Cantica genuina
- Edition reference
- Cantica genuina, ed. P. Maas and C. A. Trypanis, Sancti Romani Melodi cantica: cantica genuina, Oxford: Clarendon Press, 1963: 276–280, 294–311, 447–453, 487–510.
- CTS identifier
urn:cts:greekLit:tlg2881.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
38
strop
2
ἀλλ' ὥσπερ ἤδη μελετήσας τὸ ἀσεβὲς εὐθὺς ἐποίησεν,
ἵνα τέρψῃ ἣν ἐμοίχευσεν·
ἡ μοιχὰς γάρ, οὐχ ἡ κόρη ἀποκόψαι τὸν τῆς στείρας ἐζήτει καρπόν·
ἥτις καὶ τάχα πρὸ τῆς τομῆς τὴν ἰδίαν
γνώμην ἐδήλου τῇ κόρῃ βοῶσα αὐτῇ·
“Δεῦρο μοι, τέκνον, συναίνεσον τῇ μητρί σου·
λόγον γὰρ κρύφιον ἔχω γυμνῶσαι πρὸς σέ·
φανερῶ σοι τὴν βουλήν μου· ἐπιθυμῶ ἀνελεῖν
τὸν υἱὸν Ζαχαρίου· ἔδωκε γάρ μοι πληγὴν
[αἰωνίαν, οὐ πρόσκαιρον.”]
3
Ὑπακούσασα δὲ ἡ παιδίσκη τοῦ παρανόμου μελετήματος
ἔφριξεν, ἔκραξεν· “Ὦ μῆτερ, ὢ τί δεινόν ἐστι τὸ πάθος σου·
ἄφες τοῦτο ἀνιάτρευτον·
ἂν γὰρ θέλῃς θεραπεῦσαι χαλεπώτερον τὸ τραῦμα ποιεῖς σεαυτῇ·
κοίμησον ἔνδον τῶν λογισμῶν σου τὸ ῥῆμα,
μήποτε γένηται πτῶμα τῷ γένει ἡμῶν·
οὔτε γὰρ μόνη τὸν ἐξ αὐτοῦ μόρον δέχῃ,
ἀλλὰ κἀγὼ καὶ Ἡρώδης καὶ οἱ ἐξ ἡμῶν·
ἐὰν θάνῃ Ἰωάννης, γέγονε πάντα νεκρά,
καὶ ἐτάφημεν ζῶντες μνήμην λείψαντες κακήν,
[αἰωνίαν, οὐ πρόσκαιρον.”]
4
“Τί ἐγένετο σοί, ὦ παιδίσκη; τί σοι συμβέβηκεν αἰφνίδιον;
πόθεν ἐφείσω Ἰωάννου καὶ τῆς μητρὸς ὑπερηγάπησας
τὸν μισοῦντα τὴν ζωὴν ἡμῶν;
ἀγνοεῖς πολλάκις, τέκνον, ἃ ὑπέθετο Ἡρώδῃ ἕνεκεν ἐμοῦ,
‘οὐκ ἔξεστί σοι’, 〈λέγων〉, ‘ἔχειν τὴν γυναῖκα
Φιλίππου τοῦ ἀδελφοῦ σου· ἀπόθου αὐτήν’·
θέλω οὖν ἤδη τὴν ἄκαιρον παρρησίαν
τοῦ τολμηροῦ ἀποκόψαι, ἂν εὕρω καιρόν·
ἀφελῶ αὐτοῦ τὴν γλῶτταν, μᾶλλον δὲ τὴν κεφαλήν,
καὶ λοιπὸν οὐ λυποῦμαι ἔχουσα ἐν ἀσφαλεῖ
[τὴν ζωήν μου τὴν πρόσκαιρον.”]
5
“Ἀσεβοῦμεν, μῆτερ, οὐκ εἰς ἄλλους, ἀλλ' εἰς ἡμᾶς καὶ τὴν ζωὴν ἡμῶν,
ὥσπερ Ἰ͜ε͜ζάβελ τὸν Ἠλίαν ὀλέσαι θέλουσα τὸν δίκαιον
ἑαυτὴν μᾶλλον ἀπώλεσεν·
Ὁ Ἠλίας μὲν ἐντόνως, Ἰωάννης δὲ ἐννόμως ἤλεγξεν ἡμᾶς·
ὁ ἐρημίτης σὺν αὐστηρότητι εἶπεν
ὡς παραινῶν τῷ Ἡρώδῃ· ‘οὐκ ἔξεστι σοί’·
ὁ δὲ Θεσβίτης μετὰ πραΰτητος εἶρξε
τοῦ Ἀχαὰβ τὰς νεφέλας· οὐκ ἔβρεξε γάρ·
διὰ τοῦτο, δέσποινά μου, θάψον τὸ σκέμμα σου νῦν
καὶ τὸ σκάμμα νεκρώσῃς, μὴ ποιήσῃς ὡς ἀεὶ
[τὴν αἰσχύνην τὴν πρόσκαιρον.”]
6
“Παρ' ἐμοῦ διδάσκου, ἀνοσία, μὴ ἐπιχείρου νουθετῆσαι με·
ὅταν γὰρ πάντα μάθῃς †πλήρις τὰ νῦν ἐπιλανθάνει σε†·
οὐ νοεῖς· οὐδὲ γὰρ δύνασαι·
ἂν γὰρ οὗτος ὁ βαπτίζων ἐπιμείνῃ με ὑβρίζων καὶ φαίνηται ζῶν,
ἕκαστος αἴρει τὴν πρὸς ἐμὲ παρρησίαν,
καί, ἅπερ θέλει, ὡς θέλει λέγει κατ' ἐμοῦ
ὡς τῆς τυχούσης, οὐχὶ δὲ βασιλευούσης,
ὡς γυναικὸς ἰδιώτου καὶ οὐ σεβαστοῦ·
ἀλλ' ἡσύχασον, παιδίσκη· πλέον γὰρ σοῦ καὶ πολλῶν
τὸ συμφέρον γινώσκω· οἶδα κτήσασθαι τιμὴν
[αἰωνίαν, οὐ πρόσκαιρον.”]
7
“Ἐρωτῶ σε, μῆτερ, τὸ τοιοῦτον πότε βουλεύει τελεσθῆναι σοι;
ἐν τῷ φωτὶ ἢ ἐν τῷ σκότει; τὸ ἀσεβὲς γάρ σου ἐνθύμημα
τῆς νυκτός ἐστιν ἐπάξιον·
διὰ τίνος οὖν τελεῖται; τίς μὴ ναρκήσει φονεῦσαι προφήτην Χριστοῦ;”
“Σὺ ὡς θυγάτηρ συνέρχου τῇ σε τεκούσῃ
τοῦ ἀνελεῖν τὸν ἐχθρόν μου καὶ γένῃ μοι χείρ”·
“Δέομαι, μῆτερ, μὴ δι' ἐμοῦ τῆς ἀθλίας
δέξεται ⟦ἡ⟧ γῆ τὸ ἀθῷον αἷμα τοῦ σοφοῦ·
ὡς ἐσφάγη Ζαχαρίας, νῦν Ἰωάννης τμηθῇ·
κἀγὼ μὴ ὑπουργήσω, μήπως λήψωμαι πληγὴν
[αἰωνίαν, οὐ πρόσκαιρον.”]
8
“Ἰωάννης σοι προετιμήθη, ὦ παναθλία καὶ ταλαίπωρε,
τῆς βαστασάσης σε κοιλίας; ὁ βαπτιστὴς ἀναγκαιότερος
κατεφάνη τῇ ἀνοίᾳ σου;
οὐκ αἰδεῖσαι τοὺς μαστούς μου, οἳ ἐποίησαν τροφήν σου; ὡς εἴθοις γε μή·
τί γὰρ ἐζήτουν κατ' ἐμαυτῆς ἀναθρέψαι
τὴν διὰ τῆς ἀπειθείας ἐχθραίνουσαν μέ;
τί δὲ ἠπείχθην τῷ βασιλεῖ συναφθῆναι
διὰ τὸ περισωθῆναι τὴν θλίβουσαν μέ;
διὰ τί δὲ προλυποῦμαι; γένηται ῥῆμα ἐμόν·
καὶ ὃ θέλω τελεῖται· καὶ μὴ θέλουσα ποιεῖς
[τὴν βουλήν μου τὴν πρόσκαιρον.]
9
Νῦν οὖν ἡσυχάσω καὶ μὴ δείξω τῇ παγκακούργῳ ἃ βουλεύομαι·
μήποτε σκέψηται καὶ εὕρῃ τοῦ ἐνθυμίου μου ἀναίρεσιν
ἡ τεχθεῖσα μου εἰς κόλασιν.”
τῶν τοιούτων ἐσκεμμένων καὶ πολλάκις εἰρημένων ὑπὸ τῆς μητρὸς
ἡ μὲν θυγάτηρ ἐν ἡσυχίᾳ διῆγεν,
ἡ δὲ τεκοῦσα ἐνήχει τότε τῷ ἀνδρὶ
λέγουσα· “Ἄνερ, τῶν γενεσίων σου ὥρα·
ποίησον ἥμιν ἡμέραν φαιδρᾶς ἑορτῆς·
εὐφρανθῶμεν ἐν τῷ γήρει· τὴν γὰρ νεότητα μοῦ
λαβὼν ὁ ἀδελφός σου περιέσυρε κακῶς
[εἰς τὸν βίον τὸν πρόσκαιρον.”]
10
Ὁ Ἡρώδης οὖν ὑπὸ τῶν λόγων τῆς ἐπιβούλου βουκολούμενος
μέγα ἐκραύγασε βοήσας καὶ ὡς ἀσύνετος ἐν γέλωτι
τὴν φωνὴν αὐτοῦ ἀνύψωσε·
“Κοινωνέ μου”, λέγων, “γύναι, καὶ ἐν τούτῳ χάριν ἔχω τῷ φίλτρῳ τῷ σῷ·
ἂν οὖν τελέσω τῶν γενεσίων τὴν ὥραν,
σὺ τί προσάγεις μοι δῶρον ἄξιον ἐμοῦ;”
“Τί σοι προσάξω; δούλην ἐμαυτήν, καὶ πάλιν
τὴν ἐξ ἐμοῦ παραστήσω ὀρχήστριαν σοί,
τὴν εὐφραίνουσάν σε πάνυ, καὶ φαιδρυνῶ ἀληθῶς
τὴν τῆς γενέσεως ἡμέραν, ἣν ποιήσεις, βασιλεῦ,
[διὰ τέρψιν τὴν πρόσκαιρον.”]
