Expositio in Psalmum LIX
- Edition reference
- Expositio in Psalmum LIX, ed. P. van Deun, Maximi confessoris opuscula exegetica duo [CCG 23. Turnhout: Brepols, 1991]: 3–22.
- CTS identifier
urn:cts:greekLit:tlg2892.tlg110.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
98
<ᾠκτείρησεν ἡμᾶς,> ὅταν διὰ τοῦ μονογενοῦς αὐτοῦ
99
Υἱοῦ θεοῦ Λόγου σαρκωθέντος καὶ τὴν ὑπὲρ πάντων
100
ἡμῶν ὀφειλὴν καταδεξαμένου ἐλυτρώσατο ἡμᾶς τοῦ θα-
101
νάτου καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν.
102
Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·
103
ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
104
<Συνέσεισεν> ἡμῶν <τὴν γῆν καὶ συνετάραξε,> του-
105
τέστι τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ Πνεύμα-
106
τος τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνου-
107
σαν καὶ τὸν νόμον τοῦ Πνεύματος κατὰ τοῦ νόμου τῆς
108
σαρκὸς ἐπεγείρουσαν καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν
109
πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν καὶ τὴν ἐν ἡμῖν τῶν
110
παθῶν συνέχειαν συνσείουσαν καὶ συνταράσσουσαν ἐπὶ
111
ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν·
112
<ἰᾶται> δὲ <τὰ συντρίμματα> τῆς ἡμῶν καρδίας, ἅπερ
113
σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατ' ἀρ-
114
χὰς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως ὑπέμεινε,
115
διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως.
116
Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς
117
οἶνον κατανύξεως· ἔδωκας τοῖς φοβουμένοις σε
118
σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου,
119
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.
120
<Δεικνύει σκληρὰ τοῖς φοβουμένοις> αὐτὸν διὰ
121
τῶν ἐντολῶν ὁ θεός, κατὰ τὴν πρακτικὴν φιλοσοφίαν
122
τοὺς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος
123
ἢ τοὐναντίον διὰ τῆς ποικίλης προνοίας καὶ κρίσεως
124
φιλανθρώπως πρὸς τὸ συμφέρον παιδεύων ἡμᾶς, τοὺς
125
μὴ κατὰ θέλησιν ἀνεχομένους τὸν θεῖον ζυγὸν ὑπελθεῖν
126
τοῦ νόμου τῶν ἐντολῶν· <ποτίζει> δὲ <οἶνον κατανύ-
127
ξεως,> ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει
128
κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα
129
γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς
130
συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ' ἡμῖν θείων
131
εὐεργεσιῶν· <δίδωσι> δὲ <τοῖς φοβουμένοις> αὐτὸν <ση-
132
μείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου,> τὴν
133
νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων
134
τοὺς φοβουμένους αὐτόν, καθ' ἣν ἡ παντελὴς τῆς ἁμαρτίας
135
ἀπραξία συνέστηκε· σημείωσις γὰρ ἀληθὴς ἡ διὰ σταυροῦ
136
νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις,
137
πρὸς <τὸ φυγεῖν ἀπὸ προσώπου τόξου,> τουτέστιν
138
ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας·
139
<πρόσωπον> γὰρ <τόξου,> φημὶ δὲ ἑκάστου δαιμονιώδους
140
πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν
141
ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώ-
142
σκουσα καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διε-
143
ρεθίζουσα. Διόπερ <ἀπὸ προσώπου τόξου> φησὶν ὁ λό-
144
γος <φεύξεσθαι τοὺς φοβουμένους> τὸν κύριον, ἀλλ'
145
οὐκ ἀπὸ τόξου· τὸ γὰρ τόξον τῆς ἁμαρτίας ἄνευ προσώ-
146
που τυχὸν οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν
147
κύριον, ἐφ' ᾧ <ῥυσθῆναι τοὺς ἀγαπητοὺς> τοῦ θεοῦ·
148
ἀγαπητοὶ δὲ θεοῦ εἰσὶν οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς
149
θείας γνώσεως λογισμοί, οὓς ῥύονται οἱ κατὰ τὴν πρα-
150
κτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν ἀπὸ πάσης πλάνης
151
καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν
152
τῆς ἁμαρτίας μνημῶν.
