The Greek Library Catalogue

Anonymous

Cantica

Edition reference
Cantica, ed. J. Grosdidier de Matons, Romanos le Mélode. Hymnes, vols. 1–5 [Sources chrétiennes 99, 110, 114, 128, 283. Paris: Éditions du Cerf, 1:1964; 2:1965; 3:1965; 4:1967; 5:1981]: vol. 1:70–92, 102–126,138–164, 172–192, 202–244, 258–292, 306–340, 360–402, 410–426; vol. 2:20–40,48–76, 86–110, 118–128, 138–160, 172–196, 204– 224, 234–258, 268–292, 300–320, 328–352, 360–378; vol. 3:20–42, 54–76, 86–100, 110– 130, 138–142, 154–178, 198–224, 234–260, 268–270, 278–300, 322–364; vol. 4:28–52, 68–96, 110–140, 158–186, 202–230, 242– 260, 282–310, 324–352, 378–420, 430–450, 458–482, 500–540, 550–562, 576–600; vol. 5:26–60, 86–122, 136–170, 180–206, 232– 266, 296–326, 342–370, 410–452,…
CTS identifier
urn:cts:greekLit:tlg2881.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

{Τῇ δʹ τῆς βʹ ἑβδομάδος τῶν νηστειῶν· κοντάκιον κατανυκτικόν, φέρον

ἀκροστιχίδα τήνδε·

<τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ὕμνος>

ἦχος αʹ, πρός· Τὸ ἰατρεῖον τῆς μετανοίας.}

pro

{Προοίμιον}

Σχόλασον, ψυχή μου, ἐν μετανοίᾳ,

ἑνώθητι Χριστῷ κατὰ γνώμην,

βοῶσα ἐν στεναγμοῖς·

«Συγχώρησιν παράσχου μοι

τῶν δεινῶν μου πράξεων,

ἵνα λάβω παρὰ σοῦ, μόνε ἀγαθέ,

τὴν ἄφεσιν καὶ ζωὴν τὴν αἰώνιον.»

1

Τῆς μακαρίας τυχεῖν ἐλπίδος δι' ἔργων προσδοκῶμεν καὶ πίστεως, ὅσοι

φυλάττομεν τὰ τοῦ Κυρίου καὶ σωτῆρος διδάγματα·

διὰ τοῦτο τιμῶμεν καὶ στέργομεν τὸ ἀγγέλοις τίμιον

τῆς νηστείας κατόρθωμα,

ὃ προφῆται τηρήσαντες μέτοχοι γεγόνασι

τῶν χορῶν τῶν οὐρανίων, οἱ ἐπίγειοι,

ὅπου γε ταύτης τὴν ἐργασίαν

Χριστὸς οὐκ ἐπῃσχύνθη ἐκτελέσαι· ἑκὼν δὲ ἐνήστευσεν,

ἡμῖν καθυπογράφων διὰ ταύτης τὴν ζωὴν τὴν αἰώνιον.

2

Ὅτι μεγάλοι ἐν ἔργοις ἦσαν Μωσῆς καὶ Ἠλίας οἱ πύρινοι πύργοι

γινώσκομεν, ὅτι καὶ πρῶτοι ἐν προφήταις τυγχάνουσι,

πρὸς Θεὸν παρρησίαν ἐκέκτηντο, ὅτιπερ ἐβούλοντο

προσιέναι καὶ δέεσθαι

καὶ αὐτῷ διαλέγεσθαι πρόσωπον πρὸς πρόσωπον,

ὃ ὑπάρχει θαυμαστόν τε καὶ παράδοξον.

Ὅμως καὶ οὕτως πρὸς τὴν νηστείαν

κατέφευγον σπουδαίως, διὰ ταύτης αὐτῷ προσαγόμενοι·

νηστεία οὖν μετ' ἔργων ἀποδίδωσι ζωὴν τὴν αἰώνιον.

3

Ὑπὸ νηστείας ὡς ὑπὸ ξίφους οἱ δαίμονες πάντες ἐλαύνονται ὅτι

οὐ φέρουσιν οὐδ' ἐξαρκοῦσι πρὸς τὴν ταύτης τερπνότητα·

τρυφητὴν ἀγαπῶσι καὶ μέθυσον· ἐὰν δὲ θεάσωνται

τῆς νηστείας τὸ πρόσωπον,

οὔτε στῆναι ἰσχύουσι· πόρρω δὲ ἐκτρέχουσιν,

ὡς Χριστὸς ἡμᾶς διδάσκει ὁ Θεὸς ἡμῶν

λέγων· «Τὸ γένος τὸ τῶν δαιμόνων

νηστείᾳ καὶ δεήσει ἐκνικᾶται.» Διὸ δεδιδάγμεθα

ὡς δίδωσι νηστεία τοῖς ἀνθρώποις ζωὴν τὴν αἰώνιον.

4

Τῆς σωφροσύνης ἁγνεία μήτηρ ὑπάρχει τῆς νηστείας τὸ ἄχραντον κάλλος·

πηγάζει δὲ φιλοσοφίαν καὶ παρέχει τὸν στέφανον·

προξενεῖ δὲ ἡμῖν τὸν παράδεισον, τὴν πατρῴαν δίδωσιν

οἰκιὰν τοῖς νηστεύουσιν,

ἧς ὁ͜ ͜Ἀ͜δὰμ ἀπωλίσθησεν· εἵλκυσε δὲ θάνατον,

ἀτιμάσας τῆς νηστείας τὸ ἀξίωμα·

ταύτης γὰρ τότε καθυβρισθείσης,

Θεὸς ὁ πάντων κτίστης καὶ δεσπότης εὐθὺς ἠγανάκτησε·

τοῖς ταύτην δὲ τιμῶσιν ἀποδίδωσι ζωὴν τὴν αἰώνιον.

5

Αὐτὸς γάρ, ὡς μητρὶ φιλοστόργῳ, νηστείας ἐντολῇ ὁ φιλάνθρωπος πρώην

παρέθετο ὡς διδασκάλῳ παραχθέντα τὸν ἄνθρωπον,

ἐν χερσὶν παραδοὺς τὴν ζωὴν αὐτοῦ· καὶ εἰ ταύτην ἔστερξε,

μετ' ἀγγέλων ηὐλίζετο·

ἀθετήσας δὲ εὕρετο πόνους καὶ τὸν θάνατον,

ἀκανθῶν δὲ καὶ τριβόλων τὴν τραχύτητα

καὶ ἐπιμόχθου βίου τὴν θλῖψιν.

Εἰ δὲ ἐν παραδείσῳ 〈ἡ〉 νηστεία ὠφέλιμος δείκνυται,

πόσῳ μᾶλλον ἐνταῦθα, ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον.

6

Παντὸς μὲν ξύλου κελεύει φαγεῖν τὸν ἄνθρωπον Ἀδὰμ τὸν πρωτόπλαστον τότε

ὁ ὕψιστος ἐν παραδείσῳ θεὶς αὐτὸν, καθὼς γέγραπται·

ἀλλ' ἑνὸς ξύλου βρῶσιν ἐκώλυσε· καὶ αὐτὰ τὰ ῥήματα

τὰ τοῦ κτίστου φιλάνθρωπα·

«Κατατρύφα γάρ, ἔλεγε, πάντων ὧν κεχάρισμαι·

τῇ τρυφῇ γάρ σου τῇ τούτων ἀρεσθήσομαι·

ἐὰν φυλάξῃς τὴν ἐντολήν μου,

φυλάξω σε τρυφῶντα· διὰ τοῦτο φθορᾶς ἀνεπίδεκτον

ἡ χάρις μου φρουρεῖ σε ὡς λαμβάνοντα ζωὴν τὴν αἰώνιον.

7

Ἐμῶν ῥημάτων ἀνάσχου, Ἀδάμ, καὶ πρόσχες ἀκριβῶς τῷ προστάγματι τούτῳ·

ἑνὸς γάρ σοι ἐκ πάντων τούτων παραγγέλλω ἀπέχεσθαι,

οὐ κακοῦ μὲν τὴν φύσιν ὑπάρχοντος, ἀλλὰ σοὶ τὴν κάκωσιν

παραβάντι σκευάζοντος.

Ἡ οὐσία τοῦ ξύλου γὰρ ἔστι μὲν οὐκ ἄχρηστος,

ἡ δὲ τούτου μετουσία σοι γενήσεται

βλάβης αἰτία· ἔχει γὰρ τοῦτο

ἀκόνην λογισμῶν ἐγκεκρυμμένην καὶ γεύσεως μάχαιραν·

ἂν φάγῃς οὖν ἐκ τούτου, ἀποβάλλει τὴν ζωὴν τὴν αἰώνιον.

8

Ἰδού, πρωτόπλαστε, παραγγέλλω μὴ ἅψῃ ἐκ τοῦ ξύλου οὗ εἶπόν σοι ὅλως·

ἂν ἅψῃ γάρ, εὐθὺς ὡς κλέπτης ἐκδοθήσει πρὸς θάνατον,

οὐχ ὡς ἔχειν αὐτὸ μὴ δυνάμενος, ἀλλ' ἐπειδὴ ἄπιστος

ἀποβήσει καὶ ἄχρηστος·

πρὸς μικρόν σε καὶ εὔκολον θεῖον νόμον ἤγαγον·

διὰ τοῦτο τὴν τῶν ἄλλων ἀφθονίαν σοι

ἐδωρησάμην, ἵν' ὅλων τούτων

ἐν ἀπολαύσει γένῃ καὶ θανάτου μὴ γένῃ ὑπεύθυνος,

ὁ κατ' εἰκόνα ἔχων καὶ κατέχων ζωὴν τὴν αἰώνιον.»

9

Νόμον οὖν θεῖον κρατοῦντές ποτε, Ἀδάμ τε καὶ ἡ Εὔα ἐφύλαττον τοῦτον·

ἐτήρει δὲ ὁρμὰς τὰς τούτων ὁ διάβολος 〈–⏑⏑〉·

καὶ ἀπάτην σκευάζειν ἐπείγετο, καὶ ὡς ἐθεάσατο

κρυπτομένους ὡς ἔμφρονας,

προσελθεῖν τῷ ἀνθρώπῳ μὲν τέως οὐκ ἐθάρρησε·

τὴν δὲ Εὔαν ὁ πανοῦργος θεασάμενος

παρὰ τὸ δένδρον μόνην ἑστῶσαν,

ἐντίθησιν εὐθέως διὰ ταύτης τοῖς δύο τὸ πρόσκομμα

τοῖς πρότερον λαβοῦσι διὰ χάριτος ζωὴν τὴν αἰώνιον.