11
Ὑπεκλίθη οὖν τῷ παρανόμῳ τῆς πονηρᾶς αὐτοῦ γενέσεως
ἡ τρισκατάρατος ἡμέρα, ἣν καὶ αὐτὸς κατηράσατο
ὁ Ἰὼβ οὕτω φθεγξάμενος,
ἢ ὡς εἶπε Ζαχαρίας· “Ἡ ἡμέρα ἔσται ἐκείνη σκότος καὶ οὐ φῶς”·
κἂν γὰρ ἐρρέθη τοῦτο περὶ τῆς ἡμέρας,
ὅτε τὸ φῶς τῶν ἐν σκότει ἦν ἐν τῷ σταυρῷ,
ὅμως ἁρμόττει τῇ τοῦ Ἡρώδου ἡμέρᾳ,
ὅτι ἐν ταύτῃ ἐκτάνθη φίλος τοῦ φωτός·
καὶ ὁ κτείνας μὲν οὐκ ἔστιν, ὁ δὲ κτανθεὶς καὶ ἐστὶ
καὶ λαλεῖ μετὰ θνῆσιν ἕλκων πάντας πρὸς ζωὴν
[τὴν ἀεὶ καὶ οὐ πρόσκαιρον.]
12
Ῥίψας ταῦτα πάντα ὁ Ἡρώδης τῶν ἑαυτοῦ λοιπὸν ἐγένετο,
καὶ τῆς ἡμέρας συμφθασάσης τῶν γενεσίων, καθὼς γέγραπται,
ἐν αὐτῇ δεῖπνον ἐποίησε
μεγιστᾶσι καὶ τοῖς φίλοις, χιλιάρχοις καὶ συμβούλοις πᾶσιν ὁμαδόν·
τοῦ δὲ ἀρίστου μετὰ χαρᾶς τελουμένου
καὶ ἐσθιόντων ἡδέως τῶν ἀριστητῶν,
ἄφνω ἐτράπη ἡ τράπεζα εἰς παγίδα,
καὶ ἐγενήθη τὸ βρῶμα σκάνδαλον αὐτοῖς,
ἐπειδὴ τὴν κεκρυμμένην παγίδα τοῦ βαπτιστοῦ
οὐ συνέτριψαν γνόντες, ἀλλ' ἠνέσχοντο ὁρᾶν
[διὰ τέρψιν τὴν πρόσκαιρον.]
13
Ὡς οὖν εἶδε πάντας μεθυσθέντας Ἡρωδιὰς ἡ πολυμήχανος,
ἥνπερ ἐζήτει εὐκαιρίαν εὑροῦσα, εἶπεν ἐν ψυχῇ αὑτῆς·
“Ἴδε, ὥρα ἣν ἐθήρευον·
νῦν τελεῖται ὅπερ ἤθελον, καὶ φονεύεται ὁ λέγων μοιχάδα ἐμέ·
δεῦρο οὖν, τέκνον, προσάξω σὲ τῇ ἡμέρᾳ
δῶρον καλὸν ὑποτάσσον Ἡρώδην ἡμῖν·
εἴσελθε, τέκνον, χαρίτωσον τῷ ποδί σου
τὸν βασιλέα καὶ πάντας τοὺς φίλους αὐτοῦ·
μεταστρέφῃς τὴν καρδίαν τοῦ σεβαστοῦ πρὸς ἡμᾶς
†ὡς στρεβλὸν τόξον ἄρτι· κερδανοῦμεν τιμὴν†
[αἰωνίαν, οὐ πρόσκαιρον.”]
14
Μετεποίησεν ἡ ἀνοσία τοῖς λόγοις τούτοις τὸ κοράσιον,
καὶ κοσμηθὲν ἐπὶ τὸ πρᾶγμα τὸ ἀναιδὲς περιεβάλλετο
ἀτιμίαν ὡς ἱμάτιον·
οἱ δὲ φίλοι τοῦ Ἡρώδου τὸ μὲν κάλλος τῆς παιδίσκης ᾔνεσαν πολύ,
τῆς δὲ τεκούσης τὴν ἀδιάτρεπτον γνώμην
καὶ τὸν σκοπὸν ἐννοοῦντες εἶπαν ἐν κρυφῇ·
“Βλέπετε γνώμην Ἡρωδιάδος τῆς πόρνης,
πῶς καὶ ἣν ἔτεκε θέλει δεῖξαι κατ' αὐτήν;
οὐκ ἠρκέσθη τῇ ἰδίᾳ ἀναισχυντίᾳ αὐτῆς,
ἀλλὰ καὶ τὴν ἐκ σπλάγχνων ἔχρανεν ἐπὶ ἡμῶν
[διὰ τέρψιν τὴν πρόσκαιρον.]
15
Ἀψευδὴς ὁ λόγος τῆς σοφίας· ‘τέκνα μοιχῶν ἔσται ἀτέλεστα,
καὶ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται εἰς τέλεον’·
ὥσπερ τοῦτο τὸ κοράσιον,
ὃ πρὸς ὥραν μὲν ᾐσχύνθη, μετ' ὀλίγον δὲ πολλάκις χεῖρον τι ποιεῖ”·
τούτων δὲ πάντων οὐ φανερῶς λεγομένων,
ἦλθε κατόπιν τῶν λόγων ἔργα πονηρά·
ἡ γὰρ παιδίσκη ὀρχησαμένη ἐν μέσῳ
τῶν ἀριστώντων τὸ στόμα ἔπλησε κραυγῶν·
“Βασιλεῦ”, φησίν, “Ἡρώδη, ὡς ἐκ μελέτης ἐστὶν
ἡ ὀρχήστρια αὕτη· πάνυ ἔχει ἐν ψυχῇ
[τὴν πορείαν τὴν πρόσκαιρον.”]
16
Νικηθεὶς ὁ ἄναξ τοῖς ἐπαίνοις τῶν εὐφημούντων τὸ κοράσιον
ὤμοσε τότε ἐπὶ πάντων· “Ὃ ἂν αἰτήσῃ με, παρέχω σοι
ὑπὲρ ταύτης τῆς ὀρχήσεως”·
ἡ δὲ παῖς ἐξῆλθε καὶ φησὶ πρὸς τὴν τεκοῦσαν· “Αἰτήσομαι τί;”
“Αἴτησον, τέκνον, τὴν κεφαλὴν Ἰωάννου
τοῦ βαπτιστοῦ, ὅτι ταύτης μόνης ὑστερῶ”·
“Οἴμοι, τεκοῦσα, εἴθε ἐτμήθην τοὺς πόδας
καὶ μὴ ἐξέδραμον πρός σε μαθεῖν παρὰ σοῦ·
εἴθε πάλιν ἐφιμώθην καὶ μὴ ἠρώτησά σε
ἃ οὐκ ἔδει· εἴθε ἤσκησα σιγὴν
[αἰωνίαν οὐ πρόσκαιρον.”]
17
Οὕτως ἔδει λέξαι τὴν παιδίσκην· ὅμως οὐδὲν τούτων ἐφθέγξατο·
ἦν γὰρ ἐκ γῆς ἀκανθηφόρου, ῥίζης κακῆς πικρὸν ζιζάνιον,
νόσον ἔχουσα θανάσιμον·
ἧς γευσάμενος Ἡρώδης οὐκ ἀπέπτυσεν, ἀλλ' ἔσχεν ἔνδον ἑαυτοῦ·
ὅθεν μὴ πέμψας τοῦτο ἠρεύξατο φόνον
καὶ τὴν τοῦ θείου προδρόμου ἤμεσε τομὴν
πόνον γεννῶσαν τῷ ἐκτελέσαντι φόνον
καὶ τὴν τομὴν τοῖς τιμῶσι νέμουσαν τιμήν·
ἠφανίσθη γὰρ ὁ κτείνας, οἱ δὲ τιμῶντες πιστοὶ
εἰσὶν ἔτι καὶ ζῶσι ποριζόμενοι ζωὴν
[αἰωνίαν, οὐ πρόσκαιρον.]
18
Ὑϊὲ τοῦ ὄντως ἱερέως, τέκνον τῆς στείρας καὶ προφήτιδος,
θρέμμα ἐρήμου, Ἰωάννη, ὅτι νηστείας σου ἐμνήσθημεν,
δὸς ἰσχὺν ἱνὰ νηστεύσωμεν·
γενηθῶμεν μιμηταί σου, κἂν εἰς τοῦτο ὃ ἰσχύει ἕκαστος ἡμῶν·
οὐ γὰρ δεσπόζει τινὸς 〈ἡμῶν〉 ἡ κοιλία,
ἀλλὰ ἡμεῖς τῆς κοιλίας κρατοῦμεν ἀεὶ
κατὰ τὸν Παῦλον· “Τὰ βρώματα τῇ κοιλίᾳ
καὶ ἡ κοιλία τοῖς βρώμασιν”· ἡμεῖς δὲ Χριστοῦ
τοῦ νηστεύσαντος βουλήσει καὶ ἀφελόντος ἡμῶν
τὴν πεῖναν τὴν ἀρχαίαν, ἣν ἐπείνασεν Ἀδὰμ
[διὰ τέρψιν τὴν πρόσκαιρον.]
39
t
1
{ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΤΟ ΕΠΟΣ}
pro
t
{Ἰδιόμελον}
1
Χριστὸν δοξάσωμεν τὸν ἰώμενον ἡμῶν τὰ συντρίμματα
καὶ τῷ πλήθει τῶν αὑτοῦ οἰκτιρμῶν ἐξαλείφοντα ἡμῶν τὰ πταίσματα
διὰ τῶν ἀποστόλων
[τῇ ἐλπίδι τῆς πίστεως.]
strop
t
{Τὰ ῥήματα τοῦ Χριστοῦ (App. Metr. ix)}
1
Τὸ δέεσθαι συνεχῶς καὶ βοᾶν πρὸς κύριον
θεοπνεύστως πανταχοῦ παραγγέλλει πᾶσιν ⟦ἡ⟧ γραφή·
τοῖς δεομένοις γὰρ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν
δίδωσιν ἔλεος, δόξαν καὶ χάριν καὶ ἄφεσιν.
καὶ εἴ τις ἐπαναδράμῃ μετὰ σπουδῆς
πρὸς τὸ πλῆθος τῶν ἁγίων 〈καὶ〉 προφητῶν καὶ ἀποστόλων,
εὑρήσει ὡς οἱ δίκαιοι πάντες προσηύχοντο,
οἱ τέλειοι ἐν ἅπασι τοῖς κατορθώμασιν·
ὅσῳ γὰρ τέλειοι ἦσαν ταῖς ἀρεταῖς ἐκ τῶν ἔργων,
τοσούτῳ πλέον ἔσπευδον κραταιοῦσθαι
[τῇ ἐλπίδι τῆς πίστεως.]
