The Greek Library Catalogue

Anonymous

Cantica dubia

Edition reference
Cantica dubia, ed. P. Maas and C. A. Trypanis, Sancti Romani Melodi cantica: cantica dubia, Berlin: De Gruyter, 1970: 1–185.
CTS identifier
urn:cts:greekLit:tlg2881.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

60

strop

11

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

12

Θαύματα σύντομα ἐξετέλει δαίμονας ἀπελαύνων τὸν Σατὰν δὲ ποσὶ μετὰ τῶν ἄλλων πεπάτηκεν·

ἵνα δὲ μή τις μάταια δόξῃ τὰ λεγόμενα, δείξω καὶ παραστήσω·

ἐν λοετρῷ ἑαυτὸν ὁ σοφὸς μισθωσάμενος

γεγόνει καὶ περιχύτης ἐκτελῶν εὐπρεπῶς τὰ προσήκοντα·

τὸ βαλανεῖον δὲ ἔδειξεν ἐκκλησίαν θεοῦ ὁ πολύστεπτος,

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

13

Ἐκ τῶν μισθῶν τοῦ περιχυτεύειν τά μεν τοῖς δεομένοις διεδίδου, τὰ δὲ ὁ συμπαθὴς διενέμετο·

ἔτυχεν οὖν τινὰ εἰσελθόντα τῇ νυκτὶ τοῦ λουθῆναι, ὃς εἶχε πνεῦμα

ἐν τῷ κρυπτῷ πονηρόν· τοῦτον οὖν εἰς τὰ θόλα εὑρὼν

ὁ δαίμων ἔπνιξεν ἔσω, καὶ γνωστὸν τοῦτο πᾶσι γενόμενον

τὸ πλῆθος ἔξω ἐκραύγασεν· „Ἰωάννης ἐκεῖνον ἐφόνευσεν

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.“]

14

Ὁ θεοφρούρητος θεωρήσας τὴν σκευὴν τὴν ἐκ πάντων γενομένην αὐτῷ ἐν τῷ λουτρῷ εἰσεπήδησε

καὶ πρὸς τὸ οὖς μὲν τοῦ τεθνηκότος ἐν σιγῇ τὸν Χριστὸν ὀνομάζει πίστει·

ἔκραξε δὲ ἐν μεγάλῃ φωνῇ· ”Ἔγειρέ και εἰπέ,

τίς ἔστιν ὁ σὲ φονεύσας·” ὁ νεκρὸς δὲ ἀνέστη καὶ ἔφησεν·

„Ἐμὲ ὁ δαίμων ἀπέπνιξεν, ὅνπερ εἶχον τὸ πρίν, καὶ οὐχί αὐτος

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.“]

15

Λέγειν τὰ τοῦ λῃστοῦ ἀναγκαῖον· νεανίσκον ἀστεῖον καὶ θερμὸν τὴν ψυχὴν λῃστὴν ἰδὼν ὁ μακάριος

τοῦτον ἀγρεύσας τῷ ἐπισκόπῳ παρατίθεται λέγων· ”Χριστοῦ ὁ μύστης·

ἔχε ἰδοὺ παραθήκην τὸν νέον φυλάττων μοι.”

λαβὼν δὲ τοῦτον βαπτίζει καὶ τῇ ποίμνῃ Χριστοῦ συνηρίθμησε·

μετ' ὀλίγον δὲ πάλιν κατέλιπε τὸν θεόν, οὗ καὶ ἐστὶ μαθητὴς

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

16

Ὁ θεολόγος ἐλθὼν ἐζήτει ὃν παρέδωκε νέον καὶ λοιπὸν μὴ εὑρὼν μιμούμενος τὸν διδάσκαλον

τάχος τὰ ὄρη καταλαμβάνει· καταλείψας τὰ πλεῖστα ἐπὶ τὸ ἕν δε

μέτα σπουδῆς ὁ Χριστοῦ μαθητὴς κατεπείγετο·

εὑρὼν δὲ τοῦτον τοῖς ὤμοις ὡς καλὸς ποιμενάρχης ἀνέλαβε

καὶ τῇ ποίμνῃ Χριστοῦ συνηρίθμησεν ὡς καὶ πρώην ἀσίγητον κράζοντα

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

17

Γενναιοτάτως αὐτὸν ἰξεύσας ἔφη· „Εὖξαι κυρίῳ·“ καὶ ἀδείας λαβὼν πρὸς ἑαυτὸν σιγῇ εὔξατο

παραλυθῆναι ἢ μὴ τραπῆναι· καὶ εὐθὺς παρελύθη· ἰδὼν δὲ τοῦτον

ὁ μαθητὴς ἀθυμήσας ἠρώτα· ”Τί πέπονθας,”

καὶ εἶπεν· „Ἐγὼ εὐξάμην ἵνα μοὶ ἔλθῃ ἡ πάρεσις, ἵνα μὴ

τοῖς προτέροις καὶ πάλιν ἀπάρξωμαι“· καὶ ἀκούσας ἐξέστη Χριστῷ

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.] ε͜ὐ͜χ͜α͜ριστῶν

18

Οὐδὲ τῶν πέντε νεκρῶν σοι φθάνει, ἢ τῶν δύο σοφῶν 〈οἳ〉 τῆς θαλάσσης ὡς σὺ ὑπομεμένηκαν κίνδυνον,

ἢ τὸ εἰπεῖν ⟦τὸν⟧ υἱὸν Ζεβεδαίου· ”Ὁ καθεὶς ἡμῶν ἄρτι νεκρὸν ἀναστήσει,”

ἢ ὡς αὐτὸς νεκρὸν ἤγειρε, ὃς τὴν στολήν αὐτου

φορέσαι κατηξιώθη, ἢ καὶ τοῦτο δαιμόνων τὸ κήρυγμα·

Ἀριστοδήμου δὴ μάλιστα τοῦ φαρμάκου, ὃν μετεστοιχείωσεν

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

19

Νῦν Ἀριστόδημος ὁ φαρμάκος, οὓς ἀνεῖλεν ἀνθρώπους δηλητήριον δοὺς καὶ κύνα ἅμα καὶ πίθηκον,

τούτῳ ὁ ἅγιος ἔφη· „Δός μοι τὸ αὐτὸ δηλητήριον, ἵνα πίω·“

ὃ καὶ λαβὼν καὶ πιὼν τοῦ Χριστοῦ τῷ ὀνόματι

οὐδ' ὅλως κακὸν ὑπέστη· καὶ ἰδὼν ἐξεπλάγη θερμῶς αἰτων,

ἵν' ἐγείρῃ οὓς ἔκτεινε φάρμαξι τοῦ Χριστοῦ ἐπικλήσει, ὃ καί ποιει

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

20

Ῥήμασι πλείστοις αὐτῷ προσάγων ὁ Ἀντίπατρος ἅμα τῇ συζύγῳ αὑτοῦ εἰς τὴν οἰκίαν εἰσέφερεν·

ᾧ ἐγεννήθη δίδυμα τέκνα δεινοὺς δαίμονας ἔχοντα ἀπὸ μήτρας·

οἵτινες οὖν χρήμασιν ἐξῃτοῦντο τὸν ἅγιον

τὰ βρέφη τούτων ἰᾶσθαι· σπλαγχνισθεὶς δὲ τοὺς δαίμονας αὔθωρον

τῶν βρεφῶν ἀπεδίωξεν ἀμισθὶ 〈⏒⏑–⏑⏑–⏑⏑⏓⏑⏒(–)〉

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

21

Ὡς οὖν ὁ ἅγιος τὸν χιτῶνα, ὃν ἐφόρει, ἐξέδυ, ⟦ἐκ⟧δίδωσι προφανῶς Ἀριστοδήμῳ εἰπών αὐτῳ·

”Τὸν χιτωνίσκον, ὅν σοι παρέχω, ἐπιθεὶς ἐν ἑκάστῳ τῶν τεθνεώτων,

ὄψει εὐθὺς τοῦ θεοῦ τοῦ ἐμοῦ τὰ τεράστια·”

καὶ τοῦτο τάχος ποιήσας ἐξανέστησαν πάντες κραυγάζοντες·

„Εἷς θεὸς καὶ οὐκ ἄλλος, ὃν σέβεται σὲ δικαίως ποθῶν ὁ οἰκέτης σου,

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.“]

22

Μόνος θρηνῶν ὁ ἀλάστωρ τότε αὖθις ἄνδρα εὑρίσκει καθοπλίσας αὐτόν, ὃς προϋπῆρχεν ἀνθύπατος·

τοῦτον ὀξύνει κατὰ τοῦ πράου· ὃς κρατήσας δεσμεῖ τοῦ θεοῦ τὸν φίλον

καὶ ἐν φρουρᾷ κατακλείσας προστέταχεν ἅπασι

μὴ ἄρτον αὐτῷ, μὴ ὕδωρ ἐπιδοῦναι μηδὲ λαλιὰς 〈⏑⏑(–)〉,

ἀλλὰ μένειν αὐτὸν ἀπαράκλητον· οὐρανίᾳ τροφῇ δὲ ἐτρέφετο

[ὁ θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

22bis

⟦Μετὰ τὴν ἔγερσιν οὖν τὴν θείαν καὶ τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον θεϊκὴν μετὰ τοὺς ἄλλους ἐξέδραμες

