The Greek Library Catalogue

Anonymous

Expositio orationis dominicae

Edition reference
Expositio orationis dominicae, ed. van Deun, CCG 23 (1991) 27–73.
CTS identifier
urn:cts:greekLit:tlg2892.tlg111.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

17

μὲν τὸ μῖσος χειρούμενος, δι' αἰδοῦς δὲ πόρρω ποιούμε-

18

νος τὴν καταφρόνησιν· ὃν δὴ μάλιστα πάντων, φημὶ δὲ

19

τὸν φόβον, τῆς θείας ἀγάπης συστατικὸν ἐπιγνοὺς

20

Δαυῒδ ὁ μακάριος φησίν· Ὁ φόβος κυρίου ἁγνός, διαμέ-

21

νων εἰς αἰῶνα αἰῶνος, ἕτερον δηλαδὴ τοῦτον εἰδὼς παρὰ

22

τὸν ἐπ' ἐγκλήμασι δέει τιμωρίας συνιστάμενον φόβον,

23

εἴπερ ὁ μὲν ἔξω γίνεται, τῇ παρουσίᾳ τῆς ἀγάπης παν-

24

τελῶς ἀφανιζόμενος, ὥς που τοῖς ἑαυτοῦ λόγοις ὁ μέ-

25

γας εὐαγγελιστὴς Ἰωάννης δείκνυται φάσκων· Ἡ ἀγάπη

26

ἔξω βάλλει τὸν φόβον, ὁ δὲ τὸν τῆς ἀληθοῦς στοργῆς

27

φυσικῶς χαρακτηρίζει νόμον, αἰδοῖ συντηρῶν εἰς αἰῶνας

28

τοῖς ἁγίοις πρός τε θεὸν καὶ ἀλλήλους τὸν τῆς ἀγάπης

29

θεσμόν τε καὶ τρόπον παντελῶς ἀδιάφθορον.

30

Πόθῳ γοῦν, ὡς ἔφην, κἀγὼ κεράσας τὸν φόβον πρὸς

31

τὸν ἐμὸν δεσπότην, τοῦτον τῆς ἀγάπης συνεστησάμην τὸν

32

νόμον μέχρι τῆς σήμερον, αἰδοῖ μὲν τοῦ γράφειν εἰρ-

33

γόμενος, ἵνα μὴ λάβῃ χώραν ἡ καταφρόνησις, εὐνοίᾳ δὲ

34

πρὸς τὸ γράφειν ὠθούμενος, ἵνα μὴ νομισθῇ μῖσος ἡ τε-

35

λεία τοῦ γράφειν παραίτησις. Γράφω δέ, τοῦτο πράττειν

36

κελευόμενος, οὐχ' ὅσα λογίζομαι—λογισμοὶ γὰρ ἀνθρώ-

37

πων δειλοὶ κατὰ τὴν Γραφήν—, ἀλλ' ὅσα βούλεται θεὸς

38

καὶ χάριτι πρὸς τὴν τοῦ συμφέροντος γένεσιν ἐπιδίδω-

39

σιν· Ἡ γὰρ βουλὴ τοῦ κυρίου φησὶν ὁ Δαυῒδ εἰς τὸν

40

αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ, εἰς γενεὰν

41

καὶ γενεάν, βουλὴν μὲν τυχὸν φήσας τοῦ θεοῦ καὶ Πα-

42

τρὸς τὴν ἐπὶ θεώσει τῆς ἡμετέρας φύσεως ἀπόρρητον κέ-

43

νωσιν τοῦ μονογενοῦς Υἱοῦ, καθ' ἣν ἔχει πάντων τῶν αἰώ-

44

νων τὸ πέρας περιγραφόμενον, λογισμοὺς δὲ τῆς καρδίας

45

αὐτοῦ τοὺς τῆς προνοίας καὶ τῆς κρίσεως λόγους,

46

καθ' οὓς τήν τε παροῦσαν ἡμῶν ζωὴν καὶ τὴν μέλλουσαν

47

ὥσπέρ τινας γενεὰς διαφόρους σοφῶς διεξάγει, κα-

48

ταλλήλως ἑκάστῃ τὸν πρέποντα τρόπον τῆς ἐνεργείας

49

προσνέμων.

50

Εἰ δὲ θείας ὑπάρχει βουλῆς ἔργον ἡ τῆς ἡμετέρας

51

φύσεως θέωσις καὶ τῶν θείων λογισμῶν ἐστι σκοπὸς

52

ἡ πρὸς τὸ πέρας διεξαγωγὴ τῶν ζητουμένων τῆς ἡμε-

53

τέρας ζωῆς, ἄρα συμφέρει τῆς τοῦ κυρίου προσευχῆς

54

γνῶναί τε καὶ πρᾶξαι καὶ οὕτω δεόντως γράψαι τὴν

55

δύναμιν, ἐπειδὴ μάλιστα ταύτης καὶ ὁ ἐμὸς δεσπότης,

56

πρὸς ἐμὲ τὸν αὐτοῦ δοῦλον γράφων, θεόθεν κινηθεὶς

57

ἐπεμνήσθη τῆς προσευχῆς· ἣν καὶ τῶν ἐμῶν ἀναγκαίως

58

ὑπόθεσιν λόγων ποιούμενος, αἰτοῦμαι τὸν ταύτης διδά-

59

σκαλον τῆς προσευχῆς κύριον διανοῖξαί μου τὸν νοῦν

60

πρὸς κατανόησιν τῶν ἐν αὐτῇ μυστηρίων καὶ δοῦναι

61

σύμμετρον λόγον πρὸς τὴν τῶν νοουμένων σαφήνειαν.

62

Ὅλον γὰρ ἔχει κατὰ περιγραφὴν τὸν ἐν τοῖς εἰρη-

63

μένοις σκοπόν, μυστικῶς κεκρυμμένον ἤ, τό γε κυριώ-

64

τερον εἰπεῖν, τοῖς ἐρρωμένοις τὸν νοῦν ἐμφανῶς κηρυτ-

65

τόμενον· πάντων γὰρ ὧν διὰ σαρκὸς γέγονεν αὐτουργὸς

66

κενωθεὶς ὁ τοῦ θεοῦ Λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς

67

ὁ λόγος, διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν,

68

ὧν μόνος ὁ θεὸς καὶ Πατὴρ δι' Υἱοῦ, φυσικῶς μεσι-

69

τεύοντος ἐν ἁγίῳ Πνεύματι, κατ' ἀλήθειαν ἐστὶ χορηγός,

70

εἴπερ μεσίτης θεοῦ καὶ ἀνθρώπων κατὰ τὸν θεῖον ἀπό-

71

στολον ὁ κύριος ἐστὶν Ἰησοῦς, τοῖς μὲν ἀνθρώποις διὰ

72

σαρκὸς ἐμφανῆ ποιῶν ἀγνοούμενον τὸν Πατέρα, τῷ δὲ

73

Πατρὶ διὰ Πνεύματος ἐν ἑαυτῷ τοὺς ἀνθρώπους καταλ-

74

λαγέντας προσάγων· ὑπὲρ ὧν καὶ δι' οὓς ἀτρέπτως γε-

75

νόμενος ἄνθρωπος, πολλῶν, ὅσων οὐδέπω μέτρῳ περι-

76

λαβεῖν τό τε πλῆθος καὶ μέγεθος δεδύνηται λόγος, καινῶν

77

μυστηρίων αὐτουργὸς γίνεται καὶ διδάσκαλος· ὧν ἑ-

78

πτὰ τὸν ἀριθμόν, γενικώτερα τῶν λοιπῶν, κατ' ἐξαί-

79

ρετον φιλοτιμίαν πέφανται τοῖς ἀνθρώποις δεδωρημέ-

80

νος, ὧν μυστικῶς περιέχει τὴν δύναμιν, ὡς ἔφην, τῆς

81

προσευχῆς ὁ σκοπός, θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσο-

82

τιμίαν τὴν πρὸς ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύ-

83

σεως ἀπαθῶς πρὸς ἑαυτὴν νευούσης ἀποκατάστασιν,

84

τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν καὶ τῆς τοῦ κρατή-

85

σαντος ἡμῶν δι' ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν.

