Capita de caritate
- Edition reference
- Capita de caritate, ed. A. Ceresa-Gastaldo, Massimo confessore. Capitoli sulla carita, Rome: Editrice Studium, 1963: 48–238.
- CTS identifier
urn:cts:greekLit:tlg2892.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
13
{ΙΓʹ.}
Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι
ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ
καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκ-
λαλήτῳ χαίρει χαρᾷ.
14
{ΙΔʹ.}
Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους
πεπληρωμένη.
15
{ΙΕʹ.}
Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταίσμα
πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν
ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς
οὐκ ἀνέχεται.
16
{ΙϚʹ.}
Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ
ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλη-
σίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον
ἀγαπῆσαι δύναται.
17
{ΙΖʹ.}
Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.
18
{ΙΗʹ.}
Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσ-
κείμενος.
19
{ΙΘʹ.}
Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος
ἀδιαλείπτως κατατρυφῶν.
20
{Κʹ.}
Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν
διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ
τὸν κτίσαντα.
21
{ΚΑʹ.}
Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς
τὴν τῶν κρειττόνων ὑπηρεσίαν.
22
{ΚΒʹ.}
Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης
ἀνώτερον ἑαυτὸν καθίστησιν.
23
{ΚΓʹ.}
Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος
χρήματα τηρεῖν οὐ δύναται, ἀλλ' οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεο-
μένων παρέχων.
24
{ΚΔʹ.}
Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν
πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις·
ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν
προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.
25
{ΚΕʹ.}
Ὥσπερ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθὴς πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ
ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάτερον δοξάζει, ὡς καὶ τῇ γνώμῃ οἰκειού-
μενον, τὸν δὲ φαῦλον δι' ἀγαθότητα ἐλεεῖ καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων
ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθὴς πάντας ἀνθρώπους
ἐξ ἴσου ἀγαπᾶ, τὸν μὲν ἐνάρετον διά τε τὴν φύσιν καὶ τὴν ἀγαθὴν προαί-
ρεσιν, τὸν δὲ φαῦλον διά τε τὴν φύσιν καὶ τὴν συμπάθειαν, ἐλεῶν ὡς ἄφρονα
καὶ ἐν σκότει διαπορευόμενον.
26
{ΚϚʹ.}
Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται,
ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου Θεοῦ καὶ σωματικῆς διακονίας.
27
{ΚΖʹ.}
Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος καὶ τῷ πλησίον
διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθε-
ροῦται καὶ τῆς θείας ἀγάπης καὶ γνώσεως μέτοχος καθίσταται.
28
{ΚΗʹ.}
Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος οὐ κοπιᾷ κατακολουθῶν
ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα
πόνον ὀνειδισμόν τε καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν
λογιζόμενος.
29
{ΚΘʹ.}
Ὅταν ὑβριστῇς παρά τινος ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ
τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες
ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.
30
{Λʹ.}
Ὅταν ἐφ' ὕβρει ἢ ἀτιμίᾳ σφόδρα πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως
ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σου ἐκβλη-
θείσης.
31
{ΛΑʹ.}
Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίτις ἄνευ ἀγάπης
οὐκ ἐνεργεῖ εἰς ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.
32
{ΛΒʹ.}
Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιῆ ὀφθαλμὸν πρὸς ἑαυτὸν ἐφέλκεται,
οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης
πρὸς ἑαυτὸν ἐπισπᾶται.
33
{ΛΓʹ.}
Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθεὶς καὶ ὑπὸ τοῦ θείου φωτὸς
καταλαμπόμενος.
34
{ΛΔʹ.}
Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα καὶ ὑπὸ τῆς θείας ἀγάπης
ἀδιαλείπτως εὐφραινομένη.
35
{ΛΕʹ.}
Πάθος ἐστὶ ψεκτὸν κίνησις ψυχῆς παρὰ φύσιν.
36
{ΛϚʹ.}
Ἀπάθειά ἐστιν εἰρηνικὴ κατάστασις ψυχῆς, καθ' ἣν δυσκίνητος γίνεται
πρὸς κακίαν.
37
{ΛΖʹ.}
Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται
ταύτης, κἂν μυρία πάσχῃ κακά. Καὶ πειθέτω σε Στέφανος, ὁ τοῦ Χριστοῦ
μαθητὴς καὶ οἱ κατ' αὐτὸν καὶ αὐτὸς ὑπὲρ τῶν φονευτῶν εὐχόμενος καὶ
συγγνώμην παρὰ τοῦ Πατρὸς ὡς ἀγνοοῦσιν αἰτούμενος.
38
{ΛΗʹ.}
Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν
καὶ πονηρευόμενος ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δὲ τῆς
ἀγάπης ἀλλότριος τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί.
39
{ΛΘʹ.}
Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστί. Καὶ σὺ μὴ
εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις εἰς τὸν Κύριον ὑμῶν Ἰησοῦν Χριστὸν δύναταί με
σῶσαι. Ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην τὴν εἰς αὐτὸν διὰ
τῶν ἔργων κτήσῃ. Τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι
καὶ φρίσσουσι.
