Chronographia
- Edition reference
- Chronographia, ed. L. Dindorf, Ioannis Malalae chronographia [Corpus scriptorum historiae Byzantinae. Bonn: Weber, 1831]: 23–496.
- CTS identifier
urn:cts:greekLit:tlg2871.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
23
{ΙΩΑΝΝΟΥ ΜΑΛΑΛΑ
ΧΡΟΝΟΓΡΑΦΙΑ.
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.}
Μετὰ δὲ τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐ-
τοῦ Ἥλιος ἡμέρας ͵δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας Ϟζʹ· οὐ
γὰρ ᾔδεισαν οἱ Αἰγύπτιοι τότε ἢ ἄλλοι τινὲς ἀριθμὸν ψηφίσαι,
ἀλλ' οἱ μὲν τὰς περιόδους τῆς σελήνης ἐψήφιζον εἰς ἐνιαυτούς, οἱ
δὲ τὰς περιόδους τῶν ἡμερῶν εἰς ἔτη ἐψήφιζον· οἱ γὰρ τῶν ιβʹ
24
μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξότε ἐπωνομάσθη τὸ
ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. ὁ δὲ αὐτὸς
Ἥλιος, ὁ υἱὸς Ἡφαίστου, ἦν φιλότιμος δυνατός· ὅστις ἐδιδά-
χθη ὑπό τινος ὡς γυνή τις Αἰγυπτία τῶν ἐν εὐπορίᾳ καὶ ἀξίᾳ
οὐσῶν παρ' αὐτοῖς ἐρῶσά τινος ἐμοιχεύετο ὑπ' αὐτοῦ. καὶ
ἀκούσας ὁ Ἥλιος ἐζήτησεν αὐτὴν πιάσαι διὰ τὴν τοῦ πατρὸς αὑ-
τοῦ Ἡφαίστου νομοθεσίαν, ἵνα μὴ λυθῇ· καὶ λαβὼν στρατιώ-
τας ἐκ τοῦ ἰδίου στρατοῦ, μαθὼν τὸν καιρὸν τῆς μοιχείας αὐτῆς
γίνεσθαι νυκτῶν, ἐπιῤῥίψας αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς μὴ ὄντος
αὐτόθι, εὗρεν αὐτὴν μετὰ ἄλλου καθεύδουσαν τοῦ ἐρωμένου παρ'
αὐτῆς. ἥντινα εὐθέως καταγαγὼν ἐπόμπευσεν ἐν πάσῃ τῇ χώρᾳ
τῆς Αἰγύπτου τιμωρησάμενος· καὶ γέγονε σωφροσύνη μεγάλη ἐν
τῇ γῇ τῆς Αἰγύπτου· κἀκεῖνον δὲ τὸν μοιχὸν ἀνεῖλε, καὶ εὐχαρι-
στήθη. περὶ οὗ ἱστορεῖ ποιητικῶς Ὅμηρος ὁ ποιητὴς ὡς ὁ Ἥλιος,
φησίν, ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ· Ἀφρο-
δίτην δὲ ἐκάλεσε τὴν ἐπιθυμίαν τῆς πορνείας ἀπὸ τοῦ Ἡλίου βα-
σιλέως ἐλεγχθεῖσαν. τὸ δὲ ἀληθές, ὡς προγέγραπται, Παλαί-
φατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο.
Μετὰ δὲ τὴν τελευτὴν Ἡλίου βασιλέως, υἱοῦ Ἡφαίστου,
ἐβασίλευσε τῶν Αἰγυπτίων Σῶσις, καὶ μετὰ τὴν βασιλείαν αὐτοῦ
ἐβασίλευσεν Ὄσιρις, καὶ μετὰ Ὄσιριν ἐβασίλευσεν Ὧρος, καὶ
μετὰ Ὧρον ἐβασίλευσε Θοῦλις, ὃς παρέλαβε μετὰ δυνάμεως πολ-
25
λῆς πᾶσαν τὴν γῆν ἕως τοῦ Ὠκεανοῦ. καὶ ἐν τῷ ὑποστρέφειν ἦλ-
θεν ἐπὶ τὴν Ἀφρικὴν χώραν εἰς τὸ μαντεῖον ἐν ὑπερηφανίᾳ· καὶ
θυσιάσας ἐπυνθάνετο λέγων, Φράσον μοι, πυρισθενές, ἀψευ-
δές, μάκαρ, ὁ τὸν αἰθέριον μετεγκλίνων δρόμον, τίς πρὸ τῆς
ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ; καὶ
ἐδόθη αὐτῷ χρησμὸς οὗτος. Πρῶτα θεός, μετέπειτα λόγος καὶ
πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ πάντα καὶ εἰς ἓν ἰόντα, οὗ
κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων
βίον. καὶ εὐθέως ἐξελθὼν ἐκ τοῦ μαντείου, συσκευασθεὶς ὑπὸ
τῶν ἰδίων [εὐθέως] ἐσφάγη ἐν τῇ Ἀφρικῇ. ταῦτα δὲ τὰ παλαιὰ
καὶ ἀρχαῖα βασίλεια τῶν Αἰγυπτίων Μανέθων συνεγράψατο· ἐν
οἷς συγγράμμασιν αὐτοῦ ἐμφέρεται ἄλλως λέγεσθαι τὰς ἐπωνυ-
μίας τῶν πέντε πλανητῶν ἀστέρων. τὸν γὰρ λεγόμενον Κρόνον
ἀστέρα ἐκάλουν τὸν λάμποντα, τὸν δὲ Διὸς τὸν φαέθοντα, τὸν
δὲ Ἄρεος τὸν πυρώδη, τὸν δὲ Ἀφροδίτης τὸν κάλλιστον, τὸν δὲ
Ἑρμοῦ τὸν στίλβοντα· ἅτινα μετὰ ταῦτα Σωτάτης ὁ σοφώτατος
ἡρμήνευσε.
Καὶ λοιπὸν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐβασίλευσεν Αἰγυ-
πτίων πρῶτος ἐκ τῆς φυλῆς τοῦ Χὰμ Σῶστρις· ὅστις ὁπλισάμε-
νος ἐπολέμησεν Ἀσσυρίοις, καὶ ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλ-
δαίους καὶ Πέρσας ἕως Βαβυλῶνος. ὁμοίως δὲ ὑπέταξε καὶ τὴν
Ἀσίαν καὶ τὴν Εὐρώπην πᾶσαν καὶ τὴν Σκυθίαν καὶ τὴν Μυ-
26
σίαν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς
χώρας τῆς Σκυθίας ἐπελέξατο ἀνδρῶν νεανίσκων πολεμιστῶν χι-
λιάδας ιεʹ· οὕστινας μετανάστας ποιήσας ἐκέλευσεν αὐτοὺς οἰκεῖν
ἐν Περσίδι, δόσας αὐτοῖς χώραν ἐκεῖ οἵαν αὐτοὶ ἐπελέξαντο. καὶ
ἔμειναν ἐν Περσίδι οἱ αὐτοὶ Σκύθαι ἐξ ἐκείνου ἕως τῆς νῦν· οἵτι-
νες ἐκλήθησαν ἀπὸ τῶν Περσῶν Πάρθοι, ὅ ἐστιν ἑρμηνευόμενον
Περσικῇ διαλέκτῳ Σκύθαι· οἳ καὶ τὴν φορεσίαν καὶ τὴν λαλιὰν
καὶ τοὺς νόμους Σκυθῶν ἔχουσιν ἕως τῆς νῦν, καὶ εἰσὶ μαχιμώ-
τατοι ἐν πολέμοις, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο.
Ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ προειρημένου Σώστρου ἦν
Ἑρμῆς ὁ Τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ· ὃς
ἔφρασε τρεῖς μεγίστας ὑποστάσεις εἶναι τὸ τοῦ ἀῤῥήτου καὶ δη-
μιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶπε· διὸ καὶ ἐκλήθη ἀπὸ τῶν
Αἰγυπτίων Τρισμέγιστος Ἑρμῆς. ἐμφέρεται γὰρ ἐν διαφόροις
αὐτοῦ λόγοις πρὸς Ἀσκληπιὸν εἰρηκὼς περὶ θεοῦ φύσεως ταῦτα.
εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων κυρίου ὥστε μοι τὸν λόγον τοῦ-
τον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ
τούτου ζητήσητε· οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυ-
στήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον ἐστὶ τὸ
φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός,
27
καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης, ἀεὶ ἐν αὑτῷ ὢν ἀεὶ τῷ
αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου
οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάν-
των γὰρ κύριος καὶ θεός, καὶ πάντα ὑπ' αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν.
ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος ὢν καὶ γόνιμος καὶ δη-
μιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ
ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων, Ὁρκίζω σε, οὐ-
ρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον, ἵλαος ἔσο· ὁρκίζω σε, φωνὴ
πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἐστηρί-
ξατο βουλῇ. φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, τὸν μο-
νογενῆ λόγον αὐτοῦ. ταῦτα δὲ καὶ ἐν τοῖς κατὰ Ἰουλιανοῦ τοῦ
βασιλέως ὑπὸ τοῦ ὁσιωτάτου Κυρίλλου συναχθεῖσιν ἐμφέρεται,
ὅτι καὶ ὁ Τρισμέγιστος Ἑρμῆς ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοού-
σιον ὡμολόγησεν.
Ὁ δὲ Σῶστρις βασιλεὺς μετὰ τὴν νίκην καταλαβὼν τὴν Αἴ-
γυπτον τελευτᾷ· καὶ ἐβασίλευσε μετ' αὐτὸν τῆς τῶν Αἰγυπτίων
χώρας Φαραὼ ὁ καὶ Μαραχὼ καλούμενος. καὶ ἐκ τοῦ αὐτοῦ
γένους ἐβασίλευσαν Αἰγυπτίων οἱ λοιποί.
