χριστόν, εἰς ζημίαν μοι ἐγένετο. Εἰ γάρ, φησίν, ἀντιπαραθείη τις τὴν τοῦ νόμου σωματικὴν παρα-φυλακὴν πρὸς τὴν τοῦ Χριστοῦ γνῶσιν, <ζημίαν> εὑρήσει τὸν νόμον·τοσαύτη διαφορὰ τῆς Χριστοῦ, φησί, γνώσεως.{Phil 3,14} Ἀνέγνωμεν δὲ ἔν τισιν ἀντιγράφοις· <εἰς τὸ βραβεῖον τῆς ἀνεγκλη-σίας τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.> καὶ εἴη ἂν ἐκεῖ τῆς λέξεως ὁ νοῦς τοιοῦτος· τὸβραβεῖόν ἐστι βραβεῖον <ἀνεγκλησίας,> ὥστε μηδαμῶς ἐγκλήματι τῷ ἀπὸ θεοῦἐμπίπτειν τὸν καταλαβόντα τὸ διωκόμενον καὶ τυχόντα τοῦ σκοποῦ καὶ ἐπιλαβόμενοντοῦ βραβείου.{Phil 3,19} Καλῶς τὸ τέλος εἶπεν <ἀπώλειαν·> ἐὰν γάρ, φησίν, ἄχρι τέλουςμείνωσι τοιοῦτοι· εἰκὸς γὰρ ἦν καὶ μεταβληθῆναι αὐτούς.{Phil 3,20—21} Ὅρα δὲ πόσην οἶδεν ὁμογνωμοσύνην τῆς ἁγίας τριάδος, ὅτι ἄνωτὸν <υἱὸν> ὑποθέμενος τὴν ἐναλλαγὴν τοῦ σώματος ἡμῶν ποιεῖσθαι, νῦντὸν <πατέρα> τοῦτο ποιεῖν λέγει. ἆρα δέ, ἐὰν οὕτω νοήσωμεν, μὴτολμηρόν ἐστιν ὅτι ὁ υἱὸς τοῦτο ποιήσει κατὰ τὴν δύναμιν αὐτοῦ, ἐκείνηνἐν ᾗ ὑπέταξε τῷ ἰδίῳ σώματι τὰ πάντα; ἀλλ' εἰ οὕτω νοήσομεν, δέοςἐστὶ μὴ δόξωμεν διαιρεῖν μετὰ τὴν ἕνωσιν, τὴν μίαν σεσαρκωμένηντοῦ θεοῦ λόγου φύσιν.{Kol 1,13}< Τοῦ υἱοῦ τῆς ἀγάπης,> περιφραστικῶς τοῦ ἀγαπητοῦ υἱοῦ{Kol 1,15} Τινὲς ἐκ τῶν εἰκόνων τῶν ἐν ἡμῖν πλανηθέντες, αἵ εἰσιν ἀπὸσανίδων καὶ κηροῦ, οὕτως ἐνόμισαν καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. ὥσπεργάρ, φασίν, αὗται εἶδος μὲν καὶ ὁμοίωμα σώζουσιν ἀνθρώπου, οὐ μὴνφύσιν ἢ οὐσίαν, οὕτω καὶ ὁ υἱὸς τοῦ πατρός. Ἀρειανικὸν δὲ τὸ δυσσέ-βημα. ἀλλὰ τοῖς τοῦτο λέγουσιν ἀντιθετέον τὸ κείμενον ἐν τῇ Γενέσει τῇηʹ, ὅτι φησίν· ὁ <Ἀδὰμ ἐγέννησε κατὰ τὴν εἰκόνα αὐτοῦ·>πολὺ γὰρ ἁρμοδιώτερον ἐκεῖνα δέξασθαι περὶ εἰκόνος ὅσα ἡ γραφή φησιπερὶ υἱοῦ καὶ πατρὸς ἀνθρώπων, ἐπειδὴ καὶ τὸ προκείμενον θεώρημαεἰς πατέρα καὶ υἱὸν θεοῦ ἀνήκει, ἢ τὰ ἐπὶ τῆς ἀπὸ ξύλου καὶ κηροῦεἰκόνος, ἥτις οὐκ ἔστι μὲν κυρίως, λέγεται δὲ καταχρηστικῶς εἰκών.{Kol 1,19} Οὐ σχετικῶς ἀλλ' οὐσιωδῶς ὡς ψυχὴ ἐν σώματι, οὐ ψυχὴ γενό-μενος τῷ σώματι, ἀλλ' ἐν σώματι ἐψυχωμένῳ ἑνωθεὶς ὃν τρόπονἑνοῦται ψυχὴ σώματι.{Kol 1,27} <Ὃς πλοῦτος μυστηρίου> ἐστίν, φησίν, ὁ Χριστός. δι' αὐτοῦτοιγαροῦν καὶ πιστεύετε προσάγεσθαι ὡς ἐν ὑμῖν ὄντος διὰ τῆς πίστεως,δι' οὗ, φησίν, ἐλπίζομεν τῆς αἰωνίου δόξης τυχεῖν.