Fragmenta in epistulam i ad Timotheum
- Edition reference
- Fragmenta in epistulas apostoli Pauli, ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933 (repr. Hildesheim: Olms, 1967): 458–460.
- CTS identifier
urn:cts:greekLit:tlg2866.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
σίαν, ἢ ψεύδεται. ἐροῦμεν ὅτι οὗτοι περὶ ὧν ὁ λόγος, οὐκ ἔχουσινἀθανασίαν, ἀλλὰ μετέχουσιν ἀθανασίας· οὐ γὰρ φύσει ἔχουσιν, ἀλλὰμετέχουσιν αὐτῆς· ἀπὸ θεοῦ γὰρ αὐτοῖς τοῦτο δεδώρηται· θεὸς γάρἐστιν οὗ πάντες μετέχομεν, ὥσπερ τῶν ἄλλων τῶν πρὸς τὸ κρεῖττοννοουμένων, οὕτω δὴ καὶ ἀθανασίας.{2 Tim 1,18} Ἢ ὅτι διευκρινοῦντός ἐστιν τὸ οὕτως εἰπεῖν τὰς ἁγίας ὑποστάσεις,ὡς ἐκεῖ· <ἔβρεξεν κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον.>{2 Tim 2,2} Καὶ γάρ, ὡς ἡγοῦμαι, περὶ ἐπισκόπων ἢ πρεσβυτέρων τῶν παρ'αὐτοῦ χειροτονηθῆναι μελλόντων ταῦτα αὐτῷ παραγγέλλει· οὐκ ἂν γὰρπερὶ λαϊκῶν τοιαῦτα ἔγραψεν. οἷον γὰρ ἦν, εἰ μὴ εὗρέν τινα καὶ πιστὸνκαὶ διδακτικόν, οὐκ ἂν κατήχει εἰς τὴν πίστιν, αὐτοῦ τοῦ Παύλου καὶτοῖς φονῶσιν Ἰουδαίοις καὶ Ἕλλησιν ἀπαρατηρήτως κηρύσσοντος τὸνλόγον. <διὰ πολλῶν μαρτύρων,> τοῦτ' ἔστι νόμου καὶ προφητῶν·τούτους γὰρ ὁ ἀπόστολος ἐποιεῖτο μάρτυρας τοῦ ἰδίου κηρύγματος.οὕτως ὁ Κλήμης ἐν ἑβδόμῳ Ὑποτυπώσεων.{2 Tim 3,9} Τοὺς ἀρτίφρονας· προϊὼν γὰρ εἶπεν· <πλανῶντες καὶ πλα-νώμενοι.> παρὰ οὖν τοῖς εὐεξαπατήτοις αὐτοῖς ἡ ἰσχύς.{2 Tim 3,11} Ἡγοῦμαι κατά τινα εὐτελισμὸν ἐσχάτης αὐτὸν τῆς Λύστραςμνησθῆναι, ὡσεὶ εἶπεν· ναί, εἰς τὰς πολυανθρώπους πόλεις ἔπαθονἅπερ ἔπαθον. τί καὶ ἐν Λύστροις; πόθεν ηὑρέθησαν οἱ κακοῦντές μεἐν Λύστροις ἄνθρωποι;{2 Tim 4,6} Ἢ τὸ μὲν <σπένδομαι> νόει, οἷον καταλύω τὸν πρὸς πάνταςπόλεμον, οὔτε πολεμῶν, οὔτε πολεμούμενος· τελειοῦμαι γάρ. <Ἀνάλυσιν> λέγει τὸν θάνατον, ἢ διὰ τὸ ἀναλύειν ἐξ ἧς ἐλήφθημενγῆς, ἢ πρὸς τὸν δημιουργήσαντα Χριστόν.{Tit 1,12} Ἐπιμενίδου Κρητὸς μάντεως χρησμός. κέχρηται δὲ καὶ ὁ Καλλίμαχος τῇχρήσει ἐν τῷ ὑπ' αὐτοῦ ῥηθέντι εἰς τὸν Δία ὕμνῳ.{Tit 1,15} Τί δήποτε οὖν ὁ Ἰουδαίοις δοθεὶς νόμος εἶχεν ἀκαθάρτων παρα-τήρησιν; φαμέν· οὐκ ἐπειδὴ ἀκάθαρτα ἦν, οὕτως ἐνομοθέτησεν ὁ θεός,ἀλλὰ ταύτῃ τὴν πολλὴν τρυφὴν καὶ ἀδιαφορίαν τῶν Ἰουδαίωνὑποτεμνόμενος. τὸ γὰρ καθαρὸν καὶ ἀκάθαρτον κυρίως ἀπὸ τῆς τῶνλαμβανόντων διανοίας γίνεται, ἐπεὶ κατὰ φύσιν πάντα καθαρὰ τοῖς μὴἀκριβολογουμένοις· τοῖς δὲ τοιούτοις πάντα ἀκάθαρτα· ἀκάθαρτος γὰρμόνη ἡ ἁμαρτία.