28
Ἐν δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἐπὶ τὰ δυ-
τικὰ μέρη ἀναφαίνεταί τις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐν τῇ χώρᾳ
τῶν Ἀργείων, ὀνόματι Ἴναχος· ὅστις πρῶτος ἐβασίλευσεν ἐν τῇ
χώρᾳ ἐκείνῃ, καὶ κτίζει πόλιν ἐκεῖ εἰς ὄνομα τῆς σελήνης, ἐτίμα
γὰρ αὐτήν, ἣν ἐκάλεσεν Ἰώπολιν· οἱ γὰρ Ἀργεῖοι μυστικῶς τὸ
ὄνομα τῆς σελήνης τὸ ἀπόκρυφον Ἰὼ λέγουσιν ἕως ἄρτι. ἔκτισε
δὲ καὶ ἱερὸν ἐν τῇ πόλει τῇ σελήνῃ, ἀναστήσας αὐτῇ στήλην χαλ-
κῆν, ἐν ᾗ ἐπέγραψεν, Ἰὼ μάκαιρα λαμπαδηφόρε. ὁ δὲ αὐτὸς
Ἴναχος ἠγάγετο γυναῖκα Μελίαν ὀνόματι· ἐξ ἧς ἔσχε παῖδας
τρεῖς, Κάσον καὶ Βῆλον καὶ θυγατέρα, ἣν ἐπωνόμασεν Ἰὼ εἰς
ὄνομα τῆς σελήνης· ἦν γὰρ ἡ κόρη εὐπρεπεστάτη πάνυ. τότε
ὁ Πῖκος ὁ καὶ Ζεὺς ἀκούσας περὶ τοῦ Ἰνάχου ὅτι ἔχει θυγατέρα
παρθένον εὐπρεπῆ, ὁ βασιλεὺς τῶν δυτικῶν μερῶν πέμψας ἥρ-
πασε τὴν Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, καὶ ταύτην φθείρει, καὶ
ἔγκυον ποιήσας ἔσχεν ἐξ αὐτῆς θυγατέρα, ἥντινα ἐκάλεσε Λιβύην.
ἡ δὲ Ἰὼ ἐπαχθῶς ἔφερεν ἐπὶ τῷ συμβάντι αὐτῇ, καὶ μὴ θέλουσα
συνεῖναι τῷ Πίκῳ, διαλαθοῦσα αὐτὸν καὶ πάντας καὶ τὴν θυ-
γατέρα αὐτῆς ἐάσασα, καὶ τὸν πατέρα αὐτῆς Ἴναχον αἰσχυνομέ-
νη, ἔφυγεν, εἰς Αἴγυπτον καταπλεύσασα. καὶ εἰσελθοῦσα ἐν
τῇ χώρᾳ τῆς Αἰγύπτου ἡ Ἰὼ ἐκεῖ διῆγε· καὶ μαθοῦσα μετὰ χρό-
νον ὅτι Ἑρμῆς βασιλεύει τῆς Αἰγύπτου, ὁ υἱὸς Πίκου Διός, καὶ
φοβηθεῖσα τὸν αὐτὸν Ἑρμῆν, φεύγει ἐκεῖθεν ἐπὶ τὴν Συρίαν εἰς
29
τὸ Σίλπιον ὄρος· εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ὁ Μακεδὼν ἔκτισε
πόλιν μετὰ χρόνους καὶ ἐκάλεσεν εἰς τὸ ὄνομα τοῦ ἰδίου αὐτοῦ
υἱοῦ Ἀντιόχειαν τὴν μεγάλην. ἀπελθοῦσα δὲ εἰς τὴν Συρίαν ἡ
Ἰὼ ἐκεῖ ἐτελεύτησεν, ὡς Θεόφιλος ὁ σοφώτατος συνεγράψατο.
ἕτεροι δὲ ἐξέθεντο ὅτι ἐν τῇ Αἰγύπτῳ ἐτελεύτα ἡ Ἰώ. ὁ δὲ
Ἴναχος, ὁ πατὴρ αὐτῆς, εἰς ἀναζήτησιν αὐτῆς ἔπεμψε τοὺς ἀδελ-
φοὺς αὐτῆς καὶ τοὺς συγγενεῖς καὶ τὸν Τριπτόλεμον καὶ Ἀρ-
γείους μετ' αὐτῶν, οἵτινες πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐ-
τήν· γνόντες δὲ οἱ Ἀργεῖοι Ἰωπολῖται ὅτι ἐτελεύτα εἰς γῆν Συρίαν
ἡ Ἰώ, ἐλθόντες ἔμειναν ἐκεῖ πρὸς μικρόν, κρούοντες εἰς ἕκαστον
οἶκον αὐτοῦ καὶ λέγοντες, Ψυχὴ Ἰοῦς σωζέσθω. καὶ ἐν ὁράματι
χρηματισθέντες εἶδον δάμαλιν, λέγουσαν αὐτοῖς ἀνθρωπίνῃ φω-
νῇ ὅτι Ἐνταῦθά εἰμι ἐγὼ ἡ Ἰώ. καὶ διυπνισθέντες, τὴν τοῦ
ὁράματος δύναμιν θαυμάζοντες ἔμειναν. καὶ λογισάμενοι ὅτι
ἐν τῷ ὄρει αὐτῷ κεῖται ἡ Ἰώ, κτίσαντες αὐτῇ ἱερὸν ᾤκησαν ἐκεῖ
εἰς τὸ Σίλπιον ὄρος, κτίσαντες καὶ πόλιν ἑαυτοῖς, ἣν ἐκάλεσαν
Ἰώπολιν· οἵτινες ἐκλήθησαν παρὰ τοῖς αὐτοῖς Σύροις Ἰωνῖται
ἕως τῆς νῦν. οἱ οὖν Σύροι Ἀντιοχεῖς ἐξ ἐκείνου τοῦ χρόνου ἀφ'
οὗ οἱ Ἀργεῖοι ἐλθόντες ἐζήτησαν τὴν Ἰὼ ποιοῦσιν οὖν τὴν μνή-
μην, κρούοντες τῷ καιρῷ αὐτῷ κατ' ἔτος εἰς τοὺς οἴκους τῶν Ἑλ-
λήνων ἕως ἄρτι. διὰ τοῦτο δὲ οἱ Ἀργεῖοι ἔμειναν αὐτοὶ ἐκεῖ εἰς
τὴν Συρίαν, ἐπειδὴ ἐκελεύσθησαν ἀπολυόμενοι ἀπὸ τῆς Ἀργείων
χώρας ὑπὸ τοῦ Ἰνάχου βασιλέως, τοῦ πατρὸς τῆς Ἰώ, ὅτι Εἰ μὴ
30
ἀγάγητε τὴν θυγατέρα μου Ἰώ, μὴ ὑποστρέψητε ἐπὶ τὴν Ἀρ-
γείων χώραν. ἔκτισαν οὖν ἐκεῖ οἱ αὐτοὶ Ἰωνῖται ἱερὸν Κρόνου εἰς
τὸ Σίλπιον ὄρος.
Ἡ δὲ Λιβύη, ἡ θυγάτηρ τῆς Ἰὼ καὶ τοῦ Πίκου τοῦ καὶ
Διός, ἐγαμήθη τινὶ ὀνόματι Ποσειδῶνι· ἐξ ὧν ἐνέχθησαν ὁ
Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, παῖδες τρεῖς. ὁ δὲ Ἀγήνωρ
καὶ Βῆλος κατέλαβον τὴν Συρίαν καὶ αὐτοὶ εἰς ἀναζήτησιν τῆς
Ἰοῦς, εἰ ἔτι ζῇ, καὶ τῶν ἀδελφῶν αὐτῆς, εἴπερ εἰσίν· ἦσαν γὰρ
αὐτῶν συγγενεῖς. καὶ μηδένα εὑρηκότες, ὑπέστρεψαν. καὶ ὁ
μὲν Βῆλος ἐπὶ τὴν Αἴγυπτον ἀπῆλθε, κἀκεῖ γαμήσας τὴν Σίδα
ἔσχεν υἱοὺς δύο, Αἴγυπτον καὶ Δαναόν. ὁ δὲ Ἀγήνωρ ἐπὶ τὴν
Φοινίκην ἐλθὼν ἠγάγετο τὴν Τυρώ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε
Τύρον εἰς ὄνομα τῆς ἑαυτοῦ γαμετῆς. ἐβασίλευσεν οὖν ἐκεῖ, καὶ
ἔσχεν υἱοὺς ἐκ τῆς Τυρώ, τὸν Κάδμον καὶ τὸν Φοίνικα καὶ τὸν
Σύρον καὶ τὸν Κίλικα, καὶ θυγατέρα, ἣν ἐκάλεσεν Εὐρώπην.
καὶ βασιλεύει ὁ Ἀγήνωρ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. τὴν δὲ Εὐ-
ρώπην οἱ ποιηταὶ ἐξέθεντο θυγατέρα εἶναι τοῦ Φοίνικος, τοῦ
υἱοῦ Ἀγήνορος βασιλέως, μὴ ὁμοφωνήσαντες τοῖς χρονογράφοις.