{Kol 2,5} Τοῦτο δέ φησιν ἅμα μὲν ἐγκωμιάζων, ἅμα δὲ αἰνιττόμενος ἐκείνηνεἶναι κυρίως πίστιν τὴν τὸ βέβαιον καὶ τὸ σταθερὸν ἔχουσαν.{Kol 2,9} Τοιοῦτόν τι γεγενῆσθαι νοήσωμεν ὅπερ καὶ ἐπὶ τοῦ φωτός. ἐλατ-τοῦται δὲ πᾶσα εἰκὼν καὶ ἅπαν παράδειγμα τῆς ἀληθείας· πῶς γὰρἂν τὰ αἰσθητὰ διασημαίνει τὰ θεῖα; πλὴν λεκτέον· ὥσπερ τὸ πρωτόγονονφῶς ἐν ἀρχῇ ἀσώματον καὶ ἄϋλον ὑπάρχον ἐνεκράθη τῷ ἡλιακῷσώματι καὶ γέγονε τρόπον τινὰ ἐνσώματον, πλὴν καὶ ἐν αὐτῷ ὑπάρχονοὐ περιείργεται οὔτε κωλύεται καταφωτίζειν τὰ πάντα, οὕτω καὶ ὁ ἐνἀρχῇ ἄσαρκος θεὸς λόγος σαρκωθεὶς οὐ κωλύεται καὶ σαρκὶ ἡνῶσθαικαθ' ὑπόστασιν καὶ μὴ συγκεκλεῖσθαι ἐν αὐτῇ, ἀλλὰ τὰ πάντα πληροῖ.καὶ διὰ τοῦτο, οἶμαι, αὐτός τε ἑαυτὸν ὁ κύριος φῶς ὀνομάζει καὶ ὁΜαλαχίας αὐτὸν <ἥλιον> κέκληκεν <δικαιοσύνης,> ἔτι δὲ καὶ ὁψαλμώδης λέγει· <ἔπεσε πῦρ ἐπ' αὐτούς, καὶ οὐκ εἶδον τὸνἥλιον.> <Ἢ σωματικῶς> νόει οἷον σεσαρκωμένος· οὐ γὰρ οἰκήσας, φησί,πάλιν μετοικεῖ, ἀλλ' ἐσαρκώθη μίαν λοιπὸν μετὰ τῆς ἰδίας σαρκὸςφύσιν ἔχων, κἂν ἐκ δύο συνέστη τῶν ἐναντίων.{Kol 2,11} Ὅρα δέ· ποτὲ <πνεύματος,> ποτὲ <Χριστοῦ> τὴν περιτομὴνλέγει· ἓν γὰρ ἔργον καὶ μίαν ἐνέργειαν τῆς ἁγίας οἶδε τριάδος.{Kol 2,13} Ἡ περιτομὴ τὸ περιττὸν διαιρεῖ, ὡς τῆς ἀκροβυστίας τὸ περιττὸνἐχούσης. περιττοὶ οὖν, φησίν, ἦτε καὶ ὑμεῖς τὰ μὴ καθήκοντα ποιοῦν-τες· πᾶν γὰρ τὸ ἔξω τοῦ πρέποντος περιττόν ἐστιν. <ὄντας> οὖν<νεκροὺς> ταῖς ἁμαρτίαις διὰ τὴν πρὸς τὸ καλὸν ἀνενεργησίαν καὶἀκροβύστους περιέτεμέν τε νοητῶς καὶ <ἐζωοποίησεν.> Τὸν μὲν Χριστὸν ἐκ τοῦ αἰσθητοῦ θανάτου, ὑμᾶς δὲ καὶ τοῦαἰσθητοῦ καὶ τοῦ νοητοῦ τοῦ τῶν ἁμαρτιῶν. μὴ θαύμαζε δέ, εἰ τὸνπατέρα λέγει ἐζωοποιηκέναι τὸν Χριστόν· καὶ γὰρ καὶ ἀλλαχοῦ εἴρηταιὅτι ἑαυτὸν ἤγειρεν· κοινὰ γὰρ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος τὰγινόμενα.{Kol 3,17} Καὶ τὸ <δι' αὐτοῦ> καὶ <σὺν αὐτῷ> καλῶς λέγεται· τὸ μὲν διὰ τὸἴσον καὶ ὁμοούσιον τῷ πατρί, τὸ δέ, ἐπειδὴ <μεσίτης> ἡμῶν καὶ<ἀρχιερεὺς> ἠξίωσεν γενέσθαι, ὅταν <γέγονε σὰρξ ὁ λόγος> κατὰτὴν γραφήν.{Kol 3,20} Δίχα τῶν εἰς ἀσέβειαν φερόντων.{Epilog zu Kol} Ἐκ τοῦ ἀντιγράφου μὴ εὑρὼν καλῶς τὰς παραγραφὰς τοῦ μακαρίουἸωάννου τῆς πρὸς Κολοσσαεῖς ἐπιστολῆς, συνέγραψα αὐτὰς ὅπωςἠδυνάμην. εἰ οὖν εὑρεθῇ τι ἐν αὐταῖς ἢ κοῦφον ἢ ἐπιλήψιμον, ἴστω