86

Καὶ σκοπῶμεν τὴν τῶν λεχθέντων ἀλήθειαν.

87

Θεολογίαν μὲν γὰρ διδάσκει σαρκούμενος ὁ τοῦ θεοῦ

88

Λόγος, ὡς ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα καὶ τὸ Πνεῦμα

89

τὸ ἅγιον· ὅλος γὰρ ἦν ὁ Πατὴρ καὶ ὅλον τὸ Πνεῦμα

90

τὸ ἅγιον οὐσιωδῶς ἐν ὅλῳ τελείως τῷ Υἱῷ καὶ σαρ-

91

κουμένῳ, οὐ σαρκούμενοι, ἀλλ' ὁ μὲν εὐδοκῶν, τὸ δὲ

92

συνεργοῦν αὐτουργοῦντι τῷ Υἱῷ τὴν σάρκωσιν, εἴπερ

93

ἔννους ὁ Λόγος διέμεινε καὶ ζῶν καὶ μηδενὶ τὸ παράπαν

94

ἄλλῳ κατ' οὐσίαν χωρούμενος ἢ μόνῳ τῷ Πατρὶ καὶ

95

τῷ Πνεύματι, καὶ πρὸς τὴν σάρκα διὰ φιλανθρωπίαν

96

τὴν καθ' ὑπόστασιν ποιησάμενος ἕνωσιν.

97

Υἱοθεσίαν δὲ δίδωσι, τὴν ὑπὲρ φύσιν ἄνωθεν διὰ

98

Πνεύματος ἐν χάριτι δωρούμενος γέννησιν, ἧς σὺν

99

θεῷ φυλακή τε καὶ τήρησις ἐστὶν ἡ τῶν γεννωμένων

100

προαίρεσις, διαθέσει γνησίᾳ τὴν δοθεῖσαν στέργουσα

101

χάριν καὶ τῇ πράξει τῶν ἐντολῶν ἐπιμελῶς τὸ κατὰ

102

χάριν δοθὲν ὡραΐζουσα κάλλος καὶ τοσοῦτον τῇ κενώσει

103

τῶν παθῶν μεταποιουμένη θεότητος, ὅσον ὁ τοῦ θεοῦ

104

Λόγος, τῆς οἰκείας ἀκραιφνοῦς δόξης οἰκονομικῶς ἑαυτὸν

105

κατὰ θέλησιν κενώσας, γενόμενος ἀληθῶς κεχρημάτικεν

106

ἄνθρωπος.

107

Ἰσοτίμους δὲ τοῖς ἀγγέλοις τοὺς ἀνθρώπους πεποίηκεν,

108

οὐ καθότι μόνον, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ

109

σταυροῦ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς

110

γῆς, καὶ καταργήσας τὰς πληρούσας τὸν μέσον οὐρανοῦ

111

καὶ γῆς τόπον ἀντικειμένας δυνάμεις, μίαν πρὸς τὴν

112

τῶν θείων δώρων διανομὴν τῶν ἐπιγείων καὶ οὐρανίων

113

δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν, τῆς ἀνθρωπίνης

114

φύσεως ἐν ἀγαλλιάσει κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ θέλημα

115

ταῖς ἄνω δυνάμεσι τὴν δόξαν τοῦ θεοῦ συνεπηχούσης,

116

ἀλλ' ὅτι καὶ μετὰ τὴν πλήρωσιν τῆς ὑπὲρ ἡμῶν οἰκο-

117

νομίας, μετὰ τοῦ προσληφθέντος ἀναληφθεὶς σώματος,

118

οὐρανὸν καὶ γῆν ἥνωσε δι' ἑαυτοῦ καὶ τοῖς νοητοῖς

119

συνῆψε τὰ αἰσθητὰ καὶ μίαν ἀνέδειξε τὴν κτιστὴν φύσιν,

120

ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν κατ' ἀρετήν τε καὶ τῆς

121

πρώτης αἰτίας ἐπίγνωσιν πρὸς ἑαυτὴν συνδεομένην, δει-

122

κνύς, οἶμαι, δι' ὧν ἐπετέλει μυστικῶς, ὡς ὁ μὲν λόγος

123

ἐστὶ τῶν διεστώτων ἕνωσις, ἡ δὲ ἀλογία, τῶν ἡνωμέ-

124

νων διαίρεσις. Καὶ μάθωμεν λόγου μεταποιεῖσθαι διὰ τῆς

125

πράξεως, ἵνα μὴ μόνον ἀγγέλοις κατ' ἀρετήν, ἀλλὰ καὶ

126

θεῷ γνωστικῶς κατὰ τὴν τῶν ὄντων ἑνωθῶμεν ἀφαί-

127

ρεσιν.

128

Ζωῆς δὲ θείας ποιεῖται μετάδοσιν, ἐδώδιμον ἑαυτὸν

129

ἐργαζόμενος, ὡς οἶδεν αὐτὸς καὶ οἱ παρ' αὐτοῦ τοιαύτην

130

αἴσθησιν νοερὰν εἰληφότες, ὥστε τῇ γεύσει ταύτης τῆς

131

βρώσεως εἰδέναι κατ' ἐπίγνωσιν ἀληθῶς ὅτι χρηστὸς ὁ

132

κύριος, ποιότητι θείᾳ πρὸς θέωσιν μετακιρνῶν τοὺς ἐσθί-

133

οντας, οἷα δὴ σαφῶς ζωῆς καὶ δυνάμεως ἄρτος καὶ ὢν

134

καὶ καλούμενος.

135

Τὴν φύσιν δὲ πρὸς ἑαυτὴν ἀποκαθίστησιν, οὐ καθότι

136

μόνον, γενόμενος ἄνθρωπος, ἀπαθῆ τὴν γνώμην πρὸς

137

τὴν φύσιν ἐτήρησε καὶ ἀστασίαστον, μηδὲ πρὸς αὐτοὺς

138

τοὺς σταυρώσαντας τῆς κατὰ φύσιν οἰκείας σαλευομένην

139

τὸ σύνολον βάσεως, τοὐναντίον δὲ μᾶλλον αἱρουμένην

140

ἀντὶ ζωῆς τὸν ὑπὲρ αὐτῶν θάνατον, καθὸ καὶ τὸ τοῦ

141

πάθους ἑκούσιον δείκνυται, τῇ τοῦ πάσχοντος φι-

142

λανθρώπῳ διαθέσει κυρούμενον, ἀλλ' ὅτι καὶ τὴν ἔχθραν

143

κατήργησε, προσηλώσας τῷ σταυρῷ τὸ τῆς ἁμαρτίας

144

χειρόγραφον, δι' ὃ πρὸς ἑαυτὴν ἀσπόνδως εἶχεν ἡ φύσις

145

τὸν πόλεμον, καὶ τοὺς μακρὰν καὶ τοὺς ἐγγὺς καλέσας,

146

τοὺς ὑπὸ νόμον δηλαδὴ καὶ τοὺς ἔξω νόμου, καὶ τὸ

147

μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον δηλονότι τῶν

148

ἐντολῶν σαφηνίσας ἐν δόγμασι, τοὺς δύο ἔκτισεν εἰς

149

ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλ-

150

λάσσων ἡμᾶς δι' ἑαυτοῦ τῷ Πατρὶ καὶ ἀλλήλοις, οὐκ ἔ-

151

χοντας ἔτι τὴν γνώμην ἀνθισταμένην τῷ λόγῳ τῆς φύ-

152

σεως, ἀλλ' ὥσπερ τὴν φύσιν, οὕτω καὶ τὴν γνώμην ὄντας

153

ἀναλλοιώτους.