ἐπιῤῥίψας δὲ τῇ πόλει Τύρῳ Ταῦρος ὁ τῆς Κρήτης βασιλεύς,
ναυμαχίᾳ πολεμήσας παρέλαβε τὴν αὐτὴν Τύρον πόλιν ἑσπέρας·
καὶ πραιδεύσας ἔλαβεν αἰχμαλώτους ἐκ τῆς πόλεως πολλούς· ἐν
οἷς ἔλαβε καὶ τὴν Εὐρώπην, θυγατέρα τοῦ Ἀγήνορος βασιλέως.
ὁ δὲ Ἀγήνωρ καὶ οἱ υἱοὶ αὐτοῦ ἐπολέμουν ἐπὶ τὸ λίμιτον· τοῦτο
31
Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐξαίφνης ἐπέῤῥιψε τῇ χώρᾳ διὰ
θαλάττης· ἧστινος ἑσπέρας μνήμην ποιοῦνται οἱ Τύριοι ἕως τῆς
νῦν, λέγοντες Κακὴν ὀψινήν. ἀπήγαγε δὲ τὴν Εὐρώπην εἰς τὴν
ἰδίαν πατρίδα ὁ Ταῦρος, ἥντινα καὶ γυναῖκα ἔλαβε, παρθένον
οὖσαν καὶ εὐπρεπῆ· καὶ ἐκάλεσε τὰ μέρη ἐκεῖνα εἰς ὄνομα αὐτῆς
Εὐρώπεια. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Μίνω, καθὼς καὶ Εὐριπίδης ὁ
σοφώτατος ποιητικῶς συνεγράψατο, ὅς φησι, Ζεὺς μεταβληθεὶς
εἰς Ταῦρον τὴν Εὐρώπην ἥρπασεν. ἔκτισε δὲ ἐν τῇ αὐτῇ Κρήτῃ
νήσῳ ὁ αὐτὸς Ταῦρος βασιλεὺς πόλιν μεγάλην, ἣν ἐκάλεσε Γόρ-
τυναν εἰς ὄνομα τῆς αὐτοῦ μητρὸς τῆς ἐκ γένους Πίκου Διός·
τὴν δὲ τῆς αὐτῆς πόλεως τύχην ἐκάλεσε Καλλινίκην εἰς ὄνομα τῆς
σφαγιασθείσης παρ' αὐτοῦ κόρης. ὁ δὲ Ἀγήνωρ βασιλεὺς ἐλθὼν
ἐκ τοῦ πολέμου ἐν τῇ Τύρῳ, καὶ μαθὼν τὴν γενομένην παρὰ τοῦ
Ταύρου ἐξαίφνης ἔφοδόν τε καὶ ἁρπαγήν, εὐθέως ἐξέπεμψε τὸν
Κάδμον διὰ τὴν Εὐρώπην μετὰ χρημάτων πολλῶν καὶ στρατοῦ.
μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς βασιλεὺς Ἀγήνωρ διετάξατο πᾶσαν
ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς αὐτοῦ υἱούς. καὶ ἔλαβεν
ὁ Φοῖνιξ τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν, καλέσας τὴν ὑπ' αὐ-
τὸν γενομένην γῆν Φοινίκην· ὁμοίως δὲ καὶ ὁ Σύρος, εἰς τὸ ἴδιον
ὄνομα καλέσας τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν Συρίαν· ὡσαύτως
δὲ καὶ ὁ Κίλιξ τὸ ἐπιλαγχάνον αὐτῷ κλῖμα ἐκάλεσε Κιλικία εἰς τὸ
ἴδιον αὐτοῦ ὄνομα.
32
Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς
ὁ φιλόσοφος, ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην·
ἐωριζόμενος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου πόλεως εἶδε
ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, ὅπερ ἐστὶ μι-
κρὸν εἶδος θαλάσσιον κοχλιοειδές, καὶ τὸν ποιμένα, νομίζοντα
αἱμάσσειν τὸν κύνα, λαβόντα ἀπὸ τῶν προβάτων πόκον ἐρέας καὶ
καταμάσσοντα τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνὸς καὶ
βάπτοντα τὸν πόκον. ὁ δὲ Ἡρακλῆς, προσεσχηκὼς μὴ εἶναι αὐτὸ
αἷμα, ἀλλὰ βάμματος παραξένου ἀρετήν, ἐθαύμασε· καὶ γνοὺς
ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ κατιὸν βάμμα τοῦ πόκου, εἰληφὼς
ἐκ τοῦ ποιμένος τὸν πόκον ὡς μέγα δῶρον τοῦτο προσήγαγε τᾷ
βασιλεῖ τῆς Τύρου Φοίνικι. καὶ ἐκπλαγεὶς καὶ αὐτὸς ἐπὶ τῇ θέᾳ
τῆς ξένης χρόας τοῦ βάμματος, θαυμάζων τὴν τούτου εὕρεσιν
ἐκέλευσεν ἐξ αὐτοῦ τοῦ βάμματος κογχύλης βαφῆναι ἐρέαν καὶ
γενέσθαι αὐτῷ περιβόλαιον βασιλικόν· καὶ ἐφόρεσεν αὐτὸς πρῶ-
τος ἐκ πορφύρας περιβόλαιον, καὶ πάντες ἐθαύμασαν τὴν αὐτοῦ
βασιλικὴν ἐσθῆτα, ὡς ξένην θέαν. καὶ ἔκτοτε ἐκέλευσεν ὁ βα-
σιλεὺς Φοῖνιξ μηδένα [τῶν] ὑπὸ τὴν αὐτοῦ ὄντα βασιλείαν τολ-
μᾶν φορεῖν τὴν τοιαύτην ἐνάρετον ἐκ γῆς καὶ θαλάσσης οὖσαν
φορεσίαν, εἰ μήτι αὐτὸν καὶ τοὺς μετ' αὐτὸν βασιλεύοντας τῆς
Φοινίκης, διὰ τὸ γινώσκεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ
τῷ πλήθει ἐκ τῆς θαυμαστῆς καὶ παραξένου φορεσίας. πρώην
33
γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι βάπτειν χρόας ἱματίων, ἀλλὰ
τὰς τῶν προβάτων ἐρέας, οἷαι κἂν ἦσαν, ταύτας ἐποίουν ἱμάτια
καὶ ἐφόρουν. καὶ οἱ βασιλεῖς δὲ τὰς αὐτὰς χρόας τῆς τυχούσης
ἐρέας ἱμάτια ἐφόρουν, καὶ οὐκ εὐχερῶς ἐγνωρίζοντο τῷ ὑπηκόῳ
πλήθει οἱ βασιλεῖς. λοιπὸν οὖν οἱ κατὰ τόπον βασιλεῖς, ἤτοι
ῥῆγες καὶ τοπάρχαι, ἀκηκοότες τοῦτο, οἱ μὲν περιβόλαια, οἱ δὲ
φίβλας χρυσᾶς καὶ μανδύας ἐπενόησαν ἑαυτοῖς, πορφύρεα ἢ ῥού-
σεα βάπτοντες αὐτὰ ἀπὸ βοτανῶν τινων, καὶ ἐφόρουν διὰ τὸ
γινώσκεσθαι τῷ ἰδίῳ πλήθει, καθὼς Παλαίφατος ὁ σοφώτατος
συνεγράψατο. μετὰ οὖν χρόνους πολλοὺς οἱ Ῥωμαῖοι τὴν Φοι-
νίκην ὑποτάξαντες χώραν τὸ ἐξ ἀρχῆς ἀναδειχθὲν ἐκ τῆς κογχύ-
λης ἀληθινὸν σχῆμα βασιλικὸν ἐφόρεσαν, ὅπερ ἐκάλεσαν ῥωμαϊ-
στὶ τόγαν· ἥντινα καὶ ὕπατοι Ῥωμαίων ἕως τῆς νῦν φοροῦσι.
Νουμμᾶς δὲ ὁ καὶ Πομπήλιος, βασιλεύσας Ῥωμαίων μετὰ τὸν
Ῥῶμον καὶ τὸν Ῥῆμον, δεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν
λεγομένων Πελασγῶν, φοροῦντας χλαμύδας ἐχούσας ταβλία ῥού-
σεα, καθάπερ οἱ ἀπὸ τῆς τῶν Ἰσαύρων χώρας, καὶ τερφθεὶς
τοῦ σχήματος, πρῶτος ἐν τῇ Ῥώμῃ ἐπενόησε χλαμύδας φορεῖσθαι,
τὰς μὲν βασιλικὰς πορφυρᾶς, ἐχούσας ταβλία χρυσᾶ, τὰς δὲ τῶν
συγκλητικῶν αὐτοῦ καὶ τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας
ἐχούσας σήμαντρον τῆς βασιλικῆς φορεσίας ταβλία πορφυρᾶ, δη-
λοῦντα ἀξίαν Ῥωμαϊκῆς πολιτείας καὶ ὑποταγήν, κελεύσας μηδέ-
34
να συγχωρεῖσθαι εἰσελθεῖν εἰς τὸ παλάτιον πρὸς αὐτὸν δίχα τοῦ
σχήματος τῆς αὐτῆς χλαμύδος, καὶ οὐ συνεχώρουν τινὰ εἰσελθεῖν
οἱ φυλάττοντες τὸ παλάτιον, εἰ μὴ ἐφόρει χλαμύδα ἔχουσαν φι-
λοτιμίαν βασιλικῆς ἐσθῆτος, καθὼς ὁ σοφώτατος Τραγκύλλος,
Ῥωμαίων ἱστορικός, ταῦτα συνεγράψατο.
Ὁ δὲ Σύρος, ὁ υἱὸς τοῦ Ἀγήνορος, ἀνὴρ ἐγένετο σοφός, ὃς
συνεγράψατο Φοινικικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν·
ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχάς, καὶ σώματα μεταβάλλεσθαι
καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῶα. οὗτος πρῶτος ἐξέθετο ταῦτα,
ὡς Κλήμιος ὁ σοφώτατος συνεγράψατο.