2
Οἱ ζήσαντες εὐσεβῶς προσευχῶν ἐδέοντο
καὶ πᾶσαν τὴν ἀρετὴν ἐκ σπουδῆς κτησάμενοι,
ὅτι δεδοίκεισαν, μὴ συληθῶσι τὸν πλοῦτον
τὸν τῆς ψυχῆς καὶ μακρὰν εὑρεθῶσι τῆς χάριτος·
ἐντεῦθεν τῶν ἀποστόλων ἡ δωδεκὰς
καὶ κοινῇ 〈καὶ〉 κατ' ἰδίαν ἐν προσευχαῖς προσεκαρτέρουν·
εὐγνώμονες ἐδείκνυντο τῷ βασιλεῖ καὶ θεῷ,
μεσῖται [σωτηρ]ίας δὲ πᾶσιν ἐγίνοντο
καὶ ὅτε ἦσαν ἐν κόσμῳ καὶ ἀπελθόντες ἐντεῦθεν·
φωστῆρες γὰρ ὑπάρχουσιν ὁδηγοῦντες
[〈τῇ ἐλπίδι τῆς πίστεως〉.]
3
[Ὑπ]άρχουσι τοῖς πιστοῖς βοηθοὶ ἀόρατοι,
ἐτύγχανον καὶ τῶν [!!!]ν ἰατροὶ ὁρώμενοι,
οὐ θεραπεύοντες φαρμάκοις καὶ [τα]ῖς βοτάναις,
οὐδὲ σιδήρῳ ἢ ἄλλοις τοιούτοις ἰώμενοι,
ἀλλὰ λόγῳ καὶ τῇ πίστει τῇ εἰς Χριστόν,
ἣν κατεῖχον ὥσπερ φλόγα κατὰ παθῶν ἀθεραπεύτων,
τὰ πάθη μὲν διώκοντες μετ' αὐθεντίας πολλῆς,
ἀνθρώπους δὲ φωτίζοντες τῇ τῆς φλογὸς ἀστραπῇ·
ἀλλ' ἄρτι δεῦτε, τοῦ Πέτρου καὶ Ἰωάννου μνησθῶμεν·
ἀνῆλθον γὰρ προσεύξασθαι καὶ παρέσχον
[τὴν ἐλπίδα τῆς πίστεως.]
4
[Τῇ] ὥρᾳ τῆς προσευχῆς τῆς ἐνάτης, ὥς φησιν,
ἀνέβαινον Πέτρος 〈τε〉 καὶ͜ ͜Ἰ͜ωάννης εἰς τὸν ναόν,
ὅπου ἐτέλουν μὲν Ἑβραῖοι τὰς λειτουργίας,
τὰς πανουργίας δὲ πάσας ἐγύμνουν οἱ ἄνομοι.
καὶ συντρέχοντες ἐνταῦθα καὶ πανταχοῦ
τὴν τῆς πίστεως λαμπάδα οἱ μαθηταὶ οὗτοι κατέσχον,
φλογὶ μὲν κατακαίοντες πάντα τὰ τραύματα,
φωτὶ δὲ καταυγάζοντες τοὺς μὴ ἐμβλέποντας·
καὶ τῆς ψυχῆς γὰρ τὰς νόσους καὶ τῶν σωμάτων τὰ πάθη
ἰάτρευον προσφέροντες τοὺς ἀνθρώπους
[τῇ ἐλπίδι 〈τῆς πίστεως.〉]
5
[Ἀ]κούσωμεν τῆς γραφῆς καὶ κατανοήσωμεν
τὰ μέγιστα καὶ φρικτὰ τοῦ Χριστοῦ θαυμάσια
τὰ διὰ Πέτρου τε καὶ Ἰωάννου πραχθέντα
ἐν τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ πνεύματος.
κἂν γὰρ Πέτρος μόνος ταῦτα θαυματουργῇ,
μηδεὶς ἄμοιρον ἡγείσθω τὴν σὺν αὐτῷ πεπορευμένην·
αὐτὴν γὰρ τὴν ἐνέργειαν ἔχει τοῦ πνεύματος·
ἀλλ' ὅτι κορυφαῖος ἦν Πέτρος τῶν δώδεκα,
σπουδάζει ὁ θεολόγος πρεσβεῖα τούτῳ διδόναι·
ἡμεῖς οὖν ἐπιγράψωμεν ἀμφοτέροις
[τῇ ἐλπίδι τῆς πίστεως.]
6
Προσήρχοντο ἐν σπουδῇ εὔξασθαι οἱ ἅγιοι·
χωλὸς δέ τις ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ
τῇ συμφορᾷ μόνῃ τοῖς πᾶσι μὲν ἐγνωσμένος,
ἐλεεινὸς δὲ ὑπάρχων προσαίτης ταλαίπωρος·
χωλὸς μὲν κυοφορεῖται ἐκ τῆς γαστρός,
μετὰ δὲ τὸ γεννηθῆναι ταλαιπωρεῖ ἐν προσαιτήσει·
ἡ μήτρα μὲν ἐγένετο χείρω πτωχείας αὐτῷ,
πενία δὲ ἠθλίωσε πλέον τῆς μήτρας αὐτῆς·
ἡ μήτρα πόδας ἐδέσμει, πενία χεῖρας ἐκτείνει·
τοῖς δυσὶ κατετήκετο, ἕως ἦλθεν
[ἡ ἐλπὶς 〈ἡ〉 τῆς πίσ[τεως].]
7
Ἐρρίζωτο ἐν αὐτῷ τὸ τοῦ πάθους ἄλγημα,
ἐξῄρη[το δὲ ἐλ]πὶς ἰατρείας πάσης αὐτῷ·
πολυετὴς γὰρ ἡ νόσος [ἦν] τηλικαύτη,
συγγενηθεῖσα δὲ συντελευτᾶν ἠγωνίζ[ετο]·
συντέτατο δὲ πρὸς πάντας ὁ ἀσθενῶν
καὶ τοὺς πάν[τας] εἰσιόντας εἰς τὸν ναὸν καὶ ἐξιόντας
ἀεὶ περιβλεπόμ[ενος] πάντας ἱκέτευεν·
“Ἐμὲ κατελεήσατε”, λέγων, “φιλάγα[θοι]·
μιᾶς ἡμέρας τροφήν μοι χαρίσασθε οἱ ὁρῶντες,
[πῶς κεῖμ]αι ὁ ἀδύνατος, ἕως ἔλθῃ
[ἡ ἐλπὶς 〈ἡ〉 τῆς πίστεως.”]
8
Ἰδὼν οὖν ὁ ἀσθενῶν τοὺς δυό, ὡς γέγραπται,
τοὺς τοῦ [Χριστοῦ] μαθητὰς σπεύδοντας εἰς τὸ ἱερόν,
“Δότε μοι”, ἔλεγε, “μ[ικρὰν] τροφῆς θεραπείαν·
βλέπω γὰρ ἄνδρας πλουτοῦντας π[!!!]πὸν ἀδαπάνητον.”
ἐκεῖνος μὲν οὖν τοιαῦτα κράζει αὐ[τοῖς],
οἱ δὲ τοῖς τῆς συμπαθείας κέντροις εὐθὺς κατακεν[τῶν]ται,
“Ἐλεεινὸν ὁ κείμενος”, λέγοντες, “θέαμα·
καὶ οὐδὲ ὀβ[ολὸς] ἡμῖν ὑπάρχει πρόχειρος,
ἵνα παράσχωμεν τούτῳ τῷ ταπεινῷ καὶ ἀθλίῳ·
μὴ ἄχρηστοι παρέλθωμεν, ἀλλὰ δῶμ[εν]
[〈τὴν ἐλπίδα τῆς πίστεως〉.]
9
Νῦν ὡς Χριστοῦ μαθηταὶ τοῦτον μὴ παρίδωμεν,
ἀνόνητοι τῷ χωλῷ μηδὲ ἀναπόκριτοι
ὅλως γενώμεθα· προσμείνωμεν οὖν ὀλίγον·
καί, κἂν οὐδὲν ὧν αἰτεῖ ὁ προσαίτης κεκτήμεθα,
ἀφ' ὧν ἔχομεν ἀφθόνως δῶμεν αὐτῷ·
ἀφ' ὧν ἡ χάρις παρέχει ἡ τοῦ κυρίου λάβῃ καὶ οὗτος·
ἐλπίδα οὖν προπέμψωμεν τούτῳ τῆς δόσεως
καὶ λόγους προσλαλήσωμεν καὶ προτρεψώμεθα·
τὴν γὰρ ψυχὴν σπουδαστέον πρὸ τῶν ποδῶν ἀνεγεῖραι,
ἵν' οὕτως τῆς ἰάσεως ἀπολαύσῃ
[τῇ ἐλπίδι τῆ〈ς πίστεως〉.”]
10
Ὁ πονηρὸς ⟦μὲν⟧ οὖν λαὸς τότε περιίστατο,
ὁ Πέτρος δὲ τῷ χωλῷ ἀτενίσας ἔλεγε·
“Βλέψον, ὦ ἄνθρωπε, ἡμῖν τοῖς δυσὶ καὶ μόνοις
καὶ πρὸς μικρόν σου τὸ βλέμμα ἐκ πάντων ἀπόστρεψον·
καὶ ὅλως πρὸς θεωρίαν ὧδε γενοῦ,
τὸ τηρεῖν τοὺς εἰσιόντας [καταλιπ]ὼν καὶ ἐξιόντας·
τῆς συλλογῆς ἀμέλησον, τῆς [προσαιτήσ]εως,
τὸ παρ' ἡμῶν διδόμενον μόνον ἀνάμεινον·
[μ]ὴ ἀ[!!!]λλοῦ πρὸς τοὺς ἄλλους, ἀλλ' ἄφες πάντας τοὺς ἄλλους,
[ἱνὰ μ]ὴ ἀσχολούμενος ἀπολέσῃς
[τὴν ἐλπίδα τῆς πίστεως.]
11
Ὑπὸ πολλῶν ὁ τὸ πρὶν τὴν τροφὴν αἰτούμενος,
δι' ὀλίγους ὀβολοὺς ὁ σχολάσας πᾶσιν ὁμοῦ,
ἄφες νυνὶ πάντας, ἡμῖν δὲ [στρέ]ψον τὸ βλέμμα·
νῦν γὰρ πλουσίαν παράσχωμεν σοὶ τὴν [ἀπ]όδοσιν·
καὶ λοιπὸν προσενεχθέν σοι τὸ παρ' ἡμῶν
καὶ τὸ [δοθ]έν σοι παρ' ἄλλων ἕως τοῦ νῦν ἔχεις συγκρῖναι.”