40
{Μʹ.}
Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία καὶ
μακροθυμία καὶ ὑπομονὴ καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι πᾶσι τοῖς
πράγμασι.
41
{ΜΑʹ.}
Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα·
μίαν δὲ λύπην καὶ λυπεῖ καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος
καὶ ἐλυπήθη καὶ ἐλύπησε τοὺς Κορινθίους.
42
{ΜΒʹ.}
Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, νηστεύων καὶ
ἀγρυπνῶν καὶ ψάλλων καὶ προσευχόμενος καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ
καλὰ λογιζόμενος.
43
{ΜΓʹ.}
Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται· πάντων δὲ
τῶν ἀγαθῶν καὶ ἐπιθυμητῶν ἀγαθώτερον τὸ θεῖον καὶ ἐπιθυμητότερον
ἀσυγκρίτως· πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ
φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν.
44
{ΜΔʹ.}
Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι καὶ μὴ μιάνῃς τὴν
ψυχήν σου ἐν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται
ἐπί σε τὴν ἀγάπην φέρουσα.
45
{ΜΕʹ.}
Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ σχόλασον ἀόκνως
φαλμῳδίᾳ καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπελεύσεται
ἐπί σε τὴν ἀγάπην φέρων.
46
{ΜϚʹ.}
Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς
ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας πνεύ-
ματος· ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ' αὐτῆς περιφέρεται.
Ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ' αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν
ἀποβλέψῃ, ὡς δι' αὐτὸν πάντα ποιῶν, ῥᾳδίως σὺν Θεῷ ἐκφεύξεται αὐτήν.
47
{ΜΖʹ.}
Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι' ἀγάπης ἐνεργουμένης,
μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ' αὐτοῦ κατὰ Θεὸν πραττομένοις. Ὁ δὲ ταύτης
τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ πατριάρχου Ἀβραὰμ
ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας εἶπεν· Ἐγὼ εἰμὶ
γῆ καὶ σποδός.
48
{ΜΗʹ.}
Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ ἔχει τὴν ταπεινοφροσύνην
καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν
ἔρχεται. Μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς καὶ
τῶν ποικίλων παραπτωμάτων καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ
πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος καὶ μετέ-
στησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον. Καὶ σὺν τῷ φόβῳ
προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης
πολλῆς τῷ εὐεργέτῃ καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.
49
{ΜΘʹ.}
Μὴ ῥυπώσῃς τὸν νοῦν σου λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καὶ θυμοῦ,
ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσῶν τῷ τῆς ἀκηδίας πνεύματι περι-
πέσῃς.
50
{Νʹ.}
Τὸ τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα
πονηροῖς ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται.
51
{ΝΑʹ.}
Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινού-
μενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται· ὅτε δὲ
πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων
ἀπαντᾶ. Ὁ δὲ φρόνιμος ἐπ' ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ
θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης
ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας
ἐγκρατεύεται.
52
{ΝΒʹ.}
Ἐν τῷ καιρῷ τῶν πειρασμῶν μὴ καταλίπῃς τὸ μοναστήριόν σου, ἀλλὰ
φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν καὶ μάλιστα τῶν τῆς λύπης καὶ
τῆς ἀκηδίας. Οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις
βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα. Ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἄνανδρος
καὶ ἄστατος εὑρεθήσῃ.
53
{ΝΓʹ.}
Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν
ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σου μήτε σὺ κοιμηθῇς λυπούμενος
κατ' αὐτοῦ· ἀλλ' ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου καὶ ἐλθῶν πρόσφερε
Χριστῷ καθαρῷ τῷ συνειδότι δι' ἐκτενοῦς προσευχῆς τὸ δῶρον τῆς ἀγάπης.
54
{ΝΔʹ.}
Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων,
οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον· πάσην ὀφείλομεν ἐνδείξασθαι
σπουδήν, ἵνα ταύτην κτησώμεθα.
55
{ΝΕʹ.}
Εἰ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ
καὶ λυπούμενος τῇ εὐδοκιμήσει αὐτοῦ καὶ σκώμμασι χραίνων τὴν ὑπό-
ληψιν αὐτοῦ ἢ ἔν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον
ἑαυτὸν τῆς ἀγάπης καθίστησι καὶ ἔνοχον τῆς αἰωνίου κρίσεως;
56
{ΝϚʹ.}
Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ καὶ δόλους
κατ' αὐτοῦ σκευάζων καὶ κατευχόμενος αὐτοῦ καὶ ἐπιχαίρων τῷ πτώματι
αὐτοῦ, πῶς οὐ παράνομός ἐστι καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;
57
{ΝΖʹ.}
Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων ἀδελφόν, καταλαλεῖ νόμου καὶ
κρίνει νόμον· ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη· πῶς τῆς ἀγάπης
τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως
αἰωνίου;
58
{ΝΗʹ.}
Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου μηδὲ τὴν γλῶσσάν
σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας,
ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.