Ἐν τοῖς χρόνοις τούτοις ἐγένετο Φάλεκ, υἱὸς Ἕβερ, ἀνὴρ
θεοσεβὴς καὶ σοφός, ζήσας ἔτη τλθʹ, περὶ οὗ Μωσῆς ὁ προφή-
της συνεγράψατο. ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φάλεκ ἔτη ͵γʹ
κατὰ τὴν προφητείαν.
Ὁ δὲ προειρημένος Πῖκος ὁ καὶ Ζεὺς ἐν τοῖς ἀνωτέροις
χρόνοις ἔσχε μετὰ τὸν Ἑρμῆν καὶ τὸν Ἡρακλέα καὶ ἄλλον υἱόν,
τὸν Περσέα, ἀπὸ εὐπρεποῦς γυναικὸς ὀνόματι Δανάης, θυγα-
τρὸς τοῦ Ἀκρισίου τοῦ καταγομένου ἐκ τῆς Ἀργείων χώρας· περὶ
ἧς ἐμυθολόγησεν Εὐριπίδης ὁ σοφώτατος ἐν τῇ συντάξει τοῦ αὐ-
τοῦ δράματος ἐν κιβωτίῳ τινὶ βληθεῖσαν καὶ ῥιφεῖσαν τὴν Δα-
νάην, ὡς φθαρεῖσαν ὑπὸ Διὸς μεταβληθέντος εἰς χρυσόν. ὁ δὲ
σοφώτατος Βούττιος, ἱστορικὸς χρονογράφος, ἐξέθετο ὡς ὁ αὐτὸς
35
Πῖκος ὁ καὶ Ζεὺς οὖσαν ταύτην ἐν κουβουκλείῳ παρακειμένῳ
τῇ θαλάσσῃ πολλῷ χρυσῷ πείσας ἠδυνήθη προτρεψάμενος· ἥν-
τινα ἁρπάσας ὡς πάνυ εὐπρεπῆ ἔφθειρεν, καὶ ἐξ αὐτῆς ἔσχεν
υἱὸν ὀνόματι Περσέα, τὸν προειρημένον. ὅντινα πτερωτὸν γρά-
φουσι διὰ τὸ ἐκ παιδόθεν περίγοργον εἶναι τὸν παῖδα· ὅθεν καὶ
ὁ τούτου πατὴρ Πῖκος ὁ καὶ Ζεὺς ἐδίδαξεν αὐτὸν πράττειν καὶ
τελεῖν τὴν μαγγανείαν τοῦ μυσεροῦ σκύφους, διδάξας αὐτὸν πάν-
τα τὰ περὶ αὐτοῦ μυστικὰ καὶ δυσσεβῆ πλανήματα, λέγων αὐτῷ
ὅτι Νικᾷς πάντας τοὺς πολεμίους ἐξ αὐτοῦ καὶ τοὺς ἐχθρούς σου
καὶ πάντα ἄνθρωπον ἐναντίον καὶ πάντας τοὺς βλέποντας ἐν αὐ-
τῷ τῷ προσώπῳ τυφλουμένους καὶ μένοντας ὡσεὶ νεκροὺς καὶ κα-
τασφαζομένους ὑπό σου. καὶ λοιπὸν ὁ Περσεὺς πεισθεὶς τῷ ἰδίῳ
πατρὶ Πίκῳ τῷ καὶ Διί, εἰς τὸν μετὰ ταῦτα χρόνον μετὰ τε-
λευτὴν τοῦ αὐτοῦ πατρὸς Πίκου τελείας ἡλικίας γενόμενος, ἐπεθύ-
μησε τῆς τῶν Ἀσσυρίων βασιλείας, διαφθονούμενος τοῖς τέκνοις
τοῦ Νίνου, τοῦ θείου αὐτοῦ, τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ. καὶ
χρηματισθεὶς ἀπῆλθεν ἐν τῇ χώρᾳ τῆς Λιβύης· καὶ κατὰ τὴν
ὁδὸν ὑπήντησε τῷ αὐτῷ Περσεῖ μία παρθένος, κόρη χωρική,
ἀγρίας ἔχουσα τὰς τρίχας καὶ ὀφθαλμούς. καὶ στήσας ἐπηρώ-
τησεν αὐτὴν λέγων, Τί σου τὸ ὄνομα; ἡ δὲ εἶπε μετὰ παῤῥησίας
Μέδουσα· καὶ κρατήσας αὐτῆς τὰς τρίχας ᾧ ἐβάσταζε λογχοδρε-
πάνῳ ξίφει ἀπέτεμεν αὐτῆς τὴν κάραν. καὶ λαβὼν ὁ Περσεὺς
εὐθέως ἐτέλεσε τὴν αὐτὴν κάραν μυστικῶς, καθὼς ἐδιδάχθη
ὑπὸ τοῦ ἰδίου πατρὸς Πίκου τῆς μυσερᾶς μαγγανείας τὴν πλά-
36
νην· ἥντινα ἐβάσταζεν εἰς ἰδίαν βοήθειαν πρὸς πάντας ἐχθροὺς
καὶ πολεμίους εἰς τὸ ὑποτάσσειν καὶ ἀναιρεῖν. τὴν δὲ κάραν ἐκά-
λεσε Γοργόνα διὰ τὸ ὀξὺ τοῦ βοηθήματος καὶ διὰ τὸ ἐνεργὲς πρὸς
τοὺς ὑπεναντίους. κἀκεῖθεν περάσας ἦλθεν ἐπὶ τὴν τῆς Αἰθιο-
πίας χώραν, ἥτις ἐβασιλεύετο ὑπὸ τοῦ Κηφέως, καὶ εὑρηκὼς
ἐκεῖ ἱερὸν Ποσειδῶνος, εἰσῆλθεν ἐν αὐτῷ καὶ εἶδεν ἐν τῷ ἱερῷ
παραμένουσαν κόρην, κατὰ τάγμα τοῦ ἰδίου αὐτῆς πατρὸς τοῦ
Κηφέως ἐκδοθεῖσαν, τὴν λεγομένην Ἀνδρομέδαν παρθένον. καὶ
ταύτην ἀπέσπασεν ἐκ τοῦ ἱεροῦ, καὶ φθείρας αὐτὴν ὡς εὐπρεπῆ
ἔλαβεν εἰς γυναῖκα. καὶ καταπλεύσας ἀνεχώρησεν ἐκ τῆς χώρας
ἐκείνης· ἐρχόμενος κατὰ τὴν Ἀσσυρίων χώραν κατήντησεν ἐν τῇ
χώρᾳ τῆς Λυκαονίας· καὶ γνόντες εὐθέως ἀντιστάντες ἐπολέμη-
σαν αὐτῷ· καὶ χρησάμενος τῇ βοηθείᾳ τῆς κάρας τῆς Γοργόνης
ἐνίκησε τοὺς Λυκάονας. καὶ εὑρηκὼς κώμην λεγομένην Ἄμαν-
δραν ἐποίησεν αὐτὴν πόλιν, καὶ ἔστησεν ἑαυτῷ στήλην ἔξω τῶν
πυλῶν, βαστάζουσαν τὸ ἀντεικόνισμα τῆς Γοργόνος, καὶ θυσίαν
ποιήσας ἐκάλεσε τὴν τύχην τῆς πόλεως Περσίδα εἰς τὸ ἴδιον αὐ-
τοῦ ὄνομα· ἥτις στήλη ἕως τοῦ παρόντος ἵσταται ἐκεῖ. ἥντινα
πόλιν ἐκάλεσε τὸ Ἰκόνιον, διότι πρώτης νίκης εἰκόνα σὺν τῇ Γορ-
γόνῃ ἐκεῖ ἔλαβεν. ὑπέταξε δὲ καὶ τὰς ἄλλας χώρας μηδενὸς ἀν-
θισταμένου. ἐρχόμενος δὲ ἐπὶ τὴν Ἰσαυρίαν καὶ Κιλικίαν, καὶ
ἀντιστάσεις αὐτοῦ πολεμίων ὑπομένοντος, ἐχρηματίσθη ταῦτα
ὅτι Ἀπὸ τοῦ ἰδίου ἵππου ἀποβὰς τὸν σὸν ταρσὸν τοῦ ποδὸς εἰς
37
τὴν χθόνα πήξας νίκην λάβοις. καὶ κατελθὼν ἐκ τοῦ ἰδίου ἵππου
ἐν τῇ λεγομένῃ κώμῃ Ἀνδρασῷ, ἐκεῖ τὸν ταρσὸν τοῦ ποδὸς ἔπηξεν·
καὶ νικήσας τῇ χρήσει τῆς Γοργόνος, ἐποίησε τὴν αὐτὴν κώμην
πόλιν, ἥντινα ἐκάλεσε Ταρσὸν ἐκ τοῦ χρησμοῦ τοῦ ἰδίου αὐτοῦ
ποδός, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Παρθενόπην εἰς ἀποκα-
θαρισμὸν τῆς πόλεως. καὶ εὐχαριστήσας ὥρμησεν ἐκεῖθεν διὰ
τοῦ Ἀργαίου ὄρους κατὰ Ἀσσυρίων· καὶ νικήσας αὐτοὺς καὶ φο-
νεύσας τὸν Σαρδανάπαλλον, βασιλέα αὐτῶν, τὸν ἐκ τοῦ γένους
αὐτοῦ καταγόμενον, ὑπέταξεν αὐτούς, καὶ ἐβασίλευσεν αὐτῶν
ἔτη νγʹ, καὶ ἐπ' ὀνόματι αὐτοῦ ἐκάλεσεν αὐτοὺς Πέρσας, ἀφελό-
μενος ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν καὶ τὸ ὄνομα. καὶ ἐφύτευσε
δένδρα, καὶ ἐκάλεσε περσέας· οὐ μόνον δὲ ἐκεῖ, ἀλλὰ καὶ ἐν τοῖς
Αἰγυπτίοις μέρεσιν ἐφύτευσε τὰς περσέας εἰς μνήμην ἑαυτοῦ.