10

Ὁ πονηρὸς γὰρ πρὸς τὴν γυναῖκα ὡς φίλος καὶ συνήθης προσέρχεται δόλῳ

καὶ πλάττεται καὶ προκομίζει τὴν κακοῦργον ἐρώτησιν·

ὡς συμπάσχων αὐτῇ διαλέγεται· «Διὰ ποίαν πρόφασιν

ὁ Θεὸς τὸν παράδεισον

ὡς φιλῶν ὑμῖν δέδωκε, πάντων δὲ ἐκώλυσε

τῶν φυτῶν μεταλαμβάνειν ὁ φιλότιμος;

Τίνος οὖν χάριν τοῦ παραδείσου

τὴν οἴκησιν κρατεῖτε, τῆς δὲ τούτου τρυφῆς ἐστερήθητε;

Πῶς δύνασθε οὖν ἔχειν 〈⏑⏑–⏑⏑〉 ζωὴν τὴν αἰώνιον;»

11

Ὑπὸ τῶν λόγων ἀπατηθεῖσα, ἡ Εὔα πρὸς αὐτὸν ἀπεκρίνατο ταῦτα·

«Πεπλάνησαι καὶ οὐ γινώσκεις τί προσέταξε Κύριος.

Τὸν παράδεισον ὅλον ὡς τράπεζαν παραχθεῖσι δέδωκεν

ὁ Θεὸς εἰς ἀπόλαυσιν,

ἀλλ' ἑνὸς τὴν μετάληψιν μόνον διεκώλυσεν,

ἐμποδίου γενομένου τῇ ζωῇ ἡμῶν,

ὃ χρησιμεύει τοῖς ἀμφοτέροις

καὶ ἐκπαιδεύειν οἶδε τῶν καλῶν τε καὶ φαύλων τὴν εἴδησιν·

ἐλάβομεν γὰρ ἤδη ὥσπερ κτῆσιν ζωὴν τὴν αἰώνιον».

12

Ῥήματι οὖν θανατηφόρῳ γλυκεῖαν ὁ ἐχθρὸς συγκατέμιξε γεῦσιν,

σκεπτόμενος καὶ λέγων ταῦτα κατ' ἰδίαν ὁ ἔχθιστος·

«Εἰ μὴ δόλῳ κεράσω τὸ βούλημα, ἂν καταψηφίσωμαι

τοῦ Θεοῦ ἐν τοῖς λόγοις μου,

εὐθέως ὑποπτεύσει με Εὔα ὡς μισόθεον,

καὶ γενήσομαι πρὸς ταύτην ἀπαράδεκτος·

οὐδὲ γὰρ οἶδα τέως τὴν γνώμην

ταύτης· ἐὰν ἰσχύσω διαστρέψαι, ἔστιν ὅτι στέργει με·

ἐντέχνως οὖν προσέλθω τοῖς λαβοῦσι ζωὴν τὴν αἰώνιον.»

13

Ὡς δὲ τοιαῦτα διενοήθη, ὁ ὄφις πρὸς τὴν Εὔαν ἐφθέγξατο λέγων·

«Συνήδομαι τῇ ἀφθονίᾳ τῆς τρυφῆς ἧς ἐλάβετε,

ἐπαινῶ τοῦ Θεοῦ τὴν ἀλήθειαν, ὅτι οὐκ ἐψεύσατο

πρὸς ὑμᾶς διηγούμενος

ὡς μεγάλη ἡ δύναμις τούτου τοῦ φυτοῦ ἐστι·

τῶν καλῶν γὰρ καὶ τῶν φαύλων γνῶσιν δίδωσι·

μόνος Θεὸς δὲ διαγινώσκει

διάκρισιν τὴν πάντων· διὰ τοῦτο τὴν τούτου μετάληψιν

παρήγγειλε μὴ ἔχειν, ὃ παρέχει ζωὴν τὴν αἰώνιον.

14

Μὴ γὰρ οὐκ οἶδα ὅτι τὴν κτίσιν καλὴν ὁ Θεὸς ἀπειργάσατο πᾶσαν;

Ὁ πάντα οὖν καλὰ ποιήσας πῶς φυτεῦσαι ἠνείχετο

παραδείσου εἰς μέσον τὸν θάνατον; Οὐχ ὑπάρχει πρόσκομμα

τὸ φυτὸν τὸ τῆς γνώσεως·

οὐδὲ γὰρ ἀποθνῄσκετε ἐὰν τοῦτο φάγητε·

ὡς θεοὶ δὲ διὰ τούτου νῦν γενήσεσθε

ὥσπερ ὁ κτίστης, τοῦ διακρίνειν

καλῶν καὶ φαύλων τρόπους· διὰ τοῦτο ἐν μέσῳ προτέθειται

παντὸς τοῦ παραδείσου, ὥσπερ ἔχοντα ζωὴν τὴν αἰώνιον.»

15

Αὕτη οὖν ἰδοῦσα τὸ δένδρον ὡς ἔστιν εὐπρεπὲς καὶ ἐνάρετον Εὔα,

ἐφλέγετο καὶ πρὸς τὴν γεῦσιν ταῖς ἐλπίσιν ἐπείγετο·

λογισμοῖς ἑαυτὴν συνεκίνησεν, «Ὁ μηνύσας, λέγουσα,

οὐκ ἐχθρὸς τοῦ Θεοῦ ἐστιν;

Ποίαν ἔχθραν γὰρ κέκτηται ὁ͜ ͜ὄ͜φις πρὸς τὸν πλάσαντα;

Τὸ φυτὸν δὲ καὶ τῇ θέᾳ ἐστὶ πάγκαλον·

σπεύσω πρὸς βρῶσιν θεοποιΐας

καὶ ἀπολαύσω τούτου οὗ τὴν θέαν ὁρῶσα μαραίνομαι,

καὶ δώσω τῷ ἀνδρί μου ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον.»

16

Νῦν ἐδέξω θανατηφόρον, ὦ τάλαινα Εὔα, καὶ ἔφαγες τούτου·

τί τρέχεις οὖν συναπολέσαι καὶ τὸν ἄνδρα τὸν ἴδιον;

Ἀκριβῶς ἑαυτὴν κατεξέτασον, εἰ ὃ προσεδόκησας

διὰ γεύσεως γέγονας,

εἰ θεὸς εἶ, ὡς ἤλπισας· γνῶθι τοῦτο πρότερον,

καὶ εἶθ' οὕτως, πρὸς τὴν γεῦσιν καὶ τὸν ἄνδρα σου,

γύναι, προτρέπου· μὴ οὖν ποιήσῃς

συγκτήτορα τὸν ἄνδρα ἀπωλείας· τί σπεύδεις νομίζουσα

ὡς βρῶσίς σοι παρέσχεν ἡ τοῦ ξύλου 〈τὴν ζωὴν τὴν αἰώνιον〉;

17

Ὅτε τῷ δένδρῳ ἐπιτερφθεῖσα ἀπώλετο—οὐ γὰρ ἀπήλαυσεν Εὔα—,

ἐσπούδασε καὶ ἐπεδίδου καὶ Ἀδὰμ τοῦ καρποῦ αὐτοῦ,

καὶ ὡς μέγιστον δῶρον προσφέρουσα οὕτως διεγίνετο·

πρὸς αὐτὸν δὲ ἐφθέγγετο·

«Θησαυρὸν παρετρέχομεν μέχρι νῦν, ὦ σύζυγε,

καὶ τρυφὴν τὴν μακαρίαν ἐφοβούμεθα·

νῦν ἔγνων, ἄνερ, καὶ ἐπειράθην

ὡς ἄκαιρον δειλίαν ἐκρατοῦμεν· καὶ γὰρ ἐγὼ ἔφαγον

καὶ ζῶσά σοι παρέστην καὶ ἀπέχω 〈τὴν ζωὴν τὴν αἰώνιον〉.

18

Ὑπάρχει μᾶλλον ὡς ἔχων πεῖραν ὁ λόγος τοῦ μηνύσαντος βέβαιος ὄντως·

φαγοῦσα γὰρ οὐκ ἐνεκρώθην, ὡς Θεὸς προηγόρευσεν,

ἀλλὰ ζῶσά σοι νῦν παραγέγονα, καὶ σχηματισμός ἐστι

τοῦ Θεοῦ τὸ παράγγελμα·

εἰ γὰρ ἦν ἀληθέστατον, ἄρτι συνεθρήνεις με

ὡς θανοῦσαν καὶ κειμένην πρὸς τὸν θάνατον.

Δέχου οὖν, ἄνερ, καὶ κατατρύφα·

προσλάμβανε ἀξίαν διὰ τούτου τὴν θείαν καὶ ἄχραντον·

θεὸς γενήσει ὥσπερ ὁ παρέχων 〈τὴν ζωὴν τὴν αἰώνιον〉.»

19

Ὁ μὲν οὖν ὄφις, ὡς φθάσας εἶπον, ἐγγίσαι τῷ Ἀδὰμ οὐκ ἐθάρρησε τότε,

φοβούμενος μὴ διαμάρτῃ τῆς ἐλπίδος ἧς ἔσπευδεν,

ἀλλὰ ἄλλος ἐφάνη δεινότερος καὶ ὀφιωδέστερος

ὄφις τούτου τοῦ ὄφεως.

Ὃν γὰρ ὄφις οὐκ ἔδακεν, αὕτη ἐθανάτωσε·

κολακεύουσα γὰρ τότε τὸν ἰὸν αὐτῆς

τούτῳ ἐμβάλλει, καὶ ἑαυτήν τε

κἀκεῖνον ἀπορρήσσει, καὶ σκευάζει ἀπάτη τῆς βρώσεως

νεκροὺς ὀφιοπλήκτους ἀπολέσαντας ζωὴν τὴν αἰώνιον.