154

Καθαρὰν δὲ τοῦ νόμου τῆς ἁμαρτίας τὴν φύσιν κα-

155

θίστησιν, ἡδονὴν προκαθηγεῖσθαι τῆς δι' ἡμᾶς αὐτοῦ μὴ

156

συγχωρήσας σαρκώσεως· ἄσπορος γὰρ γέγονε παρα-

157

δόξως ἡ σύλληψις, καὶ ἄφθορος ὑπὲρ φύσιν ἡ γέννησις,

158

ἐπισφίγγοντος δηλαδὴ τοῦ τεχθέντος θεοῦ τῇ μητρὶ πλέον

159

τῆς φύσεως τὰ δεσμὰ τῆς παρθενίας διὰ γεννήσεως καὶ

160

τὴν φύσιν ἅπασαν τῆς τοῦ κρατήσαντος νόμου δυναστείας

161

ἐν τοῖς βουλομένοις ἐλευθεροῦντος, τῇ κατ' αἴσθησιν

162

νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τὸν αὐτοῦ μιμουμένοις

163

αὐθαίρετον θάνατον· βουλομένων γάρ, οὐ τυραννουμένων

164

τὸ τῆς σωτηρίας μυστήριον.

165

Τῆς δὲ τοῦ κρατήσαντος ἡμῶν δι' ἀπάτης πονηροῦ

166

τυραννίδος ποιεῖται καθαίρεσιν, τὴν σάρκα τὴν νικηθεῖσαν

167

ἐν τῷ Ἀδὰμ ὅπλον κατ' αὐτοῦ προβαλλόμενος καὶ νικῶν,

168

ἵνα δείξῃ τὴν πρότερον ἁλοῦσαν πρὸς θάνατον ἑλοῦσαν

169

τὸν ἑλόντα καὶ θανάτῳ φυσικῷ τὴν ἐκείνου ζωὴν δια-

170

φθείρουσαν καὶ γινομένην αὐτῷ μὲν δηλητήριον, πρὸς τὸ

171

πάντας, οὓς κατέπιεν ἰσχύσας, ὡς ἔχων τοῦ θανάτου

172

τὸ κράτος, ἐμέσαι, ζωὴν δὲ τῷ γένει τῶν ἀνθρώπων,

173

πᾶσαν, ὥσπερ φύραμα, τὴν φύσιν πρὸς ἀνάστασιν ὠθοῦ-

174

σαν ζωῆς· ὑπὲρ ἧς μάλιστα, θεὸς ὤν, ὁ Λόγος ἄνθρωπος

175

γίνεται—τὸ ξένον ὄντως πρᾶγμα καὶ ἄκουσμα—καὶ

176

τὸν τῆς σαρκὸς θέλων καταδέχεται θάνατον.

177

Τούτων ἁπάντων, ὡς ἔφην, αἴτησιν ἔχων ὁ τῆς προ-

178

σευχῆς εὑρεθήσεται λόγος.

179

Πατέρα γὰρ καὶ Πατρὸς ὄνομα λέγει καὶ βασιλείαν,

180

καὶ τούτου τοῦ Πατρὸς αὖθις υἱὸν ἐν χάριτι τὸν προ-

181

σευχόμενον ὄντα παρίστησιν· ἑνός τε θελήματος τοὺς ἐν

182

οὐρανῷ καὶ γῇ γενέσθαι ζητεῖ· ἄρτον αἰτεῖσθαι προσ-

183

τάττει τὸν ἐπιούσιον· καταλλαγὴν τοῖς ἀνθρώποις νο-

184

μοθετεῖ καὶ τῷ συγχωρεῖν καὶ συγχωρεῖσθαι τὴν φύσιν

185

πρὸς ἑαυτὴν συνδεῖ, τῇ διαφορᾷ τῆς γνώμης μὴ τε-

186

μνομένην· εἴς τε πειρασμὸν εἰσελθεῖν, ὡς νόμον ἁμαρτίας,

187

ἀπεύχεσθαι διδάσκει καὶ ῥυσθῆναι τοῦ πονηροῦ παραινεῖ.

188

Ἔδει γὰρ τὸν αὐτουργὸν καὶ δοτῆρα τῶν ἀγαθῶν εἶναι

189

καὶ διδάσκαλον, οἷα δὴ μαθηταῖς τοῖς πιστεύουσιν εἰς

190

αὐτὸν καὶ μιμουμένοις αὐτοῦ τὴν διὰ σαρκὸς ἀγωγήν,

191

ὑποθήκας ζωῆς ταύτης παρεχόμενον τῆς προσευχῆς τὰ

192

ῥήματα, δι' ὧν τοὺς ἐν αὐτῷ κατ' εἶδος ὑφεστῶτας τῆς

193

σοφίας καὶ τῆς γνώσεως ἀποκρύφους ἐμήνυσε θησαυρούς,

194

πρὸς τὴν αὐτῶν ἀπόλαυσιν δηλονότι τῶν αἰτούντων

195

ἐλαύνων τὴν ἔφεσιν.

196

Διὰ τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τὴν δι-

197

δασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις

198

κατὰ χάριν ἐκ θεοῦ διδομένων δώρων· οὕτω γὰρ οἱ

199

θεόπνευστοι πατέρες ἡμῶν ὁριστικῶς περὶ τῆς προσευχῆς

200

διεξῆλθον, φήσαντες εἶναι τὴν προσευχὴν αἴτησιν ὧν

201

θεὸς πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις,

202

ὥσπερ καὶ τὴν εὐχὴν ὑπόσχεσιν ἤγουν ἐπαγγελίαν ὧν

203

γνησίως λατρεύοντες θεῷ προσκομίζουσιν ἄνθρωποι, τὴν

204

Γραφὴν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς πα-

205

ραστήσαντες, ὡς τὸ Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ

206

θεῷ ἡμῶν καὶ Ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτῆρί

207

μου τῷ κυρίῳ περὶ τῆς εὐχῆς εἰρημένον, καὶ αὖθις

208

περὶ προσευχῆς, ὡς τὸ Καὶ προσηύξατο Ἄννα πρὸς

209

κύριον λέγουσα· «Κύριε, Ἀδωναΐ, Ἐλωῒ Σαβαώθ, ἐὰν

210

εἰσακούων εἰσακούσῃς τῆς δούλης σου καὶ δῷς μοι

211

καρπὸν κοιλίας» καὶ Προσηύξατο Ἐζεκίας βασιλεὺς Ἰούδα

212

καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης πρὸς κύριον καὶ

213

τὸ Ὅταν ὑμεῖς προσεύχησθε, λέγετε· «Πάτερ ἡμῶν ὁ

214

ἐν τοῖς οὐρανοῖς» παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς εἰρη-

215

μένον, ὡς εἶναι δύνασθαι τὴν μὲν εὐχὴν ἐντολῶν τήρησιν,

216

κατὰ γνώμην πράξει τοῦ ηὐγμένου κεκυρωμένην, τὴν

217

δὲ προσευχὴν τῆς πρὸς τὰ ῥηθέντα καλὰ τοῦ τετηρηκότος

218

μεταποιήσεως αἴτησιν, ἢ μᾶλλον, τὴν μὲν εὐχὴν ἀρετῆς

219

ἆθλον, ὃ δὴ μάλιστα προσφιλῶς δέχεται θεὸς προσκο-

220

μιζόμενον, τὴν δὲ προσευχὴν ἀρετῆς ἔπαθλον, ὃ δὴ μά-

221

λιστα χαίρων θεὸς ἀντιδίδωσιν.