ἐδίδαξε δὲ καὶ τοὺς Πέρσας τὴν τελετὴν τοῦ μυσεροῦ καὶ ἀθέου
σκύφους τῆς Μεδούσης· ὧντινων ἐκάλεσε τὴν χώραν Μήδων διὰ
τὸ μάθημα.
Ὁ δὲ αὐτὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώ-
ρας ἔτη πολλά, μαθὼν ὅτι ἐν τῇ Συρίᾳ χώρᾳ διάγουσιν ἐκ τοῦ
Ἄργους Ἰωνῖται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλ-
πιον ὄρος, ὡς πρὸς ἰδίους συγγενεῖς· οἵτινες δεξάμενοι αὐτὸν μετὰ
πάσης τιμῆς προσεκύνησαν· γνόντες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰω-
πολῖται ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χα-
38
ρέντες ἀνύμνουν αὐτόν. χειμῶνος δὲ γενομένου, καὶ πλημμυρή-
σαντος πολὺ τοῦ παρακειμένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ
λεγομένου Δράκοντος, νυνὶ δὲ Ὀρόντου, ᾔτησε τοὺς Ἰωνίτας
εὔξασθαι· καὶ ἐν τῷ εὔχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέ-
χθη σφαῖρα πυρὸς κεραυνοῦ ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυ-
θῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. καὶ
θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως
ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ' ἑαυτοῦ· ὅπερ πῦρ ἐβά-
σταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασίλεια. καὶ ἐδίδαξεν
αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ
οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχου-
σιν οἱ Πέρσαι, ὡς θεῖον. ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς Ἰω-
νίταις ἱερόν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου. ὁμοίως δὲ καὶ εἰς
τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρός, καταστήσας ἐκεῖ διακονεῖν αὐ-
τῷ εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μάγους. ταῦτα δὲ Παυ-
σανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο.
Καὶ μετὰ καιρὸν ἐλθὼν ὁ Κηφεὺς βασιλεὺς κατ' αὐτοῦ ἐκ
τῆς Αἰθιοπίας, ὁ πατὴρ τῆς Ἀνδρομέδας, ἐπολέμησεν αὐτῷ·
ἦν δὲ ὁ Κηφεὺς ἐκ τοῦ γήρως μὴ βλέπων. καὶ ἀκούσας ὁ Περ-
σεὺς ὅτι πολεμεῖ αὐτῷ, ὀργισθεὶς πάνυ, ἐξῆλθε κατ' αὐτοῦ βα-
39
στάζων τὴν κάραν, καὶ ὑπέδειξεν αὐτῷ αὐτήν. καὶ ὁ Κηφεὺς
μὴ βλέπων ἐπέβαινεν αὐτῷ ἔφιππος· ὁ δὲ Περσεὺς ἀγνοῶν ὅτι οὐ
καθορᾷ, ἐλογίσατο μηκέτι ἐνεργεῖν τὴν κάραν ἧς κατεῖχε Γοργό-
νος· καὶ στρέψας αὐτὴν πρὸς ἑαυτὸν προσέσχεν αὐτῇ· καὶ τυ-
φλωθεὶς ἔμεινεν ὡσεὶ νεκρὸς καὶ ἀνῃρέθη. καὶ λοιπὸν ἐβασίλευ-
σε Περσῶν ὁ υἱὸς τοῦ Περσέως καὶ τῆς Ἀνδρομέδας, προβλη-
θεὶς ἐκ τοῦ ἰδίου αὐτοῦ πάππου τοῦ Κηφέως, τοῦ βασιλέως τῆς
Αἰθιοπίας· ὅστις ἐκέλευσε, καὶ ἐκαύθη ἡ μυσερὰ κεφαλὴ τῆς
Γοργόνος, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἰδίαν αὐτοῦ χώραν. καὶ
ἔμεινε λοιπὸν τὸ γένος τοῦ Περσέως βασιλεῦον τῆς Βαβυλωνίας
χώρας.
Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέροις χρόνοις κατέλαβε τὴν
Βοιωτίαν χώραν ἐκ τῆς Φοινίκης Κάδμος, ὁ Ἀγήνορος υἱός·
ὅντινα ἔπεμψεν ὁ αὐτοῦ πατὴρ εἰς ἀναζήτησιν καὶ ἀνάῤῥυσιν τῆς
Εὐρώπης, ἀδελφῆς αὐτοῦ. καὶ μαθὼν ὁ αὐτὸς Κάδμος ὅτι βα-
σιλεύει τῆς Κρήτης, ἐπὶ τὴν Βοιωτίαν ὥρμησε· καὶ διατρίψας
εἰς τὴν Βοιωτίαν ἐδίδαξεν αὐτοὺς τὰ Φοινίκων ἀγνοοῦντας γράμ-
ματα, καὶ ἐτίμουν αὐτὸν καὶ ἐποίησαν αὐτὸν βασιλέα τῆς Βοιω-
τίας· ἦν γὰρ καὶ εὐειδὴς τῇ θέᾳ· ὅστις βασιλεύει τῶν Βοιωτῶν
ἔτη ξβʹ. καὶ ἠγάγετο γυναῖκα ἐκεῖθεν ὀνόματι Ἁρμονίαν· ἐξ
ἧς ἔσχε θυγατέρας ἕξ, Ἰνὼ καὶ Ἀγαύην καὶ Σεμέλην καὶ Εὐρυνό-
μην καὶ Κλεανθὼ καὶ Εὐρυδίκην· αἵτινες ἐλέγοντο προϊοῦσαι αἱ
40
Καδμιάδες. κτίζει δὲ καὶ πόλιν ἐν τῇ Βοιωτίᾳ μεγάλην, ἥντινα
ἐκάλεσεν εἰς ἴδιον ὄνομα Καδμείαν. καὶ βασιλεύει ὁ αὐτὸς Κά-
δμος ἐκεῖ· ἀνεκαλέσατο δὲ ἐκ τῆς ἐξορίας τὸν Τειρεσίαν, Βοιώ-
τιον ὄντα φιλόσοφον, τὸν θηρολέτην, ὄντα πλούσιον καὶ χρή-
μασι καὶ ἀξίᾳ καὶ σοφίᾳ. ὅστις παρεισήγαγε δόγμα τοῖς Ἕλλησι
τὸ αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κό-
σμον· καὶ οἱ ἱερεῖς συνεσκευάσαντο αὐτόν, καὶ ἐξωρίσθη εἰς τὸ
ἱερὸν Δαφναίου Ἀπόλλωνος, ὡς γυναικώδεις ἔχων φρένας, καὶ
πολυπραγμονοῦντα πῶς μιγνυμένη γυνὴ μετὰ ἀνδρὸς συλλαμβά-
νει, καὶ ἡ φύσις τοῦ αἵματος μερίζεται εἰς ὀστέα καὶ σάρκας καὶ
φλέβας καὶ νεῦρα καὶ αἷμα, καὶ ζωογονεῖται βρέφος καὶ τίκτεται·
ἅτινα ὁ σοφώτατος Κεφαλίων συνεγράψατο. ὁ γὰρ σοφώτατος
Σοφοκλῆς δρᾶμα ἐξέθετο καὶ ποιητικῶς εἶπεν ὅτι τὴν Παλλάδα
εἶδε λουομένην καὶ γυνὴ ἐγένετο· ὁ Τειρεσίας, φησί, τὴν σοφίαν
τοῦ δημιουργοῦ ἐζήτησε γνῶναι καὶ οὐκ ἠδυνήθη· ὅθεν ἐξέθετο
ὁ αὐτὸς Σοφοκλῆς ἐν τοῖς αὐτοῦ συγγράμμασι ταῦτα ἀληθείας
εἶναι· εἷς ἐστιν ὁ θεός, ὃς τὸν οὐρανὸν ἔτευξε καὶ γαῖαν μακρὰν
πόντου τε χαροποῦ οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολὺ καρ-
δίᾳ πλανώμενοι, ἱδρυσάμεθα πημάτων παραψυχὰς θεῶν ἀγάλ-
41
ματα ἐκ λίθων καὶ ξύλων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους,
θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις τεύχοντες εὐσεβεῖν νομί-
ζομεν. μοναρχίαν γὰρ ἐδόκει δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς.