εἰς τὴν ὑφήλιον ὥσπερ πρώην ἁλιεύων δικτύῳ θεολογίας·

τοὺς ἐν βυθῷ ἀπωλείας καὶ σκότῳ καθεύδοντας

καὶ ζάλῃ ἁμαρτημάτων κρατουμένους ἀνείλκυσας, ἔνδοξε,

τῷ δεσπότῃ προσάγων ὀψώνιον ἀσιγήτως αὐτῷ ἀνακράζοντας

[ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]⟧

23

Ἄγαν ποθῶν, σοφὲ Ἰωάννη, τόν σε ὕπερ τοὺς ἄλλους ἀγαπῶντα Χριστὸν ἐπὶ τὸν τάφον προέδραμες

πρῶτος τῶν ἄλλων καὶ κατοπτεύσας τὴν ἀνάστασιν πᾶσιν εὐηγγελίσω

γράψας τρανῶς καὶ τὴν ἔλευσιν ⟦τὴν⟧ πρὸς ⟦τοὺς⟧ μαθητάς αὐτου,

ὡς ἔλθῃ μέσον ἁπάντων τῶν θυρῶν κεκλεισμένων δωρούμενος

εἰρήνην πᾶσι τοῖς ἑαυτοῦ, ἣν τῷ κόσμῳ πλουσίως κατέπεμψεν,

[ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

24

Νοῦν καὶ ψυχήν σε καθηγνισμένον καθιδὼν ὁ ἁγνείας φυτουργὸς καὶ θεὸς φωνῇ ἰδίᾳ ἐκάλεσε·

σὺ δὲ τὸ πλοῖον ἐγκαταλείψας, Ἰωάννη, προσῆλθες τῷ κυβερνήτῃ

καὶ παρ' αὐτοῦ ἐπιστεύθης τοὺς οἴακας, πάνσοφε,

πανσέπτου νῦν ἐκκλησίας· ἧς τὰ τέκνα ἐκ ζάλης λυτρούμενος

πρὸς θείαν γαλήνην καθόρμησον· παρρησίαν γὰρ ἔχεις διὰ παντὸς

[ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

25

Ὁ ἐκ τοῦ στήθους τοῦ διδασκάλου, οὗ ἀνέπεσες, μάκαρ, ἐξαντλήσας σοφῶς θεολογίας τὰ δόγματα

τῶν φιλοσόφων τὰς γλωσσαλγίας κατεπόντισας ὡς τοὺς πρὶν Αἰγυπτίους

καὶ τὸν πιστὸν Ἰσραὴλ πρὸς τὴν γῆν καθωδήγησας

τῆς ὄντως ὀρθοδοξίας, τὸν υἱὸν τῷ πατρὶ ὁμοούσιον

ἀνακηρύξας τρανώτατα, ἔνδοξε, καὶ τὸ πνεῦμα ⟦τὸ ἅγιον⟧ ἐκπορευτόν,

[ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

26

Ὑπὸ τοῦ πνεύματος διαλάμπεις ὁ βροντήσας τῷ κόσμῳ τοῦ ἀνάρχου υἱοῦ τὴν προαιώνιον γέννησιν,

ἔσχατον πάλιν τὴν ἐκ παρθένου πρὸς ἡμᾶς ἐνδημήσασαν †σαρκωθέντα†.

αἴτησαι οὖν τοῖς τιμῶσι σε ἄφεσιν ἁμαρτιῶν,

εἰρήνην ταῖς ἐκκλησίαις, βασιλεῦσι τὴν νίκην βραβεύων ἀεί,

ἀτάραχόν δε τὴν ποίμνην σου διαφύλαξον, ἣν ⟦Χριστός⟧ σοι παρέσχετο,

[ὡς θεολόγος καὶ φίλος τοῦ Χριστοῦ.]

61

t

1

{ΕΙΣ ΤΟΝ ΠΡΟΔΡ[Ρ]ΟΜ[Μ]ΟΝ Δ[Α]ΟΜΙΤΙΟΥ [vel ΡΩΜΑΝΟΥ]}

pro 1

t

{Ἡ παρθένος σήμερον}

1

Ἡ στεῖρα σήμερον Χριστοῦ τὸν πρόδρομον τίκτει,

καὶ αὐτὸς τὸ πλήρωμα πάσης τῆς προφητείας·

ὅν γαρ οἱ προφῆται προεκηρύξαν

τοῦτον ἐν Ἰ͜ο͜ρδάνῃ χειροθετήσας

ἀνεδείχθη θείου λόγου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

pro 2

t

{Ἡ παρθένος σήμερον}

1

Ἡ στεῖρα σήμερον Χριστοῦ τὸν πρόδρομον τίκτει

⟦τὸν⟧ μηνυτὴν καὶ κήρυκα τῆς Χριστοῦ παρουσίας

λῦσαι Ζαχαρίου τὴν ἀφωνίαν

καὶ τῆς Ἐλισάβετ στειροποιΐαν,

ἐξ αὐτῶν γαρ ἐτέχθη

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

strop

t

{Τὴν Ἐδὲμ Βηθλεέμ (App. Metr. B)}

1

Εὐφημήσωμεν νῦν τὸν τοῦ κυρίου πρόδρομον,

ὅνπερ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν

ἐκ μήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου·

Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀνόδευτον, ἄσπορον·

τὸν Ἰωάννην στεῖρα ἐγέννησεν

ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκεν·

τὸν Ἰησοῦν δὲ ἐπισκιάσει

πατρὸς καὶ πνεύματος θεοῦ παρθένος ἔτεκεν ἁγνή·

ἄλλα τοῦ ἐκ παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

2

Ἰησοῦν τὸν Χριστὸν τὸν ἀληθῆ θεόν ἡμων

Ἠσαΐας ποτὲ καὶ οἱ προφῆται ἅπαντες

ἐν τύποις κατεῖδον τοῖς τῆς ἀληθείας·

ἀλλ' οὗτος μείζων τούτων ἐγένετο προφήτης, ὡς γέγραπται·

θεὸν γὰρ λόγον ὃν προεφήτευσαν

εἶδεν ἐν σαρκὶ καὶ ἐψηλάφησε

καὶ πρὸ ὠδίνων προκαταγγέλλει

ἐν τοῖς σκιρτήμασιν αὐτοῦ παντὶ τῷ κόσμῳ τὴν χαράν,

ὅτι πρῶτος ἐδείχθη τῆς τοῦ Λόγου παρουσίας

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

3

Σὺν σπουδῇ, ἀδελφοί, νῦν τὸν Λουκᾶν προσέλθωμεν

παριστῶντα ἡμῖν τὴν Ἰωάννου γέννησιν

καὶ τὸν παρ' ἐλπίδα τόκον ἐπιγνῶμεν·

τὸν Ζαχαρίαν νῦν ἐρωτήσωμεν, πῶς ταῦτα ἐγένετο,

πῶς σιωπήσας πάλιν ἐφθέγξατο,

πῶς χαλινωθεὶς αὖθις ἐλάλησε,

πῶς περὶ τούτου εὐηγγελίσθη

ὑπ' ἀρχαγγέλου Γαβριὴλ εἰπόντος τότε πρὸς αὐτὸν

ὅτι· ”Ἔσται ὃν τίκτεις τοῦ μεγάλου βασιλέως

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

4

Τοῦ ἀγγέλου νυνὶ τὴν ὀπτασίαν μάθωμεν·

θυμιῶντι σαφῶς ὤφθη αὐτῷ, ὡς γέγραπται,

πρὸς τῷ παναγίῳ θυσιαστηρίῳ·

φρικτὸς ὁ τόπος καὶ ἀξιόπιστος καὶ πλάνης ἀλλότριος·

ἀλλ' ἐταράχθη καὶ οὐκ ἐπίστευσε·

φόβος γὰρ αὐτὸν ἐπολιόρκησε

τῇ ξένῃ θέᾳ, τῷ ξένῳ λόγῳ·

φησὶ γὰρ τότε πρὸς αὐτὸν ὡς· „Εἰσηκούσθης, ἱερεῦ·

ὑϊὸς γάρ σοι ἔσται Ἰωάννης, ὁ τοῦ λόγου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

5

Ὁ πρεσβύτης ἰδὼν τὴν ὀπτασίαν ἔφριξε

καὶ σὺν φόβῳ πολλῷ τῷ Γαβριὴλ ἐφθέγξατο·

”Ὑπὲρ τοῦ λαοῦ μου νῦν τὰς ἱκεσίας

εἰσῆλθον πέμψαι τῷ πανοικτίρμονι θεῷ παντοκράτορι·

αὐτὸς δὲ ἄρτι κατεπαγγέλλει μοι

ξένα τε ὁμοῦ καὶ δυσπαράδεκτα·

προβέβηκά γαρ τοσούτους χρόνους,

καὶ φύσις ἄτονος ἐμοὶ καὶ τῇ συζύγῳ τῇ ἐμῇ·

ἐξ ἀγόνου δὲ μήτρας πῶς τεχθήσεται, εἰπέ μοι,

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;”]

6

„Νῦν ἐξόρισον σοῦ τῆς διανοίας, ἄνθρωπε,“

τῷ πρεσβύτῃ εὐθὺς ὁ Γαβριὴλ ἐφθέγξατο,

”δειλίας ἀνάγκην καὶ τὴν ἀπιστίαν·

τὰ παρ' ἀνθρώποις πᾶσιν ἀδύνατα θεῷ δυνατά ἐστι·

καὶ ἔγνως πάλαι στείρωσιν τίκτουσαν·

τόν γαρ Ἰσαὰκ στεῖρα ἐγέννησε

θεοῦ ὀφθέντος τῷ πατριάρχῃ

καὶ εὐλογήσαντος αὐτόν, ἱνὰ γεννήσῃ ὑϊόν·

τοῦ φανέντος δὲ τότε γενήσεται ὁ υἱός σου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