153
Σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
154
Ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· «Ἀγαλ-
155
λιάσομαι καὶ διαμεριῶ Σίκημα καὶ τὴν κοιλάδα
156
τῶν σκηνῶν διαμετρήσω.»
157
<Σώζει ὁ> θεὸς <τῇ δεξιᾷ> αὐτοῦ, διδοὺς τὸν μονογενῆ
158
αὐτοῦ Υἱόν—δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Ὑιός—λύτρον
159
ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· <ἐπακούει> δέ, διδοὺς
160
τῷ δικαίῳ πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ πνευ-
161
ματικὰ χαρίσματα—ἀκούει μὲν γὰρ τοῦ ἱκετεύοντος
162
αὐτὸν ὁ θεός, πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς
163
ἁμαρτημάτων, <ἐπακούει> δέ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτη-
164
μάτων καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήμα-
165
τα—· <λαλεῖ> δὲ <ἐν τῷ ἁγίῳ αὐτοῦ,> τουτέστιν ἐν
166
τῷ σαρκωθέντι αὐτοῦ Λόγῳ, τὸν θεῖον αὐτοῦ σκοπόν,
167
τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενε-
168
ῶν κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν,
169
διὰ τῆς καθ' ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς οἱο-
170
νεὶ διαρρήδην βοῶν καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπω-
171
σιν αἰωνίου ζωῆς εἰκόνα, πάσης γεγωνοτέραν φωνῆς, τὴν
172
τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν· <λαλεῖ> δὲ καὶ <ἐν> ἑκάστῳ
173
<ἁγίῳ> φυλάττοντι αὐτοῦ τὰς ἐντολάς, οἷον ζῶντας δεικνὺς
174
διὰ τῶν ἔργων τοὺς λόγους καὶ πάσης φωνῆς γεγω-
175
νοτέρους· <ἀγαλλιᾶται> δὲ ὁ δίκαιος, ἡνίκα, τελειωθεὶς
176
τῇ χάριτι τοῦ μονογενοῦς, ἱκανὸς γένηται <διαμερίσαι>
177
τὴν <Σίκημα,> τουτέστιν ἄλλοις ἀναλόγως ἐκ πείρας
178
ἐπιστήμονος ὑποθέσθαι τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρι-
179
κοὺς τῶν ἀρετῶν τρόπους· ὠμίασις γὰρ ἡ Σίκημα ἑρμη-
180
νεύεται, ὅπέρ ἐστιν ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν,
181
πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις—πράξεως γὰρ
182
σύμβολον τὸν ὦμον εἶναι φασίν—· <καὶ τὴν κοιλάδα
183
τῶν σκηνῶν διαμετρεῖ,> τοὺς προσφόρους ἑκάστῳ
184
τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων·
185
ἡ γὰρ <κοιλὰς τῶν σκηνῶν> ὁ παρών ἐστι κόσμος,
186
ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τὲ
187
καὶ διάθεσιν ἀπαγὴς ὑπάρχει καὶ πρόσκαιρος, σκηνῶν
188
δίκην, ἡ παροῦσα ζωή. Ἢ πάλιν σκηναὶ τυγχάνουσι
189
τῆς παρούσης κοιλάδος οἱ τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ
190
γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν
191
κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν τῶν τιμίων,
192
ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας
193
τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν. Ἢ σκηναὶ κοιλάδος
194
ὑπάρχουσιν αἱ διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν θεοῦ
195
παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων
196
ἐθνῶν ἐκκλησίαι, ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων
197
ἐστὶν ἐπιφανέστερον. Ἢ πάλιν <κοιλάδα σκηνῶν δια-
198
μετρεῖ> ὁ τὸν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα
199
σκηνῶν γνώσει περιλαμβάνων· σκῆνος γὰρ πολλαχοῦ τῆς
200
Γραφῆς τὸ σῶμα προσηγορεύθη.
201
Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς
202
καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου.