Ὁ δὲ Κάδμος ἐξέδωκε τὴν ἑαυτοῦ θυγατέρα τὴν Ἀγαύην
Ἐχίονί τινι συγκλητικῷ· ὅστις Ἐχίων ἔσχεν ἐξ αὐτῆς υἱὸν ὀνό-
ματι Πενθέα, ἄνδρα συνετὸν καὶ ἐν φρονήσει καὶ ἐν πᾶσι. τὴν
δὲ Σεμέλην, τὴν ἄλλην αὐτοῦ θυγατέρα, εὐπρεπεστάτην οὖσαν
πάνυ, ἐφίλησέ τις ὀνόματι Πολυμήδων, υἱὸς Αἰθερίωνος συγ-
κλητικοῦ, ἐκ τοῦ γένους καταγομένου τοῦ Πίκου Διός· ἣν προ-
τρεψάμενος ἔφθειρεν, ἀφ' ἧς ἔσχεν υἱόν. καὶ ἐν τῷ ἔχειν αὐ-
τὴν ἐν γαστρὶ τὸν παῖδα χειμῶνος ὄντος ἐγένοντο ἀστραπαὶ
μεγάλαι καὶ βρονταί· καὶ ἐθροήθη ἡ κόρη Σεμέλη, καὶ τὸ μὲν
βρέφος παρευθὺς ἐγέννησε μηνῶν ἑπτά, αὐτὴ δὲ μὴ ὑπενέγκασα
τοὺς πόνους ἐτελεύτησε· καὶ ἔπεμψεν ὁ Κάδμος τὸ βρέφος εἰς
τὴν Νυσίαν χώραν, κἀκεῖ ἐτράφη· διὰ τοῦτο δὲ συνεγράψατο ὅτι
ὁ Ζεὺς τὸν λοιπὸν χρόνον τῆς μητρικῆς αὐτοῦ γαστρὸς ἐν τῷ ἰδίῳ
κόλπῳ ἐφύλαξε, διότι μέρος ζωῆς ἔσχε παρὰ τὸν χρόνον τῆς γεν-
νήσεως αὐτοῦ ἐκτρωθείς, καθὼς Παλαίφατος ὁ σοφώτατος συν-
εγράψατο. ὅντινα ὁ αὐτοῦ πάππος Κάδμος Νύσιον ἐκάλεσεν,
ἀλλ' οἱ λοιποὶ ὡς θαύματά τινα ποιοῦντα ἐκ τῆς ἡλιακῆς εὐχῆς
Διόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα πατρῴου, καὶ ἀπε-
42
θέωσαν αὐτὸν εὑρηκότα δι' ἀμπέλου τροφὴν ἀνθρώποις. ἐξέ-
θετο γὰρ καὶ περὶ τῆς ἀμπέλου καὶ τῆς γεωργικῆς τινα· ἔμαθε
δὲ καὶ μυστικά τινα καὶ ἐγένετο ἀνὴρ σοφὸς καὶ ἐν μυσταγωγίαις
ὁ αὐτὸς Διόνυσος, καὶ ἐποίει φαντασίας τινὰς θαυμάτων. ὅστις
καὶ πρὸς Πέρσας καὶ πρὸς Ἰνδοὺς καὶ εἰς πολλὰς χώρας ἀπῆλθε,
καὶ πολεμῶν φαντασίας τινὰς θαυμάτων ἐδείκνυεν, ἔχων καὶ
στρατὸν μεθ' ἑαυτοῦ πολύν. ὁ δὲ Κάδμος γεγηρακὼς παρεχώ-
ρησε τῆς διοικήσεως τῆς βασιλείας τῶν Βοιωτῶν τῷ υἱῷ τοῦ Ἐχίο-
νος, τῷ Πενθεῖ, τῷ ἐκγόνῳ αὐτοῦ· ὅστις ἐπῃνεῖτο παρὰ τῶν
συγκλητικῶν καὶ παρὰ πάντων. ὁ Κάδμος δὲ λαβὼν τὸν Τειρε-
σίαν διῆγεν ἐν τῇ χώρᾳ τῆς Βοιωτίας ἐπὶ τὸ Κιθαιρώνιον ὄρος
τὸν πολὺν χρόνον. τοῦτο δὲ ἀκούσας ὁ Διόνυσος, ὅτι ἐγήρασεν
ὁ αὐτοῦ πάππος, ἦλθεν ἐπὶ τὴν Καδμείαν πόλιν μετὰ πολλῆς
ἀξίας καὶ ὅπλων, ὀφείλων βασιλεῦσαι. καὶ ἑωρακὼς αὐτὸν φαν-
τασίας τινὰς ποιοῦντα καὶ ὁπλίτας ἔχοντα, καὶ προσκαλούμενον
πᾶσαν τὴν συγγένειαν αὐτοῦ, καὶ τὰς συγγενίδας διδάσκοντα μυ-
σταγωγίας ἡλιακῶν βακχευμάτων, ἃς ἔλεγον βάκχας, ὡσαύτως
δὲ καὶ τοὺς πολίτας καὶ τελετάς τινων εὐχῶν διδάσκοντα ἡλια-
κῶν πρὸς τὸ πεῖσαι τοὺς Βοιωτοὺς δύνασθαι αὐτὸν ἀντέχεσθαι
43
τῆς βασιλείας, κεκοσμημένον ὅπλῳ καὶ στρατῷ, οὕς, φησί, σκίρ-
τους ἐκάλει, ὡς γοργοὺς καὶ ἐξαλλομένους· ἦσαν γὰρ ἐκ τῆς Βεσ-
σικῆς χώρας, καὶ σοφίᾳ μυστικῇ πεπαιδευμένοι· ταῦτα γνοὺς ὁ
Πενθεὺς ἐφθόνει αὐτῷ, ἀκούσας ὅτι καὶ τῆς βασιλείας τῶν Βοιω-
τῶν ἐπιθυμεῖ. καὶ γενόμενοι ἐχθροὶ συνέβαλον πόλεμον ἐν τῇ
πόλει· καὶ ὁ Πενθεὺς νικήσας αὐτὸν παρέλαβεν αὐτόν, καὶ δήσας
ἐφύλαξεν αὐτὸν διὰ τὴν παρουσίαν τοῦ Κάδμου, τοῦ πάππου αὐ-
τῶν. ἡ δὲ Ἀγαύη, ὡς θεία αὐτοῦ καὶ μήτηρ τοῦ Πενθέως,
πείσασα τὸν ἴδιον υἱὸν ἐποίησεν αὐτὸν ἀπολῦσαι αὐτόν. ὅστις
ἀπολυθεὶς ἐβουλεύετο πῶς ἀνέλῃ τὸν Πενθέα· καὶ ὁπλισάμενος
μετεστείλατο τὴν Ἀγαύην, καὶ ᾔτησε φιλιωθῆναι αὐτὴν τῷ Πεν-
θεῖ καὶ ἅμα αὐτῷ ἀπελθεῖν πρὸς τὸν Κάδμον. ἡ δὲ πολλὰ
ποιήσασα τῷ Πενθεῖ, τῷ ἑαυτῆς υἱῷ, ἔπεισεν αὐτὸν φιλιωθῆ-
ναι αὐτῷ καὶ ἀπελθεῖν πρὸς τὸν Κάδμον, ὅτι ἐλυπήθη πρὸς αὐ-
τούς, τῆς Ἀγαύης συνταξαμένης ἅμα αὐτοῖς ἀπιέναι καὶ πείθειν
τὸν ἴδιον πατέρα. ὁ δὲ Διόνυσος ὠργίζετο κατὰ τοῦ Πενθέως,
ὡς δεθεὶς καὶ λοιδορούμενος παρ' αὐτοῦ· ἔλεγε γὰρ πᾶσιν ὅτι ἐκ
πορνείας ἐτέχθη ὁ αὐτὸς Διόνυσος. διὰ τοῦτο δὲ καὶ ὁ Εὐριπί-
δης μετὰ χρόνους εὑρηκὼς τὸ τοιοῦτον σύγγραμμα τῶν Βακχῶν
ἐξέθετο δρᾶμα, ὡς ἀπὸ Πενθέως εἰπὼν ταῦτα· Σεμέλη δὲ λο-
44
χευθεῖσα ἐκ βροτοῦ τινος εἰς Ζῆνα φέρουσα τὴν ἁμαρτίαν λέγει.
φιλιωθέντων δὲ αὐτῶν ἐκέλευσε τῷ ἰδίῳ στρατῷ ὁ Διόνυσος προ-
λαβεῖν κατὰ τὴν ὁδὸν ἐν στενῷ τόπῳ καὶ συσχεῖν τὸν Πενθέα.
ἐν δὲ τῷ μέλλειν αὐτοὺς ἐξιέναι μετὰ ὀλίγων ἀνδρῶν ἦλθεν ὁ
Διόνυσος πρὸς αὐτόν· καὶ λοιπὸν ὁ Πενθεύς, ἀγνοῶν τὸ σκέμ-
μα, καὶ αὐτὸς ὀλίγους μεθ' ἑαυτοῦ ἔλαβεν ἄνδρας· καὶ ἡ Ἀγαύη
ἦν μετ' αὐτῶν. ἐν δὲ τῷ αὐτοὺς ἀπιέναι ἐπέῤῥιψεν αὐτῷ ὁ στρα-
τὸς τοῦ Διονύσου, καὶ συνέσχον τὸν Πενθέα· καὶ εὐθέως ἐκέ-
λευσεν ὁ Διόνυσος ἀποτμηθῆναι αὐτόν, καὶ τὴν κεφαλὴν δοθῆ-
ναι τῇ μητρὶ αὐτοῦ, ὡς ὑβριζούσῃ τὸν αὐτὸν Διόνυσον. καὶ
ὑπέστρεψεν ὁ Διόνυσος εἰς τὴν Καδμείαν εἰς τὸ βασιλεῦσαι.