7

Πρὸς τὸν ἄγγελον δὲ ὁ Ζαχαρίας ἔφησεν·

„Ὅτι πάντα θεὸς δύναται συνεπίσταμαι·

καὶ γὰρ ἐξ οὐκ ὄντων παρήγαγε κόσμον,

πρὸς Ἀβραάμ δε πάλαι ἐλήλυθε θεὸς ἀπερίγραπτος

τρισὶ προσώποις καὶ ὑποστάσεσιν

ὤν τε καὶ προὼν καὶ γνωριζόμενος

ἀγγέλων δύο ἀκολουθούντων,

οὓς καὶ ἡγεῖτο Ἀβραὰμ ἀνθρώπους εἶναι γηγενεῖς·

ἀληθῆ οὖν ἐκεῖνα, ἐμοὶ δὲ πῶς ἔσται ἄρα

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;]

8

Ῥαψῳδίας οὐκοῦν ῥήματα μοὶ προσήγγειλας·

τί γαρ ὄφελος μοὶ ἢ καὶ τῷ κόσμῳ ἔσεται,

ἂν τέκνον γεννήσω ἐν γήρει τοιούτῳ;

πατὴρ ἐθνῶν γὰρ ποίων γενήσομαι ὡς οὗτος ὁ δίκαιος;

ἢ τί ἐντεῦθεν ἄρα καρπώσομαι;

μᾶλλον δὲ πολλοῖς γέλως γενήσομαι;

οὐ γὰρ πρεσβύταις, ἀλλὰ τοῖς νέοις

τὸ τίκτειν ἔστιν ἀγαθὸν καὶ χαριέστατον ἀεί·

ὅθεν λόγον οὐκ ἔχει, ὡς γενήσεται υἱός μου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

9

Οὐ πιστεύω ἐγώ, ὅτι υἱὸν θεάσομαι·

εἰ γὰρ καὶ ἐξ ἐμοῦ ἡ σὺν ἐμοὶ συλλήψεται,

τὸ κέρδος μοι ποῖον, ἂν μὴ ἐπιζήσω;

εἰς γῆν ἐκάμφθην ὕπο τοῦ γήρους μου· ἰσχὺς δέ μου ἔλιπε,

καὶ ἐπὶ θήραις ἔστιν ὁ θάνατος

ὡς τῆς τελευτῆς κατεπειγούσης με·

ἢ ὅλως ταῦτα, ἃ λέγεις ἄρτι,

νομίσει τις ἀληθινά, ὅτι γεννήσω ὑϊόν;

ἀμφιβάλλω γὰρ τοῦτο, ὡς ἔσται ὁ ὑϊός μου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

10

Δειλιάσαντα δὲ ἅμα καὶ ἀπιστήσαντα

εἰς τοῦτον ἰδὼν τὸν γηραιὸν ὁ ἄγγελος

σπουδάζει, θαρρύνει ἅμα καὶ διδάσκει·

φησὶ γὰρ τούτῳ· ”Σύνες καὶ ἄκουσον, πρεσβύτα, οὗ λέγω σοι·

τῷ πατριάρχῃ πάλαι ὡς ἔφησας

ὤφθη ὁ θεὸς ὁ ἀπερίγραπτος·

ἀλλὰ ἐκεῖνα ὑπῆρχε τύπος

ὧν πράττειν μέλλει ὁ θεὸς συγκαταβαίνων τοῖς θνητοῖς,

οὗ γενήσεται πάντως ὁ υἱός σου Ἰωάννης

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

11

Ῥαψῳδίας μὲν οὖν λόγους σοι οὐκ ἀπήγγειλα,

ἀληθείας δὲ σοὶ ῥήματα προσεκόμισα

πεμφθεὶς οὐρανόθεν ἐκ τοῦ φιλανθρώπου·

ἐγὼ ἀγγέλων ὁ ἀρχιστράτηγος ὑπάρχω, πρεσβύτατε·

τῷ φοβερῷ δε θρόνῳ τοῦ κτίσαντος

γῆν καὶ οὐρανὸν τρέμων παρίσταμαι·

παρ' οὗ ἐπέμφθην διακονῆσαι

καὶ προμηνῦσαι σοὶ χαρὰν καὶ διὰ σοῦ πάσῃ τῇ γῇ,

ἧς γενήσεται πάντως ὁ υἱός σου Ἰωάννης

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

11bis

⟦„Ῥήματά μοι λαλεῖς ἅμα πιστὰ καὶ ἄπιστα·

οἶδα γὰρ τὸν θεὸν πάντα σαφῶς δυνάμενον,

ἀλλ' οὐκ ᾐτησάμην τοῦ λήψεσθαι παῖδα,

τὴν σωτηρίαν λαοῦ δὲ μάλιστα“, ὁ πρέσβυς ἀντέφησε·

”σὺ δέ μοι λέγεις. υἷον ὡς τέξομαι·

πόρρω τῆς ἐμῆς βουλῆς οἱ λόγοι σου·

διὸ φοβοῦμαι πιστεῦσαι τούτοις,

μήπως εἰς ὄλισθον δεινῆς, οἰκήσεως συγκαταχθῶ·

υἱὸς γάρ μοι πῶς ἔσται, ὥσπερ ἔφης, 〈τοῦ〉 δεσπότου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;”]⟧

12

„Ὁ οὖν πέμψας με σοὶ Λόγος ἐστὶ προάναρχος

καὶ υἱὸς τοῦ θεοῦ ἅμα τε καὶ θεός ἡμων,

ὃς ἔρχεσθαι μέλλει διὰ εὐσπλαγχνίαν

καὶ δι' ἀνθρώπους ἄνθρωπος γίνεται ἀνθρώπους λυτρούμενος·

καὶ ἐκ παρθένου μήτρας προέρχεται

πρᾶγμα φοβερὸν καὶ δυσπαράδεκτον,

ὅπερ θαυμάσει ἡ κτίσις πᾶσα,

ὅτι ἀθάνατος θεὸς συμπολιτεύεται θνητοῖς·

ἄλλα τοῦ μυστηρίου γενήσεται ὁ υἱός σου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

13

Μὴ θαυμάσῃς οὐκοῦν, ὅτι ἡ στεῖρα τέξεται·

καὶ γὰρ ἔχεις ἰδεῖν καὶ τὴν παρθένον τίκτουσαν

καὶ τότε ἐκστήσῃ μειζόνως ἐν τούτῳ·

ἐκ παραδόξου παραδοξότερον θεάσῃ, πρεσβύτατε,

καὶ ἐκ τῶν πρώτων τὰ τελευταῖα σοι

καὶ τοῖς μετὰ σὲ παραδειχθήσεται·

ἐνταῦθα μέντοι κατὰ τὴν φύσιν

τῇ συνελεύσει τῇ πρὸς σὲ ἡ στεῖρα τέξεται υἱόν·

ἀλλ' ἐκεῖ ὑπὲρ φύσιν, οὗ ἐστὶν ὁ Ἰωάννης

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

13bis

[”Μάρτυράς μοι πιστοὺς τῶν λεγομένων ποίησον·

οὐδὲ γὰρ τὸ τυχὸν λέγεις μοι βεβαιούμενος·

θεὸς πῶς ἐν μήτρᾳ παρθένου οἰκήσει;

καὶ σὺ γὰρ ἔφης ὡς ἀκατάληπτον ὑπάρχει καὶ ἄφραστον·

εἰ δὲ καὶ τοῦτο θεὸς ἐργάσεται,

πῶς ἐκ τῆς ἐμῆς ὀσφύος λήψεται

τὸν προδρομοῦντα αὐτοῦ τῆς ξένης

ἐπιφανείας καὶ φρικτῆς; τί με τὸν γέροντα θροεῖς;

οὐχ ἁπλῶς σοι πιστεύω, ὅτι ἔσται ὑϊός μοι

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]]

14

„Ὁδηγήσω σε νῦν καὶ τὴν γραφὴν διδάξω σε·

Ἠσαΐας ποτὲ προφητικῶς ἐκήρυξε

περὶ τοῦ υἱοῦ σου, ὃν τίκτει στεῖρα·

”Φωνὴ βοῶντος“ τοῦτον ἐκάλεσε, φωνὴ καὶ κληθήσεται·

φωνὴ τοῦ Λόγου πάντων ἡγήσεται,

τοῦ Ἐμμανουὴλ πρῶτος ἐλεύσεται·

τοῦ βασιλέως ὁ στρατιώτης

καὶ τοῦ δεσπότου ὁ πιστὸς προτρέχει δοῦλος ἐπὶ γῆς

τὴν ὁδὸν ἑτοιμάζων καὶ καλούμενος ἐν κόσμῳ

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

15

Νῦν μὲν ὁ Γαβριὴλ τούτοις τοῖς λόγοις κέχρηται·

ἄλλα ὁ ἱερεὺς καθ' ἑαυτὸν λογίζεται

τοῦ τόπου τὸ σέβας καὶ τοῦ προσλαλοῦντος·

„Ναὸς ὑπάρχει τοῦ παντοκράτορος σεπτὸς καὶ πανάγιος,

παστὰς ἀγγέλοις καὶ ταῖς δυνάμεσι

καὶ τοῖς Χερουβὶμ τοῖς λειτουργοῖς αὐτου·

ἀπατηλὸς δὲ οὐκ ἂν ἐνταῦθα

ποτὲ ἐθάρρησεν ἐλθεῖν καὶ ἀπατῆσαι τοὺς πιστούς·

ἀλλ' οὐδ' οὕτως πιστεύω, ὅτι ἔσται ὑϊός μου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