20

Ὑπὸ οὖν ταύτης πολιορκεῖται Ἀδὰμ τῆς ἀπάτης ὁ δείλαιος † πρώην·

μιᾷ μὲν γὰρ πληγῇ τιτρώσκει διὰ βρώσεως ἅπαντας·

διὰ τοῦτο δὲ οὕτως ὡς ἄτακτος ἐν τοῖς πόνοις ἅπασιν

ἐπὶ γῆς κατεβέβλητο·

πρὸς νηστείαν γὰρ σύμμετρον ὄντως καὶ ὠφέλιμον,

μὴ μεθύειν ἀκρασίᾳ, οὐκ ἠνέσχετο·

χριστιανῶν δὲ πάντα τὰ γένη

νηστείᾳ προσεθίζειν καὶ ἐρίζειν ἀγγέλοις ἐπείγονται,

ἐλπίζοντα ἐντεῦθεν προσλαμβάνειν τὴν ζωὴν τὴν αἰώνιον.

21

Μεγάλη ἐστὶν ἡ νηστεία πρὸς ἣν ὁ Ἀδὰμ ἐκεκλήρωτο πρώην·

ἐν μόνοις γὰρ φυτοῖς ὑπῆρχεν ἡ τροφὴ τῷ γεννήτορι·

ἀκρατὴς δὲ καὶ οὗτος ἐγένετο. Νῦν παντοδαπής ἐστι

τῶν βρωμάτων ἀπόλαυσις,

τῶν ἰχθύων τὰ ἥδιστα, ὄρνεις καὶ τετράποδα,

τῶν φυτῶν καὶ τῶν σπερμάτων τὰ ποικίλματα,

〈αἱ〉 μαγγανεῖαι αἱ τῶν τρυφώντων,

τῶν τραπεζῶν ἡ χάρις ἡ κινοῦσα ἡμᾶς πρὸς τὴν ὄρεξιν

τὴν τῆς γαστριμαργίας, 〈ἀφαιροῦσα δὲ ζωὴν τὴν αἰώνιον〉.

22

Νῦν ταῦτα λέγων, μὴ ἐρεθίσω πολλοὺς πρὸς γυμνασίαν παμφάγον, 〈ὦ〉 φίλοι·

μὴ δείξω δὲ τοῦ πρωτοπλάστου λιχνοτέρους ἐν βρώμασι·

τὸν γὰρ ζῆλον ἡμῶν, ὦ πιστότατοι, περὶ τὴν ἐγκράτειαν

τὴν μεγίστην ἐκήρυξα·

λειτουργεῖν γὰρ ἐπείγεσθε, τὴν νηστείαν στέργοντες,

ἐτησίως νῦν δεκάτας τῷ Θεῷ ἡμῶν,

ὥσπερ Ἑβραῖοι ἐκ τῶν χρημάτων

προσέφερον Κυρίῳ τὰς δεκάτας, τῷ τύπῳ σημαίνοντες

τὴν μέλλουσαν νηστείαν δι' ἧς ἔχομεν ζωὴν τὴν αἰώνιον.

23

Ὁ ἀριθμὸς οὖν ἐν τῇ νηστείᾳ δηλούσθω ὁ τῆς δεκατώσεως, φίλοι·

ἑπτὰ μὲν γὰρ αἱ ἑβδομάδες τῆς νηστείας ὑπάρχουσιν·

αἱ δὲ πέντε ἡμέραι ὑπόψηφοι ἐφ' ἑκάστῃ δείκνυνται

ἑβδομάδι νηστεύσιμοι,

ὡς ὑπάρχειν τριάκοντα πέντε ἃς νηστεύομεν,

καὶ νυχθήμερον πρὸς τούτοις τὸ τοῦ σαββάτου

τοῦ σωτηρίου ἔχομεν πάθους·

τριάκοντα ἓξ οὖν ἡμέραι πᾶσαι καὶ ἥμισυ γίνονται,

δεκάτωσις τοῦ ἔτους, δι' ἧς κτώμεθα ζωὴν τὴν αἰώνιον.

24

Σῶτερ τοῦ κόσμου, σὲ προσκυνοῦντες λατρείαν λογικήν σοι προσφέρομεν ταύτην·

φιλάνθρωπε καὶ ἐλεῆμον, σὺ τοὺς πάντας ἐλέησον·

καὶ ἐσθίοντες γὰρ καὶ νηστεύοντες, πάντες σε δοξάζομεν

τὸν 〈τοὺς πάντας〉 ῥυόμενον

ἐκ τῆς πλάνης οὓς ἔπλασας· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν,

εἰ καὶ ἄνθρωπος ἐγένου, ὡς ἠθέλησας,

ἐκ τῆς παρθένου καὶ παναγίας

Μαρίας τῆς ἀχράντου Θεοτόκου· διὸ σοὶ προσπίπτομεν·

πρεσβείαις τῆς μητρός σου, δὸς τοῖς δούλοις σου ζωὴν τὴν αἰώνιον.

2

t

{Τῇ κυριακῇ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν

ᾀδόμενον εἰς τὸν Νῶε, οὗ ἡ ἀκροστιχὶς ἥδε·

<αἶνος καὶ οὗτος Ῥωμανοῦ>

ἦχος πλ. βʹ

πρός· Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς}

pro 1

{Προοίμιον I}

Ἐπὶ Νῶε τὴν ἁμαρτίαν κατέκλυσας,

ἐπ' ἐσχάτων διὰ βαπτίσματος ἔσωσας

τὸ γένος τῶν ἀνθρώπων, Χριστὲ ὁ Θεός·

μέλλεις δὲ πάλιν διὰ πυρὸς ἀνακαθαίρειν τὴν γῆν·

ὅθεν αἰτοῦμεν τοὺς ἐκτενῶς ἀνυμνοῦντάς σε, ὡς εὔσπλαγχνος,

ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,

λυτρωτὰ τοῦ παντός.

pro 2

{Προοίμιον II}

Τῶν ἁμαρτιῶν τὸ πέλαγος ἐπὶ Νῶε

ἐν ὀργῇ θυμοῦ κατέκλυσας σῇ ἰσχύϊ·

ἐπ' ἐσχάτων δὲ κόσμον, Χριστὲ ὁ Θεός,

ἀνεκαίνισας τῷ βαπτίσματι καὶ πυρὶ τὴν γῆν ὕστερον καθαρίσεις·

ἀλλὰ σῶσον ἡμᾶς τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,

λυτρωτὰ τοῦ παντός.

1

Ἀφορῶν τὴν ἀπειλὴν τῶν ὑπευθύνων

ἣν ὑπέμεινάν ποτε ἐπὶ τοῦ Νῶε,

τρέμω ἐνθυμούμενος τὰ δεινά μου ἐγκλήματα γέμοντα κατακρίσεως.

Ἐκείνοις μὲν ὁ πλάστης ἠπείλησεν προθέσμως

χρόνον τῆς μετανοίας ἀναμένων αὐτῶν·

ἡμῖν δὲ ἡ ὥρα τῆς τελευταίας ἡμέρας

οὐκ ἐπεγνώσθη —τὸ πότε ἥξει οὔτε ἀγγέλοις ἀπεκαλύφθη—

ἐν ᾗ Χριστὸς ἐλεύσεται ὁ πρὸ αἰώνων Κύριος

νεφέλαις ἐποχούμενος, ὡς Δανιὴλ ἑώρακε,

τοῦ διακρῖναι τὴν γῆν· πρὶν ἐπέλθῃ οὖν ἡμῖν ἡ τοῦ τέλους ῥοπή,

ἱκετεύσωμεν Χριστὸν ἐκβοῶντες αὐτῷ·

Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,

λυτρωτὰ τοῦ παντός.

2

Ἵνα γνῶμεν οὖν ἡμεῖς τὰ ἐπὶ Νῶε,

τῶν ῥημάτων τῆς γραφῆς ἀκροασθῶμεν.

Τοῦτο γὰρ ἐφθέγξατο πρὸς αὐτὸν ὁ φιλάνθρωπος βλέπων τὰς ἀδικίας τῶν πρίν·

«Καιρὸς παντὸς ἀνθρώπου ἐναντίον μου ἥκει,

ὅτι ἡ γῆ ἐπλήσθη ἀδικίας πολλῆς·

νῦν οὖν καταφθείρω αὐτοὺς καὶ πᾶσαν τὴν γαῖαν

τοῦ ἐξαρθῆναι τὴν ἁμαρτίαν, ὅτι ἐπλήσθη φθορᾶς τὰ πάντα.

Ὑπάρχεις δὲ μονώτατος δίκαιος καὶ εὐάρεστος

ἀπὸ τῆς γενεᾶς αὐτῶν· δίκην γὰρ ῥόδου ἤνθησας

ἐν μέσῳ τῶν ἀκανθῶν· ἐνωτίσθητι οὐκοῦν σὺ ῥημάτων ἐμοῦ

τοῦ ποιῆσαι θέλημα τὸ ἐμὸν ἐκβοῶν·

Ῥῦσαι πάντας ...

3

Νῦν οὖν ἄγαγε ὕλην ἀσήπτων ξύλων,

καὶ ποιήσεις κιβωτὸν καθάπερ θέλω,

ἥντινά σοι δείκνυμι, ὡς εἰς μήτραν βαστάζουσαν σπέρματα μελλουσῶν γενεῶν.

Καὶ ταύτην ὥσπερ οἶκον ἐν τύπῳ ἐκκλησίας

ποίησον ἁρμοδίως, ὡς ἐντέλλομαί σοι·

νοσσιὰς ποιήσεις τὴν κιβωτὸν ἀσφαλτώσας,

τριακοσίων πηχῶν τὸ μῆκος, πεντήκοντα δὲ τὸ πλάτος πάλιν,

τὸ ὕψος δὲ τριάκοντα· ἐπισυνάγων ποίησον

εἰς πῆχυν ἕνα ἄνωθεν· διώροφα, τριώροφα

σκευάσεις τὴν κιβωτόν, τὴν δὲ θύραν τέλεσον ἐκ πλαγίων αὐτῆς·

καὶ͜ ͜ἐ͜ν αὐτῇ φυλάξω σε βοῶντά μοι πιστῶς·

Ῥῦσαι πάντας ...»

4

Ὅτε ἤκουσε ταῦτα ἐκ τοῦ Κυρίου,

οὐ παρήκουσεν οὐδὲν τῶν λεγομένων,

ἀλλὰ ἐπειγόμενος ἐκτελέσαι τὸ πρόσταγμα τάχιον, καθὼς ἔφη Θεός,

ποιεῖται τὴν σχεδίαν ὡς ἔντιμος οἰκέτης,

οὕτως καθὼς ὁ πλάστης προσέταξεν αὐτῷ.