διὰ τοῦτο δὲ λέγουσι τὴν Ἀγαύην ἀποκεφαλίσασαν τὸν ἴδιον αὐ-
τῆς υἱόν, διότι ἔπεισε τὸν Πενθέα φιλιωθῆναι τῷ Διονύσῳ καὶ
αἰτία γέγονε τοῦ θανάτου τοῦ ἰδίου αὐτῆς υἱοῦ. οἱ οὖν συγκλη-
τικοὶ καὶ πολῖται τῆς Καδμείας πόλεως οὐκ ἐδέξαντο τὸν αὐτὸν
Διόνυσον διοικῆσαι τὴν βασιλείαν αὐτῶν, λέγοντες ὅτι τὸν ἴδιον
ἐξάδελφον ἐφόνευσε μὴ ὢν βασιλεύς· ἐὰν βασιλεύσῃ, ἀπολεῖ τὴν
Βοιωτίαν. καὶ προετρέψαντο παρακαλέσαντες τὸν Λυκοῦργον,
ἄνδρα σοφόν, εἰπόντες αὐτῷ τὰ συμβάντα. καὶ ὡπλίσατο κατ'
αὐτοῦ, καὶ ἐκβάλλει αὐτὸν ἐκ τῆς Καδμείας πόλεως καὶ τῆς Βοιω-
τίας. καὶ γνοὺς τοῦτο ὁ Διόνυσος, ὅτι ὡπλίσατο κατ' αὐτοῦ,
45
ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾷ.
καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σορῷ· καὶ τὰ
ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρ-
χος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. ὡσαύ-
τως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ᾗ
ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου, ἔστιν ἰδεῖν τὴν ταφὴν αὐ-
τοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν. βάθρον δέ τι
εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ᾧ γράφεται, Ἐνθάδε κεῖται θανὼν
Διόνυσος ἐκ Σεμέλης. ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ
αὐτὰ ἐν τῷ ἰδίῳ συγγράμματι ἐξέθετο.
Μετὰ οὖν τὴν τελευτὴν τοῦ Κάδμου, βασιλέως τῆς Βοιω-
τίας, ἐβασίλευσεν ὁ Νυκτεύς. οὗτος ἔχει θυγατέρα, ἱέρειαν τοῦ
ναοῦ Ἡλίου, ὀνόματι Ἀντιόπην· ἥτις ἐδιδάχθη τὴν ἡλιακὴν εὐ-
χήν, ἤτοι μυσταγωγίαν τῶν Διονυσιακῶν βακχευμάτων, κἀκεῖθεν
ἐλέγετο βάκχη. ὁ δὲ αὐτῆς πατήρ, ὁ Νυκτεύς, εἶχεν ἀδελφὸν ὀνό-
ματι Λύκον, βασιλέα τοῦ Ἄργους· ὅστις Λύκος βασιλεὺς εἶχε
συγκλητικὸν ὀνόματι Θεόβοον, υἱὸν γενόμενον Βρόντονός τινος,
ἐξαδέλφου τῆς Δίρκης, ἐκ τοῦ γένους τοῦ Πίκου Διὸς καταγο-
μένου. ὁ αὐτὸς δὲ Θεόβοος ὁ συγκλητικὸς κατὰ τάγμα ἐλθὼν ἐκ
τοῦ Ἄργους ἐν τῷ ἱερῷ τοῦ Ἡλίου παρακοιμηθῆναι, καὶ ἑωρακὼς
τὴν ἱέρειαν Ἀντιόπην, εὐπρεπεστάτην οὖσαν καὶ εὐμήκη, ἐβλήθη
46
εἰς ἔρωτα αὐτῆς. καὶ παραμείνας ἐν τῷ ἱερῷ προφάσει τοῦ τά-
γματος τῆς εὐχῆς, ὡς συγγενὴς αὐτῆς, ὑπονοθεύσας ἔφθειρεν αὐ-
τὴν καὶ ἔγκυον ἐποίησε· καὶ φοβηθεὶς τὸν Νυκτέα, βασιλέα τῆς
Βοιωτίας, ἀνεχώρησεν εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. μαθὼν δὲ ὁ
Νυκτεὺς βασιλεύς, ὁ ταύτης πατήρ, ὅτι ἐφθάρη, ἔλαβεν αὐ-
τὴν ἐκ τοῦ ἱεροῦ· καὶ ἐξετάσας αὐτὴν ἔμαθε παρ' αὐτῆς τὸν
φθορέα Θεόβοον ὅτι ἐκ τῶν συγκλητικῶν ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ
Λύκου καὶ τῆς αὐτοῦ γυναικὸς γένος. ἀγνοῶν δὲ ὁ Νυκτεύς, ὁ
πατὴρ αὐτῆς, ὅτι ἔγκυός ἐστιν, ἔπεμψεν αὐτὴν εἰς τὸν ἴδιον αὐ-
τοῦ ἀδελφόν, τὸν Λύκον, βασιλέα τοῦ Ἄργους, ἵνα ἐξετάσῃ καὶ
αὐτὸς τὸ πρᾶγμα τῆς φθορᾶς αὐτῆς, καὶ εἰ ἀληθές ἐστιν ὅτι ἐκ
τοῦ Ἄργους ἐστὶν ὁ αὐτῆς φθορεύς, καὶ αὐτὴν τιμωρήσηται, ὡς
φθαρεῖσαν ἱέρειαν οὖσαν, καὶ ἐκεῖνον δὲ ἀμύνηται, ὡς τοιοῦ-
τόν τι τολμήσαντα κατὰ ἱερατικοῦ σώματος. ὁ δὲ βασιλεὺς Λύ-
κος εἰσαγαγὼν τὴν αὐτὴν Ἀντιόπην εἰς ἐξέτασιν, καὶ ἑωρακὼς
αὐτῆς τὴν εὐπρέπειαν, καὶ μαθὼν ὅτι ἔγκυός ἐστιν, ἠλέησεν αὐ-
τήν, λέγων ὅτι δεῖ περιμεῖναι, ἄχρις οὗ τέκῃ, καὶ τότε τιμωρή-
σασθαι αὐτήν, ὡς ἱερατικὸν ὑβρίσασαν σχῆμα. ὁ δὲ αὐτὸς Λύ-
κος βασιλεὺς εἶχε γυναῖκα τὴν Δίρκην· καὶ παραδοὺς αὐτῇ τὴν
Ἀντιόπην εἶπεν αὐτὴν φυλάττεσθαι παρ' αὐτῇ, ἄχρις οὗ τέκῃ·
ὁ δὲ Λύκος βασιλεὺς ἦν θεῖος τῆς Ἀντιόπης. ἡ δὲ αὐτὴ Ἀντιόπη
ἐγέννησε δίδυμα, οὕστινας ἐκάλεσεν Ἀμφίονα καὶ Ζῆθον. καὶ
47
ἐῤῥίφησαν γεννηθέντα τὰ βρέφη κατὰ κέλευσιν τοῦ Λύκου βασι-
λέως ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ῥασθέᾳ πλησίον τοῦ Κιθαιρωνίου
ὄρους. οὕστινας παῖδας οἴκτου χάριν ἔλαβε παρὰ τῶν ῥιπτόν-
των τὰ αὐτὰ βρέφη Ὀρδίων τις γεηπόνος, ἄπαις ὤν, γνοὺς ὅτι
τέκνα ὑπῆρχον τῆς ἱερείας Ἀντιόπης· ᾔδει γὰρ αὐτήν, ὡς ἱέρειαν·
καὶ ἀνεθρέψατο αὐτά. μετὰ δὲ χρόνον πολέμου κινηθέντος τῇ
Ἀργείων χώρᾳ, ἐξῆλθεν ὁ Λύκος βασιλεὺς ἐπὶ τὸν πόλεμον· καὶ
ἐχρόνισε πολεμῶν. ἡ δὲ Δίρκη, τοῦ Λύκου βασιλέως γυνή, λο-
γισαμένη ὅτι οὐκέτι μετὰ τὸν τοκετὸν ἐτιμωρήσατο τὴν αὐτὴν
Ἀντιόπην, ἀλλ' εἴασεν αὐτήν, ὡς ἐρῶν αὐτῆς καὶ λάθρᾳ μιγνύ-
μενος μετ' αὐτῆς, ὡς εὐπρεπεστάτης, λαβοῦσα αὐτὴν μετὰ ὀλί-
γων στρατιωτῶν ὡς ἐπὶ χώραν ἀπῆλθεν ἐπὶ τὸ Κιθαιρώνιον ὄρος
ἐν τῇ κώμῃ ὅπου οἱ αὐτῆς υἱεῖς ἦσαν ἀνατραφέντες. τοῦτο δὲ
ἀγνοοῦσα ἡ Δίρκη, καὶ ἐξαγαγοῦσα ἐκ τοῦ αὐτοῦ χωρίου ταῦρον
ἄγριον, καὶ πήξασα δᾷδα ἐν τοῖς αὐτοῦ κέρασι, τὴν Ἀντιόπην
ἐκέλευσε δεθῆναι, καὶ τὸν σχοῖνον εἰς τὸν τράχηλον τοῦ ταύρου
εἱλιγῆναι, καὶ οὕτως συρῆναι τὴν Ἀντιόπην ὑπὸ τοῦ ταύρου καὶ
ἀπολέσθαι. καὶ ἀκούσαντες πάντες οἱ τοῦ αὐτοῦ κτήματος τὸν
μέλλοντα γίνεσθαι τῆς Ἀντιόπης θάνατον καὶ τοὺς αὐτῆς ὀλολυ-
γμούς, ἐξῆλθον ἐκ τοῦ Δέρας Θέας χωρίου οὕτως λεγομένου·
ἦσαν δὲ ἐν πλήθει πολλοὶ ἐν αὐτῷ ἄγροικοι· ὡσαύτως δὲ καὶ οἱ
48
δύο υἱοὶ τῆς Ἀντιόπης ἦσαν μετ' αὐτῶν ἅμα τῷ ἀναθρεψαμένῳ
αὐτοὺς Ὀρδίωνι γεωργῷ. καὶ παρεκάλουν τὴν Δίρκην μὴ τοιού-
τῳ μόρῳ ἀνελεῖν αὐτήν· ἡ δὲ ἐξεῖπεν αὐτοῖς ὅτι ἱέρεια ἦν τοῦ
Ἡλίου, καὶ ἐφθάρη καὶ ἐγέννησε δύο παῖδας ἐκ πορνείας, καὶ
δεῖ αὐτὴν τιμωρηθῆναι. καὶ ἀκούσαντες οἱ τῆς Ἀντιόπης υἱοί,
Ζῆθος καὶ Ἀμφίων, παρὰ τοῦ ἀναθρεψαμένου αὐτοὺς Ὀρδίω-
νος ὅτι ἡ μήτηρ αὐτῶν ἐστιν ἡ μέλλουσα τιμωρεῖσθαι, ἡ Ἀντιό-
πη, συναθροίσαντες πᾶσαν τὴν ἀγροικικὴν χώραν, ἅμα αὐτοῖς
ἀπελθόντες ἐφόνευσαν τοὺς στρατιώτας. καὶ λαβόντες τὴν Δίρ-
κην ἀφείλοντο ἃ ἐφόρει βασιλικὰ κοσμήματα, καὶ ἔλυσαν τὴν Ἀν-
τιόπην. καὶ λυθεῖσα τῶν δεσμῶν ἡ Ἀντιόπη ἐπέτρεψε τοῖς ἰδίοις
αὐτῆς παισίν, Ἀμφίονι καὶ Ζήθῳ, φονεῦσαι τὴν Δίρκην· καὶ
λαβόντες τὴν Δίρκην ἔδησαν εἰς τὸν αὐτὸν ἄγριον ταῦρον, καὶ
συρεῖσα ὑπὸ τοῦ ταύρου ἡ Δίρκη ἀπώλετο. ὁ δὲ ταῦρος ἐκ τῆς
ἐλασίας ἐδίψησε, καὶ εὑρὼν πηγὴν ἔστη πιεῖν· καὶ κοπεῖσα ἡ
σχοῖνος εἴασε πλησίον τῆς πηγῆς τὸ λείψανον τῆς Δίρκης· καὶ
ἐκλήθη ἡ αὐτὴ πηγὴ ἐξ ἐκείνου ἕως τῆς νῦν ἐν τῇ χώρᾳ ἐκείνῃ ἡ
Δίρκη. καὶ λοιπὸν ὁ Ζῆθος καὶ ὁ Ἀμφίων ἔλαβον τὴν ἑαυτῶν
μητέρα, τὴν Ἀντιόπην, καὶ ἔφυγον ἐπὶ τὴν ἰδίαν χώραν αὐτῶν,
τὴν Βοιωτίαν· καὶ ἐκεῖ ἀναφανέντες ἐγνώσθησαν τοῖς Βοιωτοῖς.