16

Δριμυχθεὶς οὐ μικρὸν ὁ Γαβριὴλ ὀργίζεται

καὶ φησὶ πρὸς αὐτόν· ”Ἔδει σε, ὦ πρεσβύτατε,

μὴ ἀμφισβητῆσαι πρὸς τὰ λαληθέντα·

ἀλλ' ἐπειδήπερ σὺ οὐκ ἐπίστευσας τοῖς λόγοις οἷς εἶπον σοι,

οὐ μὴ λαλήσεις, ἕως οὗ γένηται

ἔργοις καὶ καιροῖς ἅπερ λελάληκα·

τὴν γὰρ σφαλεῖσαν φωνὴν ἐγώ σου

ἐπέχω ὡς ἀπιστηθεὶς καὶ σωφρονίσω πρὸς καιρόν,

ἕως ὅτε τεχθείς σοι τὴν φωνήν 〈σου〉 ἀποδώσει

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

16bis

⟦„Ἀπιστεῖς μοι;“ φησὶ τῷ ἱερεῖ ὁ ἄγγελος·

”πειραθήσῃ λοιπὸν θείας ἀγανακτήσεως·

ἰδοὺ γὰρ δεσμός σου τῆς γλώσσης κρατήσει·

ἄφωνος λοιπὸν μένεις ἐπάξιον λαβὼν ἐπιτίμιον,

ἕως γεννήσῃς φωνὴν τὴν λύσασαν

τῆς ἀφωνιᾶς σὲ τὸν γεννήσαντα

καὶ ὑποδείξει Χριστὸν ἀνθρώποις

τὸν ἀφαιρούμενον αὐτῶν τὰς ἁμαρτίας ὡς θεός·

καὶ γὰρ οὗτος ὑπάρξει τῆς αὐτοῦ παρουσίας

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]⟧

17

Ὁ ἀσώματος μὲν ταῦτα εἰπὼν ἀπέρχεται,

ὁ λαὸς δὲ ἑστὼς τὸν ἱερέα ἔμενε

θαυμάζων καὶ λέγων· „Τίνος ἆρα χάριν

τοσοῦτον χρόνον ἔσω ἐβράδυνε νυνὶ ὁ πρεσβύτατος;

οὐδέποτέ γαρ τοῦτο ἐγένετο.“

πᾶς οὐν ὁ λαὸς τότε ἐξίστατο·

ἀλλ' ὁ πρεσβύτης ἐξῆλθε μόνος

καὶ διανεύων τῷ λαῷ ἐγνώσθη πᾶσι μὴ λαλῶν·

καὶ λοιπὸν ἐσιώπα, ἕως ὅτε ἐτέχθη

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

18

Μέτα τὴν σιωπὴν ἔβλεπεν ὁ πρεσβύτατος

ἐν τοῖς ἔργοις αὐτοῖς τὰ τοῦ ἀγγέλου ῥήματα,

τὴν ἄκαρπον πρώην νῦν καρποφοροῦσαν·

ἧς μέτα χρόνον πάλιν τεθέαται παρθένον ἐγκύμονα

”Ἡ στεῖρα”, λέγων, „ἤδη συνέλαβε,

μήτηρ δὲ φωνῆς πάντων γενήσεται·

ἐγὼ φωνῆς μεν ἀπεστερήθην,

ὁ πρώην εὔλαλος ἀεὶ εὑρέθην ἄλαλος νυνί·

ἀλλὰ πάλιν φωνήν μοι προξενήσει ὁ ἐκ στείρας

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

Ἰωάννην οὐκοῦν ὁ Ζαχαρίας ἔμενεν,

19

ἡ σιγὴ τὴν φωνὴν τίκτεσθαι ἐξεδέχετο,

ὁ γέρων τὸν νέον τὸν ἐξ Ἐλισάβετ·

ὁ πρόδρομός δε τότε κρατούμενος δεσμοῖς τοῖς τῆς φύσεως

καὶ ἐν τῇ μήτρᾳ ἔτι κρυπτόμενος

κράζει οὐ φωνῇ ἀλλὰ σκιρτήμασι·

”Τὴν κτίσιν οὔπω ἐγὼ κατεῖδον

καὶ προμηνύω σοι τὸν σὸν δημιουργὸν καὶ λυτρωτήν·

πρὸ γεννήσεως σπεύδω τοῦ λόγου τοῦ προανάρχου

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

20

Τῇ τῶν λόγον φωνῇ προφητικῶς προήγγελε·

σαρκωθέντα αὐτὸν προθεωρῶν ἠγάλλετο·

τὸν κόσμον οὐκ εἶδε καὶ κόσμῳ συγχαίρει·

τὸ φῶς μὴ βλέπων εἶδε τὸν ἥλιον τὸν πάντας φωτίζοντα·

δεσπότην βλέπων παραγενόμενον,

χρόνον τοκετοῦ οὐ περιέμενεν·

ἀλλὰ καὶ φεύγειν ἐφιλονείκει

πρὸ τῆς γεννήσεως αὐτοῦ τὰ τῆς γαστρὸς τότε δεσμὰ

„Τί κατέχομαι“, λέγων, ”ὅτι ἦλθεν οὗ ὑπάρχω

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος;”]

21

Ἰωάννης μὲν οὖν ἐξ Ἐλισάβετ τίκτεται,

ὁ πατήρ δε αὐτοῦ ἐκ παραδόξου φθέγγεται

τὴν προσηγορίαν τοῦ νέου συγγράφων·

ἐρωτηθείς γαρ „Τίνα καλέσωμεν τεχθὲν τὸ παιδάριον;“

αἰτήσας δέλτον γράφει τὸ ὄνομα,

ὅπερ πρὸς αὐτὸν εἶπεν ὁ ἄγγελος·

ἀγράφοις λόγοις ὁ μὴ πιστεύσας

ἐγγράφως ἄρτι τοῦ υἱοῦ κηρύττει ὄνομα εἰπών·

”Ἰωάννης καλείσθω ὁ τεχθεὶς καὶ ὁ ὑπάρχων

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.”]

22

Ὁ ἀκούσας τὸ πρὶν καὶ μὴ πιστεύσας ῥήμασι

τῇ φωνῇ ἑαυτοῦ τοῦτο ἐνομοθέτησε·

καὶ ἡ δεξιά μεν ἔσπευδε τοῦ γράφειν,

ἀλλὰ προφθάσαι ταύτην ἠπείγετο ἡ γλῶσσα τοῦ γέροντος,

καί, πρὶν προγράψῃ ὅλον τὸ ὄνομα,

λύεται δεσμὸς ὁ τῆς φωνῆς αὐτου·

τὸ γράμμα οὔπω ὑπανεγνώσθη,

ὁ δὲ ἐκέκραγε βοῶν καὶ εὐλογῶν τὸν λυτρωτήν·

„Ἰωάννης καλείσθω ὁ τεχθεὶς καὶ ὁ ὑπάρχων

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.“]

23

Ὑϊὲ τοῦ θεοῦ, σύ εἰ θεὸς προάναρχος,

τοῦ ἀνάρχου πατρὸς σύνθρονος καὶ τοῦ πνεύματος,

ἀρρήτως, ἀφράστως τεχθεὶς ἐκ παρθένου·

ὁ δι' ἀνθρώπους ἄνθρωπος τέλειος ἀτρέπτως γενάμενος,

παράσχου πᾶσι δόξαν καὶ ἄφεσιν

καὶ ἐπιστροφὴν τοῖς προσιοῦσι σοι,

καὶ σῶσον πάντας ταῖς ἱκεσίας

τῆς παναμώμου σου μητρὸς καὶ τοῦ ἐνδόξου βαπτιστοῦ·

καὶ αὐτός γαρ πρεσβεύει ὑπὲρ πάντων ὡς ὑπάρχων

[προφήτης, κῆρυξ ὁμοῦ καὶ πρόδρομος.]

62

t

1

{ΕΙΣ ΤΟΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ}

pro

t

{Ἰδιόμελον}

1

Ἀρχιστράτηγε θεοῦ, λειτουργὲ θείας δόξης,

τῶν ἀγγέλων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων,

τὸ συμφέρον ἡμῖν πρέσβευε καὶ τὸ μέγα ἔλεος,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

strop

t

{Τράνωσον (App. Metr. A)}

1

Ἔφης, φιλάνθρωπε, ἐν γραφαῖς σου πλήθη χαίρειν ἀγγέλων ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, ἀθάνατε·

ὅθεν ἡμεῖς οἱ ἐν ἁμαρτίαις, ἀναμάρτητε μόνε καρδιογνῶστα,

σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον,

οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, δέσποτα,

παρέχων ἥμιν συγχώρησιν· ὑπὲρ πάντων ἡμῶν γὰρ πρεσβεύει σοι

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

2

Ἴσχυσαν πάλαι οἱ Νινευῖται μετανοίᾳ θυμόν σου ἐκμειλίξαι, σωτήρ, διὰ νηστείας, ὡς γέγραπται·

νῦν δὲ ἡμᾶς εὐσπλαγχνίας πλούτῳ ἐλεήσας τὴν ἄφεσιν δίδου πᾶσιν·

ὡς γὰρ θεὸς οἰκτειρήσας ηὐδόκησας σάρκα λαβεῖν

καὶ τίκτῃ φιλανθρωπίᾳ μυστηρίῳ τῷ σῷ ὑπουργήσαντος

τοῦ πρωτοστάτου ⟦τῶν⟧ νοῶν Γαβριήλ, ὃς σταλεὶς τῇ παρθένῳ τὸ ”Χαῖρε” βοᾷ,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