Νοσσιὰς ὀρνέων καὶ ταμιεῖα θηρίων

ποιεῖ ἐν ταύτῃ, καθάπερ γράφει· τὰ περικύκλῳ τῶν ὑπερῴων,

κατάγαια, διώροφα, καταφυγὴν τοῖς κτήνεσιν,

ὁμοίως καὶ τριώροφα τοῖς πετεινοῖς καὶ ἑρπετοῖς,

τὰ πάντα πίστει ἐκτελῶν ἵνα μὴ τῶν τοῦ Θεοῦ παρακούσῃ ῥητῶν

καὶ ὀφθῇ ὑπεύθυνος, ὡς μὴ κράζων αὐτῷ·

Ῥῦσαι πάντας τῆς ὀργῆς ...

5

Συνετῶς ὁ ἐκλεκτὸς πληροῖ τὸ ἔργον·

ἀσυνέτων δὲ λαὸς ὁρῶν τὰ ἔνδον

ἔγνω τὸ τελούμενον καὶ τὸ δρᾶμα ἀκούσαντες ἔδοξαν φαντασίαν ὁρᾶν.

Ὁ δίκαιος δὲ πίστει ἐβόα τοῖς ἀπίστοις·

«Παύσατε μέχρι τούτου τὴν ὀργὴν τοῦ Θεοῦ·

ἐν τάχει γὰρ ἥξει, καὶ οὐ μὴ συγχωρηθείη

ἡ ἀπιστία τῶν ἐν τῷ βίῳ, εἰ μὴ τὸ τάχος ἐπιστραφῆτε.

Σφοδρὸς γὰρ καταβήσεται κατακλυσμὸς αἰφνίδιον,

καὶ ὄρη ἅπερ βλέπετε καλύψουσι τὰ ὕδατα,

καὶ καταφθείρουσι τὴν γῆν ἣν ἀπόλλυτε ὑμεῖς ἐν τοῖς ἔργοις ὑμῶν·

ἀλλὰ κλαύσατε πικρῶς καὶ κράξατε Θεῷ·

Ῥῦσαι πάντας ...»

6

Καθορῶν τῶν δυσμενῶν τὴν ἀπιστίαν

καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν,

Νῶε διετρύχετο καὶ͜ ͜ὑ͜πὲρ τούτων προσηύχετο ὅπως μετανοήσωσιν·

ὁρῶν τὴν οἰκουμένην σχεδὸν συντελουμένην,

ἔστενεν ἐν καρδίᾳ ἐκβοῶν τῷ λαῷ·

«Ἐκφύγετε τάχος ἐκ τῆς δεινῆς ἁμαρτίας,

ἀποσοβοῦντες τὰς πονηρίας, μετανοοῦντες ἐφ' οἷς ἐδρᾶτε·

τὸν ῥύπον τῆς ψυχῆς ὑμῶν δάκρυσιν ἀποσμήξατε,

τὸ κράτος τοῦ Θεοῦ ἡμῶν πίστει ἐξιλεώσασθε.

Πρὶν οὖν ἐπέλθῃ ὑμῖν ἡ αἰφνίδιος ὁρμὴ τῆς ὀργῆς τοῦ Θεοῦ

ἀπαλείφουσα ὑμᾶς, βοήσατε αὐτῷ·

Ῥῦσαι πάντας ...»

7

Αὐτοὺς θέλων παιδεῦσαι τῷ παραδόξῳ,

ἐπακούσας τῇ εὐχῇ 〈τῇ〉 τοῦ δικαίου,

ἅπαντα συνήγαγεν ἐν σοφίᾳ ὁ Κύριος κτήνη τὰ ἐν τοῖς ὄρεσιν

ἐνώπιον τοῦ Νῶε, ὡς πρὶν τῷ πρωτοπλάστῳ,

θῆρας δὲ δεδοικότας τὴν ὀργὴν τοῦ Θεοῦ.

Τὰ κτήνη πτοοῦνται, καὶ οἱ βροτοὶ ὡς κτηνώδεις

οὐκ ἀπωθοῦντο τὴν πονηρίαν, ἀλλὰ ἡγοῦντο ὡς φάσμα βλέπειν·

πρὸς τούτους δὲ ἐφθέγγετο Νῶε ὁ τρισμακάριος·

«Τοῖς λόγοις μου οὐ πείθεσθε· πείσει ὑμᾶς τὰ ἄλογα

νυνὶ ἅπερ βλέπετε, ὅτι λύκοι καὶ ἀμνοὶ ἵστανται ὁμαδόν,

ἑρπετὰ μετὰ πτηνῶν, καὶ οὐ κράζετε·

Ῥῦσαι πάντας ...;»

8

Ἱκετεύων συνετῇ διδασκαλίᾳ,

οὐ μετέτρεπεν υἱοὺς τῆς ἀπειθείας·

ὅθεν καὶ προσέθηκαν τοῖς κακοῖς καὶ ἐπέμειναν πωρωθέντες οἱ ἄθλιοι.

Τῇ αὐτῇ ἀσπλαγχνίᾳ ἐφάνη ἐν Αἰγύπτῳ

ἐπὶ τῇ ἀπειθείᾳ τοῦ λαοῦ Φαραώ·

σκληρὰ γὰρ καρδία ἐκτυφλωθεῖσα ἀνοίᾳ

οὐ κατευθύνει ἕως θανάτου· ὃ καὶ ἐδείχθη ἐπ' ἀμφοτέρων·

ἀπολώλαντο πρότερον κατακλυσμῷ οἱ γίγαντες,

ὡσαύτως οἱ Αἰγύπτιοι σὺν Φαραὼ εἰς θάλασσαν,

ὥσπερ ἐν χρόνοις τισὶν ὁ λαὸς ὁ ἀσεβὴς ἐν Σοδόμοις οἰκῶν,

ἐξ ὧν ἔσωσε Θεὸς κραυγάζοντα τὸν Λώτ·

Ῥῦσαι πάντας ...

9

Ὁμαδὸν ἠθροισμένων θηρῶν ἀγρίων,

ἑρπετῶν καὶ πετεινῶν ὁμοῦ παρόντων

(πάντα γὰρ συνήχθησαν τῇ προστάξει τοῦ κτίσαντος εἰσελθεῖν εἰς τὴν λάρνακα),

εὐχῇ δὲ ἀδιστάκτῳ ἐβόα ὁ θεράπων

ἀμέμπτως τηρηθῆναι ἐν πᾶσι τῷ κριτῇ.

Σοφῶς δὲ εἰσάγων τὰ ἀναρίθμητα ζῷα

ἐν τοῖς ταμί͜ε͜ι͜οις τῆς τριωρόφου, καθάπερ εἶπεν ὁ παντοκράτωρ,

ζυγὰ μὲν τὰ ἀκάθαρτα, τὰ καθαρά, ὡς γέγραπται,

ἑπτὰ ἑπτὰ συνέκλεισεν, ἅπερ καὶ διεχώρισε

τῷ ἐν ὑψίστοις βοῶν· «Μὴ παρίδῃς με, Σωτήρ, ὁ τὰ πάντα ὁρῶν,

ἀλλὰ σῶσόν με 〈βυθοῦ〉 βοῶντά σοι πιστῶς·

Ῥῦσαι πάντας ...»

10

Ὑπερεῖδεν οὖν λοιπὸν τοὺς ἀσυνέτους

καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν·

πάντων κατεφρόνησε καὶ τὸ μέλλον ἐφρόντισε δάκρυσιν ἱκετεύων Θεόν·

«Ἐξήγαγές με πάλαι ἐκ μήτρας, ὁ Θεός μου·

σῶσόν με καὶ ἐν ταύτῃ τῇ τερπνῇ κιβωτῷ·

καθάπερ γὰρ τύμβῳ ἐναποκλείομαι ταύτῃ

ἐξ ἧς ἐξέλθω τῇ σῇ δυνάμει ὥσπερ ἐκ τάφου σοῦ με καλοῦντος.

Ἐν ταύτῃ προτυπώσω νῦν τὴν πάγκοσμον ἀνάστασιν

ἐν ᾗπερ τοὺς δικαίους σου σῴζεις πυρός, καθάπερ με

ἐκ μέσου 〈τῶν〉 ἀσεβῶν ἀφαρπάσας σώζεις με ἐν κλύδωνι κακῶν

ἐκβοῶντά σοι πιστῶς τῷ εὐσπλάγχνῳ κριτῇ·

Ῥῦσαι πάντας ...»

11

Τότε πράξας ὁ σοφὸς εὐρύθμως πάντα,

διὰ ῥήματος Θεοῦ εἰσήχθη τάχος

ἅμα τοῖς υἱοῖς αὐτοῦ καὶ σὺν ταῖς γυναιξὶν αὐτῶν, ἔνδοθεν ὀκτὼ μόναι ψυχαί.

Στενάζων δ' ἀνενδότως ἐβόα ὁ θεράπων·

«Μή με συναπολέσῃς τοῖς ἀδίκοις, Σωτήρ·

αὐτὴ γὰρ ἡ κτίσις νῦν συνταράττεται ἤδη,

καὶ τὰ στοιχεῖα δονοῦνται φόβῳ, τῆς οἰκουμένης συγκλονουμένης·

νεφέλαι ηὐτρεπίσθησαν καὶ ὁ ἀὴρ συγκέχυται·

οἱ ἄγγελοι προτρέχουσι τῆς ἀπειλῆς σου πρόδρομοι.»

Τοιαῦτα λέξαντος αὐτοῦ, ἠσφαλίσατο Θεὸς 〈⏑⏑〉 τὴν κιβωτὸν

καὶ ἐσφράγισεν αὐτήν, βοῶντος τοῦ πιστοῦ·

Ῥῦσαι πάντας ...

12

Οὐρανόθεν ὁ κριτὴς κελεύει τότε,

καὶ ἠνοίχθησαν εὐθὺς οἱ καταρράκται,

ὄμβρους ἐπαφιόντες, ὀχετούς τε καὶ χάλαζαν εἰς τὰ πέρατα πάντα 〈τῆς γῆς〉·

πηγαὶ δὲ τῆς ἀβύσσου ἐρράγησαν τῷ φόβῳ,

ὅθεν καὶ ὑπερῆλθον πάντα τόπον τῆς γῆς·

ἐκάλυψαν ὄρη τὰ ὑψηλότατα λίαν,

καὶ οὐχ ὡρᾶτο ξηρὰ οὐκέτι, ἀλλὰ ὑπῆρχε καθὼς τὸ πρώην.