203
<Γαλαὰδ> κατὰ μίαν τῶν ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμη-
204
νειῶν ἐστὶν ἀποκάλυψις, <Μανασσῆς> δὲ ἑρμηνεύεται
205
λήθη· ἀποκάλυψις δὲ καὶ λήθη εἰκότως προσγίνονται
206
τῷ δικαίῳ, λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων
207
τὴν μύησιν, τῶν δὲ κατ' ἀρετὴν πόνων τὴν λήθην διὰ
208
τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην
209
τῆς πνευματικῆς θεωρίας. <Ἐφραὶμ> δὲ ἑρμηνεύεται πλα-
210
τυσμός, ὅπέρ ἐστιν ἡ κατὰ πίστιν ἐπὶ τοῖς μέλλουσιν
211
ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ἀντίληψις <τῆς κε-
212
φαλῆς> τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ
213
δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ καὶ παντὸς ἔργου ἀγαθοῦ,
214
<κραταίωσις> δὲ ταύτης καθέστηκεν ἀσφαλὴς ἡ τῶν
215
μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ' ἣν ὡς παρόντα
216
τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν,
217
ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες.
218
Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλ-
219
πίδος μου.
220
<Ἰούδας> ἐξομολόγησις ἑρμηνεύεται· ἄρχει γὰρ ἡ δι'
221
εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ.
222
Δύναται δὲ νοηθῆναι καὶ εἰς τὸν κύριον ὁ <Ἰούδας,>
223
ὅς ἐστιν ἀληθινὸς <βασιλεὺς> τοῦ πνευματικοῦ Ἰσραὴλ
224
καὶ ὁρῶντος θεόν, ὁ ὑπὲρ ἡμῶν, ἡνίκα γέγονεν ἄνθρω-
225
πος, ἐξομολογούμενος πρὸς τὸν Πατέρα καὶ λέγων·
226
ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε. <Μωὰβ> δὲ ἔντερον
227
πατρὸς ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι' οὗ
228
κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην —ὅπερ
229
δηλοῖ σαφῶς ὁ λέβης—, ἡ κάθαρσις πέφυκε γίνεσθαι
230
τῶν ἁμαρτημάτων· κάθαρσις γάρ ἐστιν ὁ <λέβης τῆς
231
ἐλπίδος,> τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς
232
κληρονομίαν τῶν κατ' ἐλπίδας ἀποκειμένων ἡμῖν ἀγαθῶν
233
ἑτοιμότης. Δύναται δὲ πάλιν νοηθῆναι ὁ <Μωὰβ> καὶ εἰς
234
τὴν σάρκωσιν τοῦ κυρίου· υἱὸς γὰρ ἀνθρώπου δι' ἡμᾶς
235
γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς <λέβης τῆς
236
ἐλπίδος> ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς
237
τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τὲ καὶ μολυσμῶν.
238
Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,
239
ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
240
<Ἰδουμαία> αἱματώδης πηλὸς ἑρμηνεύεται. Δύναται δὲ
241
ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ κυρίου, δι' ἧς ἐπέβη,
242
ὡς δι' <ὑποδήματος,> τοῖς ἀνθρωπίνοις, ἄλλως χωρῆσαι
243
τὸν ποιητὴν μὴ δυναμένης τῆς κτίσεως, ἄπειρόν τε καὶ
244
ἀχώρητον κατὰ φύσιν τυγχάνοντα. Δύναται δὲ πάλιν νοη-
245
θῆναι καὶ εἰς τὴν ἑκάστου ἡμῶν σάρκα, ἐφ' ἧς <ἐκτεί-
246
νομεν τὸ ὑπόδημα,> τουτέστι τὴν φρουροῦσαν τὴν ψυ-
247
χὴν ἀπὸ τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τὲ καὶ ἀ-
248
κανθῶν ἄσκησίν τε καὶ ἐγκράτειαν—τοῦτο γὰρ χρὴ νοεῖ-
249
σθαι τὸ ὑπόδημα—· ἄνευ γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγ-
250
κρατείας τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν
251
τῆς εὐσεβείας ἀμήχανον. Δύναται δὲ πάλιν ὑπόδημα νοηθῆ-
252
ναι ψυχῆς καὶ ἡ διὰ λόγου καὶ θεωρίας νεκρωθεῖσα αἴσθη-
253
σις, δι' ἧς ἐπιβαίνουσα ἡ ψυχὴ τοῖς αἰσθητοῖς, τὸν αἰῶνα
254
τοῦτον ἀβλαβῶς διαπορεύεται, τοὺς αὐτοῦ λόγους διὰ μέ-
255
σης τῆς αἰσθήσεως ὡς ὑποδήματος φαντασιουμένης, τὰς
256
τῶν ὁρατῶν κατ' εἶδος καὶ σχῆμα διαφορὰς ἀναλεγομένη
257
πρὸς τὴν τοῦ ἑνὸς μόνου τε καὶ ἀρχικοῦ λόγου σύνε-
258
σιν καὶ ἐπίγνωσιν.