3

Σὺ φοβερός εἰ ⟦ὁ⟧ κτίστης τῶν ὅλων, ὁ ποιήσας ἀγγέλους πυραυγεῖς, φοβεροὺς καὶ πνεύματα λειτουργοῦντα σοι·

σοὶ παρειστήκεισαν κύκλῳ τάξεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων·

σὺ ταῖς ἀρχαῖς ἐξουσίαις δυνάμεις συνέζευξας

σὺν τούτοις ἅμα καὶ θρόνοις κυριότητας τάξας δουλεύειν σοι·

διέπεις πάντα προστάγματι, καὶ ὑπείκει θελήματι σῷ, ἀγαθέ,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

4

Τί προσαγάγῃ ὁ χοῦς τῷ πλάστῃ; τί ἀντάξιον δώσῃ ἡ πηλὸς τῷ θεῷ τῷ μόνῳ δημιουργήσαντι;

οὐ γὰρ ἠρκέσθη τοῦ πλάσαι μόνον, ἀλλὰ δέδωκεν ἄγγελον φυλάττειν τοῦτον·

ἔχομεν οὖν φυλακτήριον ἄγγελον ἕκαστος,

καί, τοῦτον ἐὰν τιμῶμεν, τῶν ἀτόπων γινόμεθα πάντων ἐκτός·

ὁδὸν ἡμῶν γαρ εὐθύνει ἀεὶ ὡς δοθεὶς φυλακτήριον πᾶσιν ἡμῖν

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

5

Ὅπλοις στεφόμεθα εὐδοκίας τοῖς ἀΰλοις οἱ πάντες τῶν ἀγγέλων χοροῖς παντόθεν περικυκλούμενοι·

φύλακες γὰρ τῶν σωμάτων μόνον οὐκ εἰσίν, ἀλλὰ γὰρ καὶ ψυχῶν προστάται

καὶ ἐν πολέμοις ἐφάνησαν πλείστων ὑπέρμαχοι·

καὶ μάρτυς τούτων ὑπάρχει Βαλαὰμ καὶ σὺν τούτῳ Ἰ͜η͜σοῦς ὁ Ναυῆ

καὶ Δανιὴλ ὁ σοφώτατος, ὅστις τὸν Γαβριὴλ ἐθεάσατο

[τὸν τῶν ἀσωμάτων ἀρχιστράτηγον.]

6

Νίκην πολέμου διὰ κατάρας ἐπιφέρειν νομίσας τῷ λαῷ ἑαυτοῦ ὁ τῆς Μωὰβ βασιλεὺς Βαλαάκ,

πέμψας πρεσβείαν μετακαλεῖται Βαλαὰμ μαντευόμενον ἐν κυρίῳ

„Ἄρασαι μοὶ ἐξ Αἰγύπτου λαόν“ λέγων τῷ Βαλαάμ,

ὃς εἶδε διὰ τῆς ὄνου ἀνθρωπίνῃ φωνῇ λαλησάσης αὐτῷ

λεγούσης· ”Βλέπε, ⟦πῶς⟧ κωλύει με τὴν ὁδὸν παρελθεῖν ἀνθιστάμενος

[τὸν τῶν ἀσωμάτων 〈ἀρχιστράτηγον〉”.]

7

Ἂν οὖν σιγήσω καὶ μὴ λαλήσω, ὅσην δόξαν παρέσχε τοῖς ἀνθρώποις θεός, ὡς ἄδικος κατακρίνομαι·

διὸ παράσχου μοι λόγον, Λόγε, ὁ ἀνοίξας τῆς ὄνου στόμα λαλῆσαι,

ἵν' εἴπω ἅπερ πάλαι παρέσχες καὶ νῦν ἀγαθά,

ἀγγέλους τάξας ἁγίους εἰς τὸ σώζειν ἀνθρώπους ὡς εὔσπλαγχνος·

καὶ Ἰησοῦ γὰρ ποτὲ τοῦ Ναυῆ πολεμοῦντι ἐχθροὺς σὺ κατέπεμψας

[τὸν τῶν ἀσωμάτων ἀρχιστράτηγον.]

8

Ῥήματα τότε τῷ πολεμάρχῃ ὁ ἀσώματος εἶπε περὶ τοῦ Ἰσραὴλ τοῖς ὅπλοις θωρακισμένος·

μόνον δὲ εἶδεν ἑστῶτα τοῦτον Ἰησοῦς, ἐπηρώτησε οὕτως λέγων·

„Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; σαφήνισον“·

εὐθέως ἀνταπεκρίθη· ”Ἀρχιστράτηγος πέλω θεοῦ σαβαώθ·

ὑπόλυσαι ὑποδήματα, ὡς προστάττω ἐγὼ ὁ σταλεὶς ἐκ θεοῦ,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

9

Χάριν ὑμῶν ἐγὼ ἀπεστάλην, ἵνα τοὺς ἀλλοφύλους πρὸ προσώπου ὑμῶν ἐξολοθρεύσω δυνάμει μου”·

φόβῳ δὲ τότε προσπίπτει τούτῳ καὶ αἰτεῖ τὸν ἀσώματον ἱκετεύων·

„Τί οὖν προστάττεις οἰκέτῃ τῷ σῷ, ταξιάρχα θεοῦ,

ποιῆσαι; πῶς προσετάχθης; μὴ δὴ κρύψῃς εἰπεῖν ἃ συμφέρει μοι·

θεὸς κελεύσας ἀπέστειλε σέ, ἵνα σώσῃς λαὸν τοῦ Ἰσραήλ,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος“.]

10

Ἰεριχὼ παρέλαβε πόλιν Ἰησοῦς ὁδηγοῦντος τοῦ ἀγγέλου αὐτόν· εὐχῇ γὰρ τείχη κατέαξε·

ταῦτα δὲ λέγων κηρύττω πᾶσι τὴν θεοῦ πρὸς ἀνθρώπους φιλανθρωπίαν,

πῶς ἐξ ἀρχῆς τοὺς ἀνθρώπους φυλάττουσιν ἄγγελοι·

ἐξείπω ἄλλην ἀγγέλου ἐπὶ τοῦ Μανωὲ συγκατάβασιν;

αὐτὸς δηλώσας Σαμψὼν τοκετὸν ἀναπέμπειν θυσίας προσέταττεν

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

11

Σώζει δὲ πάλιν Ἰσραηλίτας δι' ἀγγέλου ἁγίου ἐπὶ τοῦ Γεδεὼν ⟦ὁ θεὸς⟧ καὶ Μαδιὰμ ἐξωλόθρευσεν,

ὥσπερ καὶ ἔπι τοῦ Ἐζεκίου Ἀσσυρίους κατέβαλε δι' ἀγγέλου·

καὶ Ζαχαρίᾳ ἀπέστειλεν ἐν τῷ ναῷ Γαβριήλ,

ὅς, λέξας τὴν τοῦ προδρόμου σύλληψιν, ἠπιστεύθη καὶ κώφευσιν

τῷ Ζαχαρίᾳ ἐπέβαλε, καὶ 〈ἀπ〉έμεινεν οὕτως ὡς ἔφησεν

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

12

Τίνι ἑτέρῳ εἶχε πιστεῦσαι κεκρυμμένον ἀρρήτως πρὸ αἰώνων φρικτὸν μυστήριον τῆς σαρκώσεως;

κἄν γαρ προφῆται ἔφησαν τοῦτο, ἐν αἰνίγμασιν εἶπαν καθὼς ἐχώρουν·

μόνῳ οὐν τῷ Γαβριὴλ φανεροῖ ὁ θεὸς τὸ κρυπτὸν

καὶ στέλλει πιστὸν ὡς δοῦλον πρὸς παρθένον ἁγνὴν εἰς πόλιν Ναζαρέτ·

ὃς κατελθὼν ἐπὶ γῆς πρὸς αὐτὴν μετὰ φόβου βοᾷ· ”Χαῖρε, μῆτερ θεοῦ”

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

13

Ῥῆμα θεοῦ διὰ τῶν ἀγγέλων ἀπεστάλη πρὸς πάντας τοὺς ἀνθρώπους ἀεί· αὐτῷ γὰρ πάντες παρίστανται·

καὶ σωτηρία πιστοῖς ἐδόθη ἡ αὐτῶν ἀκατάληπτος προστασία,

ἣν ἀσφαλῆ οἱ προστρέχοντες σκέπην κεκτήμεθα

αἰτοῦντες τὸν ταξιάρχην τὰς ἡμῶν ἱκεσίας καὶ τὰς προσευχὰς

ἀεὶ προσάγειν τῷ πάντων θεῷ ὡς τῷ θρόνῳ αὐτοῦ παριστάμενον,

[ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγον.]