τοῦ Πέτρου [οὖν] ὡς ἤκουσε τότε ὁ ἄνθρωπος,
τοῦ πάθους μὲν τὴν ἴασιν ὅλως [οὐ]κ ἤλπισεν·
ηὐτρέπισε δὲ τὰς χεῖρας τῇ ὑποσχέσει τοῦ Πέτρου·
[χρ]υσὸν 〈γὰρ〉 προσεδόκησεν, οὐ γὰρ ταύτην
[τὴν ἐλπίδα τῆς πίστεως.]
12
[Ῥή]ματι ὑπέσχετο Πέτρος δῶρον πλούσιον·
προτείναντα δὲ ἰδὼν [!!!]λωτέραν τὴν δεξιὰν
πρὸ θεραπείας μὲν ἀπολογίαν προφέρει,
ὥσπερ δὲ πλοῦτον προσφέρει πενίας τὸ καύχημα·
“Ἀργύριόν μοι οὐκ ἔστιν οὐδὲ χρυσός”·
ὡς πολύκτητον προβάλλει δόξαν εὐθὺς τὴν ἀπορίαν·
“χρυσὸν ἐγὼ οὐ κέκτημαι οὐδὲ ἀργύριον·
τὸν κόσμον καταλέλοιπα τὸν παρερχόμενον·
δικτύων ἤμην δεσπότης ποτὲ ἰχθύας θηρεύων·
καὶ ταῦτα δὲ κατέλιπον καὶ κατέχω
[τὴν ἐλπίδα τῆς πίστεως.”]
13
Ὡς ταῦτα δὲ ἔφησεν, ὀφθαλμοὺς ἀνέτεινε
συνευχομένου αὐτῷ Ἰωάννου τοῖς λογισμοῖς,
καὶ πρὸς τὸν κύριον συντεταμένως ἐβόα·
“Καρδιογνῶστα Χριστέ, βασιλεῦ ὁ θεὸς ἡμῶν,
ἐπάκουσον τῆς φωνῆς μου ὡς ἀγαθός,
ὑπόταξόν μοι τὸ πάθος ὡς ἰσχυρὸς καὶ πάντων κτίστης—
πολλοὶ γὰρ περιίστανται τῶν σταυρωσάντων σε
ψιλόν σε ἡγησάμενοι ἄνδρα τὸν κύριον—
ἵνα πιστεύσωσιν οὗτοι καὶ σὺν ἡμῖν ἐκβοῶσιν·
‘σὺ ὑπάρχεις ὁ θεὸς ἡμῶν ὁ παρέχων
[τὴν ἐλπίδα τῆς πίστεως.’”]
14
Μετὰ δὲ τὴν προσευχὴν πρὸς αὐτὸν ὁ κύριος
ἀοράτως ἔφησε· “Παρεσχόμην πᾶσιν ὑμῖν
τοῖς ἀποστόλοις μου τῶν ἰαμάτων τὴν χάριν·
οὐ στασιάσει ὑμᾶς οὐ παθὼν οὐδὲ νόσημα·
ψυχῶν γὰρ καὶ τῶν σωμάτων θεραπευτὰς
ἐξαπέστειλα τῷ κόσμῳ πάντας ὑμᾶς ὡς ἐλεήμων·
τὸ ὄνομά μου κάλεσον, καὶ ἰαθήσεται
καὶ οὗτος δὲ καὶ ἅπαντες, ὅπου καλέσετε·
τὸ ὄνομά μου τὸ μέγα τὸ εὐτελὲς παρ' Ἑβραίων,
ὃ ἄγγελοι δοξάζουσι, τοῦτο κάλει,
[τὴν ἐλπίδα τῆς πίστεως.”]
15
Ἀναλαβὼν τὴν ἰσχὺν Πέτρος ἐν τῇ χάριτι
τῇ πίστει καθ' ἑαυτὸν αὖθις συνεσφίγγετο
καὶ ὡς βαλάντιον πατρῷον προσκεκτημένος
οὕτως προσφέρει καὶ λύει καὶ τούτῳ χαρίζεται·
“Ὃ ἔχω σοι καὶ παρέξω, ἄνερ”, φησίν,
“ἐξ ὧν ἔχω ἃ οὐκ ἔχεις δίδωμι σοὶ τῷ δεομένῳ·
ὡς ἄρτου μέρος δίδωμι ἄρτι τὴν ἴασιν,
καὶ ὡς ἐκ βαλαντίου σοι ζυμῶ τὸ βάδισμα·
οὐχ ὡς παραλελυμένῳ, ἀλλ' ὡς δι' ὄκνον κειμένῳ
ἐντ[έλ]λομαι καὶ λέγω σοι, ἵνα δράμῃς
[τῇ ἐλπίδι τῆς πίστεως.”]
16
Νῦν ἴδωμεν ἀληθῶς θαῦμα παράδοξον,
πῶς γέγονε τῷ χωλῷ ἡ πενία ἡ χαλεπὴ
καὶ τῆς μητρὸς μᾶλλον τῆς τούτου χρησιμωτέρα
καὶ τοῦ πατρὸς τοῦ γεννήσαντος τοῦτον τὸν ἄνθρωπον·
αὐτοὶ μὲν γὰρ οἱ τεκόντες τὸν ἐξ αὐτῶν
χωλόν τε καὶ παρειμένον τοῦτον εἰς γῆν ἀπογεννῶσιν·
πενία δὲ ἀνέστησε καὶ ἀνεγέννησεν,
ὀρθὸν αὐτὸν ἐξήγειρεν ὥσπερ οὐ πάσχοντα·
τροφὴν λαβεῖν παρεκάλει, ἀντὶ τροφῆς δὲ λαμβάνει
καθάπερ ἀναγέννησιν ἰατρείαν
[τῇ ἐλπίδι τῆς πίστεως.]
17
Ὁ Πέτρος τί τῷ χωλῷ αὖθις ἀπεκρίνατο;
ἐξέτεινε δεξιὰν καὶ κρατήσας τοῦτον βοᾷ·
“Ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου
ἔγειραι καὶ περιπάτει συντόνως, ὦ ἄνθρωπε”·
καὶ εὐθέως ἐξανέστη ὁ ἀσθενῶν
καὶ περιεπάτει τρέχων ἐπὶ αὐτῶν καὶ τῶν παρόντων·
εὐθὺς γὰρ ἀνωρθώθησαν βάσεις ἀδύνατοι,
εὐθὺς ἐστερεώθησαν καὶ τὰ σφυρὰ αὐτοῦ·
πρὸς κίνησιν μὲν ὑπῆρχεν ἀκίνητος ὥσπερ βρέφος,
ἀνδρεῖος δὲ ἐγένετο καὶ ἐκτρέχει
[τῇ ἐλπίδι 〈τῆς πίστεως〉.]
18
Υἱοὶ λοιμοί, φθονεροὶ ἔκθαμβοι ἐγένοντο
καὶ πρὸς τὸν Πέτρον φησίν· “Πόθεν σοί, ὦ ἄνθρωπε,
ταῦτα τὰ πράγματα, ἃ δίδως πᾶσιν οἷς θέλεις
καὶ ἐκπλουτίζεις καὶ λέγεις· ‘ὃ ἔχω καὶ δίδωμι’;
πόθεν ἔχεις ἅπερ ἔχεις; λέγε ἡμῖν·
οὐδὲ γάρ σε ἀγνοοῦμεν, ὡς Ἰωνᾶ γέγονας γόνος·
ἡ ἄγρα τῶν ἰχθύων σοι τέχνη ἐτύγχανε·
καὶ πῶς ἐκτήσω ἄθροον πλοῦτον ἀδάπανον;
ὡς ἐν ἰδίοις σεμνύνει τοῖς Ἰησοῦ ταμιείοις·
ὡς ζῶντα τὸν θανόντα γὰρ διαγράφω
[τῇ ἐλπίδι τῆς πίστεως.”]
19
Ταῦτα Κηφᾶς πρὸς αὐτοὺς ἀπεκρίθη παρευθὺς
τῆς συνδρομῆς τοῦ λαοῦ γενομένης ἄθροον·
“†Βλέπετε τοῦτον ὃν χωλὸν ἐν πρώτοις κατανοοῦντες
ὅτι τὸ πάθος πρὸ τούτου ὁ [ἄνθρωπ]ος ὃ ἐκέκτητο
ἐτινάχθη ὡς ἀράχνη κονιορτοῦ†·
καὶ λοιπὸν μὴ ὥσπερ ψεύστην ἔχετε μὲ ἢ λογομάχον·
ὁρᾶτε ὃν ἐβλέπετε πάλαι ἀκίνητον
κινούμενον, ἁλλόμενον καὶ παριστάμενον·
θαρρῶν δὲ λέγω τοῖς πᾶσι τῆς ἰατρείας τὸν τρόπον·
σπουδάζω γὰρ ἰάσασθαι καὶ τοὺς πάντας
[τῇ ἐλπίδι τῆς πίστεως.]
20
[Ὁ] πρότερον ἁλιεὺς τῶν ἰχθύων πέλων ἐγὼ
γεγένημαι ἁλιεὺς τῶν ἀνθρώπων λόγῳ θεοῦ·
πρώην μὲν δίκτυα κατέρραπτον λελυμένα
νῦν ⟦δὲ⟧ λελυμένους τοὺς πόδας τοὺς τούτου διέσφιγξα·
ἐλεημοσύνην ᾔτει ὁ ἀσθενής·
ἀργύριον δὲ οὐκ ἔχων παρ' ἐμαυτῷ οὐδὲ χρυσίον
ἀντὶ ἀργύρου κέκτημαι πίστιν ἀθάνατον,
ἐλπὶς δὲ Χριστοῦ ἐστιν ἀντὶ χρυσίου μοι·
μόνη δ' ἀγάπη μοι κτῆμα πρὸς 〈τὸν〉 θεὸν καὶ ἀνθρώπους·
καὶ ταύτης μεταδίδωμι τοῖς αἰτοῦσι
[τὴν ἐλπίδα τῆς πίστεως.]