222

Οὐκοῦν, ἐπειδὴ δέδεικται τῶν ὑπὸ τοῦ Λόγου σαρκω-

223

θέντος αὐτουργηθέντων ἀγαθῶν αἴτησιν εἶναι τὴν προ-

224

σευχήν, αὐτὸν προστησάμενοι τοῦ λόγου τῆς προσευχῆς

225

τὸν διδάσκαλον, θαρροῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου

226

ῥητοῦ γυμνάζοντες, ὡς οἷόν τε, θεωρίᾳ τὴν ἔννοιαν,

227

ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ Λόγος

228

καὶ χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τὴν δύ-

229

ναμιν·

230

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

231

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

232

Εὐθὺς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι

233

διδάσκει τοὺς προσευχομένους ὁ κύριος καὶ τὴν πῶς

234

ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ,

235

κατ' οὐσίαν τῶν ὄντων αἴτιος ὤν· Πατρὸς γὰρ καὶ

236

ὀνόματος Πατρὸς καὶ βασιλείας Πατρὸς δήλωσιν ἔχει

237

τῆς προσευχῆς τὰ ῥητά, ἵν' ἀπ' αὐτῆς διδαχθῶμεν τῆς

238

ἀρχῆς τὴν μοναδικὴν σέβειν τριάδα ἐπικαλεῖσθαί τε καὶ

239

προσκυνεῖν· ὄνομα γὰρ τοῦ θεοῦ καὶ Πατρὸς οὐσιωδῶς

240

ὑφεστώς ἐστιν ὁ μονογενὴς Υἱὸς καὶ βασιλεία τοῦ θεοῦ

241

καὶ Πατρὸς οὐσιωδῶς ἐστιν ὑφεστῶσα τὸ Πνεῦμα τὸ

242

ἅγιον—ὃ γὰρ ἐνταῦθα Ματθαῖος φησὶ βασιλείαν, ἀλ-

243

λαχοῦ τῶν εὐαγγελιστῶν ἕτερος Πνεῦμα κέκληκεν ἅγιον,

244

φάσκων· Ἐλθέτω σου τὸ Πνεῦμα τὸ ἅγιον καὶ καθα-

245

ρισάτω ἡμᾶς—· οὐ γὰρ ἐπίκτητον ὁ Πατὴρ ἔχει τὸ

246

ὄνομα, οὔτε μὴν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν

247

τὴν βασιλείαν· οὐκ ἦρκται γὰρ τοῦ εἶναι, ἵνα καὶ τοῦ

248

πατὴρ ἢ βασιλεὺς εἶναι ἄρξηται, ἀλλ' ἀεὶ ὤν, ἀεὶ καὶ

249

πατήρ ἐστι καὶ βασιλεύς, μήτε τοῦ εἶναι, μήτε τοῦ πατὴρ

250

ἢ βασιλεὺς εἶναι τὸ παράπαν ἠργμένος. Εἰ δὲ ἀεὶ ὤν,

251

ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, ἀεὶ ἄρα καὶ ὁ Υἱὸς

252

καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσιωδῶς τῷ Πατρὶ συνυ-

253

φεστήκασιν, ἐξ αὐτοῦ τὲ ὄντα καὶ ἐν αὐτῷ φυσικῶς

254

ὑπὲρ αἰτίαν καὶ λόγον, ἀλλ' οὐ μετ' αὐτὸν γενόμενα

255

δι' αἰτίαν ὕστερον· ἡ γὰρ σχέσις συνενδείξεως κέκτηται

256

δύναμιν, τὰ ὧν ἐστί τε καὶ λέγεται σχέσις, μετ' ἄλληλα

257

θεωρεῖσθαι μὴ συγχωροῦσα.

258

Ταύτης οὖν ἀπαρχόμενοι τῆς προσευχῆς, γεραίρειν ἐνα-

259

γόμεθα τὴν ὁμοούσιόν τε καὶ ὑπερούσιον τριάδα ὡς

260

ποιητικὴν αἰτίαν τῆς ἡμετέρας γενέσεως· πρὸς δέ, καὶ

261

τὴν εἰς ἡμᾶς ἐξαγγέλλειν διδασκόμεθα χάριν τῆς υἱο-

262

θεσίας, τὸν φύσει δημιουργὸν χάριτι πατέρα καλεῖν ἀξιού-

263

μενοι, ἵνα τοῦ κατὰ χάριν γεννήτορος αἰδεσθέντες τὴν

264

προσηγορίαν, ἐν τῷ βίῳ τοὺς χαρακτῆρας ἐπισημαίνειν

265

σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντες αὐτοῦ ἐπὶ γῆς

266

τὸ ὄνομα καὶ πατρώζοντες, καὶ τέκνα διὰ τῶν πραγμάτων

267

δεικνύμενοι καὶ τὸν ταύτης αὐτουργὸν τῆς υἱοθεσίας

268

φυσικὸν τοῦ Πατρὸς Υἱόν, δι' ὧν νοοῦμεν ἢ πράττομεν,

269

μεγαλύνοντες.

270

Ἁγιάζομεν δὲ τοῦ ἐν οὐρανοῖς κατὰ χάριν Πατρὸς

271

τὸ ὄνομα, τὴν πρόσυλον δηλαδὴ νεκροῦντες ἐπιθυμίαν

272

καὶ φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν, εἴπερ ἁγιασμός

273

ἐστιν ἡ κατ' αἴσθησιν τῆς ἐπιθυμίας παντελὴς ἀκινησία

274

καὶ νέκρωσις· ἐν ᾗ γενόμενοι, τὰς ἀπρεπεῖς τοῦ θυμοῦ

275

κατευνάζομεν ὑλακάς, οὐκ ἔχοντες ἔτι διεγείρουσαν αὐτὸν

276

καὶ τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τὴν

277

ἐπιθυμίαν, ἤδη τῇ κατὰ τὸν λόγον ἁγιότητι νεκρωθεῖσαν·

278

κατὰ φύσιν γὰρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος, ὁ θυμὸς

279

τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ

280

νενεκρωμένην.

281

Εἰκότως οὖν τῇ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας

282

ἀποβολῇ τὸ τῆς βασιλείας τοῦ θεοῦ καὶ Πατρὸς κατὰ

283

τὴν προσευχὴν ἐπιγίνεται κράτος τοῖς μετὰ τὴν τούτων

284

ἀπόθεσιν λέγειν ἀξιουμένοις· <Ἐλθέτω ἡ βασιλεία σου,>

285

τουτέστι τὸ Πνεῦμα τὸ ἅγιον, ἤδη τῷ τῆς πραότητος

286

λόγῳ τε καὶ τρόπῳ ναοποιηθεῖσι τῷ θεῷ διὰ τοῦ

287

Πνεύματος· Ἐπὶ τίνα γάρ φησι καταπαύσω, ἀλλ' ἢ ἐπὶ

288

τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους;,

289

ὡς ἐντεῦθεν εἶναι δῆλον ὅτι τῶν ταπεινῶν καὶ πραέων

290

ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ Πατρός· Μακάριοι γάρ

291

φησιν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

292

Γῆν ταύτην τὴν κατὰ φύσιν μέσην τοῦ παντὸς ἀπολα-

293

βοῦσαν θέσιν ὁ θεὸς οὐκ ἐπηγγείλατο τοῖς ἀγαπῶσιν

294

αὐτὸν κληρονομίαν, εἴπερ ἀληθεύει φάσκων· Ὅταν γὰρ

295

ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται,

296

ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς καὶ Δεῦτε οἱ

297

εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-

298

μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου καὶ

299

ἀλλαχοῦ πάλιν ἑτέρῳ, μετ' εὐνοίας δουλεύσαντι· Εἴσελθε

300

εἰς τὴν χαρὰν τοῦ κυρίου σου καὶ μετ' αὐτὸν ὁ θεῖος

301

ἀπόστολος· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐν Χριστῷ

302

πρῶτον ἐγερθήσονται ἄφθαρτοι· ἔπειτα ἡμεῖς οἱ ζῶντες

303

οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν

304

νεφέλαις εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ κυρίου καὶ οὕτως

305

πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Τούτων οὕτως ἐπηγγελ-

306

μένων τοῖς ἀγαπῶσι τὸν κύριον, τίς, μόνῳ τῷ ῥητῷ

307

τῆς Γραφῆς προσηλώσας τὸν νοῦν, τὸν οὐρανὸν καὶ τὴν

308

ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν καὶ τὴν

309

τοῦ κυρίου μυστικῶς ἀποκεκρυμμένην χαρὰν καὶ τὴν

310

διηνεκῆ καὶ παντελῶς ἀδιάστατον σὺν κυρίῳ τῶν ἀξίων

311

μονήν τε καὶ ἵδρυσιν ταυτόν ποτ' ἂν τῇ γῇ φήσειε,

312

λόγῳ κινούμενος καὶ λόγου θεραπευτὴς εἶναι ποθῶν;