{Tit 2,3} Τὰς διακόνους λέγει, <κατάστημα> δὲ τὰ περιβόλαια λέγει.{Tit 3,10—11} Καίτοι ἀλλαχοῦ φησιν· <μή ποτε δῷ αὐτοῖς ὁ θεὸς μετά-νοιαν.> πῶς οὖν ὧδε <παραιτεῖσθαι> κελεύει; ἐκεῖ περὶ τῶν ἐλπίδαἐχόντων διορθώσεως λέγει, ὧδε δὲ περὶ τῶν ἀνίατα νοσούντων.{Philemon 24} Καὶ εἰ μὲν πρώτη ἐκείνη, νῦν μετέγνω. εἰ δὲ ὑστέρα, ἑρᾳθύμησεμετὰ ταῦτα.{Hebr 1,4} Ἢ τὸ <γενόμενος> οὐκ ἐπὶ τῆς σαρκὸς ἐκλάβοις, ἵνα μὴ διαιρεῖννομισθῇς, ἀλλ' ἐπὶ τοῦ Χριστοῦ τοῦ ἐν μιᾷ φύσει προσκυνουμένου μετὰτῆς σαρκὸς αὐτοῦ· ἅπαξ γὰρ τῆς οἰκονομίας ἐπιλαβόμενος ἀδεῶς τὰταπεινὰ φθέγγεται.{Hebr 1,5} Πάλιν καὶ τοῦτο δέξαι ὡς οἰκειουμένου τοῦ πατρὸς τὴν κατὰ σάρκαγέννησιν τοῦ υἱοῦ· τὸ γὰρ <ἔσομαι> σαφῶς ἐπὶ τοῦ κατὰ σάρκα εἴρηται.{Hebr 2,9} Ἰστέον ὅτι οἱ Νεστοριανοὶ παραπταίουσι τῇ γραφῇ καὶ οὕτωςἀναγινώσκουσιν· <ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηταιθανάτου,> τοῦτο κατασκευάζοντες ὅτι οὕτως ἐνοίκησιν ἔσχεν ὁΧριστός, φασί, τοῦ θεοῦ λόγου καὶ οὐχ ἕνωσιν, ὅτι σταυρουμένῳ αὐτῷοὐκ ἦν ἡ θεότης· εἴρηται γάρ, φασί, <χωρὶς θεοῦ γεύσηταιθανάτου.> ἀλλ' ὅρα πῶς ὀρθόδοξός τις ἀπεκρίθη· πρῶτον μὲν γὰρ<χάριτι θεοῦ> κεῖται. πλὴν εἰ καὶ καθ' ὑμᾶς <χωρὶς θεοῦ> εἴρηκεν,οὕτως δεκτέον αὐτό, ὅτι χωρὶς τοῦ θεοῦ ὑπὲρ πάντων τῶν ἄλλωνἀπέθανεν ὁ Χριστός, καὶ γὰρ οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ ὑπὲρτῶν ἄνω δυνάμεων ἀπέθανεν, <ἵνα λύσῃ τὸ μεσότοιχον τοῦφραγμοῦ> καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω. τούτῳ ὅμοιον τὸ ἀλλαχοῦεἰρημένον· <ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλονὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.>{Hebr 2,14} Ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι θεοῦ <κεκοινωνήκαμεν αἵματοςκαὶ σαρκός,> τοῦτ' ἔστιν ἐν αἵματι ἐσμὲν καὶ ἐν σαρκὶ καὶ ἐν φθαρτοῖς καὶγηΐνοις σώμασιν. ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ θεοῦ λόγος <ζωὴ> κατὰφύσιν ὑπάρχων <μετέσχε τῶν αὐτῶν,> καὶ οὐ καθ' ἕτερον τρόπον ἀλλὰ<παραπλησίως> ἡμῖν. Πῶς δὲ ἄρχει τοῦ θανάτου; ὅτι τῆς ἁμαρτίας ἄρχων ἐξ ἧς ὁ θάνα-τος, καὶ τοῦ θανάτου ἄρχει· ἤγουν <κράτος θανάτου ἡ> ἁμαρτία.