21
Εἰ θέλετε οὖν ὑμεῖς γνῶναι τὴν ἀλήθειαν,
τοῦ ἀτενίζειν ἡμῖν παύσασθε καὶ μάθετε·
μὴ ἐπιγράφητε ἡμῖν τὸ θαῦμα τὸ μέγα—
καὶ γὰρ ὑπάρχομεν ἄνθρωποι ὅμοιοι ἅπασιν—
προσκυνήσατε δὲ μᾶλλον τὸν Ἰησοῦν
τὸν τῆς χάριτος δοτῆρα καὶ ποιητὴν ὅλου τοῦ κόσμου,
τὸν Ἰησοῦν δὲ λέγομεν τὸν Ναζωραῖον ὑμῖν,
ὅνπερ καὶ ἐσταυρώσατε καὶ ἀπεκτείνατε·
οὐ γὰρ ἰδίᾳ δυνάμει ἐπράξαμεν τὸ τοιοῦτον,
ἀλλ' ἔχομεν τὸν κύριον τὸν διδοῦντα
[τὴν ἐλπίδα τῆς πίστεως.]
22
Πεισθῆτε οὖν ἐξ αὐτοῦ τοῦ μεγάλου θαύματος,
εἰ δύναται δύναμις ἀνθρωπίνη τοῦτο ποιεῖν·
μόνου θεοῦ ἐστι τοῦ πάντα πεποιηκότος
τοῦ ἀναστῆσαι τὴν φύσιν κειμένην ἐν πάθεσιν·
ἱνὰ γνῶτε δὲ ὡς ἔστι μέγας θεὸς
καὶ κτίστης τῶν γενομένων ὁ Ἰησοῦς ὁ Ναζωραῖος,
θεοῦ οὐκ εἶπον ὄνομα, εἰ καὶ θεός ἐστιν,
ἱνὰ μὴ ἀμφιβάλητε πρὸς τὴν ἐπίκλησιν,
ὅτε θεοῦ μνημονεύσας ἔτυχον οὗ ἐβουλόμην,
ἀλλ' εἶπον καὶ τὸ ὄνομα καὶ πατρίδα
[〈τῇ ἐλπίδι τῆς πίστεως〉.”]
23
Ὁ τοῦ θεοῦ ὑϊὸς καὶ θεὸς ἀΐδιος
αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἔτεκεν
ἡ ἀπειρόγαμος· αὐτὸς οὖν καὶ ἐσταυρώθη,
κατ' εὐδοκίαν ἐτάφη, ἀνέστη ἐκ μνήματος,
ἐπιστεύθη ἐν τῷ κόσμῳ ὁ ἐκ θ[εοῦ],
ἐκηρύχθη εἰς τὰ ἔθνη ὅτι ⟦ὡς⟧ θεὸς ἔστι δυνάστης,
ἀνῆλθε μετὰ δόξης δὲ καθὼς ἠθέλησε
σαρκὶ καὶ οὐ θεότητι πρὸς τὸν γεν[νή]σαντα·
οὐκ ἐχωρίσθη γὰρ κόλπων τῶν πατρικῶν, ὅτε [ἦλ]θε
καὶ ἄνθρωπος ἐγένετο δι' ἀνθρώπους
[τῇ ἐλπίδι τῆς πίστεως.]
24
Σωτὴρ ἡμῶν Ἰησοῦ, ὡς θεὸς ἐλέησον,
ἀήττητε ἰατρέ, βασι[λεῦ] ἀθάνατε·
σὺ δυσωπήθητι πρεσβείαις τῆς θεοτόκου
φείσασθαι τῶν δεομένων τῆς σῆς ἀγαθότητος·
τὴν ὀργὴν τὴν ἐπελθοῦσαν παῦσον, Χριστέ·
τὰ πάθη τῶν ἐκβρασμάτων τὰ χαλεπὰ δίωξον, κτίστα·
ἡ μήτηρ σου, φιλάνθρωπε, παρακαλέσῃ σε·
ἡμεῖς γὰρ ὡς ἀνάξιοι μόνον δακρύομεν
καὶ [προ]σερχόμεθα ταύτῃ, ἵνα αὐτὴ δεηθῇ σου·
“Κατάλαβε, βοήθησον, σῶσον πάντας
[τῇ ἐλπίδι τῆς πίστεως.”]
52
t
1
{ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΚΥΡΙΟΥ}
pro
t
{Ἰδιόμελον}
1
Ἀπεγνωσμένην τὴν Νινευῒ προέφθασας,
ἐπηγγελμένην τὴν ἀπειλὴν παρήγαγες·
καὶ τὴν ὀργὴν ἐνίκησε τὸ ἔλεός σου, κύριε·
σπλαγχνίσθητι καὶ νῦν ἐπὶ λαὸν καὶ πόλιν σου,
παλάμῃ κραταιᾷ τοὺς καθ' ἡμῶν κατάβαλε
πρεσβείαις τῆς θεοτόκου
[προσδεχόμενος ἡμῶν τὴν μετάνοιαν.]
strop
t
{Τὸ ἰατρεῖον τῆς μετανοίας (App. Metr. xxxiv)}
1
Τὸ ἰατρεῖον τῆς μετανοίας τοῖς γνώμῃ ἀρρωστοῦσιν ἀνέῳκται· δεῦτε
προφθάσωμεν κἀκεῖθεν ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν λάβωμεν·
ἐν αὐτῷ γὰρ ἡ πόρνη ὑγίανεν,
ἐν αὐτῷ ἀπέθετο καὶ ὁ Πέτρος τὴν ἄρνησιν·
ἐν αὐτῷ τὸ ἐγκάρδιον ἄλγος Δαβὶδ ἔθραυσεν,
ἐν αὐτῷ καὶ Νινευῖται ἰατρεύθησαν·
μὴ οὖν ὀκνῶμεν, ἀλλ' ἀναστῶμεν
καὶ δείξωμεν τὸ τραῦμα τῷ σωτῆρι καὶ λάβωμεν ἔμπλαστρον·
⟦δωρεὰν γὰρ θεραπεύει⟧ ὑπὲρ πάντα γὰρ πόθον
[προσδέχεται ἡμῶν τὴν μετάνοιαν.]
2
Οὐκ ἀπαιτεῖ〈ται〉 μισθὸν οὐδὲ εἷς τῶν αὐτῷ προσελθόντων οὐδέποτε· ὅτι
οὐκ ἴσχυον τῆς ἰατρείας δοῦναι δῶρον ἀντάξιον,
διὰ τοῦτο δωρεὰν ὑγίαναν,
ἐκεῖνο δὲ ἔδωκαν, ὃ καὶ δοῦναι ἐδύναντο,
ἀντὶ δώρων τὰ δάκρυα· ἔστι γὰρ καὶ φίλτατα
καὶ ἐράσμια τῷ ῥύστῃ καὶ ποθούμενα·
μάρτυς ἡ πόρνη ἅμα τῷ Πέτρῳ,
Δαβὶδ καὶ Νινευῖται, ὅτι μόνον κλαυθμὸν προσενέγκαντες
ὑπέπεσαν τῷ ῥύστῃ,
[καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.]
3
Νικᾷ πολλάκις κλαυθμὸς τὸν θεόν, εἰ ἔξεστιν εἰπεῖν, καὶ βιάζεται ὄντως·
ἡδέως γὰρ ὑπὸ δακρύων ὁ οἰκτίρμων συνέχεται·
τῶν δακρύων δὲ τῶν ἐκ τοῦ πνεύματος,
οὐ τῶν ἐκ 〈τοῦ〉 σώματος ὧν αἱ θλίψεις παραίτιοι·
καὶ νεκροὺς γὰρ δακρύομεν καὶ ἐκ πληγῶν κλαίομεν·
ἡ γὰρ σὰρξ πηλὸς ὑπάρχει ῥέων ἄπαυστα·
κλαύσωμεν τοίνυν ἀπὸ καρδίας,
ὃν τρόπον Νινευῖται κατανύξει τὸν οὐρανὸν ἤνοιξαν
καὶ ὤφθησαν τῷ ῥύστῃ,
[καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.]
4
Περὶ οὖν τούτους εἰλήσθω ὁ νοῦς· αὐτῶν γὰρ καὶ ἐστὶν ἡ ὑπόθεσις, ὅθεν
σχολάσωμεν καὶ τῶν ἐκείνοις πεπραγμένων ἀκούσωμεν·
μετ' ἐκεῖνο τὸ ἔμφοβον κήρυγμα
ὃ πρώην ἐκήρυξεν Ἰωνᾶς τοῖς μὴ νήφουσι,
μετ' ἐκείνην τὴν ἄστεκτον καὶ τὴν ἀνυπόστατον
ἀπειλὴν ἣν ὁ προφήτης προεκήρυξεν,
οἱ Νινευῖται ὥσπερ τεχνῖται
ἐπιστηρίξαι πόλιν, ἣν κακίαι ἐσάλευσαν, ἔσπευσαν,
οὐ λίθον ὑποθέντες,
[ἀλλὰ πέτραν ἀσφαλῆ τὴν μετάνοιαν.]
5
Ῥοαῖς δακρύων τὸν ῥύπον αὐτῆς ἐκπλύναντες εὐχαῖς κατεκόσμησαν ὅλην
καὶ ἤρεσεν ἐπιστραφεῖσα ⟦ἡ⟧ Νινευῒ τῷ οἰκτίρμονι·
τὸ γὰρ κάλλος αὐτῆς τὸ ἐγκάρδιον
εὐθέως ὑπέδειξε τῷ καρδίας ἐτάζοντι,
καὶ τὴν σάρκα τὴν ἄμορφον σάκκῳ σποδῷ μίξασα
εὐποιΐαις ὡς ἐλαίῳ ἐπεχρίσατο
καὶ ταῖς νηστείαις μυρισαμένη
πρὸς τὸν ἀρχαῖον ἄνδρα ἀναλύει καὶ τούτῳ προσπλέκεται·
διὸ καὶ ὁ νυμφίος
[ἠγκαλίσατο αὐτῆς τὴν μετάνοιαν.]
6
Ὁ βασιλεὺς δὲ αὐτῆς ὁ σοφὸς καθάπερ νυμφοστόλος γενόμενος τότε
ἐκέλευσε τὴν πόλιν πᾶσαν ἀρετὴν ἀναδήσασθαι
καὶ ὡς νύμφην λοιπὸν ἐκαλλώπισε
καὶ κτήνη καὶ θρέμματα ὡς εἰς φέρνην ηὐτρέπιζε·
“Πάντα”, λέγων, “προσφέρω σοι· μόνον διαλλάγηθι,
νυμφίε, θεέ, σωτήρ μου, καταλλάγηθι
τῇ πορνευσάσῃ καὶ ἀποστάσῃ
ἐκ τῆς ἀκηλιδώτου συνουσίας τῆς σῆς καθαρότητος·
ἰδοὺ γὰρ σὲ φιλοῦσα
[σοὶ προσφέρει δωρεὰν τὴν μετάνοιαν.]
