Fragmenta in epistulam ad Colossenses
- Edition reference
- Fragmenta in epistulas apostoli Pauli, ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933 (repr. Hildesheim: Olms, 1967): 453–455.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ὁ ἀναγινώσκων ἐμὸν εἶναι τὸ τοιοῦτον πταῖσμα.{1 Thess 1,3} <Ἢ ἔργον πίστεώς> φησι τὸ μὴ μόνον λόγοις ἀλλὰ καὶ ἔργοιςδεικνύειν τὴν πίστιν, ὅτι ὑπὲρ τῆς τοῦ θεοῦ ἢ τῆς ἐμῆς, φησίν, ἀγάπηςκαὶ κόπους καὶ κινδύνους ὑπεμείνατε· τοῦτο γὰρ τὸ ὄντως ἀγαπᾶν, τὸπάντα ὑπὲρ τοῦ ἀγαπωμένου πάσχειν ἀνέχεσθαι.{1 Thess 2,2} Ἐν τῷ θεῷ ἡμῶν θαρρήσαντες, φησίν.{1 Thess 2,13} Ἢ ἐνεργεῖ ἐν ὑμῖν, τοῦτ' ἔστι τὴν οἰκείαν δύναμιν ἐπιδείκνυσιν,ἴσως διὰ σημείων τινῶν· <ἢ ἐνεργεῖται,> τοῦτ' ἔστιν αὔξει διὰ τοῦὑμετέρου βίου.{1 Thess 2,16} Ταῦτα δὲ καὶ πάλαι ἐπὶ τῶν προφητῶν καὶ νῦν ἐπὶ Χριστοῦ καὶ ἐφ' ἡμῶνἔπραξαν, ἵνα <πάντοτε ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι> αὐτῶν· ἐπειδὴ γὰρ<πάντοτε> ταῦτα ἔπραττον, <πάντοτε ἀνεπλήρουν τὰς ἁμαρτίας> αὐτῶν.{1 Thess 3,2} Ἡ γὰρ παράκλησις ὑπὲρ τοῦ μὴ σαλευθῆναι εἰς τὴν πίστιν ἐγίνετο.{1 Thess 3,3} <Σαίνεσθαι> δὲ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι· ἀπὸ μετα-φορᾶς τῶν τὰς οὐρὰς ταρασσόντων κυνῶν.{1 Thess 3,9} Εἰκότως <ἔμπροσθεν τοῦ θεοῦ χαίρομεν·> αὐτὸς γὰρταύτης ἡμῖν τῆς χαρᾶς αἴτιος καὶ αὐτοῦ τὸ δῶρον.{1 Thess 4,10a} Διὰ τοῦτο γὰρ οὐ χρείαν ἔχομεν γράφειν, ὅτι οὐ δεῖσθε περὶ τούτουὑπομνήσεως, ἀλλὰ <ποιεῖτε> αὐτό.{1 Thess 4,10b} <Μακεδονίας> γὰρ μητρόπολις ἡ Θεσσαλονίκη.{1Thess 4,14} Τί οὖν, εἴποι τις ὡς πρὸς τὴν δευτέραν ἐξήγησιν, μερικὴ ἔσται ἡἀνάστασις, ὡς τῶν ἀπίστων μὴ ἀνισταμένων; οὐ τοῦτο, ἀλλ' ὅτι πάντεςμὲν ἀναστήσονται, οὐ πάντες δὲ ἀχθήσονται· τὸ γὰρ <ἀχθῆναι> τὴνμετὰ τιμῆς πανταχόθεν <ἐν νεφέλαις ἁρπαγὴν> καὶ ἀγωγὴν τὴνπρὸς τὸν κριτὴν δηλοῖ. οἱ μὲν γὰρ πιστοὶ καὶ οὐκ ἐπίπλαστον ἔχοντεςτοῦτο τὸ ὄνομα <ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀπάντησιντοῦ Χριστοῦ,> οἱ δὲ ἄπιστοι κάτω περιμενοῦσιν αὐτὸν ἐρχόμενον μὴἀξιούμενοι ἀπαντῆσαι. διὰ τί γὰρ μὴ εἶπεν· ἵνα τιμωρηθῆτε ὡς μὴὁμολογοῦντες ἀνάστασιν; ἢ ὡς ὡμολογημένον τοῦτο παρείασεν, καίφησιν· ἵνα μὴ μετὰ τῆς τιμωρίας τῆς ἐκεῖ καὶ τὰ ἐνταῦθα λυπῆσθε. ἢὅτι τῇ μὲν ἀναστάσει οὐκ ἠπίστουν—καὶ δηλοῖ τὸ περὶ τῶν χρόνωναὐτοὺς ἀμφιβάλλειν, ὅπερ κάτω φησίν—ἀλλὰ μόνον ἠδημόνουν ἐπὶτοῖς τελευτῶσιν.