313

Ἀλλὰ νῦν γῆν φάσκειν οἶμαι τὸν λόγον, τὴν παγίαν

314

καὶ παντελῶς ἀμετάθετον ἀπὸ τοῦ καλοῦ τῆς τῶν πραέων

315

ἀτρεψίας ἕξιν καὶ δύναμιν, ὡς ἀεὶ σὺν κυρίῳ ὑπάρ-

316

χουσαν, καὶ χαρὰν ἀνέκλειπτον ἔχουσαν, καὶ βασιλείας

317

ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καὶ τῆς ἐν οὐρα-

318

νῷ στάσεώς τε καὶ τάξεως ἠξιωμένην, οἷα δὴ γῆν τινα

319

μέσην τοῦ παντὸς θέσιν ἀπολαβοῦσαν, τῆς ἀρετῆς τὸν

320

λόγον· καθ' ὃν μέσος εὐφημίας καὶ δυσφημίας ὑπάρχων

321

ὁ πρᾶος ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις φυσώ-

322

μενος, μήτε ταῖς δυσφημίαις στεγνούμενος· ὧν γὰρ ὁ λό-

323

γος ὑπάρχει κατὰ φύσιν ἐλεύθερος, ἀποστήσας τὴν

324

ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰ-

325

σθάνεται, καταπαύσας ἑαυτὸν τῆς περὶ ταῦτα ζάλης καὶ

326

πρὸς τὴν θείαν καὶ ἄπρατον ἐλευθερίαν ὅλην τῆς ψυχῆς

327

μεθορμήσας τὴν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ

328

κύριος μεταδοῦναι ποθῶν, Ἄρατε φησὶ τὸν ζυγόν μου

329

ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς

330

τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν,

331

ἀνάπαυσιν λέγων τὸ τῆς θείας βασιλείας κράτος, ὡς

332

πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δε-

333

σποτείαν.

334

Εἰ δὲ τοῖς ταπεινοῖς καὶ πράοις τὸ ἀκαθαίρετον τῆς

335

ἀκηράτου βασιλείας δίδοται κράτος, τίς οὕτως ἀνέραστος

336

καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μὴ κατ' ἄκρον

337

ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος, ἵνα γένηται τῆς

338

θείας χαρακτὴρ βασιλείας, ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ,

339

φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ' οὐσίαν ὡς ἀληθῶς

340

μεγάλου βασιλέως Χριστοῦ κατὰ τὴν χάριν ἀπαράλλακτον

341

τὴν ἐν Πνεύματι μόρφωσιν; «Ἐν ᾗ» φησὶν ὁ θεῖος

342

ἀπόστολος, «οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τουτέστι θυμὸς

343

καὶ ἐπιθυμία, ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμὸν

344

καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν,

345

ἡ δὲ τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας

346

καὶ φύσεως ποιουμένη τὰ μετ' αὐτὴν ἐρασμιώτερα, καὶ

347

διὰ τοῦτο τὴν σάρκα προτιμοτέραν τιθεμένη τοῦ Πνεύ-

348

ματος, καὶ τῆς τῶν νοουμένων δόξης τε καὶ λαμπρότητος

349

ἐπιτερπεστέραν ἐργαζομένη τὴν τῶν φαινομένων ἀπό-

350

λαυσιν, τῷ κατ' αἴσθησιν λείῳ τῆς ἡδονῆς ἀπείργουσα

351

τὸν νοῦν τῆς θείας καὶ συγγενοῦς τῶν νοητῶν ἀντι-

352

λήψεως, ἀλλ' ἢ λόγος μονώτατος, καὐτῆς εἰς ἄκρον τῆς

353

ἀπαθοῦς μέν, φυσικῆς δὲ ὅμως τοῦ σώματος δι' ἀρετῆς

354

περιουσίαν γυμνούμενος στοργῆς καὶ διαθέσεως, νικῶντος

355

τελείως τὴν φύσιν τοῦ Πνεύματος καὶ τῆς ἠθικῆς πεί-

356

θοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι

357

τῷ ὑπερουσίῳ λόγῳ δι' ἁπλῆς καὶ ἀμεροῦς θεωρίας τὸν

358

νοῦν, κἂν συντελεῖν αὐτῷ πέφυκεν εἰς ῥαδίαν τῶν

359

χρονικῶς ῥεόντων τομὴν καὶ διάβασιν· ὧν διαβαθέντων,

360

οὐκ εὔλογον ἐπιβαρεῖσθαι, καθάπερ μηλωτῇ, τῷ κατ' ἦθος

361

τρόπῳ τὸν ἀποφανθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον· καὶ

362

δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας, δι' ὧν ἔπραττε, τυ-

363

πικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον, τὴν μὲν μηλω-

364

τήν, φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν, ἐν ᾗ τὸ μεγα-

365

λοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατὰ τὴν ἁρπα-

366

γὴν Ἐλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ Πνεύματος κατὰ

367

πάσης ἀντικειμένης δυνάμεως καὶ πληγὴν τῆς ἀστάτου

368

καὶ ῥεούσης φύσεως, ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης,

369

πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν

370

γῆν διαβάσεως, τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυ-

371

σθέντα τῆς τῶν ὑλικῶν προσπαθείας, αὐτὸς δὲ χωρῶν

372

πρὸς τὸν θεὸν ἄνετος, οὐδενὶ τῶν ὄντων παντελῶς

373

κατὰ τὴν σχέσιν κρατούμενος, ἁπλοῦς τε τὴν ἔφεσιν

374

καὶ τὴν γνώμην ἀσύνθετος, πρὸς τὸν ἁπλοῦν τὴν φύσιν

375

διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν τῶν γνωστικῶς

376

ἀλλήλαις συνῃρημένων, ὡς ἵππων πυρίνων, τὴν ἐνδημίαν

377

ποιούμενος. Ἔγνω γὰρ ὅτι δεῖ τῶν Χριστοῦ μαθητῶν

378

ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης

379

ἐλέγχει τὴν ἀλλοτρίωσιν, εἴπερ διάχυσιν μὲν τοῦ περὶ

380

καρδίαν πνεύματος τὸ κατ' ἐπιθυμίαν πάθος, αἵματος δὲ

381

ζέσιν κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται· καὶ

382

φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος καὶ ὤν,

383

ἑαυτοῦ τὴν τῶν ἀνίσων ἀλλόκοτον ἀπέθετο γένεσιν, μὴ

384

φέρων ἐν ἑαυτῷ, καθάπερ ἄρρεν καὶ θῆλυ, τὰς ἐναντίας,

385

ὡς ἔφην, τούτων τῶν παθῶν διαθέσεις, ἵνα μὴ

386

δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς

387

συναλλοιούμενος· ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγ-

388

κέκραται σέλας, πεῖθον τὴν ψυχὴν μεταπλασθῆναι κατὰ

389

τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν καὶ γενέσθαι τῆς

390

συνυφισταμένης οὐσιωδῶς τῷ θεῷ καὶ Πατρὶ τῶν ὅλων

391

μεγάλης βασιλείας, ὡς Πνεύματος ἁγίου παμφαὲς οἰκη-

392

τήριον, ὅλην δεχόμενον, εἰ θέμις εἰπεῖν, τῆς θείας φύσεως

393

κατὰ τὸ δυνατὸν τὴν ἐξουσίαν τῆς γνώσεως, καθ' ἣν

394

ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δὲ κρειττόνων

395

ὑφίστασθαι πέφυκε γένεσις, ἶσα θεῷ τῆς ψυχῆς κατὰ

396

τὴν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ

397

τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν· καθ' ἣν ἀεὶ θέλων

398

Χριστὸς γεννᾶται μυστικῶς, διὰ τῶν σωζομένων σαρ-

399

κούμενος καὶ μητέρα παρθένον ἀπεργαζόμενος τὴν γεννῶ-

400

σαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελὼν εἴπω, κατὰ τὴν

401

σχέσιν, ὥσπερ ἄρρεν καὶ θῆλυ, τὰ γνωρίσματα τῆς ὑπὸ

402

φθορὰν καὶ γένεσιν φύσεως.