7
Φωνὴ ἀλόγων ζητούντων νομήν, ἀνθρώποις γὰρ ὁμοῦ καὶ τοῖς κτήνεσι πᾶσιν
ἐκέλευσα νηστείαν ἄγειν, ἕως ἂν φιλιωθῇς ἡμῖν·
εἰ ἐγὼ ὁ ἀνάσσων ἠνόμησα,
ἐμὲ μόνον ἔτασον καὶ τοὺς πάντας ἐλέησον·
εἰ δὲ πάντες ἡμάρτομεν, πάντων φωνὰς ἄκουσον,
τῶν βοῶν καὶ τῶν προβάτων τὰ μυκήματα
καὶ τῶν ἀνθρώπων τὰς ἱκεσίας·
ἐπιφθασάτω μόνον ἡ ῥοπή σου, καὶ πᾶν δεινὸν λέλυται·
οὐ δειλιῶμεν φόβον,
[ἐὰν δέξῃ παρ' ἡμῶν τὴν μετάνοιαν.]
8
Ἡ τὸν ζυγόν σου, σωτὴρ ἀγαθέ, τραχήλου ἑαυτῆς ἀπορρίψασα, αὕτη
προσπίπτει σοι καὶ πάλιν τοῦτον ὑποθεῖναι ἐπείγεται·
Νινευῒ ἡ δραπέτις προσπίπτει σοι,
κἀγὼ ὁ ταλαίπωρος βασιλεὺς καὶ οἰκέτης σου
ὡς τοῦ θρόνου ἀνάξιος ἐπὶ σποδοῦ κάθημαι,
ὡς τὸ στέμμα καθυβρίσας κόνιν πέπασμαι,
ὡς μὴ ἁρμόζων τῇ πορφυρίδι
τὸν σάκκον ἐνεδύθην καὶ͜ ͜ὠ͜δυνήθην· διὸ μὴ παρίδῃς με·
ἐπίβλεψον, σωτήρ μου,
[καὶ 〈νῦν〉 πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.]
9
Τίς ὠφελία ἐν τῇ Νινευῒ, ἐὰν καταστραφῇ, ἀναμάρτητε μόνε;
μὴ δύναται ὁ χοῦς ἐν Ἅιδῃ ἀναγγεῖλαι σοι αἴνεσιν;
διὰ τοῦτο οἱ ζῶντες ζητοῦμεν σε·
ἐκεῖνο ὃ πέφυκας, τοῦτο δεῖξον τοῖς δούλοις σου·
ἐλεήμων, οἰκτίρμων εἶ, οἴκτειρον, ἐλέησον,
μὴ ποιήσῃς ἥμας 〈ἄγραν〉 τῶν ἐχθρῶν ἡμῶν,
μὴ μισηθῶμεν ὡς Σοδομῖται,
μὴ γέλως ἐξαπίνης τοῖς ἐχθροῖς μου ἡ πόλις σου γένηται·
ἀλλὰ ὡς ἐλεήμων
[〈καὶ〉 νῦν πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.]
10
Ἡ ναυαγοῦσα ὁλκὰς Νινευῒ καὶ πάσης τῆς ζωῆς ἀπελπίσασα, κράξον
καὶ αἴτησαι τὸν πάντων ῥύστην δεξιὰν ἐπιδοῦναι σοι·
ὁ γάρ σε κυβερνῶν οὐκ ἀκούομαι·
πάντων γὰρ τὰ πταίσματα ἐν ἐμοὶ μόνῳ φαίνεται·
διὰ τοῦτο οὖν κραύγασον· τάχα τοῖς σοῖς πείθεται
καὶ τοῖς δάκρυσί σου μᾶλλον ἐπικάμπτεται·
κλαῦσον, ὦ νύμφη, κλαύσατε, νέοι,
κλαύσατε, νεανίσκος σὺν παρθένῳ, πρεσβῦται καὶ νήπια,
ἐνώπιον κυρίου,
[προσενέγκωμεν 〈αὐτῷ〉 τὴν μετάνοιαν.”]
11
Νομοθετήσας τοιαῦτα ποτὲ ὁ πάνσοφος ὁμοῦ καὶ πανεύφημος ἄναξ
ὑπήκοον τὴν πόλιν πᾶσαν εὗρεν ὥσπερ ἠθέλησεν·
καὶ μαστῶν ὁ θηλάζων ἀπείχετο,
παῖδες ἀσεβήσαντες ἡδονῶν ἀπετάξαντο,
καὶ τὸν γάμον τὰ γύναια τίμιον ἡγήσαντο
καὶ ἀμίαντον τὴν κοίτην διεφύλαξαν·
πάντες οἱ νέοι ἅμα πρεσβύταις
εὐχαῖς, λιταῖς, νηστείαις, εὐποιΐαις τὸν νῶτον συνέκαμψαν,
καὶ τοιαῦτα πραξάντων
[προσεδέξατο ⟦ὁ⟧ θεὸς τὴν μετάνοιαν.]
12
Καὶ ἵνα γνῶμεν τὸ μεῖζον καλόν, οὐκ εἶπεν ἡ γραφὴ ὅτι ἤσκησαν μόνον
οὐδ' ἔφησεν ὅτι νηστείαις καὶ τῷ σάκκῳ ἐχρήσαντο,
ἀλλὰ τί μετὰ ταῦτα ἐποίησαν·
ἐβόησεν ἕκαστος ἐκτενῶς πρὸς τὸν κύριον,
πρὸς ἐκεῖνον 〈ὃν〉 ἔφυγον πάλιν ἐπανέλυσαν·
οὐ γὰρ εὗρον ἄλλον οὕτω σπλαγχνιζόμενον
μετανοοῦντα ἐπὶ κακίαις,
καὶ ἀγαπῶντα σῴζειν καὶ φιλοῦντα λυτροῦσθαι καὶ ῥύεσθαι
καὶ σπεύδοντα οἰκτείρειν
[καὶ δεχόμενον 〈ἡμῶν〉 τὴν μετάνοιαν.]
13
Ὑπὸ δὲ τούτων εὐθὺς Ἰωνᾶς τῇ λύπῃ ἑαυτὸν κατεμάρανε λέγων·
“Οὐκ ἔλεγον, †ὅτι οἰκτείρεις καὶ οὐ κτείνεις, φιλόψυχε†,
διὰ τοῦτο γὰρ φεύγειν ἐσπούδαζον,
οὐχ ἵνα 〈μὴ〉 πέμψῃς με, ἀλλὰ ἵνα μὴ ψεύσωμαι·
καὶ τὰ νῦν ἠθύμησα, οὐκ ἐπειδὴ ἔσωσας,
ἀλλ' ἐζήτουν ὡς τῶν πρώτων κῆρυξ γέγονα,
οὕτως καὶ τούτων ἀξιωθῆναι·
ἀλλ' ἐγενόμην κῆρυξ τῆς ὀργῆς σου καὶ οὐ τῆς ἀφέσεως·
ἐγὼ σκληρὸς οἰκέτης,
[†σὺ δὲ πρᾶος καὶ φιλόστοργος†.]
14
Ῥανίδα μόνην τῶν σῶν οἰκτιρμῶν παράσχου μοι τὰ νῦν ὡς οἰκέτῃ σου· λάβε
τὸ πνεῦμα μου· καλὸν γὰρ ἔστι τὸ θανεῖν ἢ τὸ ζῆσαι με”·
καὶ τοιαῦτα εἰπὼν ἐκαθεύδησε·
τῇ λύπῃ γὰρ πάντοτε καὶ ὁ ὕπνος ἀκόλουθος·
ὁ δὲ μόνος ἀνύστακτος τότε τὸν κοιμώμενον
τῇ σκιᾷ τῆς κολοκύντης ἐπανέπαυσε,
ταύτῃ σκεπάζων τὸν ἀθυμοῦντα
καὶ δι' αὐτῆς διδάσκων τὸν προφήτην μισεῖν τὸ ἀπότομον
καὶ ἅπασι συμπάσχειν
[καὶ φιλεῖν 〈⏑⏑⏑–〉 τὴν μετάνοιαν.]
15
Ἰδοὺ ὁ τύπος τοῦ νόμου σαφῶς ἐπὶ τῆς κολοκύντης γνωρίζεται ὄντως·
φυεῖσα γὰρ νυκτὸς ἐκείνη Ἰωνᾶν ὑπεσκίαζε·
καὶ ὁ νόμος σκιάζων τὰ μέλλοντα
νυκτὸς ἀνεβλάστησε τῷ Μωσῇ ὑπὸ νέφεα,
ἡ δὲ χάρις ὡς ἥλιος ἄρτι ἀνατείλασα
ἐπεκάλυψε τὸν νόμον ὡς τὸ λάχανον·
ὅθεν ὁ κόσμος ὡς ὁ προφήτης
ἀφυπνισθεὶς κατεῖδεν ὅτι πᾶσαν τοῦ νόμου τὴν ἄγρωστιν
ἐθέρισεν ἡ χάρις
[καὶ ἐφύτευσεν ἡμῖν τὴν μετάνοιαν.]
16
Ὁ μὲν προφήτης ποτὲ Ἰωνᾶς ἐχάρη κατιδὼν τὴν κολόκυνταν τότε
καὶ ἄθροον ὡς ξηρανθεῖσαν θεωρήσας ἠθύμησεν·
ὁ δὲ πλάστης φησὶ πρὸς τὸν ὅσιον·
“Εἰ σφόδρα λελύπησαι ὑπὲρ ἧς οὐκ ἐκοπίασας,
εἰ τὸ ἄνθος σε ἔθλιψε, πόσῳ μᾶλλον ἄνθρωπος;
εἰ τοῦ χόρτου ξηρανθέντος ὠλιγόρησας,
μὴ οἰκτείρω πόλιν ⟦τὴν⟧ τοιαύτην
ἐν μέτρῳ δεκαδύο μυριάδας ἀνδρῶν πλήρης γέμουσαν;
†διὸ οὖν μεγαλοψύχει
[καὶ ἀγάπα σὺν ἡμῖν τὴν μετάνοιαν†.”]