259
<Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·> ἡνίκα γὰρ διὰ σαρ-
260
κὸς τοῖς καθ' ἡμᾶς ἐπεχωρίασε τόποις ὁ κύριος, ὑπετάγη
261
τῷ κράτει τῆς ἰσχύος αὐτοῦ οὐ μόνον καταργηθέντα τὰ
262
πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, δε-
263
ξάμενα διὰ τῆς κλήσεως τὸ σωτήριον τοῦ εὐαγγελίου
264
κήρυγμα, ὑπέκυψεν· <ὑποτάσσονται> δὲ καὶ παντὶ δικαίῳ
265
οἱ <ἀλλόφυλοι,> ἡνίκα ἐπιβαλών, ὥσπερ ὑπόδημα, τῇ
266
γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς
267
ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τὰ ἐμφωλεύοντα
268
αὐτῇ ἀκάθαρτα πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα
269
πονηροὺς καταργήσει δαίμονας.
270
Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
271
<Πόλις> ἐστὶ <περιοχῆς> ἡ ἐκ πολλῶν συνηθροισμένη
272
θείων καὶ μυστικῶν θεωρημάτων σοφία, περιεχομένη
273
ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν,
274
τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν. Ἢ πάλιν <πόλις> ἐστὶ
275
<περιοχῆς> ἡ κατάστασις, καθ' ἣν ἀνάλωτος καὶ ἀπροσ-
276
πέλαστος γίνεται τοῖς πολεμίοις διὰ τὴν φρουροῦσαν
277
αὐτὸν τῶν ἁγίων δυνάμεων περιβολὴν ὅ γε ἀληθῶς
278
θεοσεβὴς καὶ φιλόθεος. Ἢ πάλιν <πόλις> ἐστὶ <περιοχῆς>
279
ἡ λόγῳ καὶ βίῳ τετειχισμένη ψυχὴ καὶ πάσαις ταῖς
280
τῶν ἀρετῶν πλήθουσα χάρισιν. Ἢ πάλιν <πόλις> ἐστὶ
281
<περιοχῆς> ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις
282
ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν
283
θεωρημάτων περιεχομένη, εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής,
284
ὑπ' ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ θεοῦ τοῦ
285
πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι' ἄφατον ἀγαθότητος μέ-
286
γεθος.
287
Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
288
<Ἰδουμαία,> καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν
289
ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις, περὶ
290
ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν,
291
καθ' ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως
292
ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων
293
γνῶσιν θεωρεῖται, ἢ τυχὸν ἡ κατ' ἀρετὴν πρακτικὴ διὰ
294
σαρκὸς φιλοσοφία, καθ' ἣν τοῦ ἁγίου Πνεύματος γίνεται
295
ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικο-
296
δομούμενον κάλλεσιν, εἰς ἣν ὁ αὐτὸς πάλιν <ὁδηγεῖ>
297
κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρω-
298
μένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς
299
γηΐνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν.
300
Ἢ ἵνα συνελὼν εἴπω, <πόλις> ἐστὶ <περιοχῆς> ἡ τῶν
301
νοητῶν γνωστικὴ θεωρία, <Ἰδουμαία> δὲ ἡ τῶν αἰσθητῶν
302
ἐπιστήμη, εἰς ἃς <ἀπάγει> τε καὶ <ὁδηγεῖ> ἡ μόνη τοῦ
303
θεοῦ καὶ Πατρὸς σοφία, ὁ μονογενὴς Υἱός. Διὸ ἐπάγων
304
ὁ προφήτης φησίν·
305
Οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;
306
τουτέστιν ὅτι <σύ, ὁ θεός,> ὁ κατ' ἀρχὰς διὰ τὴν
307
ἁμαρτίαν <ἀπωσάμενος ἡμᾶς,> αὐτὸς διὰ σπλάγχνα ἐλέους
308
σου οἰκτειρήσας, <ἀπάγεις εἰς πόλιν περιοχῆς> καὶ
309
<ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας> κατὰ τὴν προαποδε-
310
δομένην ἐξήγησιν.
311
Καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν
312
ἡμῶν.