403

Ξενιζέσθω δὲ μηδείς, τὴν φθορὰν τῆς γενέσεως ἀκούων

404

προταττομένην· ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν

405

γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει

406

σαφῶς ἐκ φθορᾶς καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην

407

καὶ λήγουσαν, ἧς τὰ σημαντικὰ πάθη, καθάπερ ἔφην,

408

οὐκ ἔχει Χριστὸς ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ

409

Χριστὸν βίος τε καὶ λόγος, εἴπερ ὁ λέγων ἐστὶν ἀληθής·

410

«Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τὰ

411

σημεῖα δηλαδὴ καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ

412

γένεσιν φύσεως, ἀλλ' ἢ μόνον θεοειδὴς λόγος, γνώσει

413

θείᾳ πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην

414

αἱρουμένη τὴν ἀρετήν· οὔτε Ἕλλην καὶ Ἰουδαῖος, δι' ὧν

415

τῆς περὶ θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος ἤ,

416

τό γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος, ὁ μὲν

417

ἀφρόνως εἰσηγούμενος πολυαρχίαν καὶ τὴν μίαν ἀρχὴν

418

ἀντικειμέναις ἐνεργείαις τε καὶ δυνάμεσι καταμερίζων καὶ

419

πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσ-

420

κυνουμένων στασιαζόμενον καὶ τῷ διαφόρῳ τῆς προσ-

421

κυνήσεως τρόπῳ γελώμενον, ὁ δὲ μίαν μέν, στενὴν δὲ

422

καὶ ἀτελῆ καὶ σχεδὸν ἀνυπόστατον, ὡς Λόγου καὶ Ζωῆς

423

ἔρημον, πρὸς ἶσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν

424

ἐναντίων ἐκπίπτων, τὴν ἀθεΐαν, ἑνὶ περιγράφων προσώπῳ

425

τὴν μίαν ἀρχὴν καὶ ταύτην δίχα Λόγου καὶ Πνεύματος

426

ὑφισταμένην ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένην, μὴ

427

συνορῶν ὅτι τίς θεός, τούτων ἠμοιρημένος, ἢ πῶς θεός,

428

μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν λογικοῖς, ὡς

429

συμβεβηκότων, τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τὸ

430

παράπαν, ὡς ἔφην, οὐδείς, ἀλλὰ μόνος ἀληθοῦς εὐσεβείας

431

λόγος καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε

432

τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμ-

433

πόμενος καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συ-

434

στολήν, ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν —

435

Ἑλληνικὸν γάρ—ἢ τῷ καθ' ὑπόστασιν ἑνικῷ παθητόν

436

—Ἰουδαϊκὸν γάρ—, ὡς Λόγου καὶ Πνεύματος ἐστερη-

437

μένον ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένον, ἀλλ' οὐκ ὂν

438

Νοῦς καὶ Λόγος καὶ Πνεῦμα, τὸ θεῖον πρεσβεύηται, καὶ

439

διδάσκων ἡμᾶς, τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσ-

440

πεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότη-

441

τος φύσιν καὶ δύναμιν, ἤγουν ἕνα θεόν, ἐν Πατρὶ καὶ

442

Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, οἷα δὴ μόνον

443

ἀναίτιον Νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ' οὐσίαν

444

ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα καὶ μόνης ἀϊδίου

445

Ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν·

446

ἐν μονάδι τριάδα καὶ ἐν τριάδι μονάδα· οὐκ ἄλλην ἐν

447

ἄλλῃ—οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός

448

ἐστιν ἡ τριὰς ἢ τὸ ἔμπαλιν ἐν τριάδι μονάς, ἄποιος

449

γάρ—· οὐδ' ὡς ἄλλην καὶ ἄλλην—οὐ γὰρ ἑτερότητι

450

φύσεως τῆς τριάδος ἡ μονὰς διενήνοχεν, ἁπλῆ τε καὶ

451

μία φύσις τυγχάνουσα—· οὐδ' ὡς ἄλλην παρ' ἄλλην—

452

οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ

453

τριὰς ἢ τῆς τριάδος ἡ μονάς, ἢ ὡς κοινόν τι καὶ

454

γενικόν, ἐπινοίᾳ μόνῃ θεωρητόν, τῶν ὑπ' αὐτὸ μερικῶν,

455

παρήλλακται τῆς τριάδος ἡ μονάς, οὐσία κυρίως αὐ-

456

θύπαρκτος οὖσα καὶ δύναμις ὄντως αὐτοσθενής—· οὐδ' ὡς

457

δι' ἄλλης ἄλλην—οὐ γὰρ μεσιτεύεται σχέσει τὸ ταυτὸν

458

πάντη καὶ ἄσχετον, ὡς πρὸς αἴτιον αἰτιατόν—· οὐδ' ὡς

459

ἐξ ἄλλης ἄλλην—οὐ γὰρ κατὰ παραγωγὴν ἢ προαγωγὴν

460

ἐκ μονάδος τριάς, ἀγένητος ὑπάρχουσα καὶ αὐτέκφαν-

461

τος—· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ τριάδα καὶ

462

λεγομένην καὶ νοουμένην, τὸ μὲν τῷ κατ' οὐσίαν λόγῳ,

463

τὸ δὲ τῷ καθ' ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν,

464

μὴ μεμερισμένην ταῖς ὑποστάσεσι, καὶ ὅλην τριάδα τὴν

465

αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην, ἵνα μὴ τῷ μερι-

466

σμῷ τὸ πολύθεον ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζη-

467

ται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος, λέγω

468

δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας, ἐν

469

ᾧ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ, φημὶ δὲ τὰ σημεῖα καὶ

470

τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ' Ἕλ-

471

λην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι·

472

οὐ περιτομὴ καὶ ἀκροβυστία, αἱ τούτοις δηλαδὴ κατάλλη-

473

λοι λατρεῖαι, ἡ μὲν διὰ τὰ σύμβολα τοῦ νόμου τὴν φαι-

474

νομένην κτίσιν κακίζουσα καὶ τὸν κτίστην ὡς κακῶν

475

ποιητὴν διαβάλλουσα, ἡ δὲ διὰ τὰ πάθη ταύτην θεο-

476

ποιοῦσα καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα, καὶ πρὸς

477

ἶσον κακὸν ἄμφω, τὴν θείαν ὕβριν, ἀλλήλαις συλλήγου-

478

σαι· οὐ βάρβαρος καὶ Σκύθης, τουτέστιν ἡ πρὸς ἑαυτὴν

479

στασιαστικὴ τῆς μιᾶς φύσεως κατὰ γνώμην διάστασις,

480

καθ' ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώ-

481

ποις εἰσεφθάρη νόμος· οὔτε δοῦλος καὶ ἐλεύθερος, ἡ τῆς

482

αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως, ἄτιμον

483

ποιουμένη τὸν κατὰ φύσιν ὁμότιμον, νόμον ἐπίκουρον

484

ἔχουσα τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα τῶν

485

δεσποζόντων διάθεσιν· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός,

486

διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον τὴν τῆς ἀνάρχου βασι-

487

λείας δημιουργῶν ἐν Πνεύματι μόρφωσιν, ἥν, ὡς ἀποδέ-

488

δεικται, πέφυκε χαρακτηρίζειν καρδίας ταπείνωσις καὶ

489

πραότης, ὧν ἡ σύνοδος τέλειον τὸν κατὰ Χριστὸν κτιζό-

490