14

Ἄισωμεν ᾆσμα τῷ πάντων κτίστῃ σὺν ἀγγέλοις αἰνοῦντες καὶ ὑμνοῦντες Χριστὸν βουλῇ τεχθέντα ὡς ἄνθρωπον·

„δόξα!“ βοῶντες θεῷ ὑψίστῳ ἐπὶ γῆς τῷ εἰρήνην δωρησαμένῳ

πᾶσι βροτοῖς εὐδοκίᾳ πατρὸς καὶ τοῦ πνεύματος·

Χριστός γαρ ἐνανθρωπήσας τοῦ φραγμοῦ τὸ μεσότοιχον ἔλυσε,

καὶ χαίρουσι πάντες ἄγγελοι ἐφ' ἑνὶ σωζωμένῳ βροτῷ καὶ αὐτὸς

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

15

Τεῖχος ἀπόρθητον ἔχομέν σε, ἀρχιστράτηγε, πάντες οἱ προστρέχοντες σοὶ καὶ τῶν κινδύνων λυτρούμεθα·

ὑπὸ τὴν σκέπην γὰρ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης καταφυγόντες

τῶν δυσχερῶν καὶ ἀτόπων λυτρούμεθα πράξεων·

τὴν σήν γαρ ἐπιποθοῦντες προστασίαν ἡμεῖς οἱ ἀνάξιοι

τὰς ἱκεσίας προσφέρομεν, ἵνα ταύτας θεῷ προσαγάγῃς αὐτὸς

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

16

Ἡ πολυπόθητος καὶ τιμία τῆς ἁγίας σου δόξης τοῦ ναοῦ σου σκηνή, ἐν ᾗ προστρέχομεν ἅπαντες,

ἐν ἐπισκέψει θαυμαζομένη ἐξιᾶται τὰς νόσους καὶ ἀλγηδόνας

ἔχουσα σὲ ἐνοικοῦντα καὶ περιοδεύοντα·

τὰ πάθη ἀποσοβοῦσα περιβόητος πέλει ἐν πάσῃ τῇ γῇ·

διὸ καὶ μέ, λειτουργέ θεου, ψυχικῶν νοσημάτων ἀπάλλαξον,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

17

Γνώμην προσδέχου εὐχαριστοῦσαν, καὶ γὰρ ἄξιον τί σοι ⟦προσ⟧ἀγαγεῖν ἀπορῶν ὑμνοῦσαν γλῶτταν προσφέρω σοι,

ὑπὲρ χρυσίον εὐγνωμοσύνην, ὑπὲρ λίθους σαπφείρους εὐχαριστίαν,

καὶ ὡς μικρὰν προσφοράν σοι προσφέρω τὰ ῥήματα·

ἀντί οὐν πλειόνων δέχου τὰ ἐλάχιστα πίστει με λέξαντα,

καὶ τῶν πταισμάτων συγχώρησιν πάρα τοῦ ἀθανάτου μοι αἴτησαι,

[ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.]

18

Ὅτε εἰσέλθω ἐν τῷ ναῷ σου, ἀρχιστράτηγε δόξης τοῦ θεοῦ σαβαώθ, εὐθὺς πληροῦμαι τῆς χάριτος

καὶ ὑπερτέρω τῶν ἐπιγείων ἀνιέναι νομίζω ἐπὶ τὸ κρεῖττον

καὶ εἰσιέναι δοκῶ εἰς αὐτὸν τὸν παράδεισον·

τρυγῶ δε ἀντὶ ἀνθέων τὴν ὑγείαν καὶ ῥῶσιν τοῦ σκήνους μου,

καὶ λύσιν πάντων ἁμαρτιῶν διὰ τῶν πρεσβειῶν σου ἐλπίζω εὑρεῖν,

[ὦ τῶν ἀσωμάτων 〈ἀρχιστράτηγε〉.]

19

Νῦν ἱκετεύω σέ, ταξιάρχα, τοῦ πρεσβεύειν ἀπαύστως τῷ θεῷ ἐκτενῶς, ᾧ λειτουργεῖς καὶ παρίστασαι,

τοὺς εὐσεβεῖς βασιλεῖς φυλάττειν καὶ τὴν ποίμνην ἀτάραχον σὺν ποιμένι,

δοῦναι τῇ γῇ εὐφορίαν καρπῶν καὶ καιροὺς ἀγαθούς,

τὴν πίστιν ὀρθοτομεῖσθαι, ἐκκλησίαις παρέχειν τὴν ἕνωσιν,

τὰς τῶν αἱρέσεων λύειν ὁρμὰς καὶ τὰ βάρβαρα ἔθνη σοβεῖν διὰ σοῦ,

[ὦ τῶν ἀσωμάτων 〈ἀρχιστράτηγε〉.]

63

t

1

{ΤΟ[Ο]Υ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ}

pro

t

{Τὴν ὑπὲρ ἡμῶν}

1

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν

καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις

προσκυνεῖν ἐν τριάδι τὸν ἕνα θεόν·

Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε,

ἐπαξίως εὐφημοῦμεν σε·

[〈τῶν περάτων γὰρ αὐτὸς〉 ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

strop

t

{Τὰ τῆς γῆς (Arr. Metr. C)}

1

Τῷ τῶν ὅλων ποιητῇ κλίνω τὸ γόνυ,

τῷ πρὸ αἰώνων Λόγῳ χεῖρας ἐκτείνω

λόγου ζητῶν χάρισμα, ἵν' ὑμνήσω τὸν ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε·

φησὶ γὰρ τῷ προφήτῃ ὁ ζῶν εἰς τοὺς αἰῶνας·

”Δοξάσω τοὺς ἐν πίστει δοξάζοντας μέ”·

ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας

ἐδόξασέ νυν τὸν ἱεράρχην·

τὸ τάλαντόν γαρ, ὃ ἐπιστεύθη,

καλῶς ἐμπορευσάμενος τῷ βασιλεῖ προσήγαγε·

διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος·

τούτου γὰρ χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δέξασθαι μέ,

ἵν' ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

2

Ὁ μὲν ἥλιος λάμπων, ὡς φθάσας εἶπον,

τὰ ἐν κόσμῳ εὐφραίνει, πανήμερόν δε

δρόμον ποιησάμενος ὑπ' ἐκείνης δεσπόζεται, ἧς δεσπόζων ἐτύγχανε·

καθάπερ γὰρ χιτῶνι καλύπτεται τῷ σκότῳ

καὶ νὺξ καταλαβοῦσα ἀμβλύνει αὐτόν·

τοῦ δὲ πανολβίου ἀρχιερέως τὸ κλέος

καὶ ἡ ἡμέρα ἀνακηρύττει,

καὶ νὺξ δὲ πάλιν θαυμάζει ἄγαν,

πῶς διασχίσαι ἴσχυσε τὴν τῶν πραγμάτων θύελλαν

παρασταθῆναι ἄμωμος Χριστῷ τῷ βασιλεῖ ἡμων·

ἤκουσε γὰρ παρ' αὐτοῦ· „Σὺ ἐδόξασας ἐμὲ ἐπὶ τῶν γηγενῶν,

καὶ ἐγὼ ἐν οὐρανοῖς δόξαν δίδωμι σοί“·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

2bis

⟦Ὁ τῶν ἐπουρανίων ἀρχιεράρχης

τοῦτον ἡμῖν παρέσχεν ἀρχιερέα

θεῖον, ἀξιάγαστον, τὸν ἐπίγειον ἄγγελον καὶ οὐράνιον ἄνθρωπον,

τὸν ὄντως θεολόγον καὶ τῆς τριάδος μύστην

καὶ ὅλης ⟦τῆς⟧ οἰκουμένης ῥήτορα τρανόν·

αὐτὸς γὰρ τὸ δόγμα τῆς εὐσεβείας πλατύνας

τὸν κατελθόντα ἐκ τῶν ὑψίστων

καὶ σαρκωθέντα καὶ σταυρωθέντα

Χριστὸν καλεῖ καὶ κύριον τῆς δόξης ὁ σοφώτατος

θεὸν ὁμοῦ καὶ ἄνθρωπον τὸν ἕνα καὶ ἀμέριστον·

καὶ τὴν τεκοῦσαν αὐτὸν θεοτόκον ἀληθῶς καὶ μητέραν αὐτοῦ

ἀνυμνεῖ καὶ προσκυνεῖ καὶ κηρύττει λαοῖς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]⟧

3

Ὑπὲρ τὴν τοῦ ἡλίου φαίνει ἀκτῖνα

ἡ τοῦ ἐνθέου τούτου ἄδυτος αἴγλη·

νέφη γὰρ καλύπτουσι τὴν ἐκείνου, τὴν τούτου δε οὐδὲ νὺξ διαδέχεται·

ἐκεῖνος ἀνατέλλων μαρμαρυγὰς ἐκπέμπει

καὶ δύνων ἕλκει αὖθις πάσας σὺν αὐτῷ·

οὗτος ἀνατείλας κατηύγασε τοὺς ἐν κόσμῳ

καὶ τελευτήσας φωτίζει πλέον·

περιπολεῖ γαρ μετὰ ἀγγέλων·

ἐν οὐρανοῖς γὰρ πέφυκε τὸ τῶν πιστῶν πολίτευμα,

μεθ' ὧν Χριστὸς αὐλίζεται ὁ τῶν ἁπάντων κύριος,

ὁ τὸν τὰ θεῖα σοφὸν ἐν τῇ τρίβῳ τῆς ζωῆς ὁδηγήσας καλῶς

ὥσπερ καὶ τὸν Ἀαρὼν καὶ τὸν Μελχισεδέκ·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός]