59
{ΝΘʹ.}
Μὴ καταδέχου κατὰ τοῦ πατρός σου λοιδορίαν μηδὲ προθυμοποιήσῃς
τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου καὶ
ἐξολοθρεύσῃ σε ἐκ τῆς γῆς τῶν ζώντων.
60
{Ξʹ.}
Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαίς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν
σὺν αὐτῷ ἁμαρτάνῃς καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων κἀκεῖνον κατὰ τοῦ
πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.
61
{ΞΑʹ.}
Ἐγὼ δὲ λέγω ὑμῖν, φησὶν ὁ Κύριος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν,
καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων
ὑμᾶς. Διὰ τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καὶ λύπης καὶ ὀργῆς καὶ
μνησικακίας ἐλευθερώσῃ καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης
καταξιώσῃ· ἣν ἀμήχανον ἔχειν τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα
κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος καὶ
θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
62
{ΞΒʹ.}
Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει
ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι
κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ τῷ
ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο. Διὰ τί; Ἵνα σε ἀόργητον
καὶ ἄλυπον διαφυλάξῃ κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ
ἀμφοτέρους ὡς ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.
63
{ΞΓʹ.}
Πρὸς ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καὶ τὰς φανθασίας
ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν
πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγ-
ματα πολέμου ὁ πρὸς τὰς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ
κατ' ἐνέργειαν ἁμαρτάνειν τὸ κατὰ διάνοιάν ἐστιν εὐκοπώτερον.
64
{ΞΔʹ.}
Τῶν παθῶν τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ τὰ μὲν σωμα-
τικὰ ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν
πραγμάτων. Ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια· ἡ μέν, τὰ
ψυχικά· ἡ δέ, τὰ σωματικά.
65
{ΞΕʹ.}
Τὰ μὲν τῶν παθῶν, θυμικοῦ· τὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς
τυγχάνει. Ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται,
ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται.
66
{ΞϚʹ.}
Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη παρὰ
τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ' αὐτοῦ ἡ
ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.
67
{ΞΖʹ.}
Πάντα τὰ ἄλλα πάθη ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς ἢ τοῦ ἐπιθυμη-
τικοῦ μόνον ἐφάπτεται ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἡ ἄγνοια·
ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν
ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύ-
τατον. Καλῶς οὗν ὁ Κύριος τὸ κατ' αὐτῆς φάρμακον δεδωκώς· Ἐν τῇ
ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
68
{ΞΗʹ.}
Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ
φέρων τὴν θλίψιν ἀναχωρήσῃ καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ
συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα καὶ
τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα.
69
{ΞΘʹ.}
Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν ἢ καὶ ἀνθρώπων
κατά τινων· οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἵῳ δήποτε τρόπῳ τῶν
κατὰ προαίρεσιν ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν
τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς
ταύτης ἐραστάς.
70
{Οʹ.}
Οὔπω ἔχει τελείαν τὴν ἀγάπην ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων
συνδιατιθέμενος, οἷον τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν διὰ τόδε ἢ τόδε·
ἢ καὶ τὸν αὐτόν ποτε μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν διὰ τὰς αὐτὰς αἰτίας.
71
{ΟΑʹ.}
Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τὴν μίαν τῶν ἀνθρώπων φύσιν ταῖς
διαφόροις αὐτῶν γνώμαις, ἀλλ' εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη πάντας ἀν-
θρώπους ἐξ ἴσου ἀγαπᾷ· τοὺς μὲν σπουδαίους ὡς φίλους, τοὺς δὲ φαύλους
ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα καὶ μακροθυμοῦσα καὶ ὑπομένουσα τὰ
παρ' αὐτῶν ἐπαγόμενα· τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ
πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν, ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους,
εἰ οἷόν τε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοῦς τῆς ἀγάπης
καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διὸ καὶ ὁ Κύ-
ριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, τὴν αὑτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξά-
μενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα
τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτὸν εἴτε δόξης εἴτε κολάσεως
καθίστησιν ἄξιον.
72
{ΟΒʹ.}
Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε
καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον
τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς καὶ τοῦ θανάτου.
73
{ΟΓʹ.}
Ἄκουε τῶν καταξιωθέντων τῆς θελείας ἀγάπης ποῖα λέγουσι· Τίς
ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία ἢ διωγμὸς
ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται, ὅτι ἕνεκά
σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι
γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις
οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα
δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ
τῷ Κυρίῳ ἡμῶν· καὶ ταῦτα μὲν περὶ τῆς εἰς Θεὸν ἀγάπης καὶ λέγοντες
καὶ πράττοντές εἰσι πάντες οἱ ἅγιοι.