μενον ἀποδείκνυσιν ἄνθρωπον· πᾶς γὰρ ταπεινόφρων πάν-

491

τως καὶ πρᾶος, καὶ πᾶς πρᾶος πάντως καὶ ταπεινόφρων,

492

ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι

493

δεδανεισμένον, πρᾶος δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν

494

αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν, καὶ τῷ μὲν

495

λόγῳ πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρε-

496

σίαν, τῆς αἰσθήσεως δὲ τελείως τὴν τούτων συστέλλων

497

ἐνέργειαν, καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν πρὸς

498

τὸν θεὸν ἀεικίνητος ὤν, κατὰ δὲ τὴν αἴσθησιν οὐδὲ

499

πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβά-

500

νων, παντελῶς κινούμενος ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυ-

501

χῇ πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαρτῆς διαθέσεως·

502

οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν τὸ κατ' αἴ-

503

σθησιν ἀλγεινόν· ἡδονὴν γὰρ μίαν ἐπίσταται τὴν τῆς ψυ-

504

χῆς πρὸς τὸν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς

505

ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς

506

αἰῶνας, καὶ διὰ τοῦτο τό τε σῶμα καὶ πάντα τὰ τοῦ σώ-

507

ματος ἀφείς, πρὸς τὴν θείαν φέρεται συντόνως συμβίω-

508

σιν, μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ

509

γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀπο-

510

τυχίαν.

511

Ἁγνίσωμεν οὖν ἑαυτοὺς παντὸς μολυσμοῦ σαρκὸς καὶ

512

πνεύματος, ἵνα τὸ θεῖον ἁγιάσωμεν ὄνομα, ἀκκιζομένην

513

τοῖς πάθεσιν ἀπρεπῶς τὴν ἐπιθυμίαν κατασβέσαντες, καὶ

514

λόγῳ ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τὸν θυμὸν

515

καταδήσωμεν, ἵνα διὰ τῆς πραότητος παραγινομένην ὑπο-

516

δεξώμεθα τὴν τοῦ θεοῦ καὶ Πατρὸς βασιλείαν καὶ τὸν

517

ἐφεξῆς λόγον τῆς προσευχῆς τοῖς προτέροις ἁρμόσωμεν,

518

λέγοντες·

519

Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ,

520

καὶ ἐπὶ τῆς γῆς.

521

Ὁ κατὰ μόνην τὴν λογικὴν δύναμιν, ἐπιθυμίας τε καὶ

522

θυμοῦ κεχωρισμένην, μυστικῶς προσάγων τῷ θεῷ τὴν

523

λατρείαν, οὗτος ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ τῶν ἀγγέλων

524

αἱ τάξεις, τὸ θεῖον πεπλήρωκε θέλημα, διὰ πάντων τοῖς

525

ἀγγέλοις ὁμολάτρης γενόμενος καὶ ὁμοδίαιτος, καθά που

526

φησὶν ὁ μέγας ἀπόστολος· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν

527

οὐρανοῖς ὑπάρχει, παρ' οἷς οὐκ ἔστιν ἐπιθυμία, δι' ἡδονῆς

528

τοὺς νοεροὺς παραλύουσα τόνους, οὔτε θυμός, λυσσῶν

529

καὶ τὸ συγγενὲς ἀσέμνως καθυλακτῶν, ἀλλὰ λόγος μονώ-

530

τατος, πρὸς τὸν πρῶτον Λόγον φυσικῶς ἄγων τοὺς λο-

531

γικούς, ᾧ μόνῳ χαίρει θεὸς καὶ παρ' ἡμῶν αἰτεῖ, τῶν αὐτοῦ

532

δούλων, καὶ τοῦτο δηλοῖ πρὸς τὸν μέγαν φάσκων Δαυΐδ·

533

Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί

534

ἠθέλησα ἐπὶ τῆς γῆς; Ὑπάρχει δὲ τῷ θεῷ ἐν οὐρανοῖς

535

προσαγόμενον παρὰ τῶν ἁγίων ἀγγέλων πλὴν τῆς λο-

536

γικῆς λατρείας οὐδέν· ἣν καὶ παρ' ἡμῶν ἐπιζητῶν, προ-

537

σευχομένους λέγειν ἐδίδαξε· <Γενηθήτω τὸ θέλημά σου,

538

ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.>

539

Οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ θεοῦ ζήτησιν

540

ὁ λόγος, πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ' ἐπιθυμίαν

541

δύναμις, καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ

542

θυμικόν, μᾶλλον δὲ τὸ κυριώτερον εἰπεῖν, ὁ μὲν νοῦς

543

τετάσθω πᾶς πρὸς θεόν, οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ

544

τρόπῳ νευρούμενος καὶ πόθῳ τῇ κατ' ἄκρον ἐφέσει τῆς

545

ἐπιθυμίας πυρούμενος· οὕτω γὰρ τοὺς κατ' οὐρανὸν ἀγ-

546

γέλους μιμούμενοι, τῷ θεῷ διὰ πάντων λατρεύοντες εὑρε-

547

θησόμεθα, τὴν αὐτὴν τοῖς ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν

548

ἐπιδεικνύμενοι, πρὸς οὐδὲν τῶν μετὰ θεὸν ἴσως ἐκείνοις

549

ἔχοντες τὸν νοῦν τὸ παράπαν κινούμενον· δεξόμεθα γάρ,

550

κατ' εὐχὰς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν

551

τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν

552

καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐε-

553

ξίας, τὸν εἰπόντα Λόγον· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ

554

οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἀναλόγως

555

ἡμῖν, τοῖς τρεφομένοις δι' ἀρετῆς καὶ σοφίας, πάντα γι-

556

νόμενον καὶ δι' ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς

557

οἶδεν αὐτός, σωματούμενον, ἔτι κατὰ τὸν αἰῶνα τοῦτον

558

ὑπάρχοντες, κατὰ τὴν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν

559

τοῦ λέγοντος·

560

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν

561

σήμερον.

562

Τοῦτον γὰρ οἶμαι δηλοῦσθαι τὸν αἰῶνα διὰ τοῦ <σή-

563

μερον,> ὡς εἴ τις ἐπὶ τὸ σαφέστερον ἐκλαβὼν εἴποι

564

τὸν τόπον τῆς προσευχῆς· <τὸν ἄρτον ἡμῶν,> ὃν

565

κατ' ἀρχὰς ἐπ' ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, <δὸς ἡμῖν

566

σήμερον,> κατὰ τὴν παροῦσαν ζωὴν οὖσι τῆς θνητότητος,

567

ἵνα νικήσῃ τὸν θάνατον τῆς ἁμαρτίας ἡ τροφὴ τοῦ ἄρτου

568

τῆς ζωῆς καὶ τῆς ἐπιγνώσεως, ἧς μέτοχον γενέσθαι τὸν

569

πρῶτον ἄνθρωπον ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ

570

συνεχώρησεν, ὡς εἴ γε ταύτης ἐνεφορήθη τῆς θείας

571

τροφῆς, οὐκ ἂν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο. Πρὸς

572

ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τὴν ἔννοιαν ἤγαγεν

573

ὁ σωτήρ, προστάσσων διαρρήδην τοῖς μαθηταῖς τροφῆς

574

αἰσθητῆς παντελῶς μὴ ποιεῖσθαι λόγον, εἰπών· Μὴ με-

575

ριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μήτε

576

τῷ σώματι ὑμῶν τί περιβάλησθε—ταῦτα γὰρ πάντα

577

τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν—, ἀλλὰ ζητεῖτε πρῶτον

578

τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ

579

ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πῶς οὖν διδάσκει

580

προσεύχεσθαι περὶ ὧν μὴ ζητεῖν προλαβὼν ἐνετείλατο;