{1 Thess 4,15} Ἴσως καὶ τοῦτο ἓν ἦν τῶν <ἀρρήτων·> πάντα δὲ οὐκ ἐξῆν, τοῦτοδὲ ἐξῆν λαλῆσαι.{2 Thess 1,3} Ἢ ὅτι, τοῦτο γάρ φησι, δίκαιόν ἐστι νοήσεις· ἢ τὸ μεγάλωςἐξακουστέον, ἵνα ᾖ· μεγάλως καθὼς <ἄξιον> τῷ μεγάλα παρέχοντι.{2 Thess 1,7} Ὡσεὶ εἶπεν· μετὰ τῶν ἀγγέλων τῶν διαφερόντων τῇ δυνάμει αὐτοῦ,ἢ ὡς τῶν ἀγγέλων δυνατῶν ὄντων. ἵνα τὴν σύνταξιν ἀμείψῃς, <μετὰτῆς δυνάμεως,> φησί, <τῶν ἀγγέλων αὐτοῦ,> τοῦτ' ἔστι μετὰτῶν δυνατῶν αὐτοῦ ἀγγέλων.{2 Thess 1,10} <Θαυμασθήσεται> δὲ ὁ θεός, ἐπειδὴ <ἐπιστεύθη ἐφ' ὑμᾶςἡ διαμαρτυρία> αὐτοῦ καὶ τὸ κήρυγμα ἡμῶν. καὶ πῶς ἐκ τοῦπιστεῦσαι αὐτοὺς τῷ κηρύγματι αὐτῶν μέλλει ὁ θεὸς <θαυμάζεσθαι;>ὅτι εἰ μὴ ἠκούσατε ἡμῶν, φησίν, οὐκ ἠμέλλετε τοσούτων ἀγαθῶνἀξιοῦσθαι, μὴ ἀξιούμενοι δὲ οὐδὲ πρόφασιν δοξολογίας καὶ θαύματοςτῷ Χριστῷ παρέσχετε ἐφ' οἷς ὑμᾶς ἐδόξασεν. <Ἐν> γὰρ <τῇ τότε ἡμέρᾳ> γενήσεται φανερὸν ὅτι ἐπιστεύσατε· νῦνγὰρ πολλοὶ καὶ ὑποκρίνονται τὴν πίστιν.{2 Thess 2,8} Ἢ τὸ ἅγιον πνεῦμα.{2 Thess 2,9—10} Ἢ ἐν παντὶ πράγματι ἀπατῆσαι καὶ ἀδικῆσαι τοὺς πιστεύονταςδυναμένῳ· ἤ, ὡς εἴρηται, ἐν φαντασίᾳ καὶ δοκήσει τὰ σημεῖα ποιήσει.{2 Thess 3,5} Ὁ μακάριος Βασίλειος ἐν τοῖς Πρὸς Ἀμφιλόχιον τοῦτο σημειοῦται,ὅτι τῷ πνεύματι εὔχεται ὁ Παῦλος· ποῖος γὰρ κύριος παρὰ τὸ πνεῦμαἤμελλε <κατευθύνειν τὰς καρδίας> αὐτῶν <εἰς τὴν ἀγάπηντοῦ θεοῦ> καὶ πατρὸς <καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ;>οὐδεὶς δὲ εὔχεται πλὴν θεῷ.{1 Tim 3,16} Καὶ ποίαν <ἐδικαιώθη> δικαιοσύνην ἡ αὐτοδικαιοσύνη καὶἀπολύτρωσις, ὁ τῆς <δικαιοσύνης ἥλιος> κατὰ τὸν προφήτηνΜαλαχίαν; ὃ δηλοῖ τὴν ἀκραιφνεστάτην καὶ καθαρωτάτην δικαιοσύνην,τὴν ἐκπλήρωσιν δηλονότι τῶν νομικῶν δικαιωμάτων περὶ ὧν ἔλεγεκαὶ Ἰωάννῃ· <ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖνπληρῶσαι πᾶσαν δικαιοσύνην.> ἐπειδὴ γὰρ καὶ περὶ βαπτι-σμάτων ἐνετείλατο ὁ νόμος, ἦλθεν ἐν Ἰορδάνῃ καὶ τούτους πληρῶσαι,ὥσπερ ἀμέλει τὴν περιτομὴν καὶ τὰς ὑπὲρ τῶν πρωτοτοκίωνπροσφοράς. τί δὲ βούλεται τὸ <ἐν πνεύματι;> πνεύματι δουλείας ἦνκατεσφιγμένος ὁ Ἰσραὴλ διὰ τοῦ κολάζοντος νόμου· οὐ γὰρ εἶχε τὸπνεῦμα τῆς υἱοθεσίας· τοῦτο γὰρ Χριστιανοῖς δεδώρηται, καθώς φησικαὶ ὁ Παῦλος· <ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν,ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν.> λέγει οὖν· εἰ καὶ τὰς νομικὰςἐπλήρου δικαιοσύνας, ἀλλ' οὐ τῷ τῆς δουλείας πνεύματι—πῶς γὰρ ὁκαὶ τοὺς ἄλλους ἐλευθερῶν; —ἀλλὰ τῷ ἁγίῳ πνεύματι τῷ τῆςυἱοθεσίας, ὅπερ ἔλαβε κατὰ τὸ ἀνθρώπινον, ἡμῖν τὸ δῶρον προξενῶν ὁγνήσιος υἱὸς καὶ οὐχ ἑαυτῷ, ὥσπερ ἀμέλει καὶ ηὔχετο, τὰς ἡμῶν εὐχὰςεὐπροσδέκτους ποιῶν, καὶ <ναὸν> τὸ οἰκεῖον ἐκάλει σῶμα, ναοὺς ἡμᾶςθεοῦ γενέσθαι προξενῶν.{1 Tim 5,4} Τοῦτ' ἔστι διατιθέναι καλῶς.{1 Tim 5,9} Φασὶ δὲ τὰς εἰς τὸ χηρικὸν τεταγμένας λέγειν.{1 Tim 5,10} Οὐ λέγει· εἰ ἔσχε τέκνα, ἀλλ'· εἰ ἔθρεψεν αὐτὰ κατὰ λόγον θεοῦ, εἰ ἤγαγεναὐτὰ δεόντως· ἐξαίρετον γὰρ δεῖ νοεῖν τοῦτο εἰρῆσθαι περὶ τὰς χήρας.{1 Tim 5,13} Πῶς δὲ <ἀργαὶ μανθάνουσιν;> ἔχουσαι τοὺς ἐπεισάκτουςἄνδρας χορηγοῦντας αὐταῖς τὰ πρὸς τὴν χρείαν, τῶν μὲν ἔργωνῥᾳθυμοῦσιν, ὅπως δὲ εὐπρόσωποι τοῖς ἀνδράσι δόξωσιν ἐπιμελοῦνται.{1 Tim 5,21} Ἢ τὸ ὂν εἶπεν, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀπορριφέντων.{1 Tim 5,24—25} Οἶδα τοιαύτην παρά τινι τῶν ἁγίων ἀναγνοὺς ἑρμηνείαν· ὧν μέν,φησί, <προάγουσιν αἱ ἁμαρτίαι,> οὗτοι πᾶσίν εἰσι <πρόδηλοι·>ἔστωσαν τοιγαροῦν καὶ σοί. οἷς δὲ <ἐπακολουθοῦσιν,> τούτους σὺφυλάξῃ τῷ προορατικῷ ὀφθαλμῷ. εἴ τι οὖν παρὰ τοῦτο ποιήσεις, κοινω-νήσεις ταῖς ἁμαρτίαις. ὁ δέ γε μακάριος Βασίλειος οὕτως ἡρμήνευσεν, ὡςοὐδὲν τοῦ κεφαλαίου πρὸς χειροτονίαν συντείνοντος· οἵτινες, φησίν,αὐτοὶ ἥμαρτον, μόνοι τὰς ἁμαρτίας ἔχουσιν <ἐπὶ κρίσιν προαγού-σας.> ὅσοι δὲ καὶ μετὰ τὸ ἔνθεν ἀπελθεῖν ἑτέροις καταλελοίπασιπροφάσεις ἁμαρτιῶν, οἷον ὁ Νεστόριος καὶ οἱ λοιποὶ αἱρετικοί, τούτοιςκαὶ ἀπελθοῦσιν ἐντεῦθεν <ἐπακολουθοῦσιν> αἱ ἁμαρτίαι· τῶν γὰρδι' αὐτοὺς σφαλλομένων καὶ ἐκείνοις αἱ ἁμαρτίαι λογίζονται, <ὡσαύ-τως> δὲ <καὶ τὰ καλὰ ἔργα,> τοῦτ' ἔστι παραπλησίως. ὅσα, φησίν,εἴρηται περὶ ἁμαρτιῶν, ταῦτα δέξαι καὶ ἐπὶ τοῖς καλοῖς ἔργοις· εἰσὶ γὰροἳ πρόφασις γεγόνασιν ἑτέροις σωτηρίας. τούτων οὖν αἱ κατορθώσειςκαὶ τοῖς τὰ σπέρματα δεδωκόσιν ὑπολογίζονται.{1 Tim 6,16} Ὁ <μόνος ἔχων ἀθανασίαν.> ἐρωτηματικῶς· πῶς φησι περὶτοῦ θεοῦ· ὁ <μόνος ἔχων ἀθανασίαν,> ὁπότε καὶ ἄγγελοι καὶψυχαὶ καὶ δαίμονες ἔχουσιν ἀθανασίαν; ὁ οὖν λέγων· ὁ <μόνος ἔχωνἀθανασίαν> περὶ τοῦ θεοῦ, ἢ ἀφαιρεῖται τῶν εἰρημένων τὴν ἀθανα-