74
{ΟΔʹ.}
Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης ἄκουε πάλιν οἷα λέγουσιν.
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς
συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλὴ καὶ ἀδιάλειπτος
ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ
Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα,
οἵτινές εἰσιν Ἰσραηλῖται· καὶ τὰ ἑξῆς. Ὡσαύτως καὶ ὁ Μωυσῆς καὶ οἱ
λοιποὶ ἅγιοι.
75
{ΟΕʹ.}
Ὁ μὴ καταφρονῶν δόξης καὶ ἡδονῆς καὶ τῆς τῶν τούτων αὐξητικῆς
καὶ δι' αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις κόπτειν
οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.
76
{ΟϚʹ.}
Ταπείνωσις καὶ κακοπάθεια πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον·
ἡ μέν, τὰ τῆς ψυχῆς· ἡ δέ, τὰ τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γὰρ
ποιῶν καὶ ὁ μακάριος Δαβὶδ φαίνεται, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων·
Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας
μου.
77
{ΟΖʹ.}
Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς
ἀποτελεῖ· διὰ δὲ τῶν θείων δογμάτων τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς
χαρίζεται.
78
{ΟΗʹ.}
Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ εἰσιν ἢ περὶ ὁρατῶν καὶ ἀοράτων ἢ
περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.
79
{ΟΘʹ.}
Ἡ μὲν ἐλεημοσύνη τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία
τὴν ἐπιθυμίαν μαραίνει· ἡ δὲ προσευχὴ τὸν νοῦν καθαίρει καὶ πρὸς τὴν
τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς καὶ
τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.
80
{Πʹ.}
Μάθετε ἀπ' ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,
καὶ τὰ ἑξῆς. Ἡ μὲν πραότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει· ἡ δὲ τα-
πείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.
81
{ΠΑʹ.}
Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως
ἡμῖν ἐντικτόμενος, δι' ὃν ἡ ἐγκράτεια καὶ ἡ ὑπομονὴ καὶ ἡ εἰς Θεὸν ἐλπὶς καὶ
ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατὰ τάξιν ἡμῖν ἐγγίνονται· ὁ δὲ αὐτῇ τῇ ἀγάπῃ
συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν, ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης
παρρησίαν εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.
82
{ΠΒʹ.}
Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κε-
κτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένην· τὸν δὲ δεύτερον ἑαυτῇ
ἔχει ἀεί, ὡς εἴρηται, συνεζευγμένον. Καὶ τῷ μὲν πρώτῳ φόβῳ ἁρμόζει τό·
Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καί· Ἀρχὴ σοφίας, φόβος Κυρίου.
Τῷ δὲ δευτέρῳ τό· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος,
καὶ τό· Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
83
{ΠΓʹ.}
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν,
πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεζίαν, καὶ τὰ ἑξῆς. Γῆν μὲν ὠνόμασε
τὸ φρόνημα τῆς σαρκός· πορνείαν δὲ εἶπε τὴν κατ' ἐνέργειαν ἁμαρτίαν·
ἀκαθαρσίαν δὲ τὴν συγκατάθεσιν ἐκάλεσε· πάθος δὲ τὸν ἐμπαθῆ λογισμὸν
ὠνόμασεν· ἐπιθυμίαν δὲ κακὴν τὴν ψιλὴν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας
παραδοχήν· πλεονεξίαν δὲ τὴν γεννητικήν τε καὶ αὐξητικὴν τοῦ πάθους
ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκὸς
ἐκέλευσεν ὁ Θεῖος Ἀπόστολος νεκρῶσαι.
84
{ΠΔʹ.}
Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει· καὶ
τούτου ἐγχρονίζοντος, κινεῖ τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει
τὸν νοῦν εἰς συγκατάθεσιν· ταύτης δὲ γενομένης, ἔρχεται λοιπὸν εἰς τὴν
κατ' ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ
ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας·
εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. Ἡ δὲ αἰτία
ἐστὶν ἡ γεννητική, ὡς προείρηται, καὶ αὐξητικὴ τοῦ πάθους πλεονεξία.
Οἶμαι δὲ ἐνταῦθα τὴν γαστριμαργίαν σημαίνειν ὡς μητέρα καὶ τροφὸν
τῆς πορνείας ὑπάρχουσαν. Ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ
καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων,
ἀλλὰ καὶ ἐπὶ χρημάτων καλή.
85
{ΠΕʹ.}
Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν
γῆν κατασπᾶται, τῷ σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν
κτησάμενος καὶ ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπὸ τῶν παθῶν
καθελκόμενος ἐπὶ τὴν γῆν κατασπᾶται.
86
{ΠϚʹ.}
Ὅταν ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε ἐπὶ τὴν θεωρίαν
τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς ἁγίας Τριάδος τὴν
πορείαν ποιούμενος.