Ἀνήχθη γὰρ τὰ ὕδατα εἰς πήχεις πεντεκαίδεκα,

καὶ πάντα ἐκαλύφθησαν τὰ ἀπ' ἀρχῆς ὁρώμενα

τῇ ἀπειλῇ τοῦ Θεοῦ, ὅτι ἔμειναν βροτοὶ τῇ πωρώσει αὐτῶν

καὶ οὐκ ἔσπευσαν πιστῶς ἐκβοῆσαι αὐτῷ·

Ῥῦσαι πάντας ...

13

Συνεπνίγοντο πλήθη τὰ τῶν ἀλόγων

ἅμα͜ ͜α͜ὐτοῖς τῶν λογικῶν ἀπολλυμένων·

νάπαι διερρήγνυντο καὶ βουνοὶ διελύοντο δύναντες εἰς ἀπέραντον·

ἡ ἄβυσσος ἐξήχει, φωνὴ βροντῶν ἐκτύπει,

ἀστραπαὶ δὲ σπινθῆρας ἀπέβαλλον σφοδρῶς·

κατέδυσαν ὄρη ἐν καρδίαις θαλασσῶν,

τῆς οἰκουμένης καταντλουμένης, σφοδρῶν ἀνέμων ὑπερφυσώντων.

Ἀπόλωλαν οἱ γίγαντες, οἱ ἀπ' αἰῶνος ἄνθρωποι,

ἀπαύστως παροργίσαντες τὸν πρὸ αἰώνων Κύριον·

ὡς ἀθετοῦντες αὐτόν, ὑπὸ πλήθους ὑετῶν κατεκλύσθησαν,

ἐκαλύφθησαν βυθῷ μὴ βοήσαντες·

Ῥῦσαι πάντας ...

14

Ῥαθυμίας καὶ φθορᾶς ἀφαιρεθείσης

καὶ πάντων τῶν ἐν σαρκὶ καταφθαρέντων,

ὄμβροι οὐκ ἐξέλιπον ἕως ὅτε ἐξήλειπτο ἅπαν γῆς τὸ ἀνάστημα·

τεσσαράντα ἡμέρας καὶ νύκτας ἰσαρίθμους

ὕδατα ἀνυψοῦντο ἐπὶ ὕψος πολύ.

Ἐμνήσθη οὖν τότε τοῦ ἐκλεκτοῦ ὁ δεσπότης

καὶ ἀναστέλλει τὰ νέφη, ἄφνω ἐξαποστείλας εἰρήνης πνεῦμα·

συνέσχε γὰρ τὴν ἄβυσσον καὶ τὰς πηγὰς ἐκάλυψε,

καὶ οὕτω διεχώρησαν ἐκ τῆς ξηρᾶς τὰ ὕδατα

ἐν τῇ προστάξει αὐτοῦ· τῷ δεκάτῳ 〈δὲ〉 μηνί, τῶν ὀρέων, φησίν,

ὤφθησαν αἱ κεφαλαί, βοῶντος τοῦ πιστοῦ·

Ῥῦσαι πάντας ...

15

Ὡς δὲ ἀκαταλήπτῳ τῇ δυναστείᾳ

διεχώρισε τὸ ὕδωρ ὁ πανοικτίρμων,

παύσας τὸν θυμὸν αὐτοῦ εὐσπλαγχνίᾳ ἠλέησεν ἅπαντας τοὺς ἐν τῇ κιβωτῷ·

ἐμνήσθη τῆς ἰδίας εἰκόνος ὁ οἰκτίρμων

ἥντινα καὶ ποθήσας διέπλασε χερσίν·

ἐπήγαγε πνεῦμα, καὶ ἠλαττοῦτο τὸ ὕδωρ

ἐπὶ ἡμέρας πολλάς, ὡς οἶμαι, καὶ ὑπεχώρει καθάπερ πρώην

εἰς τὰς συναγωγὰς αὐτοῦ, καὶ ἡ ξηρὰ ἐδείκνυτο.

Διὸ καὶ ἐπεκάθισεν ἡ κιβωτός, ὡς γέγραπται,

εἰς ὄρη τὰ Ἀραράτ, καὶ ἐπαύθη ὁ κλύδων παραυτὰ ἐξ αὐτῆς,

εὐχομένου τοῦ πιστοῦ ἱκεσίᾳ δεκτῇ·

Ῥῦσαι πάντας ...

16

Μετὰ ταῦτα ὁ χορὸς τῶν ἀσωμάτων

τὸν ἐν σώματι λαὸν ἰδὼν φθαρέντα,

τότε ἀνεβόησεν ὅτι «ἄρτι κρατήσωσιν δίκαιοι τῶν περάτων τῆς γῆς»·

ἡδέως γὰρ ὁ πλάστης ὁρᾷ τοὺς κατ' εἰκόνα,

ὅθεν κατ' ἰδίαν σῴζει τοὺς ὁσίους αὐτοῦ.

Ἀνοίξας δὲ Νῶε κατανοεῖ τὸν αἰθέρα

καὶ ἀνεβόα τοῖς ἐκ τῶν σπλάγχνων· «Μὴ ῥαθυμεῖτε, ἀλλὰ θαρσεῖτε».

Εὐθὺς δὲ ἐξαπέστειλε τὸν κόρακα ὁ ὅσιος,

καὶ οὗτος οὐχ ὑπέστρεψε, παραχειμάσας ἔξωθεν·

καὶ γὰρ πάντοτε ποθεῖ τὸν χειμέριον καιρόν, συγχαίρων τῷ βορρᾷ·

ὅθεν οὐκ ἀνέλυσε πρὸς τοὺς κράζοντας·

Ῥῦσαι πάντας ...

17

Ἀλλ' εὐθὺς περιστερὰν ἐξαποστέλλει,

τὴν ἀκέραιον οὖσαν ἐν τοῖς ὀρνέοις,

ἥτις καὶ ὑπέστρεψε, μὴ εὑροῦσα ἀνάπαυσιν, πρὸς τὸν Νῶε τὸν δίκαιον·

ὃς ἐπισχὼν ἡμέρας ἑπτὰ ἐξαποστέλλει

ταύτην, καὶ ἐπανῆλθε πρὸς ἑσπέραν σχεδὸν,

κατέχουσα κάρφος ἐν στόματι τῆς ἐλαίας,

Θεοῦ σημαῖνον τῷ πανολβίῳ τὴν εὐσπλαγχνίαν ἐν μυστηρίῳ.

Εὐθὺς οὖν ἐξελήλυθε Νῶε ἀπὸ τοῦ μνήματος

κελεύσει τοῦ προστάξαντος, μετὰ πάντων τῶν ἔνδοθεν,

οὐχ ὥσπερ πρώην Ἀδάμ· οὐ γὰρ ἔφαγε φυτοῦ θανατοῦντος αὐτόν,

ἀλλ' ἐβλάστησε καρπὸν μετανοίας βοῶν·

Ῥῦσαι πάντας ...

18

Νεκρωθείσης τῆς φθορᾶς καὶ ἀδικίας,

κραταιοῦται ὁ εὐθὴς τῇ διανοίᾳ

πίστει ὡς εὐάρεστος, καὶ οἱ τούτου ἀπόγονοι λάμψαντες ἐπὶ γῆς, ὥσπερ χνοῦς.

Ὁ δίκαιος δὲ τότε θυσίαν ἀναπέμπει

ἄμωμον τῷ Κυρίῳ ἱκεσίᾳ πολλῇ·

ὠσφράνθη δ' ὁ πλάστης ὥσπερ ὀσμῆς εὐωδίας,

καὶ παρεκλήθη φιλανθρωπίᾳ, καὶ ὅρκῳ στήσας ἐπαγγελίαν

βοᾷ· «Οὐκέτι φθείρονται κατακλυσμῷ τὰ σύμπαντα,

εἴπερ καὶ πάντες ἔγκεινται τῇ πονηρίᾳ ἄνθρωποι·

νῦν οὖν ἀνίστημι αὐτοῖς διαθήκην ἀρραγῆ, τὸ τόξον μου δεικνὺς

εἰς σημεῖον τοῖς ἐν γῇ, ὅπως κράζωσί μοι·

Ῥῦσαι πάντας ...»

19

Ὅτε εἶδεν ὁ σοφὸς τὴν γαῖαν πᾶσαν

ἐξ ἀνθέων ποικίλων στεφανουμένην,

τότε κατεβάλετο ταῖς ἀρούραις τὰ σπέρματα, μένων τὴν εὐφορίαν τῆς γῆς·

φυτεύει ἀμπελῶνα καὶ βάλλει ἐλαιῶνα·

σύντομον δὲ παρεῖχον εὐκαρπίαν αὐτῷ.

Τρυγήσας οὖν Νῶε τὴν λύπην παραμυθεῖται,

καὶ ἐμεθύσθη πιὼν ἀμέτρως καὶ ἐγυμνώθη ὑπνῶν καὶ ῥέγχων·

μὴ φέρων οὖν ὁ βάσκανος βλέπειν βροτὸν ἀμέριμνον,

τὸν ἕνα ἐξηπάτησε τῶν ἀδελφῶν ὁ δόλιος

ἐμπαίζειν ἰδίῳ πατρί· καὶ ἐκνήψας ὁ σοφὸς καταρᾶται τῷ Χάμ,

τοὺς δὲ δύο εὐλογεῖ σκεπάσαντας βοῶν·

Ῥῦσαι τούτους ...

20

Ὑποπίπτει ὁ Ἀδὰμ τῇ παραβάσει,

καὶ ὑπεύθυνος ὁ Χὰμ εὑρέθη ταύτῃ·

ταῦτα δὲ πρὸς ἔλεγχον ἡ γραφὴ ἀνιστόρησεν ἅμα καὶ νουθεσίαν ἡμῶν.