17
Υἱὲ τοῦ μόνου καὶ μόνε θεέ, ὁ θέλημα ποιῶν τῶν φιλούντων σε, ῥῦσαι
ὡς εὔσπλαγχνος ἐκ τῆς μελλούσης ἀπειλῆς, ἀναμάρτητε·
ὡς ποτὲ Νινευίτας ᾠκτείρησας
καὶ τῶν μυστηρίων σου Ἰωνᾶν κατηξίωσας,
οὕτω νῦν τοὺς ὑμνοῦντας σε λύτρωσαι τῆς κρίσεως
καὶ ἐμοὶ μισθὸν τοῦ λόγου δὸς τὴν ἄφεσιν·
λέγειν γὰρ οἶδα, πράττειν δ' οὐκ οἶδα,
ἐπειδὴ οὖν οὐκ ἔχω ἔργα, σῶτερ, τῆς σῆς δόξης ἄξια·
ἀλλ' οὖν διὰ τοὺς λόγους
[ἐξελοῦ με 〈ὡς〉 φιλῶν τὴν μετάνοιαν.]
57
t
1
{ΤΟΥ ΚΥΡΟΥ ΡΩΜΑΝΟΥ ΕΠ[Η]Η}
pro 1
t
{Ἰδιόμελον}
1
Τὸ ξίφος τὸ ὑγρὸν οὐκ ἐπτοήθητε
θαρροῦντες εἰς τὸ πῦρ τὸ τῆς θεότητος,
ὃ ἐνεδύσασθε, ἅγιοι μάρτυρες·
πρὸς παγετὸν γὰρ καὶ κρύος παραταξάμενοι
καὶ τὰς ἐξ ὕψους ἀκτῖνας ὑποδεξάμενοι
[στεφάνων ἐτύχετε.]
pro 2
t
{Χορὸς ἀγγελικός (App. Metr. xxxviii)}
1
Τὰ ὅπλα τῆς σαρκὸς ἀπορρίψαντες πάντα
εἰσήλθετε γυμνοὶ εἰς τὸ μέσον τῆς λίμνης
τῷ κρύει σφιγγόμενοι καὶ τῇ πίστει θαλπόμενοι·
διελθόντες δὲ διὰ πυρός, ἀθλοφόροι,
καὶ τοῦ ὕδατος παρὰ θεοῦ ἐπαξίως
[στεφάνων ἐτύχετε.]
pro 3
t
{Χορὸς ἀγγελικός (App. Metr. xxxviii)}
1
Τὸ ξίφος τὸ ὑγρὸν 〈μὴ〉 πτοούμενοι, ἅγιοι,
ἐν λίμνῃ κρυερᾶ ἐμβληθέντες προθύμως,
γενναίως ⟦ὑπ⟧ἐμείνατε τῶν τυράννων τὰς μάστιγας·
νῦν ἀγάλλονται τῶν οὐρανῶν αἱ δυνάμεις,
τέρπει, χαίρεται καὶ τῶν ἀνθρώπων τὸ γένος, ὅτι
[στεφάνων ἐτύχετε.]
strop
t
{Τὸ φοβερόν σου κριτήρων (App. Metr. iv)}
1
Τοῦ Ἰησοῦ τὰ παθήματα καὶ τὰ θαύματα κατιδόντες οἱ μάρτυρες
καὶ τὸν ἑκούσιον θάνατον
σπεύδουσιν παθόντα ἀνταμείψασθαι πάθεσι καὶ θανάτῳ τὸν θάνατον·
“Εἰ γὰρ ἔπαθε”, λέγοντες, “ὁ ὢν ἀνεύθυνος, πόσῳ μᾶλλον οἱ ὑπεύθυνοι·
εἰ ἁμαρτίαν ὁ μὴ ποιήσας θελήσει ἐσταυρώθη,
πάθωμεν ἡμεῖς προθύμως συλληφθέντες ἀνομίαις”.
ταῦτα καὶ τοιαῦτα λέγοντες εἰκότως τυράννων κατεπέβητε·
βασάνους μὴ πτήξαντες, εἰς τέλος ἐμμένοντες
[στεφάνων ἐτύχετε.]
2
Ὅλον τὸν βίον ἡγούμενοι ματαιότητα καὶ ὡς ὄναρ παράγοντα,
φθαρτὸν ὁμοῦ καὶ φιλόφθορον
τῶν ἀεὶ μενόντων ἐγενήθητε ἔμποροι, ζωὴν θανάτῳ πορίσαντες.
τὸ γὰρ σκῆνος ὡς σκάφος ὑμῶν λογισάμενοι ζάλην κόσμου ἐφύγετε,
πνοὰς ἀνέμων μὴ πτοηθέντες, τῷ πνεύματι θαρροῦντες·
τὸν βυθὸν δὲ ἀφριῶντα ἐγελάσατε περῶντες
καὶ τὸν μαργαρίτην οὐκ ἐν τῇ ἀβύσσῳ ἐφεύρατε, πανάγιοι,
ἀλλ' ἄνω πετάσαντες τὸν νοῦν σὺν τοῖς ὄμμασι
[στεφάνων ἐτύχετε.]
3
Ὕβριν ὑμῖν ὁ πολέμιος ὑπελάμβανεν τὰ δεσμὰ καὶ τὴν φρούρησιν
καὶ ἀτιμίαν τὰς μάστιγας·
ὤφθη δὲ ἡ ὕβρις αὖχος δόξαν προσφέρουσα, καὶ ὁ πόνος τὸν ἔπαινον.
αἱ ἁλύσεις γὰρ λύσιν ὑμῖν προεξένησαν, καὶ στεφάνους αἱ βάσανοι.
ἐμαστιγώθητε μὴ σφαλέντες, ἀλλ' ὡς Χριστὸν ποθοῦντες
τὸν μηδὲν ἠδικηκότα καὶ βουλήματι θανόντα·
τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων ὡς πολύαθλοι
τῇ πάλῃ ἐπέβητε καὶ τὸν ἐχθρὸν ῥήξαντες
[στεφάνων ἐτύχετε.]
4
Καύσας ὑμᾶς διεσκόρπισεν ὁ πολέμιος, ἀπολλύειν οἰόμενος
γαῖαν καὶ θάλασσαν ἔπλησεν·
ὅθεν ὁ συλλέξας τὰ ὀστᾶ ὑμῶν εὕρηκεν εὐρωστίαν καὶ ἴασιν.
ὁ γὰρ πίστει κτησάμενος ὑμῶν ἕνα λείψανον ἑαυτῷ πάντας κέκτηται.
λιμὸν καὶ δίψαν οὐχ ὑπομένει, οὐ γύμνωσιν ὑφίσταται,
ἀλλ' ἐκ πάντων τῶν λυπούντων ταῖς εὐχαῖς ὑμῶν ἐκφεύγει
καὶ τῶν πολεμίων λόγον οὐ ποιεῖται μαθών, ὅτι τὸν τύραννον
ὑμεῖς ἐνικήσατε· εἰς γῆν τοῦτον ῥίψαντες
[στεφάνων ἐτύχετε.]
5
Ὕψους αὐτὸν κατεβάλετε οὐ κρατήματι, ἀλλὰ ῥήματι, ἅγιοι,
“Χριστιανοί ἐσμεν”, λέξαντες·
ἤκουσε τοῦ λόγου καὶ τοῦ θρόνου κατήνεκται καὶ τὸ κράτος ἀπώλεσε·
καὶ ὁ πρότερον ἄνωθεν πεσὼν ὀλέθριος κάτω ἕρπει ὁ ἄθλιος.
τῆς γῆς καυχώμενος κυριεύειν, ποῦ στῆναι οὐχ εὑρίσκει·
ὁ θρασὺς κατὰ τῶν πράων τούτους πράως κολακεύει·
ὧν ἔτεμεν κάρας, τούτων ὑπὸ πόδας καὶ κεῖται καὶ νενίκηται·
παλάμην ἀνέτεινε καὶ κράζει πατούμενος·
[“Στεφάνων ἐτύχετε.”]
6
Ῥίψας τὸ βέλος ὁ δόλιος πάλαι ἔτρωσε τὸν Ἀδὰμ καὶ ἐνέκρωσε
καὶ ἀσθενῆ ἀπειργάσατο·
νῦν δὲ τῶν γενναίων κἂν ἐπάταξε σώματα, τὰς ψυχὰς οὐκ ἀπέκτεινεν.
τὸν πρωτόπλαστον ῥήμασι πεσεῖν ὑπέπεισε, τούτους δὲ οὔτε πράγμασιν·
ἐκείνῳ βασκαίνων ὑπισχνεῖτο καὶ τούτοις ἐπηγγέλλετο,
τῷ Ἀδὰμ θεοποιΐαν καὶ τοῖς μάρτυσιν ἀξίαν.
ἃ οὐκ ἔχει, παρέχε· ὧν οὐκ ἐξουσία, δωρεῖσθαι ὑποτίθεται·
διὸ τὴν βουλὴν αὐτοῦ σκεδάσαντες, ἅγιοι,
[στεφάνων ἐτύχετε.]
7
Οὕτως τὸν Κάϊν ἠρέθισεν ὁ πολέμιος ἀνελεῖν τὸν συναίμονα
λέγων αὐτῷ ὅτι γίνεται
μόνος γῆς κληροῦχος μετὰ θάνατον τοῦ Ἄβελ· καὶ πιστεύσας ἐφόνευσε.
τὸν Ἀδὰμ καὶ τὸν Κάϊν πλανήσας ὁ δόλιος τοὺς ἁγίους οὐκ ἔλαθε·
δεικνὺς ἀξίαν καὶ τιμωρίαν ἐγνώσθη ὁ πανοῦργος,
ὅτι πρῶτον κολακεύει καὶ μετέπειτα κολάζει.
τούτου τὰς παγίδας γνόντες, ἀθλοφόροι, ἐφύγετε τὰ θήρατρα·
Χριστοῦ δὲ τοῖς ῥήμασι καλῶς ἀγρευόμενοι
[στεφάνων ἐτύχετε.]
8
Ὕμνησεν πᾶσα ἡ ἤπειρος καὶ ἡ θάλασσα Σολομῶντος τὴν σύνεσιν·
ἀλλ' ὁ πανοῦργος διάβολος
ἤμβλυνε τὰς φρένας τοῦ σοφοῦ διὰ λαγνείας, καὶ εἰδώλοις ἐσπείσατο·
ἀλλ' ἐκεῖ δυναστεύσας ἐνταῦθα ἠσθένησε· τότ' ἰσχύσας νῦν δ' ἔπεσε·
τὸν Σολομῶντα ὡς ῥαθυμοῦντα κατέσχεν ὑπουργοῦντα·
τοὺς ἁγίους δὲ ἐφεῦρε φροντιστὰς τῆς εὐσεβείας·
ἄνακτα δουλώσας, δυνάστας πατήσας πτωχῶν ποσὶ πεπάτηται.