87
{ΠΖʹ.}
Καθαρὸς ὑπάρχων ὁ νοῦς, τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων
εἰς τὴν πνευματικὴν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δὲ ἐκ ῥαθυμίας
γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ
δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχροὺς ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.
88
{ΠΗʹ.}
Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων
διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπα-
θείας.
89
{ΠΘʹ.}
Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγιείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς
ἐν τοῖς ὕπνοις φαντασίας ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν.
90
{ʹ.}
Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν
καθαρὸν νοῦν ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται· ἀόρατα
δὲ λέγω τὰ ἀσώματα.
91
{ϘΑʹ.}
Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν· μεῖζον δὲ πολλῷ τὸ πρὸς
τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διὰ τῶν λογισμῶν πρὸς
ἡμᾶς τῶν δαιμόνων πόλεμος τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλε-
πώτερος.
92
{ϘΒʹ.}
Ὁ τὰς ἀρετὰς κατορθώσας καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς
λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ
διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. Ἐκ γὰρ τοῦ εὐλόγως ἢ ἀλόγως
τοῖς πράγμασι χρήσασθαι ἢ ἐνάρετοι ἢ φαῦλοι γινόμεθα.
93
{ϘΓʹ.}
Σημεῖον ἄκρας ἀπαθείας τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ
ἀναβαίνειν ἐπὶ τὴν καρδίαν καὶ ἐγρηγορότος τοῦ σώματος καὶ κατὰ τοὺς
ὕπνους.
94
{ϘΔʹ.}
Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ
τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοή-
ματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην
δέ, διὰ τῆς γνώσεως τῆς ἁγίας Τριάδος.
95
{ϘΕʹ.}
Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καὶ τὸν κόσμον φωτίζων δείκνυσί τε ἑαυτὸν
καὶ τὰ ὑπ' αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καὶ ὁ τῆς δικαιοσύνης
ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων καὶ ἑαυτὸν δείκνυσι καὶ πάντων τῶν
ὑπ' αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους.
96
{ϘϚʹ.}
Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ' ἐκ τῆς μεγαλουρ-
γίας αὐτοῦ καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι' ἐσόπτρων τὴν
ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.
97
{ϘΖʹ.}
Ὁ καθαρὸς νοῦς ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων
εὑρίσκεται ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ ἢ ἐν τῇ τῶν ἀοράτων ἢ
ἐν τῷ φωτὶ τῆς ἁγίας Τριάδος.
98
{ϘΗʹ.}
Ἐν μὲν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς ἢ τοὺς φυσικοὺς αὐτῶν
λόγους ἐρευνᾷ ἢ τοὺς δι' αὐτῶν σημαινομένους ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.
99
{ϘΘʹ.}
Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων τούς τε φυσικοὺς αὐτῶν λόγους
ζητεῖ καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν καὶ τὰ τούτοις ἀκόλουθα καὶ
τίς ἡ περὶ αὐτοὺς πρόνοια καὶ κρίσις.
100
{Ρʹ.}
Ἐν δὲ Θεῷ γενόμενος, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους
ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ' αὐτὸν δὲ παρα-
μυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενετῇ φύσει
ἐξ ἴσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος,
ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουρ-
γικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Καὶ τοῦτο πάντῃ κατα-
ληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν
γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι Γρηγόριός τε καὶ Διονύσιος.
2
t1-100
{ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΓΑΠΗΣ ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ}
1
{Αʹ.}
Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσ-
εύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως
τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων
τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων
ἔχον τὸν νοῦν προσδεδεμένον.
2
{Βʹ.}
Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό,
οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος
ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.
3
{Γʹ.}
Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι
τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν.
Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν
πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς
προσκαίρου ζωῆς.
4
{Δʹ.}
Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώ-
σεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ
τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.
5
{Εʹ.}
Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν
ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ
μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ
ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας
αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι.
6
{Ϛʹ.}
Τῆς καθαρᾶς προσευχῆς δύο εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς
πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καὶ ἡ μὲν ἐκ φόβου
Θεοῦ καὶ ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπὸ θείου ἔρωτος καὶ
ἀκροτάτης καθάρσεως. Γνωρίσματα δὲ τοῦ μὲν πρώτου μέτρου, τὸ ἐντὸς
συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων καὶ ὡς αὐτῷ
αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ παρέστη, ποιεῖσθαι τὰς προσ-
ευχὰς ἀπερισπάστως καὶ ἀνενοχλήτως· τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ
ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτὸς
καὶ μήτε ἑαυτοῦ μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι,
εἰ μὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος.
Τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς
τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.
7
{Ζʹ.}
Ὅ τις ἀγαπᾷ, τοῦτο καὶ ἀντέχεται πάντως καὶ πάντων τῶν πρὸς
τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα μὴ αὐτοῦ στερηθῇ· καὶ ὁ τὸν
Θεὸν ἀγαπῶν ἐπιμελεῖται καθαρᾶς προσευχῆς καὶ πᾶν πάθος πρὸς τοῦτο
ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ.