Τὴν πλάνην οὖν φυγόντες, νικήσωμεν τῇ πίστει

πᾶσαν τὴν πανουργίαν τοῦ δολίου ἐχθροῦ·

ὑπάρχοντες τέκνα τῆς ἀμώμου κολυμβήθρας,

μὴ ὑπαχθῶμεν τῇ ἁμαρτίᾳ, ὥσπερ Ἰούδας φιλαργυρίᾳ·

ἐκεῖνος γὰρ κατέλιπεν ἄμπελον τὴν ἀληθινὴν

καὶ ἀκάνθας ἐβλάστησε καὶ χερσωθεὶς ἀπώλετο.

Ἐσώμεθα οὖν ἄμπελος τοῦ Κυρίου σαβαώθ, οἱ ποθοῦντες Χριστόν,

ἔργα ἔχοντες καλὰ καὶ βοῶντες αὐτῷ·

Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,

λυτρωτὰ τοῦ παντός.

3

t

{Τῇ κυριακῇ τῆς δʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον ᾀδόμενον εἰς τὴν

θυσίαν Ἀβραάμ, φέρον ἀκροστιχίδα τήνδε·

<εἰς τὸν Ἀβραὰμ Ῥωμανοῦ ὕμνος>

πλ. αʹ}

pro

{Προοίμιον}

Ὡς καθαρὰν θυσίαν καὶ ἄμωμον προσφορὰν

ἀναιμωτὶ ἐδέξω τὸν ἄκακον Ἰσαὰκ

ἐκ πατρὸς προσαγόμενον ὑπὲρ υἱῶν ἀγαπώντων σε·

τῆς γὰρ φιλίας θριαμβεύσας τὴν γνώμην,

τῆς ἀτεκνίας τὸν πρεσβύτην ἐρρύσω, φιλάνθρωπε,

ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν 〈ἡμῶν〉.

1

Εἰς ὄρος ἀναβαίνοντα σὲ τὸν πρεσβύτην ὁ νέος ἐγὼ

ζηλῶσαι θέλω καὶ ναρκοῦσί μου πόδες·

εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής·

ὦ ψυχή μου, θάρρησον θεωροῦσα

τὸν Ἀβραὰμ νῦν γῆρας ἀποθέμενον καὶ νεάζοντα·

οὗ ἔκαμνον πόδες, ἀλλ' ἠνδρίζετο γνώμη·

ἠγνόει τὸν τόπον καὶ ἀπῄει τῷ τρόπῳ

ὁδηγοῦντος αὐτὸν τοῦ καλέσαντος,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

2

Ἰσχὺς οὖν ἦν ἡ πίστις σου, ὅθεν ὁ πόθος πολὺς ἦν ὁ σὸς

τοῦ ἐκτελέσαι τοῦ καλοῦντος τὴν βουλήν.

Τί δέ σοι ὁ καλῶν προσέταξεν ἀκούσωμεν·

«Λάβε παῖδα τὸν ἐκ τῶν σῶν λαγόνων

ὅνπερ ἐν γήρει ἔσχες παραμύθιον, καὶ σφάξον μοι.»

Ὢ πόσης ὑπῆρχε τούτῳ λύπης τὸ ῥῆμα·

οὐκ εἶπε γὰρ παῖδα καὶ ἠρκέσθη τῷ λόγῳ,

ἀλλὰ ἠρέθιζε σπλάγχνα γέροντος,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

3

Σκληρὸν μὲν τὸ πρόσταγμα· σὺ δὲ πρὸς τοῦτο, πρεσβύτα, ὀξύς·

τοῦ γὰρ παιδός σοι ποθεινότερος Θεός·

διὸ πρὸς τὸ ῥηθὲν ἀμφίβολος οὐ γέγονας.

Πῶς οὐκ εἶπας· «Διὰ τί με πατέρα

καὶ οὐ φονέα τέκνου προσηγόρευσας, ὦ δέσποτα;

Ὃ γίνομαι λέγε, ὃ γέγονα μὴ κάλει·

καιρὸν γὰρ ὀλίγον ὠνομάσθην γενέτης,

εἰς αἰῶνα δὲ σφαγεὺς γόνου κηρύττομαι·

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

4

Τί ἄρα͜ ͜ο͜ἱ ὁρῶντές με σφάττοντα τέκνον λογίσονται νῦν;

Μανέντα, οἴμοι, ἢ ἐκστάντα τῶν φρενῶν·

καὶ λῆρόν μου τὸ γῆρας δόξωσιν οἱ ἀκούοντες.

Πῶς χερσὶ δὲ ταῖς ἰδίαις ὀλέσω

οὗ τοῖς δακτύλοις ἤλπιζον κλεισθῆναί μου τὰ βλέφαρα;

Ὃν ἔλυσα σπαργάνων πῶς δεσμήσας φονεύσω;

Ὃν βλέπων σκιρτῶντα, σὲ εὐλόγουν τὸν δόντα·

οὗ γέγονα τροφεύς, σφαγεὺς οὐ γίνομαι,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

5

Ὅταν μὲν τῷ κάλλει σου βλέψω, ὦ τέκνον, πληροῦμαι χαρᾶς·

ὅταν δὲ πάλιν τοῦ δεσπότου ἀκούσω,

ὁ γέλως μου εἰς πένθος τρέπεται καὶ δάκρυα.

Οἴμοι, σπλάγχνον, τὴν ψελλίζουσαν γλῶσσαν

ἄφωνον δείξει χεὶρ τοῦ σε γεννήσαντος ἡ σφάζουσα·

τὰ δὲ βλέφαρά σου οὑ καμμύσει ἡ Σάρρα·

τὰ ῥοδίζοντα χείλη νῦν ἀδόνητα δείξω

ὅτι πρόσταγμα τελῶ τοῦ δώσαντος,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

6

Ναρκῶσαν τὴν χεῖρά μου καὶ δεδοικῶσαν τὸ ξίφος κρατεῖν

τίς κραταιώσει καὶ διδάξει φονεύειν

οὐ μόσχους σου, οὓς ἔθος ἔσχηκεν, ἀλλὰ τέκνον μου;

Τίς ὠμὸν δὲ καὶ ἀνοίκτειρον δείξει

τὸν εὐσπλαγχνίας χάριν εἰσδεξάμενον τοὺς ἅπαντας;

Ὁ πρώην ἀγνώστους δεξάμενος καὶ θρέψας,

σὲ τὸν κληρονόμον σὸς πατὴρ πῶς ὀλέσω;

Τίς ἀκούσεται κἀμὲ οὐ φεύξεται;

Ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἐμῶν.

7

Ἀκούσει τοὺς λόγους σου πάντας 〈ἡ〉 Σάρρα, ὦ δέσποτά 〈μου〉,

καὶ τὴν βουλήν σου ταύτην γνοῦσά μοι λέξει·

Εἰ αὐτὸς ὁ διδοὺς ἐλάμβανε, τί παρέσχηκε;

Σύ, πρεσβῦτα, τὸν ἐμὸν ἔα πρός με,

καὶ͜ ͜ὅ͜ταν θελήσῃ τοῦτον ὁ καλέσας σε, δηλώσῃ μοι·

ὁ πρώην δι' ἀγγέλου τόκον τούτου σημάνας,

τὸν φόνον μοι αὖθις ὡς ἂν θέλῃ, δηλώσῃ·

οὐ πιστεύω σοι τὸ τέκνον, οὐ δώσω σοι,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

8

Βραχὺν καιρὸν ζήσουσα, τούτῳ συζήσω· μετὰ τὸ θανεῖν,

ἐὰν θελήσῃς. τοῦτο δρᾶσον ἐν αὐτῷ·

μὴ λείπῃ με καὶ λύπη κτείνῃ με, σοῦ αἰτέομαι.

Μόλις τούτου ἐπετύχομεν, ἄνερ,

καὶ παρ' ἐλπίδας παῖδα ἐκ κοιλίας μου ἐκτησάμεθα·

εἰ οὖν πρώην τυχόντες ἀποτύχωμεν ἄρτι,

ἢ τάχα κυῆσαι, θηλαῖς θρέψαι ὀφείλω,

καὶ ἀκμάσαντα δοῦναι τῷ δώσαντι;

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

9

Ῥοπὴν ἐμοῦ ἀπόστηθι· τοῦτον ἀγκάλαις λαμβάνω ἐγὼ

πόνον γαστρός μου· κορεσθῆναι γὰρ ζητῶ·

εἰ χρῄζει θυσιῶν ὁ καλέσας σε, λάβῃ πρόβατον.

Οἴμοι, τέκνον Ἰσαάκ, εἰ κατίδω

σοῦ ἐπὶ γῆς 〈τὸ〉 αἷμα ἐκχυνόμενον ... μὴ γένοιτο·

φονεύσει με πρώτην, εἶθ' οὕτως σε φονεύσει·

πρὸ σοῦ τὴν τεκοῦσαν, μετ' αὐτὴν σὲ τὸν τόκον·

μὴ κατίδω σου σφαγήν, καὶ ἀπόλωμαι·

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

10

Ἀγγέλου σημάναντος τόκον 〈ἐν γήρᾳ〉, ἐγέλασα πρίν,

καὶ νῦν τὸ ῥῆμα ἰδοῦσα πρᾶγμα, ἐχάρην·

ἀλλ' ἤδη ἡ χαρὰ εἰς δάκρυα τάχα τρέπεται·

σύ μου φάος, σὺ αὐγὴ ἐμῶν βλεφάρων·

σὲ ὥσπερ ἄστρον βλέπουσα λαμπρύνομαι, ὦ τέκνον μου·

σὺ τῆς ἐμῆς κοιλίας καρπὸς ὥριμος ὤφθης·

σὺ βότρυς περκάζων ἀκμασάσης ἀμπέλου·

οὐ σβέσει σε πατήρ, οὐ τέμνει σε·

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

11

Ἀκμάσας γενήσει μου στήριγμα γήρους, ὦ σπλάγχνον ἐμόν,

τὰ σὰ δὲ τέκνα βακτηρία πολιᾶς·

κατίδω σῆς ὀσφύος ἔκγονα καὶ͜ ͜ο͜ὕτω θνήξομαι·

σὺ δὲ κόρας τὰς ἐμὰς ἀποκλείσεις,

σὺ σὺν τοῖς τέκνοις κόλποις παραπέμψεις με τῶν πατέρων μου,

σὺ κλίνης μου πρῶτος πορευόμενος κλαύσεις·

ἐγὼ δέ σου θνῆσιν οὐδαμῶς μὴ θρηνήσω

ὀλετῆρα σὸν πατέρα ἀκούσασα·

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

12

—Μὴ τουτοισὶ τοῖς ῥήμασι γύναι, χρωμένη, ὀργίσῃς Θεόν·

ἀλλότριόν τι οὐκ αἰτεῖται παρ' ἡμῶν·

ὃ πρώην γὰρ αὐτὸς δεδώρηται, τοῦτο λήψεται.