4

Τοὺς προπάτορας αὐτοῦ παραζηλώσας

ὁ σοφὸς οὗτος ποιμὴν πάντων διῆλθε,

πάντας ὑπερέβαλε ταπεινώσει ὑψούμενος τοῖς χρηστοῖς αὐτου ἤθεσι·

Χριστός γαρ τοῦτον ὄντως ἐδόξασε πλουσίως

ἐν ταῖς διδασκαλίαις παρέχων αὐτῷ

πλουσίαν τὴν γνῶσιν τὴν τῶν γραφῶν ἑρμηνεύειν

τοῖς ἐκζητοῦσι τὴν σωτηρίαν

τῆς μετανοίας ὁδὸν βαδίζειν·

τούτοις ἐγκελευόμενος ὁ πρᾶος καὶ ἡσύχιος

πληρώσας τὸ ἐπάγγελμα τὸ τοῦ σωτῆρος, αὖθις δε

τοὺς πάντας φωταγωγῶν, ὁδηγῶν καὶ συνετῶν καὶ δεικνύων αὐτοῖς

ἐπιμένειν τοῖς καλοῖς ἐκδιδάσκων αὐτούς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

5

Ἀγνοῶ, πῶς τὸν θεῖον προσαγορεύσω·

στρατηγόν, ἱερέα ἢ τροπαιοῦχον;

ὃς διὰ τοῦ μέλανος καὶ καλάμου τοξεύμασι τὰς αἱρέσεις κατέβαλε·

καλέσω ἀθλοφόρον; ὡς ὁμολογητής γαρ

στεφανηφόρος μάρτυς παρέστη Χριστῷ·

ἀλλ' εἴπω ἰατρόν; τοὺς γὰρ νοσοῦντας ἰᾶται

καὶ ἐκ πνευμάτων δεινῶν λυτροῦται·

θαυματουργεῖ γαρ ἀδιαλείπτως·

ὁλκάδα πανθαύμαστον ἢ κυβερνήτην δόκιμον;

πολλοὺς γὰρ σώζει πάντοτε ἐπὶ λιμένα εὔδιον·

πῶς οὖν καλέσω αὐτόν; τεῖχος, πέτραν ἢ πηγὴν ἢ Χριστοῦ μαθητήν;

πάντα ἔστι· πᾶσι γὰρ χορηγεῖ ἀγαθά·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός]

6

Παράδεισος ὑπάρχει θεολογίας

πνευματικῶν ἀνθέων πεπληρωμένος

οὗτος ὁ θεάρεστος· τὸ γὰρ ξύλον τὸ τῆς ζωῆς ὁ σταυρὸς τοῦ θεοῦ ἡμων

ὡς πρὶν ἐν παραδείσῳ ἐδείχθη καὶ ἐν τούτῳ

τοῦ σώζειν τοὺς ἐν πίστει φρουροῦντας αὐτόν·

πηγὴ ἡ τῆς Ἐδὲμ τετραμερῶς διαιρεῖται

καὶ πᾶσαν κτίσιν καταπλουτίζει·

ἀλλ' οὗτος μείζων ἐκείνης ὤφθη·

ἡ μὲν τῇ γῇ ὠφέλιμος, ὁ δὲ ἀνθρώποις ἅπασιν·

ἐκείνη βλύζει νάματα, καὶ οὗτος λόγον ἅγιον·

〈τὰ〉 τετραπέρατα γὰρ ὡς παράδεισος τερπνὸς εὐωδίας πληροῖ

τὰ θεόπνευστα αὐτοῦ λόγια χορηγῶν·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

7

Ἐξεχύθη ἀληθῶς ἐκ τῶν σῶν χειλέων

ὑπὲρ μέλι καὶ κηρίον ἡ γλυκύτης

τῆς διδασκαλίας σου, Ἰωάννη πανθαύμαστε, καὶ τὸν κόσμον ἐπλήρωσε·

γλυκάνας καὶ εὐφράνας τοὺς πικροτάτῃ βρώσει

ἀπογευσαμένους ἐκ τοῦ πονηροῦ,

προσάξας δὲ τούτους θυσίαν ζῶσαν κυρίῳ

τῷ ἀγαθῷ τε καὶ φιλανθρώπῳ,

τῷ σωτηρίαν θέλοντι πάντων·

ἐν τούτῳ γὰρ ἐδόξασε σὲ ἀληθῶς, πανεύφημε·

ἐν τούτοις καὶ ἐκάλεσεν ἐπάξιως Χρυσόστομον

καὶ μαθητὴν ἑαυτοῦ τρισκαιδέκατον, σοφέ, συντάξας τοῖς αὐτοῦ

ἀποστόλοις ὡς λαβόντα χάριν παρ' αὐτοῦ·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχεις καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

8

Ἰσορρόπους τοῖς πράγμασιν οὐχ εὑρίσκω

λόγους πρὸς τὸ ὑμνῆσαι τὸν Ἰωάννην·

λόγῳ γὰρ καὶ πράγματι καὶ ἐννοίᾳ ὑπέρκειται τοῦ σεπτοῦ ἡ διήγησις·

ἀκέραιος ἐν πᾶσιν ὁ Ἄβελ ἀνεδείχθη

καθάπερ ὁ τὰ θεῖα σοφώτατος νῦν·

ἐκεῖνος τὴν ζωὴν καὶ μετὰ θάνατον ἔχει,

ὥσπερ καὶ οὗτος ὁ ταπεινόφρων·

καὶ κατοικοῦσι σκηναῖς ἁγίων·

Ἐνὼχ δὲ ὁ ἐνάρετος τὸν θάνατον διέφυγε·

σκιρτᾷ οὖν καὶ ἀγάλλεται καὶ χαίρει καὶ ὁ ἄπλαστος

ἐπὶ τοῖς τέκνοις αὐτοῦ σὺν τῷ Ἄβελ καὶ Ἐνὼχ Ἰωάννην ὁρῶν

καὶ σεμνύνεται λοιπὸν ἐπὶ τούτοις καλῶς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

9

Νῶε μὲν ἐκδιδάσκων τοὺς παρανόμους

τῶν δεινῶν ἐπιστρέψαι οὐκ ἠδυνήθη·

νῦν δὲ ὁ διδάσκαλος τῷ θεῷ ἀναρίθμητα πλήθη ὄντως προσήγαγε·

τριώροφον ἐκεῖνος ἐκτήσατο ἑστίαν

κἀκεῖ τοὺς ὑπηκόους διεσώσατο·

καὶ͜ ͜ο͜ὗτος ἐκκλησίας τρισμακαρίστου προέστη

ἐν ταύτῃ σώζων τοὺς εὐσεβοῦντας

καὶ ἐλευθέρους ποιῶν θανάτου·

ἐκείνην οἱ οἰκήσαντες τὸν θάνατον διέφυγον,

ἐν ταύτῃ οἱ προστρέχοντες εἰς τὸν αἰῶνα ζήσονται·

τὰ πάλαι τύποι τῶν νῦν· ὁ μὲν εἶχε γὰρ ζωὴν ἐπίσαλον ποτέ,

οὗτος δὲ ἐπασφαλῆ ἐπὶ πέτραν ἑστώς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

10

Ὁ Ἀβρα͜ὰ͜μ τοὺς ἀγγέλους ἐξενοδόχει,

ὑπὲρ τοῦτον δὲ ὤφθη ὁ Ἰωάννης·

τὴν σκηνὴν γὰρ ἔπηξεν ὑπὸ δρῦν ὁ πρεσβύτατος καὶ ἐκεῖσε διέτριβεν·

οὗτος δὲ νῦν ἐν ταύτῃ τῇ Κωνσταντινουπόλει

οἰκῶν πρὸς σωτηρίαν πάντων τῶν λαῶν

ἑκάστῳ δαψιλῶς τὰ πρὸς τὴν χρείαν ἐδίδου,

τροφήν, ἐσθῆτα καί γε πρὸς τούτοις

τὸν θεῖον λόγον τῆς εὐσεβείας·

ἐκεῖ τοὺς παροδεύοντας ἀνέψυχεν ὁ ἔνθεος,

ἐνταῦθα ὁ θεσπέσιος τοὺς κύκλῳ καὶ τοὺς πόρρωθεν·

ἐκεῖνος τὸν Ἰσαὰκ πρὸς θυσίαν ἤγαγε τῷ τῶν ὅλων θεῷ,

οὗτος δὲ καὶ ἑαυτὸν θύει πνευματικῶς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

11

Ὑψηλὸς ἐν τοῖς πάλαι βεβιωκόσιν

Ἰακὼβ ἀνεδείχθη ὁ πατριάρχης·

οὗτος γάρ, ὡς γέγραπται, τὴν ψυχήν αὐτου τέθηκε τοῦ ποιμνίου κηδόμενος·

καὶ νῦν ὁ ἀγελάρχης τῆς τοῦ Χριστοῦ ἀγέλης

τὰ λογικὰ ἀρνία νομεύει πιστῶς·

ἐκτρέφων τὰς ψυχὰς τοῖς ὑγιαίνουσι λόγοις

καὶ τὰς καρδίας τῶν εὖ φρονούντων

τὴν θείαν μάνδραν πληθύνει πᾶσιν·

ἐκεῖνος ἐπὶ κλίμακος τὸν κύριον ἑώρακε,

καὶ οὗτος διὰ πίστεως τὸν κύριον τεθέαται·

ἐκεῖνος 〈μὲν〉 Ἰσραὴλ ὠνομάσθη ὡς πατὴρ τοῦ λαοῦ τοῦ θεοῦ,

οὗτος τῶν Χριστιανῶν ⟦ὡς⟧ διδάσκαλος πιστός·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