8
{Ηʹ.}
Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλῶν φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς
σὺν Θεῷ ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν καὶ τὰ ἑξῆς· ὁ δὲ
ὑπὸ τοῦ προτέρου κρατούμενος, ὑπὸ τῶν δευτέρων κἂν μὴ θέλῃ τιτρώσκεται.
Φιλαυτία δέ ἐστι τὸ πρὸς τὸ σῶμα πάθος.
9
{Θʹ.}
Διὰ τὰς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους εἴτε
ἐπαινετῶς εἴτε ψεκτῶς· οἷον ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας καὶ ὡς
ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα καὶ
ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαρ-
γυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λήψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα
θεραπευόμενος καὶ τὰ ὑπογάστρια. Καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δὲ
δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.
10
{Ιʹ.}
Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς οὐδὲ μισῇς· ἑτέρους δὲ
ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνι-
σότητος γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα
ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι.
11
{ΙΑʹ.}
Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τουτέστι· πολέμησον
τοὺς ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη· ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι.
Καὶ πάλιν· πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς, καὶ μετέπειτα νῆφε, ἵνα
αὐτὰς διαφυλάξῃς. Καὶ τοῦτο ἂν εἴη τὸ ἐργάζεσθαι καὶ φυλάσσειν.
12
{ΙΒʹ.}
Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς ἢ τὸ ἐπιθυμητικὸν τῆς
ψυχῆς ἐκθερμαίνουσιν ἢ τὸ θυμικὸν ἐκταράσσουσιν ἢ τὸ λογιστικὸν ἐπισκο-
τίζουσιν ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν ἢ τὰ σωματικὰ διαρπάζουσιν.
13
{ΙΓʹ.}
Ἢ δι' ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν ἢ τοὺς μὴ φοβουμένους
τὸν Κύριον καθ' ἡμῶν ἐφοπλίζουσι· καὶ δι' ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀν-
θρώπων ἰδιάσωμεν, ὥσπερ καὶ τὸν Κύριον ἐν τῇ ἐρήμῳ· διὰ τῶν ἀνθρώπων
δέ, ὅταν μετ' αὐτῶν συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φα-
ρισαίων. Ἀλλ' ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι ἀμφοτέρωθεν
αὐτοὺς ἀποκρουσώμεθα.
14
{ΙΔʹ.}
Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ
δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτὸν καὶ τοιούτους αὐτῷ
λογισμοὺς ὑποβάλλει, οἵους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτων
πατὴρ διάβολος ἐφευρίσκει. Τοῦτο δὲ ποιεῖ φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς
ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους
προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. Οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ
πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται.
Πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες δοκιμώτεροι καὶ γνησιώτεροι εἰς
τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα· ἡ δὲ ῥομφαία αὐτοῦ εἰσέλθοι εἰς καρδίαν
αὐτοῦ καὶ τὰ τόξα αὐτοῦ συντριβείη.
15
{ΙΕʹ.}
Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ
μέσης τῆς αἰσθήσεως καὶ οὔτε ὁ νοῦς κακὸν οὔτε τὸ κατὰ φῦσιν νοεῖν
οὔτε δὲ τὰ πράγματα οὔτε ἡ αἴσθησις· Θεοῦ γάρ εἰσι ταῦτα τὰ ἔργα.
Τί οὖν ἐστι τὸ κακόν; Δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος,
ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.
16
{ΙϚʹ.}
Πάθος ἐστὶ κίνησις ψυχῆς παρὰ φύσιν ἢ ἐπὶ φιλίαν ἄλογον ἢ ἐπὶ μῖσος
ἄκριτον ἤ τινος ἢ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπὶ μὲν φιλίαν ἄλογον ἢ
βρωμάτων ἢ γυναικὸς ἢ χρημάτων ἢ δόξης παρερχομένης ἤ τινος ἄλλου
τῶν αἰσθητῶν ἢ διὰ ταῦτα· ἐπὶ μῖσος δὲ ἄκριτον, οἷον ἤ τινος τῶν προει-
ρημένων, ὡς εἴρηται, ἢ πρός τινα διὰ ταῦτα.
17
{ΙΖʹ.}
Ἡ πάλιν κακία ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ
ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπὶ τῆς γυναικὸς ἡ ὀρθὴ χρῆσις
τῆς συνουσίας ὁ σκοπός ἐστι τῆς παιδοποιίας. Ὁ οὖν εἰς τὴν ἡδονὴν ἀπο-
βλεψάμενος ἐσφάλη περὶ τὴν χρῆσιν, τὸ μὴ καλὸν ὡς καλὸν ἡγησάμενος·
ὁ οὖν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. Καὶ ἐπὶ τῶν ἄλλων
δὲ πραγμάτων καὶ νοημάτων ὁμοίως.