Μὴ σπιλώσῃς τὸ͜ ͜ὁ͜λοκαύτωμα θρήνοις

μηδὲ δακρύσῃς· μῶμον ἐπιθήσεις γὰρ τῇ θυσίᾳ μου·

Θεὸς αὐτὸν θέλει, καὶ τίς τοῦτον ἐπέχει;

Καὶ κόλποις σοῖς ὄντα θανατῶσαι ἰσχύει·

τὴν οὖν πρόθεσιν δεῖξόν σου πέμψασα,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

13

Ῥαντίσω τοῖς δάκρυσι πᾶσαν τὴν γαῖαν, καὶ σὺ σὺν ἐμοί,

ἀλλ' οὖν ἐκ τούτου κέρδος ἡμῖν οὐκ ἔσται·

ὅταν γάρ τι Θεὸς βεβούλευται, τίς ἀνθίσταται;

Ἤ, δοκεῖς σύ, μόνος σὸς πέλει γόνος;

Τέκνον ἐμὸν δὲ οὗτος οὐχ ὑπάρχει νῦν ὃν ἐγέννησα;

»Σπορεὺς αὐτοῦ πέλεις καὶ σφαγεὺς τούτου μέλλεις·«

Ὁ τοῦτο προστάξας, γύναι, πάντων δεσπόζει,

δῶρον εὔκαιρον ἡμῶν ἐξαιτήσας με,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.»

14

Ὡς ἤκουσε τὰ ῥήματα τοῦ ὁμοζύγου, 〈ἡ〉 Σάρρα φησίν·

«Εἰ εἰς ζωήν σε θέλει, ζῆσαι προστάξει·

ἀθάνατος ὑπάρχων Κύριος, οὐ μὴ κτείνει σε·

νῦν αὐχήσω, σὲ προσάξασα δῶρον

ἐκ κοιλιᾶς μου τῷ δωρησαμένῳ σοι μακαρίζομαι.

Πορεύου οὖν, τέκνον, καὶ γίνου Θεῷ θῦμα,

σὺν τῷ σῷ γενέτῃ, φονευτῇ δέ σου μᾶλλον·

πιστεύω δέ, γονεὺς σφαγεὺς οὐ γίνεται,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

15

Μητέρα λιμπάνων με, εὕρῃς πατέρα τὸν πάντων Θεόν·

αὐτὸς σφαγέντα ἀναδείξει μοι ζῶντα·

εἰ καὶ μὴ τῷ παρόντι, δείξει μοι εἰ τῷ μέλλοντι·

ἄσπασαί με, Ἰσαάκ, τὴν τεκοῦσαν

καὶ τῶν ὠδίνων μήπω ἀπολαύσασαν, καὶ͜ ͜ἀ͜ποτρέχετε.»

Τοιαῦτα ἦν ἄρα ἅπερ ἔφη Σάρρα·

ὁ πρέσβυς δὲ πάντως εἶπεν ἄλλ' ὑπὲρ ταῦτα,

ἀλλ' οὐκ ἔστερξαν ὑπὲρ 〈τὸν〉 Κύριον,

ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

16

Αὐτὸς ὁ γεννήσας γὰρ σχίδακας τέκνῳ ἐπέθηκεν,

καὶ ὤμοις φέρει οἷς ἐτίθεντο ὁ παῖς·

ἐνταῦθα πᾶς πιστὸς νοείτω μοι τὸ μυστήριον.

Ἤλυθαν δὲ οὗπερ ἦσαν κληθέντες,

καὶ ὡς προβλέπων ἔφησε τὰ μέλλοντα ὁ πιστότατος,

«Καθίσατε», λέγων τοῖς συνοῦσιν, «ἐνταῦθα·

ἐγὼ δὲ σὺν τέκνῳ πορευθεὶς ἀναστρέψω.»

Καὶ τὰ ῥήματα ἐφάνη πράγματα,

〈ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉

17

Νευρώσας ναρκήσαντας πόδας τῇ πίστει καὶ τὴν δεξιὰν

ὁπλίσας ξίφει, πρῶτον εἶχεν Ἰσαάκ,

ἀλλ' εὗρε πειρασμὸν τὰ ῥήματα τοῦ παιδός· φησίν·

«Φράσον, πάτερ, τίς ὁ σφάττεσθαι μέλλων;

Ἔχω τὰ ξύλα, πῦρ σὺ καὶ τὴν μάχαιραν· ποῦ τὸ πρόβατον;»

Ὦ σπλάγχνον γενέτου· πρὸς τοὺς λόγους τοῦ τέκνου

τίς τότε ὑπάρχων ἀπηνὴς οὐκ ἐκάμφθη;

Καὶ οὐκ ἔκαμψε λαλῶν, ἀλλ' ἤγγρισεν,

ὅτι μόνος 〈ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉

18

«Ὁ πρώην καλέσας με ὄψεται, τέκνον, εἰ θέλει σφαγήν·

ἡμεῖς δὲ τούτῳ ὑπουργήσωμεν», φησίν.

«Ὦ πάτερ, κατ' ἐμοῦ τὴν μάχαιραν ἠκόνησας;

Βλέπω τύμβον τὸν βωμόν, ὦ γενέτα·

σὲ δὲ δεσμοῦντα ἅμα καὶ φονεύοντα ἐνοπτρίζομαι·

εἰ τοίνυν ὃ βλέπω ἀληθῶς ὁρῶ, λέγε,

μὴ ἄκοντα σφάξῃς ἵν' εὐπρόσδεκτον εὕρῃς

τὴν θυσίαν σου, ἐμὲ τὸ τέκνον σου·

ὅτι μόνος 〈ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.»〉

19

Υἱοῦ μὲν τὰ ῥήματα τότε παρίδε πιστὸς Ἀβραάμ,

καὶ τῆς θυσίας ἦν ἐργάτης ἰσχυρός,

καὶ πόδας σὺν χερσὶν ἐδέσμησεν ὃν ἐγέννησε,

«Πρῶτον», λέγων, «δήσω, εἶτα φονεύσω,

μήποτε τούτου σκίρτημα κωλύσῃ μου τὸ ὅρμημα.»

Χειρὶ λαβὼν ξίφος εἰς σφαγήν, ἐπεσχέθη,

οὐ τέκνου σκιρτῶντος, τοῦ Θεοῦ δὲ καλοῦντος

καὶ σημαίνοντος αὐτοῦ τὰ μέλλοντα,

〈ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.〉

20

Ὑψόθεν ἐπέβλεψεν ὁ ἐπιβλέπων ἀβύσσους Θεὸς,

καὶ τῷ δικαίῳ ἀνεβόησε φωνήν·

«Ἀβραάμ, Ἀβραάμ, πιστότατε, στεῖλον χεῖρά σου·

γνῶναι θέλων σὲ ὁ μὴ ἀγνοήσας

σὲ πρὸ τοῦ πλάσαι, † τὴν πίστιν σου νῦν εὗρον ἥνπερ μέλλουσι

βλέπειν οἱ τῆς ἀληθείας θερμοὶ ἐρασταί μου

ἐπ' ἐσχάτων τῶν αἰώνων, † ὅτι μέλλει ὁ υ͜ἱ͜ό͜ς μου

εἰς 〈τὸ〉 ὄνομα ἐμὸν δοξάζεσθαι,

ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.

21

Μὴ κτείνῃς τὸν παῖδά σου· νῦν γάρ σε ἔγνων φοβούμενόν με·

τοῦ ὑϊοῦ σου οὐκ ἐφείσω δι' ἐμέ,

ὅντινα λαβὼν ἀπότρεχε καθὼς πρόειπας.»

Ταῦτ' ἀκούων Ἀβραὰμ ἔφη τότε·

«Μή τινα μῶμον εὗρες ἐν θυσίᾳ μου καὶ ἐπέσχες με;

Μή τι παρερρύη ἐν λόγῳ ἢ ἐν ἔργῳ;

† ἢ δόλος ἐν τῷ στόματί μου; † Ὡς καρδίας ἐτάζων,

σὺ καθάρισον καὶ σφάξαι πρόσταξον,

ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

22

—Νῦν στεῖλον τὴν χεῖρά σου· εὗρον ὡς θέλω σὴν πίστιν ἁγνήν,

διὸ καὶ ἐν σοὶ προσκιάζω τὰ ἐμά·

ἐμὸν γὰρ εἶ σαφῶς ἐκτύπωμα, ναί, δίκαιε·

θέλεις γνῶναι ἐκ τῶν σῶν τὰ μετὰ σέ;

Τούτου γὰρ χάριν ἔνθα σε ἀνήγαγον, 〈τοῦ〉 δεῖξαί σοι.

Ὥσπερ οὖν οὐκ ἐφείσω δι' ἐμὲ τοῦ υἱοῦ σου,

κἀγὼ διὰ πάντας οὐ φείσομαι τοῦ υἱοῦ μου·

ὑπὲρ κόσμου δὲ σφαγῆναι δίδωμι,

ὁ δοτὴρ τῶν ἀγαθῶν 〈καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.〉

23

Οὕτως δ' ὡς ἐβάσταξε ξύλα τοῖς ὤμοις ὁ σὸς Ἰσαάκ,

ἐπ' ὤμων φέρει ὁ ἐμὸς υ͜ἱ͜ὸ͜ς τὸν σταυρόν·

ὁ πόθος ὁ πολύς σοι ἔδειξε καὶ τὰ μέλλοντα.