ὁ δὲ αὐτῶν πάππος ὁ Νυκτεύς, ὁ βασιλεὺς τῆς αὐτῆς Βοιωτίας
χώρας, γεγήρακε, καὶ νόσῳ βληθεὶς τελευτᾷ. καὶ λοιπὸν μετὰ
τὴν τελευτὴν τοῦ Νυκτέως βασιλέως οἱ τῆς Βοιωτίας πάντες ᾔτη-
49
σαν αὐτοὺς βασιλεῦσαι αὐτῶν τὸν Ἀμφίονα καὶ τὸν Ζῆθον, ὡς ἐκ
γένους βασιλικοῦ ὑπάρχοντας τοῦ Νυκτέως. καὶ ἀνηγορεύθησαν
βασιλεῖς, καὶ ἐβασίλευσαν ὁ Ἀμφίων καὶ ὁ Ζῆθος τῆς Βοιωτίας
χώρας οἱ μουσικοί. καὶ εὐθέως Ἀμφίων ὁ λυρικὸς κτίζει πόλιν
μεγάλην πάνυ, δωδεκάπυλον, τὴν πρώην μὲν οὖσαν κώμην λε-
γομένην Ἐνχιλίαν· ἣν ὠνόμασαν οἱ αὐτοὶ ἀδελφοὶ πόλιν Θήβας
εἰς τὸ ὄνομα τοῦ αὐτῶν πατρὸς κατὰ κέλευσιν τῆς αὐτῶν μητρός,
τῆς Ἀντιόπης. καὶ ἐβασίλευσαν ἔτη πολλὰ τῶν Θηβῶν· καὶ λοι-
πὸν ἐκλήθη ἡ αὐτὴ χώρα Θῆβαι. ὁ δὲ Λύκος βασιλεύς, ὁ τῆς
Δίρκης ἀνήρ, ὁ θεῖος αὐτῶν, ἐτελεύτα ἐν τῷ πολέμῳ. ἅτινα
συνεγράψατο Κεφαλίων μετὰ ἀληθείας· ὁ γὰρ σοφώτατος Εὐρι-
πίδης ποιητικῶς ἐξέθετο δρᾶμα ὡς ὅτι ὁ Ζεὺς εἰς Σάτυρον [με-
ταβληθεὶς] ἔφθειρε τὴν Ἀντιόπην, κἀκεῖθεν ἐγεννήθη ὁ Ζῆθος
καὶ ὁ Ἀμφίων οἱ μουσικοί. κατὰ δὲ μετάστασιν μετεμψυχώσεως
καταχθέντα τὸν πατέρα αὐτῶν Θεόβοον ἐκ τοῦ Πίκου Διὸς εἶπεν,
ὅτι ὁ Ζεὺς μεταβληθεὶς εἰς Σάτυρον, ὅ ἐστι κατὰ τὴν Βοιωτῶν
γλῶσσαν εἰς ἄλλο σῶμα εὐτελέστερον, ἔφθειρε τὴν Ἀντιόπην.
Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀμφίονος καὶ τοῦ Ζήθου ἐβασί-
λευσαν οἱ ἐκ τοῦ γένους αὐτῶν τῶν Θηβῶν ἕως τῆς βασιλείας
τοῦ Οἰδίποδος, υἱοῦ Λαΐου καὶ τῆς Ἰοκάστης. ὅστις Λάϊος,
50
βασιλεὺς Θηβῶν, ἔσχεν υἱὸν Ἰώκκαν, μετακληθέντα τὸν αὐτὸν
προειρημένον Οἰδίποδα. καὶ χρησμοδοτηθεὶς ὅτι τῇ ἰδίᾳ αὐτοῦ
μητρὶ Ἰοκάστῃ συμμιγήσεται, ἐκέλευσε τοῖς παραμένουσιν αὐτῷ
στρατιώταις λαβεῖν τὸν αὐτὸν Οἰδίποδα εἰς τὰς ὕλας, καὶ βλη-
θῆναι τοὺς πόδας αὐτοῦ ἐν ξύλῳ γλυφέντι καὶ ἔχοντι ὀπὰς καὶ
ἡλωθῆναι τὸ ξύλον· ἐξ αὐτοῦ οὖν ἐπινενόηται ὁ λεγόμενος παρὰ
τοῖς στρατιώταις ἕως τῆς νῦν κοῦσπος· καὶ ποιήσαντες ὡς ἐκε-
λεύσθησαν οἱ στρατιῶται εἴασαν τὸν Οἰδίποδα εἰς τὰς ὕλας, ὅπως
θηριόβρωτος γένηται. καὶ ἐλθών τις ἄγροικος ὀνόματι Μελί-
βοιος ἐπὶ τὴν ὕλην κόψαι ξύλα, εὗρεν αὐτὸν συρόμενον ἐπὶ τὴν
γῆν καὶ τοὺς πόδας αὐτοῦ ὀγκωθέντας. καὶ λαβὼν ἐν ᾗ ἐβάστα-
ζεν ἀξίνῃ ἔκλασε τὸ ξύλον ὅπου ἐσφάληντο οἱ αὐτοῦ πόδες, καὶ
λαβὼν αὐτὸν ἀνεθρέψατο, καλέσας αὐτὸν Οἰδίποδα διὰ τὸ οἰδά-
νειν τοὺς πόδας αὐτοῦ· καὶ ἐγένετο γενναῖος αὐξηθείς. ἐν δὲ τῇ
χώρᾳ ἐκείνῃ ἀνεφάνη γυνή τις χήρα ὀνόματι Σφίγξ, δυσειδής,
κατάμασθος, χωρική· ἥτις μετὰ τὴν ἀποβολὴν τοῦ ἰδίου αὐτῆς
ἀνδρὸς συναγαγοῦσα πλῆθος ἀγροίκων λῃστῶν ὁμοφρόνων αὐτῇ
ἐν τῇ ἰδίᾳ αὐτῆς κώμῃ τῇ λεγομένῃ Μωάβῃ, κειμένῃ δὲ μεταξὺ
δύο ὀρέων, ἐχόντων ἐν μέσῳ στενὴν ὁδὸν μίαν μόνην, καὶ κα-
θημένη ἐν τῇ μιᾷ κορυφῇ τοῦ ὄρους, ἔχουσα τὴν ἅμα αὐτῇ λῃ-
στρικὴν χεῖρα, καὶ πάντας τοὺς παριόντας ὁδοιπόρους καὶ πραγ-
ματευτὰς ἐφόνευσε καὶ τὰ αὐτῶν πάντα ἐκομίζετο. ἥτις περι-
βόητος ἐγένετο εἰς τὰς Θήβας, καὶ πολλῶν ἐξελθόντων στρα-
51
τηγῶν, καὶ μετ' αὐτῶν στρατὸς πολὺς ἐκ τοῦ Λαΐου βασιλέως, καὶ
ταύτης οὐδεὶς ἠδυνήθη περιγενέσθαι διὰ τὸ…
καὶ…
ριζ…
The complete text is available when the reading interface loads.