18
{ΙΗʹ.}
Ὅταν τὸν νοῦν οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες τοῖς τῆς
πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν
Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου,
λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· καὶ σώζῃ.
19
{ΙΘʹ.}
Βαρὺς ὁ τῆς πορνείας δαίμων καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ
πάθους ἀγωνιζομένοις καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης καὶ ἐν ταῖς
συντυχίαις τῶν γυναικῶν. Λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπ-
των τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι· τό τε
σῶμα ἐμπυρίζων καὶ ποικίλας μοφρὰς τῷ νῷ παριστῶν, πρὸς τὴν συγκα-
τάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐκκαλεῖται· ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἔν
σοι, νηστείαν ἀναλαβοῦ καὶ κόπον καὶ ἀγρυπνίαν καὶ τὴν καλὴν ἡσυχίαν
μετὰ ἐκτενοῦς προσευχῆς.
20
{Κʹ.}
Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν,
ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν ἢ τὴν κατ' ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν.
Ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ
ἐντραπήσονται· ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε
ἀποστραφήσονται καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.
21
{ΚΑʹ.}
Διακόνου λόγον ἐπέχει ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν
καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ' αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς
τὴν γνῶσιν τῶν ὄντων φωτίζων καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων·
ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς
καὶ ἁγίας Τριάδος.
22
{ΚΒʹ.}
Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ
ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφα-
νίζωνται, μηκέτι εὑρίσκοντες τὰ δι' ὧν ἐν αὐτῇ εὑρίσκοντο καὶ ἐπολέμουν
αὐτήν. Καὶ τοῦτο ἂν εἴη τό· Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου
σου.
23
{ΚΓʹ.}
Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται·
οἱ δέ, διὰ κενοδοξίαν· ἄλλοι δέ, δι' ἐγκράτειαν· ἕτεροι δὲ διὰ θείων κριμά-
των τῶν παθῶν ἐλευθεροῦνται.
24
{ΚΔʹ.}
Πάντες οἱ λόγοι τοῦ Κυρίου τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς,
τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας. Καὶ πᾶσαν σκληραγωγίαν διὰ
ταῦτα ὑπομένομεν, οἷον νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καὶ μόχ-
θους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους καὶ τὰ ὅμοια·
Διὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
25
{ΚΕʹ.}
Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δὲ πίστεως, ἡ γνῶσις· καὶ
ἡ μὲν ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην.
26
{ΚϚʹ.}
Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν εἰς φρόνησιν προκόπτει· θεωρητικὴν
δέ, εἰς γνῶσιν. Τῆς μὲν γάρ ἐστιν εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν
τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων λόγους
ἄγειν τὸν μέτοχον. Τῆς δὲ θεολογικῆς χάριτος τοτηνικαῦτα καταξιοῦται,
ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας
καὶ ἐν Θεῷ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ πνεύματος, ὡς ἀν-
θρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.
27
{ΚΖʹ.}
Θεολογεῖν μέλλων, μὴ τοὺς κατ' αὐτὸν ζητήσῃς λόγους· οὐ μὴ γὰρ
εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ' οὐδ' ἄλλου τινὸς τῶν μετὰ Θεόν· ἀλλὰ τοὺς
περὶ αὐτόν, ὡς οἷόν τε, διασκόπει, οἷον τοὺς περὶ αἰδιότητος, ἀπειρίας τε
καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε
καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγα
θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.
28
{ΚΗʹ.}
Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας· τῇ μὲν γὰρ τὴν ἐπι-
θυμίαν μαραίνει καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ τὸν νοῦν πτεροῖ καὶ πρὸς
Θεὸν ἐκδημεῖ.
29
{ΚΘʹ.}
Ὅταν λέγῃ ὁ Κύριος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὸ ταὐτὸν τῆς
οὐσίας σημαίνει. Ὅταν δὲ πάλιν λέγῃ· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ
ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεΐται χωρίζοντες
τοῦ Πατρὸς τὸν Υἱὸν εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἢ γὰρ συναΐδιον
λέγοντες τῷ Πατρὶ τὸν Υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται
λέγειν μὴ ἐξ αὐτοῦ γεγεννῆσθαι καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν θεοὺς καὶ
τρεῖς ἀρχάς· ἢ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται
λέγειν μὴ συναΐδιον εἶναι τῷ Πατρὶ καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων
δεσπότην. Χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν καὶ τὰς τρεῖς ὑποστάσεις ὁμο-
λογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Καὶ
γὰρ «διαιρεῖται» μέν, ἀλλ' «ἀδιαιρέτως», κατὰ τὸν αὐτόν, καὶ «συν-
άπτεται» μέν, «διῃρημένως» δέ. Καὶ διὰ τοῦτο παράδοξος καὶ ἡ διαί-
ρεσις καὶ ἡ ἕνωσις· ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώ-
πῳ ἥνωταί τε καὶ κεχώρισται, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρὶ καὶ οὐδὲν
πλέον;
30
{Λʹ.}
Ὁ τέλειος ἐν ἀγάπῃ καὶ εἰς ἄκρον ἀπαθείας ἐλθὼν οὐκ ἐπίσταται
διαφορὰν ἰδίου καὶ ἀλλοτρίου ἢ ἰδίας καὶ ἀλλοτρίας ἢ πιστοῦ καὶ ἀπίστου
ἢ δούλου καὶ ἐλευθέρου ἢ ὅλως ἄρσενος καὶ θηλείας· ἀλλ' ἀνώτερος τῆς τῶν
παθῶν τυραννίδος γενόμενος καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀπο-
βλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ καὶ πρὸς πάντας ἴσως διάκειται.
Οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος οὐδὲ ἄρσεν καὶ θῆλυ οὐδὲ
δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
31
{ΛΑʹ.}
Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνουσιν οἱ δαίμονες τὰς
ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων
πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς
ἁμαρτίας. Ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν·
καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν
πρᾶξιν. Μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες
σὺν αὐτοῖς ὑποχωροῦσι. Μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας,
περὶ οὗ φησὶν ὁ Κύριος· Ὄταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς
ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγιγνώσκων νοείτω. Τόπος ἅγιος καὶ ναὸς Θεοῦ ὁ νοῦς
ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν
ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. Ὅτι δὲ καὶ ἰστορι-
κῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι,
ἀμφιβάλλει· πλὴν τινές φασι καὶ ἐπὶ τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.
32
{ΛΒʹ.}
Τρία εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά· τὰ φυσικὰ σπέρματα, αἱ
ἅγιαι δυνάμεις καὶ ἡ ἀγαθὴ προαίρεσις. Καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς
ὅταν ὃ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι καὶ ἡμεῖς ὁμοίως ποιῶμεν
αὐτοῖς· ἢ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἢ ἐν ἀνάγκῃ καὶ φυσικῶς
ἐλεῶμεν. Αἱ δὲ ἅγιαι δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι
εὕρωμεν συνεργίαν ἀγαθὴν καὶ κατευοδώμεθα. Ἡ δὲ ἀγαθὴ προαίρεσις,
ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ αἱρώμεθα τὸ ἀγαθόν.
33
{ΛΓʹ.}
Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά· τὰ πάθη, οἱ δαίμο-
νες καὶ ἡ κακὴ προαίρεσις. Καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγ-
ματος παρὰ λόγον, οἷον ἢ βρώματος παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρείαν
ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας καὶ τῆς μὴ νομίμου· καὶ
πάλιν ὅταν ὀργιζώμεθα ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτι-
μάσαντος ἢ ζημιώσαντος. Οἱ δὲ δαίμονες, οἷον ὅταν ἐν τῇ ἀμελείᾳ ἡμῶν
καιροσκοποῦντες ἐπιτιθῶνται ἡμῖν ἄφνω μετὰ πολλῆς σφοδρότητος, κι-
νοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. Ἡ δὲ κακὴ προαίρεσις, οἷον
ὅταν ἐν γνώσει τοῦ καλοῦ τὸ κακὸν ἀνθαιρώμεθα.
34
{ΛΔʹ.}
Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσιν ἡ ἀπάθεια καὶ ἡ γνῶσις· αὗται γὰρ
πρόξενοι γίνονται βασιλείας οὐρανῶν, ὡς καὶ τὰ πάθη καὶ ἡ ἀγνωσία
κολάσεως αἰωνίου. Ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν καὶ μὴ δι'
αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς· Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι
κακῶς αἰτεῖσθε.
35
{ΛΕʹ.}
Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ' οὐ
καλὰ πάλιν διά τινα αἰτίαν· οἷον νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλ-
μῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία φύσει καλὰ ἔργα εἰσίν, ἀλλ' ὅταν διὰ
κενοδοξίαν γίνωνται, οὐκέτι καλά.
36
{ΛϚʹ.}
Πάντων τῶν πραττομένων ὑφ' ἡμῶν τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε
δι' αὐτὸν πράττομεν εἴτε δι' ἄλλην αἰτίαν.
37
{ΛΖʹ.}
Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ
τὰ ἔργα αὐτοῦ· οὐ τὰ παρὰ τὸν ὀρθὸν σκοπὸν πραττόμενα, εἰ καὶ δοκεῖ
καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσι, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι.
Οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ' εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ κρίσις τοῦ
Θεοῦ ἐφορᾷ.
38
{ΛΗʹ.}
Ὁ τῆς ὑπερηφανίας δαίμων διπλῆν ἔχει τὴν πονηρίαν· ἢ γὰρ ἑαυτῷ
ἀναπείθει τὸν μοναχὸν ἐπιγράφειν τὰ…
κ…
The complete text is available when the reading interface loads.