Βλέψον ἄρτι καὶ κριὸν τὸν ἐν ξύλῳ·

πόθεν κρατεῖται βλέπων καταμάνθανε τὸ μυστήριον·

τοῖς κέρασιν τοῦτον τὰ δεσμὰ περιέχει,

τὰ κέρατα χεῖρας τοῦ υἱοῦ μου σημαίνει·

καὶ σφάξον μοι, καὶ σὸν υἱὸν φυλάττω σοι,

ὁ δοτὴρ τῶν ἀγαθῶν 〈καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.»〉

24

Σφαγὴν οὐ δεχόμενον βλέπουσα Σάρρα σὺν τῷ Ἀβραάμ,

χορεύει πάλιν δεξαμένη Ἰσαάκ·

«Ὁ δείξας σε ἐμοί, ὦ τέκνον μου, λάβῃ πνεῦμά μου.»

Ταύτην ἡμῖν τὴν χαρὰν σὺ παράσχου,

ὁ ἐπὶ ξύλου χεῖρας ὥσπερ κέρατα δεσμηθεὶς δι' ἡμᾶς·

ἡμῶν ἱκεσίας κενὰς μὴ ἀποστρέψῃς,

δι' οὓς ἐσταυρώθης ἐν θυμῷ σου μὴ κτείνῃς·

τούτων πρέσβευε καὶ σύ, πάτερ, τυχεῖν ἡμᾶς,

ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

4

t

{Τῇ κυριακῇ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν

ᾀδόμενον εἰς τὸν Ἰσαὰκ ὅτε εὐλόγησε τὸν Ἰακώβ, φέρον ἀκροστιχίδα τήνδε·

<τοῦ ταπεινοῦ Ῥωμανοῦ>

ἦχος πλ. δʹ

πρός· Τὸν πρὸ ἡλίου ἥλιον.}

pro

{Προοίμιον}

Τὸν Ἡσαῦ μισήσας ὡς ἄσωτον

καὶ Ἰακὼβ ἀγαπήσας ὡς δίκαιον,

τὴν εὐλογίαν ἐξ ἐκείνου εἰς τοῦτον μετήγαγες·

ἀλλ' ὡς τῷ πράῳ τῇ συμβουλίᾳ τῆς μητρός,

ταῖς ἱκεσίαις τῆς ἀχράντου σου μητρός, Χριστὲ ὁ Θεός,

ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.

1

Τὸν διὰ τῆς ὑπακοῆς σώσαντα γένος ἀνθρώπων,

πατήσαντα τὸν ὄφιν καὶ φωτίσαντα τὸν κόσμον

καὶ ἐκ τῆς παρθένου τεχθέντα ἀγεωργήτως,

τὸν τῆς κατάρας ἀπαλλάξαντα κτίσιν ἅπασαν,

τὸν τοὺς παραβάντας ῥήξαντα͜ ͜ἀ͜γγέλους

καὶ παραπεσόντα χειρὶ ἐγείραντα Ἀδὰμ

ὑμνήσωμεν, δοξάσωμεν.

Γνῶμεν τί ἔδρασεν ἡμῖν τὸ πτῶμα

τῆς παραβάσεως ἐν τῇ παρακοῇ,

καθὼς καὶ ἡ βίβλος τῆς κτίσεως λέγει

τοῦ πρωτοπλάστου τὴν ἀθεσίαν·

ὅθεν σπεύσωμεν ἅπαντες καὶ κράξωμεν τῷ Θεῷ ἡμῶν·

Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.

2

Οἱ τῶν μελλόντων τύποι οὖν σύγγονοι δύο ὑπῆρχον,

τεχθέντες ἐκ Ῥεβέκκας Ἰσαὰκ τῷ πατριάρχῃ·

τὸν Ἡσαῦ δὲ τότε καλέσας ἔφη ὁ πρέσβυς·

«Πορεύου, τέκνον, ἐν ἀγρῷ σπουδῇ καὶ ἀγώνισαι·

λάβε σου τὸ τόξον καὶ τὴν φαρέτραν·

θήρευσόν μοι θήραν καὶ σπεῦσον ἀρέσαι πατρὶ,

καὶ ἔνεγκέ μοι ἔδεσμα,

ὅπως σου δέξωμαι τὴν προθυμίαν,

καὶ εὐλογήσω σε πρὶν τελευτῆσαί με·

ἀνάστηθι, δεῖξον τὴν διάθεσίν σου,

καὶ πλήρωσόν μου ἐπιθυμίαν·

ὁρῶν γάρ σου τὴν ἅπασαν προαίρεσιν, τῷ Θεῷ κράζω·

Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»

3

Ὑπέστησεν ὁ γηραιὸς τὸν ἐκ τῶν σπλάγχνων τεχθέντα,

καὶ τρέχειν κατεπείχθη ὁ Ἡσαῦ τό〈τε〉 εἰς θήραν·

ἡ δὲ μήτηρ τούτου πρὸς Ἰακὼβ ἀνεβόα·

«Σπούδασον φθάσαι εἰς τὴν ποίμνην καὶ ἀγωνίσασθαι·

ἤκουσα λαλοῦντος τοῦ σοῦ γενέτου

πρὸς τὸν ἀδελφόν σου· Θήρευσόν μοι θήραν, ὦ παῖ,

καὶ ἔνεγκέ μοι ἔδεσμα·

καὶ φαγὼν καὶ͜ ͜ε͜ὐφρανθεὶς σὲ εὐλογήσω·

πρὸ τοῦ 〈ἐ〉μὲ θανεῖν συντόμως πείσθητι.

Καθώς σοι οὖν εἶπον πορεύθητι, λάβε

ἀπὸ τῆς ποίμνης δύο ἐρίφους·

ποιήσω τῷ γενέτῃ σου τὸ ἔδεσμα, ἵν' εὐξάμενος

ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν.»

4

Ταῦτα ἀκούσας Ἰακὼβ πρὸς τὴν τεκοῦσαν ἐβόα·

«Πῶς φθάσω εἰς τὴν ποίμνην καὶ κομίσω τοὺς ἐρίφους;

Ὁ Ἡσαῦ, ὦ μῆτερ, ἀνὴρ δασὺς φύσει ἐστίν·

ἐγὼ δὲ πάλιν ὡς ἀνὴρ λεῖος ἐπαισχύνομαι·

μήπως ὁ πατήρ μου ἐμὲ γνωρίσῃ

καὶ ὑπὸ αἰσχύνης ὡς καταφρονήσας αὐτοῦ

ἀπέναντι γενήσομαι·

ἐπάξω δὲ ἐμαυτῷ μᾶλλον κατάραν,

καὶ͜ ͜ο͜ὐκ εὐλογήσει με, ἀλλ' ἀπολέσει με.

Ὦ μῆτερ, πτοοῦμαι τὸ τόλμημα πάνυ,

τοῦ ἀδελφοῦ μου καὶ τὴν μανίαν·

σιγήσομαι οὖν καὶ͜ ͜ε͜ὔξομαι τῷ πλάσαντι κράζων· Εὔσπλαγχνε,

ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»

5

«Ἄκουσον λόγων τῶν ἐμῶν καὶ μὴ δειλία, ὦ τέκνον,»

ἡ μήτηρ ἀνεβόα κολακεύουσα τὸν νέον·

«νῦν ἐπάκουσόν μου καὶ δεῖξον ὡς ἀγαπᾷς με·

ἡ σὴ κατάρα ἐπ' ἐμὲ γενήσεται, τέκνον μου·

μόνον τῇ βουλῇ μου παράσχου χάριν

ὡς ἐνετειλάμην, καὶ δύο ἐρίφους καλοὺς

καὶ ἁπαλούς μοι κόμισον.»

Ὁ δὲ παῖς πορευθεὶς ἤγαγε ταύτῃ

δύο ἐρίφια, καὶ τὰ ἐδέσματα

ἐποίησε τάχος καθὼς καὶ ἐφίλει

ὁ πατὴρ τούτου, τῇ προθυμίᾳ

ἀγαπῶσα· τὸ τέκνον δὲ προσηύχετο· «Σύ, φιλάνθρωπε,

ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»

6

Περιεπτύξατο στολὴν τοῦ πρεσβυτέρου συγγόνου

ὁ νεανίσκος τότε, ὡς διδάσκει τὸ βιβλίον·

τὰ δὲ δάση πάλιν τὰ τῶν ἐρίφων λαμβάνει

καὶ περισφίγγει τῷ τραχήλῳ σὺν τοῖς βραχίοσι

μέχρι καὶ τῶν ὤμων καὶ τῶν δακτύλων·

ἦρε δὲ τοὺς ἄρτους καὶ τὰ ἐδέσματα ὁμοῦ

καὶ τρέχειν κατεπείγετο.

Ἔνδον δὲ εἰσελθών, τῷ γηραλέῳ

εὐθὺς ἐβόησεν· «Ὦ πάτερ, κέλευσον,

ἰδοὺ ὁ υἱός σου 〈ὁ〉 Ἡσαῦ ὁ πρῶτος·

ἐγὼ λαλῶ σοι, ἐπάκουσόν μου·

ἐδέσματά σοι ἤγαγον, ὡς ἔφης μοι, καὶ αἰτοῦμαί σε·

ἐξ οὐρανοῦ εὐλογίαν παράσχου 〈ἡμῖν.〉»

7

Εἶπεν δὲ τότε Ἰσαὰκ τῷ ὑϊῷ αὐτοῦ· «Τέκνον,

ταχὺ ὑπήκουσάς μου καὶ τὴν θῆρα ἐκομίσω.»

Ὁ δὲ νέος πάλιν πρὸς τὸν γενέτην ἐβόα·

«Τοῦτο ὑπάρχει ὅπερ ὁ Θεός σοι ἀπέστειλεν,

ὅστις θωρακίσας ἐπὶ τὴν θήραν

ὥσπερ πρὸς ἀρνίον ἐν τῷ πεδίῳ μοι ὀφθεὶς

παρέσχε μοι τὴν δύναμιν.

Καὶ λοιπὸν ἔφθασα ὥσπερ εἰς μάνδραν,

καὶ κομισάμενος τὸ θῦμα ἤγαγον,

γενέτα, ὡς εἶπας· ἐπλήρωσα ἔργον

ἵνα μετάσχω τῆς εὐλογίας·

τὴν χάριν οὖν ἣν πρότερον ὑπέσχου μοι ἐκπληρώσας νῦν,

ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»

8

Ἰσαὰκ γνοὺς τὸν ὑϊὸν τάχος ἐλθόντα τῆς θήρας,

τὸν νοῦν αὐτοῦ ταράξας, ἐλογίζετο τοιαῦτα·

«Τίς ὁ…

Ὁ…

μή…

The complete text is available when the reading interface loads.