313
<Οὐ> γὰρ <ἐξελεύσεται ὁ θεὸς ἐν> τῷ ἐφ' ἑαυτῷ
314
θαρροῦντι καὶ ἐπὶ τῷ τόξῳ ἐλπίζοντι καὶ τὴν ῥομφαίαν
315
ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον, ἀλλ' ἐν τοῖς ἐν αὐτῷ
316
τῷ θεῷ κερατιοῦσι τοὺς ἐχθροὺς καὶ ἐν τῷ ὀνόματι
317
αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς εἰκότως
318
ὁ θεὸς ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν
319
πόλεμον.
320
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· καὶ ματαία
321
σωτηρία ἀνθρώπου.
322
Εὐκτικῶς δέεται τοῦ θεοῦ καὶ σωτῆρος ἐκ προσώπου
323
τῆς κοινῆς φύσεως ὁ προφήτης <δοθῆναι ἡμῖν βοή-
324
θειαν ἐκ> τῆς <θλίψεως,> δηλαδὴ τῆς κατασκεδασθείσης
325
τῆς φύσεως διὰ τὴν ἁμαρτίαν καὶ μέχρι τῶν τοῦ ἅδου
326
πυλῶν αὐτὴν καταπιεσάσης. <Θλίψις> γάρ, κατ' ἐμὲ φάναι,
327
ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπι-
328
κράτεια, <βοήθεια> δὲ ἡ διὰ τῆς χάριτος βεβαία τῆς
329
ἀναστάσεως ἐλπίς, πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς τὴν
330
τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν. Ἢ πάλιν
331
<θλίψις> ἐστὶν ὁ ὑπὲρ ἀρετῆς πόνος, <βοήθεια> δὲ ἡ
332
τοῦτον διαδεχομένη κατὰ θεοῦ χάριν ἀπάθεια, πρὸς ἣν
333
πᾶσα συγκρινομένη ἀνθρώπων σωτηρία ματαιότης ἐστὶ
334
καὶ παντελὴς ἀνυπαρξία· τοῦτο γὰρ δίκαιον νοεῖσθαι τὴν
335
ματαιότητα.
336
Ἐν τῷ θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς
337
ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.
338
<Ἐν τῷ θεῷ ποιοῦσι δύναμιν> οἱ μὴ ἐπιγράφοντες
339
ἑαυτοῖς τῶν ἀρετῶν τὰ κατορθώματα μηδὲ τῇ ἑαυτῶν
340
σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν, ἐν οἷς <αὐτὸς>
341
ὁ θεὸς μονώτατος καὶ ὅλως χωρῶν, πᾶσαν ἀρετὴν ἐργά-
342
ζεται καὶ χαρίζεται γνῶσιν, <ἐξουδενῶν> πάντας τοὺς ἀν-
343
τικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας
344
καὶ διὰ κακίας καὶ ἀγνωσίας <ἐκθλίβειν> ἐπιχειροῦν-
345
τας τοὺς φοβουμένους αὐτόν· αὐτὸς γὰρ πάντων ὑπάρχει
346
σωτήρ, ὅτι καὶ πάντων δημιουργός· αὐτῷ ἡ δόξα καὶ
347
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.
{Τοῦ αὐτοῦ εἰς τὴν προσευχὴν τοῦ Πάτερἡμῶν πρός τινα φιλόχριστον ἑρμηνεία σύντομος.} Αὐτὸν ἐδεξάμην τὸν θεοφύλακτόν μου δεσπότην, διὰτῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγενόμενον, τὸνἀεὶ μὲν παρόντα καὶ ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐδυνάμενον, ὅμως δὲ δι' ἀρετῆς περιουσίαν θεομιμήτωςσυγγίνεσθαι τοῖς αὐτοῦ δούλοις καὶ δι' ἧς ὁ θεὸς δέδωκετῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενον. Διὸ θαυμάσαςαὐτοῦ τὸ μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατοντὸν πρὸς αὐτὸν φόβον ἐποιησάμην καὶ μίαν ἐξ ἀμφο-τέρων, φόβου τε καὶ πόθου, ἀγάπην ἐνεστησάμην, δι'αἰδοῦς καὶ εὐνοίας συνισταμένην, ἵνα μήτε μῖσος ὁ φόβοςγένηται, τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁπόθος, τὸν σώφρονα φόβον συνημμένον οὐκ ἔχων, ἀλλὰνόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ στοργῆς ἐνδιάθετος,ἅπαν τὸ κατὰ φύσιν συγγενὲς οἰκειούμενος, δι' εὐνοίας