πτωχεύει ὡς ἀεὶ πτωχός· ὑμεῖς δὲ ὡς πλούσιοι
[στεφάνων ἐτύχετε.]
9
Ῥέπειν τοὺς πάντας ἐδίδαξεν πρὸς τὰ εἴδωλα, βασιλεῖς τε καὶ ἄρχοντας,
γῆς τὴν εὐπρέπειαν ἤμβλυνεν,
οὐρανοῦ δὲ κάλλος ἐκμολύνων ἠμαύρωσεν ἐκ καπνοῦ τῶν θυσίων αὐτοῦ·
διὰ τοῦτο ὁ ὕψιστος ἐξ ὕψους διέκυψεν γῆν ἰδεῖν τὴν αἱμόφυρτον·
ὁ γεννηθεὶς ἄνω πρὸ αἰώνων ἀρχὴν λαμβάνει κάτω
ἐκ μὲν τοῦ πατρὸς ἀχρόνως, ἐκ δὲ τῆς μητρὸς ἀφθόρως.
τούτου τὴν ἀγάπην τὴν πρὸς τοὺς ἀνθρώπους μαθόντες οἱ πανάγιοι
σφαγῆναι ᾑρήσαντο· Χριστῷ ζῆν ποθήσαντες
[στεφάνων ἐτύχετε.]
10
Ὤλοντο πάντα τὰ εἴδωλα καὶ ἀπώλοντο τοῦ Χριστοῦ ἐνδημήσαντος·
θάμβος κρατεῖ τὸν διάβολον·
δρᾶσαι οὐκ ἰσχύει, ἃ σκεπτόμενος ηὕρισκε· τὴν γὰρ δύναμιν λέλυται·
καὶ 〈ὁμοῦ〉 συνταράττεται καὶ τεταπείνωται καὶ εἰς χάος λελόγισται.
διπλοῦς αὐτῷ ἔστι φόβος, Χριστοῦ καὶ τῶν ἁγίων·
τὸν Χριστὸν ἀκούων φρίττει καὶ τοὺς μάρτυρας πτοεῖται.
τοῦ σταυροῦ τὸ ξύλον βλέψαι οὐκ ἰσχύει, μαρτύρων δὲ τὰ μνήματα
πτοεῖται θεώμενος καὶ κράζει πατούμενος·
[“Στεφάνων ἐτύχετε.”]
11
Μάτην φασὶν οἱ ἀνόητοι ὡς τὰ μέλλοντα προγινώσκει διάβολος·
μάτην πλανᾶσαι, ὦ ἄνθρωπε·
ὅτι γὰρ οὐκ οἶδεν, διδαξάτω σε τὸ πέρας καὶ τῶν ἔργων ἡ ἔκβασις·
εἰ ἠπίστατο ὅτι ζωὴν μετὰ θάνατον κομιοῦνται οἱ ἅγιοι,
οὐκ ἐθανάτου τοὺς ἀθλοφόρους, ἱνὰ ζωῆς μὴ τύχωσιν·
εἰ συνῆκεν ὅτι ὄντως εἰς παράδεισον χωροῦσιν,
οὐκ ἔσφαζε τούτους· παντὶ γὰρ σπουδάζει κεκλεῖσθαι τὸν παράδεισον.
διὰ τὴν βουλὴν αὐτοῦ νικήσαντες, μάρτυρες,
[στεφάνων ἐτύχετε.]
12
Ἄρα ποῖον αἱρετώτερον τῷ Βελίαρ ἦν, θεωρεῖν τὸν πρωτόπλαστον
μόνον οἰκοῦντα παράδεισον,
ἢ γὰρ ὅτι βλέπει πλῆθος νῦν τῶν πιστευόντων; ἀλλ' οὐκ ᾔδει τὰ μέλλοντα·
αἱρετὸν ἦν αὐτῷ 〈τὸν〉 Ἀδὰμ βλέπειν ἔντιμον ἢ λῃστὴν βλέπειν ἔνδοξον·
ἡδὺς αὐτῷ Κάϊν μὴ φονεύσας ἢ ὁ τελώνης νήψας·
Σολομῶντα οὐκ ἐζήτει, τὴν δὲ πόρνην ἐπεπόθει·
πῶς ταῦτα οὐκ ἔγνω, εἰ πάντα γινώσκει; πῶς ἔλαθεν τὸν δόλιον,
ὅτι ἐκ τοῦ †Ἀδὰμ γίνεται πιστοὺς προσκυνεῖν βοῶν†·
[“Στεφάνων ἐτύχετε.”]
13
Νύξ ἐστι φύσει διάβολος καὶ τὰ μέλλοντα φαεινὰ οὐκ ἐπίσταται·
ἄπωσαι τοῦτον, ὦ ἄνθρωπε·
γνῶθι τὸν εἰδότα καρδιῶν ἐνθυμήματα καὶ προσκύνει ὡς εὔσπλαγχνον·
ὁμιλίαι κακαί γαρ χρηστὰ ἤθη φθείρουσιν, ὥς φησιν ὁ ἀπόστολος·
κενῆς σοφίας ἀπάτῃ λόγων μηδεὶς περιφερέσθω·
κωφωθῶμεν, ὅταν δίχα τοῦ Χριστοῦ ἡμῖν λαλῶσι,
καὶ τοὺς ἀθλοφόρους ζηλώσωμεν πάντες, οὓς πρώην ὁ πολέμιος
καὶ λόγοις καὶ πράγμασι μὴ πείσας ἐκραύγαζε·
[“Στεφάνων ἐτύχετε.”]
14
Ὄντως ἡμεῖς ἀνεδείχθητε ὑπὲρ ἄνθρωπον, καίπερ ὄντες ἐν σώματι·
σιδήρου δίκην διήλθετε,
πῦρ καὶ τὰς βασάνους καὶ στρεβλώσεις ὡς λίθινοι ὑπεμείνατε, ἅγιοι·
οὐχ ὑμῶν δὲ ἡ δύναμις, ἀλλὰ τοῦ λέξαντος· “Μεθ' ὑμῶν εἰμι πάντοτε”·
τοῦ προειπόντος· “Μὴ μεριμνᾶτε, τὸ πῶς ἢ τί λαλήσετε·
ἐν ὑμῖν ἐγὼ λαλήσω καὶ ὑμᾶς ἐγὼ θαρρύνω”.
τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων, ὦ πολύαθλοι,
τῇ πάλῃ ἐπέβητε καὶ ῥήξαντες τὸν Σατὰν
[στεφάνων ἐτύχετε]
15
Ὕδατος δίκην ἐξέχεαν οἱ ἀνόητοι τῶν ἁγίων τὰ αἵματα,
ἵν' ἥμεις σχῶμεν ἰάματα·
τούτων δὲ τὰς σάρκας τῷ πυρὶ παραδίδοντες κλέος μέγα ἐπέθηκαν·
καὶ͜ ͜ἐ͜γενήθησαν ὄνειδος οἱ ἀποκτείνατες, οἱ κτανθάντες δὲ καύχημα·
ἐμυκτηρίσθησαν οἱ μανέντες κατὰ τῶν ἀθλοφόρων·
μετὰ θάνατον γὰρ ζῶσι καὶ ψυχὰς πιστῶν φρουροῦσι·
τούτους νῦν ἐν τάφῳ ὥσπερ ἐν θαλάμῳ ὁρῶντες, ἱκετεύομεν·
“Δεσμῶν ἡμᾶς ῥύσασθε· δεσμὰ γὰρ πατήσαντες
[στεφάνων ἐτύχετε.”]
16
Ἔλαβεν λίμνη τοὺς μάρτυρας ὥσπερ βάπτισμα ἀποπλῦνον τὰ πταίσματα·
ἐκεῖ γὰρ τότε ὑπάρχοντες
εὗρον ἀφθαρσίαν τὸν ἐχθρὸν καταβάλλοντες, φωτισθέντες τῷ πνεύματι·
τὰ δὲ στέμματα βλέποντες ⟦ἔτι⟧ πλείω ἐθάρρησαν οὐρανόθεν ἐρχόμενοι·
ἀλλ' ὁ Ἰούδαν πάλαι συλήσας καὶ ὧδε ἕνα κλέπτει
καὶ χωρίζει τῶν ἁγίων τῷ λουτρῷ ἀποπλανήσας·
ὅμως δὲ ἡ χάρις ἄλλον ἀντεισάγει εἰς τόπον 〈τοῦ〉 ὀκλάσαντος
βοῶσα τοῖς μάρτυσι· “Τὴν πίστιν τηρήσαντες
[στεφάνων ἐτύχετε.”]
17
Πάντα τὰ πάθη ἐνίκησε μήτηρ φέρουσα ψυχορραγοῦντα ὃν ἔτεκεν·
ὡς γὰρ οἱ πάντες προέλαβον
ἔπαθλα λαβόντες τῆς ζωῆς τῆς αἰωνίου τῷ Χριστῷ παριστάμενοι,
τὸν υἱὸν θεωρήσασα μὴ τελευτήσαντα ἀνεβόα σὺν δάκρυσιν·
“Ὡς ἐν κοιλίᾳ πάλιν βαστάζω, ὃν ἔτεκον ἐν πόνοις·
ἐγὼ νῦν τοὺς ὤμους δείξω ὥσπερ μήτραν μου δευτέραν·
φθάσον τοὺς προλαβόντας, στῆθι ἐπὶ θρόνου· Χριστός σε ἀνεκδέχεται·
μὴ λάθῃ μου, τέκνον μου, ὡς χάριτι πίστεως
[στεφάνων ἐτύχετε.”]
18
⟦Ἦν θεωρῆσαι τὸ γύναιον ὡς ἐγγάστριον ὀδυνοῦσαν τὸ δεύτερον,
ἀγωνιῶσαν καὶ κράζουσαν·
“Μὴ τὴν εὐφορίαν τῆς ἐμῆς μήτρας ἄκαρπον δείξῃς, τέκος γλυκύτατον·
τοκετοῦ καὶ τροφείων σου τῶν ἐκ τοῦ γάλακτος τῶν ἐμῶν μασθῶν μνήσθητι·
τοῦτο γνωρίζω εἶναι μοι τέκνον, τὸ νῦν ὑπὲρ τὸ πρῶτον
τοῦτον στέργουσα τὸν τόκον ἄνωθεν κυοφορῆσαι·
βλέψον ἐμοὺς ὤμους μήτραν μιμουμένους καὶ τοὺς ἐν γήρει ἵδρωτας·
σκιρτήσω, εἴπω…
[…
The complete text is available when the reading interface loads.