12

Ῥήτωρ ἐν τῇ Αἰγύπτῳ Μωσῆς ἐδείχθη,

ῥήτωρ τῇ οἰκουμένῃ οὗτος ἐγνώσθη·

πάλαι ἀντελέγετο τὰ ἐκείνου διδάγματα, νῦν τὰ τούτου κρατύνεται·

ἐν τέρασιν ἐκεῖνος προσῆλθεν Αἰγυπτίοις,

οὗτος τοῖς ἐν τῷ κόσμῳ ἐν λόγῳ Χριστοῦ·

ἐκεῖνος τὸν ὄφιν τῷ λαῷ ὕψωσε πάλαι,

νῦν οὗτος πᾶσι θεὸν ἀφράστως

σαφῶς κηρύττει σαρκὶ τεχθέντα·

ἐκεῖνος οὖν κατῴκησεν εἰς τὰ Ἱεροσόλυμα,

οὗτος πολλοὺς συνήγαγε τῇ ἄνω Ἱερουσαλήμ·

ἐκεῖνος ἴθυνε πρὶν τὸν λαὸν τοῦ Ἰσραήλ, ἀλλ' οὐκ ἦρξεν αὐτῶν·

τοῦτον νῦν οἱ εὐσεβεῖς ἕπονται εὐσεβῶς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

13

Ὡς Ἀάρων τὸ πάρος Ἰσραηλίταις,

ὁμοίως ἀνεδείχθη τοῖς ἐν τῷ βίῳ

οὗτος ὁ πανεύφημος· ἱερεῖς γὰρ ἀμφότεροι τοῦ θεοῦ ἐχρημάτισαν·

ἐκεῖνος ἐπωμίδα ἠμφιεσμένος πάλαι,

καὶ οὗτος ὠμοφόρον περικείμενος ⟦νῦν⟧·

ἐκεῖνος 〈μὲν〉 πλαξὶ λιθίναις κεκολαμμέναις

ἐν στήθει φέρων ἐξιλεοῦτο,

οὗτος δὲ πόλεις πάσας καὶ δήμους

ἔχων ἐν στέρνοις ἔνδοθεν ἐν τῇ καρδίᾳ πάντοτε

ὑπὲρ ἁπάντων εὔχεται καθαγιάζων ἅπαντας·

ζωοθυσίας ὁ πρὶν ἐκτελέσας ἥγνιζε τὸν λαόν, ὁ δὲ νῦν

ἀναιμάκτῳ προσφορᾷ σώζει νῦν τοὺς πιστούς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

14

Μωϋσῆς καὶ Ἀάρων ἐν ἱερεῦσι

καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις

τοῦ θεοῦ τὸ ὄνομα, ὡς φησὶν ὁ μελίρρυτος κελαδῶν ἐν τοῖς ᾄσμασι·

καὶ Φινεὲς ἐκεῖνον τὸν ζηλωτὴν τοῦ νόμου

ὡσαύτως μεγαλύνει ὁ πρᾶος Δαβίδ·

καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο 〈τότε〉,

καὶ ἐκοπᾶσεν ἡ θραῦσις πᾶσα

καὶ εἰς δικαίους κατελογίσθη·

οὗτος δὲ ὁ πανόλβιος πολυμερῶς ὑπόκειται·

ἀρχιερεὺς γὰρ πέφυκε πρὸς τὸν τοῦ κόσμου κύριον

ἐπικαλεῖ τε πιστῶς ὡς τῆς ποίμνης ἀρχηγός, ἐξαιρεῖ τε ἀεὶ

ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν λαὸν τοῦ Χριστοῦ·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

15

Ἀνιστάμενος ὄρθρου ἀεὶ προσῆγεν

ὁ Ἰὼβ τὰς θυσίας ὑπὲρ τῶν τέκνων

λέγων ὁ φιλόθεος· ”Μήποτε ἐνενόησαν πονηρὰ ταῖς ψυχαῖς αὐτῶν”·

ὁ δὲ ἱεροφάντης ὑπὲρ τῶν ὀρθοδόξων

ἀναίμακτον θυσίαν προσάγει θεῷ·

ἐκεῖνος μὲν ἄκων τῶν ἑαυτοῦ ἐστερήθη,

οὗτος ἑκών δε ἀεὶ δωρεῖται

τοῖς δεομένοις τὴν εὐλογίαν·

ἐκείνου τοῖς παλαίσμασιν ἡττήθη ὁ διάβολος,

καὶ τούτου τοῖς κηρύγμασι διδράσκει πᾶσα αἵρεσις·

ἐν τοῖς συμβᾶσιν αὐτῷ οὐχὶ ἥμαρτεν Ἰώβ, ὡς φησὶν ἡ γραφή,

ἀλλ' ὑπέρκειται αὐτῷ οὗτος ὁ ἱερεύς·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

16

Νουνεχῶς ὁ προφήτης Δαβὶδ ἐβόα·

„Οἱ ἱερεῖς τοῦ θεοῦ δικαιοσύνην

πάντοτε ἐνδύσονται“· οὗτος οὖν ὁ ἀρχιερεὺς ἄγαν ἠγαλλιάσατο·

ψαλτήριον ἐκεῖνος ἐσκεύασε τὸ πάρος,

συγγράμματα δὲ οὗτος θεόπνευστα νῦν·

σοφὸς ἐν τοῖς πάλαι ὁ Σολομὼν ἀνεδείχθη,

οὗτος δὲ νῦν ὤφθη ὑπερβαλλόντως

κεκοσμημένος σοφίᾳ θείᾳ·

ὁ Ἐζεκίας δάκρυσι θάνατον ἐτροπώσατο

καὶ αὖθις ἐπεβίωσε κελεύσει τοῦ θεοῦ ἡμων,

οὗτος δὲ τῇ προσευχῇ τὴν ἀκήρατον ζωὴν ηὕρατο εὐσεβῶς

καὶ ἀεὶ ἐν οὐρανοῖς συνδιάγει Χριστῷ·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

17

Ὁ Θεσβίτης Ἠλίας ὀργῇ δικαίᾳ

ἱερεῖς ἀνιέρους ξίφει ἀνεῖλεν·

τούτῳ ἁμιλλώμενος ὁ τῆς πίστεως ζηλωτὴς τῇ μαχαίρᾳ ἀπέκτεινε

τῇ τῆς διδασκαλίας τούς τε αἱρεσιάρχας

καὶ τὰς αὐτῶν αἱρέσεις ἔπρισε σαφῶς·

ἐκείνου τῇ εὐχῇ κατῆλθε πῦρ οὐρανόθεν,

τῇ τούτου πνεῦμα τὸ ἐν πυρίναις

προφθάσαν γλώσσαις τοὺς ἀποστόλους·

ἐκεῖ τὸ πῦρ κατέφαγε τὸ θῦμα καὶ τὰ ὕδατα,

ἐνταῦθα σῶμα ἔδειξε θεοῦ καὶ αἷμα ἅγιον·

ἐκεῖνος ἤρθη ποτὲ ἐπὶ ἅρματος πυρὸς ὡς εἰς τὸν οὐρανόν,

οὗτος ἐν τῷ οὐρανῷ συνδιάγει Χριστῷ·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

18

Ὑψηλῶν συγγραμμάτων ὑπάρχει πίναξ

προφητῶν, ἀποστόλων καὶ διδασκάλων

οὗτος ὁ ἀείμνηστος· ἐν αὐτῷ γὰρ εὑρίσκομεν πάντων τὰ κατορθώματα,

τὰς ἀρετὰς ἑκάστου, τὴν πρὸς θεὸν ἀγάπην,

τὸν ζῆλον, τὴν ἐλπίδα, τὸν δρόμον αὐτῶν·

τὸν γὰρ Ἠσαΐαν, Ἱερεμίαν, Δανιὴλ

Ἰεζεκ͜ι͜ή͜λ τε καὶ τοὺς ὀφθέντας

ἐν τῇ παμφλόγῳ ἀνθρακοβάτας,

Ἀμβακοὺμ τὸν μετάρσιον καὶ Ἰωνᾶν τὸν κήρυκα·

ἐν τούτῳ ὁ βουλόμενος γνωρίζει ὄντως ἅπαντας·

ὥσπερ γὰρ τὴν Νινευῆν ὁ προφήτης πρότερον, οὗτος ἔσωσε νῦν

πάντας τοὺς Χριστιανοὺς καὶ Κωνσταντινούπολιν·

[τῶν περάτων γὰρ αὐτὸς ὑπάρχει καθηγητὴς ὡς τὰ θεῖα σοφός.]

64

t

1

{ΡΩΜΑΝΟΥ Ο ΨΑΛΜΟΣ}

pro

t

{Ὡς ἀπαρχάς}

1

Ὁ μαθητὴς καὶ φίλος σου καὶ μιμητὴς τοῦ πάθους σου

τῇ οἰκουμένῃ θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος·

ταῖς αὐτοῦ ἱκεσίαις ἐξ ἐχθρῶν παρανόμων

τὴν ἐκκλησίαν σου καὶ πᾶσαν πόλιν

διὰ τῆς θεοτόκου συντήρησον,

[πολυέλεε.]

strop

t

{Οἱ ἐν πάσῃ τῇ γῇ (App. Metr. D)}

1

Ῥεῖθρα λόγου παράσχου μοι, κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος·

τὴν καρδίαν μου στήριξον, εὔσπλαγχνε, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου,

καὶ φώτισόν μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος,

ἵνα λέγων καὶ ψάλλων τὰ πρέποντα

ἐπαξίως τιμήσω τὸν σὸν μαθητήν,

[πολυέλεε.]

2

Ὡς πολύ σου τὸ πλῆθος τῆς χάριτος, ἀριθμὸς…

ἐκ…

The complete text is available when the reading interface loads.