ἔχων οὖν τὴν ἁμαρτίαν καὶ εὑρετὴς αὐτῆς ὑπάρχων, τὸ κράτος ἔχει τοῦθανάτου—εἴπομεν γὰρ τὴν ἁμαρτίαν εἶναι τὸ <κράτος τοῦ θανά-του>—ἵνα οὕτως εἴη· διὰ τοῦ οἰκείου θανάτου κατήργησε τὴνἁμαρτίαν, ὑποχείριον ἔχων τὸν διάβολον, ἥτις ἐστὶν ἰσχὺς καὶ κράτοςτοῦ θανάτου. εἰ γὰρ μὴ αὕτη κατίσχυσε τοῦ ἀνθρώπου, οὐκ ἂν ὁθάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.{Hebr 4,9—10} <Σαββατισμὸς> κατάπαυσις· σάββατον γὰρ κατάπαυσις ἑρμη-νεύεται. ὑπολέλειπται οὖν τρίτη τις κατάπαυσις, ἡ τῆς βασιλείας τῶνοὐρανῶν. <σαββατισμὸν> δὲ αὐτὴν ἐκάλεσεν ἀπὸ τῆς ἀρχετύπου τῆςτοῦ σαββάτου καταπαύσεως, ἐν ᾗ <κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶνἔργων> αὐτοῦ.{Hebr 4,12} Τὴν ἐν τοῖς Εὐαγγελίοις ἀπειλουμένην διχοτομίαν οἱ πατέρεςἐξέδωκαν τὴν τελείαν τοῦ ἁγίου πνεύματος ἐγκατάλειψιν. ἡγοῦμαι νῦντοῦτο εἰρῆσθαι, ὅτι χωρισμὸν ἐργάζεται τοῦ ἁγίου πνεύματος, καὶἀφαιρεῖται αὐτὸ ἀπὸ τῆς ψυχῆς· οὗ γενομένου πάντα λοιπὸν ἕψεται τὰχαλεπά.{Hebr 4,15} <Ἢ χωρὶς ἁμαρτίας,> ὅτι οὐχ ἁμαρτιῶν ἐτίννυε δίκην ταῦτα,φησί, πάσχων.{Hebr 5,1} Εἰ δὲ ὁ <ἐξ ἀνθρώπων λαμβανόμενος> μετριοπαθεῖ τοῖς ἀγνοοῦσικαὶ πλανωμένοις, πόσῳ μᾶλλον ὁ μετὰ τοῦ ἄνθρωπος εἶναι καὶ θεὸς ὢν μετριοπαθή-σει καὶ χεῖρα ὀρέξει τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; εἰ δ' οὐ νοηθείη, καὶ τὸ<λαμβανόμενος> ἑτοιμότερον ἐκληφθήσεται ἀντὶ τοῦ ἀφοριζόμενος, εἷς ὢν τῶνἀνθρώπων καὶ ἐξ αὐτῶν ἱερὰ λαμβανόμενος, φησίν.{Hebr 5,6} Δηλοῦντος τοῦ λόγου, ὅτι εἰ καὶ μὴ αὐτὸς ὁ Χριστὸς ἀναίμακτονπροσήγαγε θυσίαν—προσήγαγε γὰρ τὸ ἑαυτοῦ αἷμα—, ἀλλ' οἵ γε ἀπ'αὐτοῦ ἱερεῖς ὧν θεὸς καὶ ἀρχιερεὺς ἀξιοῖ εἶναι, ἀναίμακτον προσοίσουσιν·τοῦτο γὰρ δηλοῖ τὸ <εἰς τὸν αἰῶνα.> οὐ γὰρ τὴν πρὸς ἅπαξ γενομένηνὑπὸ θεοῦ θυσίαν καὶ προσφορὰν εἶπεν ἂν <εἰς τὸν αἰῶνα,> ἀλλ'ἀφορῶν τοὺς νῦν ἱερουργοὺς δι' ὧν μέσον Χριστὸς ἱερουργεῖ καὶ ἱερουρ-γεῖται, ὁ καὶ παραδοὺς αὐτοῖς ἐν τῷ μυστικῷ δείπνῳ τὸν τρόπον τῆςτοιαύτης ἱερουργίας.{Hebr 5,7} Οὐ διὰ τοῦτο εἶπεν <ἡμέρας σαρκὸς> τὰς ὅταν ἦν ὁ κύριος ἐπὶγῆς αἰσθητῶς, ὡς νῦν ἀποθεμένου αὐτοῦ τὴν σάρκα. ἄπαγε· ἔχει γὰραὐτὴν εἰ καὶ ἄφθαρτον. ἀλλ' <ἡμέρας> φησὶ <σαρκὸς> τὰς ἐν τῇ σαρκικῇζωῇ αὐτοῦ ἡμέρας.{Hebr 5,9} Ἰδοὺ καὶ θεοπρεπές.{Hebr 6,2} Μᾶλλον οὗτοι Ἰουδαϊκώτερον φρονοῦντες διὰ τὸ διαφόρους καὶπολλοὺς ἐν τῷ νόμῳ εἶναι βαπτισμούς, ἠβούλοντο καὶ τὸ τῆς νέαςβάπτισμα τὸ τὴν παλιγγενεσίαν δωρούμενον πολλάκις βαπτίζεσθαι διὰτὸ ἀφέσεως ἁμαρτιῶν πολλάκις ἐθέλειν ἀξιοῦσθαι.