581

Δῆλον γὰρ ὅτι διὰ προσευχῆς αἰτεῖν οὐ προσέταττεν

582

ἅπερ δι' ἐντολῆς ζητεῖν οὐ παρῄνεσε· διὰ προσευχῆς γὰρ

583

μόνον ἐστὶν αἰτητὸν τὸ κατ' ἐντολὴν ζητητόν· ὅπερ οὖν

584

ζητεῖν δι' ἐντολῆς οὐκ ἐπετράπημεν, διὰ προσευχῆς αἰτεῖν

585

τυχὸν θεμιτὸν οὐ καθέστηκεν. Εἰ δὲ μόνην ζητεῖν τὴν

586

βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην ὁ σωτὴρ ἐνε-

587

τείλατο, ταύτην εἰκότως καὶ διὰ προσευχῆς αἰτεῖν τοὺς

588

τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν, ἵνα, τῶν φύσει

589

ζητητῶν διὰ προσευχῆς τὴν χάριν ἐπικυρώσας, τὴν τῶν

590

αἰτούντων γνώμην τῷ τοῦ παρεχομένου τὴν χάριν συνάψῃ

591

θελήματι, δι' ἑνώσεως σχετικῆς ταυτοποιουμένην.

592

Εἰ δὲ καὶ τὸν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι

593

πέφυκεν ἡμῶν ἡ παροῦσα ζωή, διὰ προσευχῆς αἰτεῖν

594

κελευόμεθα, μὴ παρέλθωμεν τοὺς ὅρους τῆς προσευχῆς,

595

πολλὰς ἐτῶν περιόδους πλεονεκτικῶς περισκοποῦντες, καὶ

596

λάθωμεν ὄντες θνητοὶ καί, σκιᾶς δίκην, τὴν ζωὴν πα-

597

ροδεύουσαν ἔχοντες, ἀλλὰ τὸν πρὸς ἡμέραν ἀπεριμε-

598

ρίμνως διὰ τῆς προσευχῆς αἰτήσωμεν ἄρτον καὶ δείξωμεν

599

ὅτι φιλοσόφως κατὰ Χριστὸν μελέτην θανάτου τὸν βίον

600

ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τὴν φύσιν καί, πρὶν

601

ἐπιστῆναι τὸν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τὴν

602

ψυχὴν ἀποτέμνοντες, ἵνα μὴ προσηλωθῇ τοῖς φθειρομένοις,

603

ἀμείψασα πρὸς τὴν ὕλην τὴν χρῆσιν τῆς κατὰ φύσιν

604

ἐφέσεως, καὶ μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν

605

περιουσίας στερητικήν. Φύγωμεν οὖν, ὅση δύναμις, τὴν

606

φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν

607

τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καὶ μόνοις ἀρκεσθῶ-

608

μεν τοῖς συνιστῶσιν, ἀλλὰ μὴ τοῖς ἡδύνουσιν ἡμῶν τὴν

609

παροῦσαν ζωήν, καὶ ὑπὲρ αὐτῶν τὸν θεόν, ὡς ἐδι-

610

δάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι

611

τὴν ψυχήν, μηδενὶ τῶν ὁρωμένων διὰ τὸ σῶμα παντελῶς

612

κρατουμένην· καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες,

613

ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν—τὸ

614

μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον κα-

615

θέστηκε φύσεως—· καὶ φύλακες ὦμεν τῆς προσευχῆς

616

ἀκριβεῖς, δι' αὐτῶν δεικνύμενοι τῶν πραγμάτων ὅτι μιᾶς

617

καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα τῆς ἐν Πνεύματι ζωῆς καὶ

618

πρὸς τὴν αὐτῆς κτῆσιν τῆς παρούσης τὴν χρῆσιν ποιού-

619

μεθα, δι' ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον

620

ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι καὶ τὴν

621

αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν, ὅσον τὸ ἐφ' ἡμῖν, ἀδιά-

622

φθορον, οὐχ' ἵνα ζῶμεν, ἀλλ' ἵνα θεῷ ζῶμεν, ψυχῆς ἄγγε-

623

λον τὸ σῶμα καθιστῶντες, λελογισμένον ταῖς ἀρεταῖς,

624

καὶ ταύτην θεοῦ κήρυκα ποιοῦντες, τῇ περὶ τὸ καλὸν

625

παγιότητι πεποιωμένην, καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ

626

περικλείοντες τὸν ἄρτον, ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς

627

δευτέραν ἡμέραν διὰ τὸν δοτῆρα τῆς προσευχῆς ἐπεκ-

628

τεῖναι τὴν δέησιν· οὕτω γὰρ ἄν, πραγματικῶς κατὰ τὴν

629

δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες, δυνηθείημεν

630

καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φά-

631

σκοντες·

632

Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ

633

ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.

634

Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ

635

θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὗ σύμβολον

636

εἶναι τὸ <σήμερον> ἔφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς

637

σοφίας, οὗ κατ' ἀρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ

638

προσευχῆς ἐπιζητῶν—ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος

639

τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν

640

ἐστὶν ὁ θεός, φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος

641

προαίρεσις, καὶ μίαν ὀδύνην εἰδὼς τὴν τούτων ἀποτυχίαν,

642

ἧς ὑποβολεὺς μέν ἐστιν ὁ διάβολος, αὐτουργὸς δὲ πᾶς

643

ὁ τῶν θείων δι' ἀτονίαν γνώμης ἀποκναιόμενος, μὴ φυ-

644

λάττων τὸ τίμιον γνώμης διαθέσει στεργόμενον—, πρὸς

645

οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τὸ σύνολον τὴν

646

προαίρεσιν καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμ-

647

βαίνουσι λυπηροῖς οὐχ' ὑπαγόμενος, οὗτος ὡς ἀληθῶς

648

ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν, ὅτι μηδὲ

649

τὸ κατ' ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ πα-

650

ράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν

651

πεπιστευμένον· καὶ τῷ θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς

652

ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ

653

τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· <Ἄφες ἡμῖν

654

τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς

655

ὀφειλέταις ἡμῶν,> καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας,

656

οἷ γενέσθαι παρακαλῶν τὸν θεόν· εἰ γὰρ ὡς αὐτὸς

657

ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται

658

καὶ αὐτῷ ἀφεθῆναι παρὰ θεοῦ, δηλονότι ὥσπερ ὁ θεὸς

659

ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς

660

ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι,

661

μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυ-

662

ποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν

663

ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρω-

664

πος ὤν· οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ

665

τῆς φύσεως, ἡ τοῦ θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ

666

γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν

667

γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν τὴν θείαν

668

καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν· καὶ τυχὸν

669

διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους

670

ποιεῖσθαι καταλλαγὰς ὁ θεός, οὐχ' ἵνα παρ' ἡμῶν μάθῃ

671

καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι καὶ τῶν πολλῶν συγ-

672

χωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ' ἵνα

673

ἡμᾶς καθάρῃ παθῶν καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει

674

τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν. Σαφῶς

675

δὲ καθέστηκε δῆλον ὅτι, τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ

676

τῆς φύσεως, ἀστασίαστος ἔσται πρὸς τὸν θεὸν ἡ τῶν

677

τοῦτο κατωρθωκότων προαίρεσις, εἴπερ οὐδὲν πέφυκεν

678

ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὃς καὶ

679

νόμος ἐστὶ φυσικός τε καὶ θεῖος, ὅταν καθ' ἑαυτὸν ἐνερ-

680

γουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν· εἰ δὲ παράλογον

681

οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, εἰκότως ἡ γνώμη,

682

κατὰ τὸν λόγον κινουμένη τῆς φύσεως, συμβαίνουσαν

683

ἕξει διὰ πάντων τῷ θεῷ τὴν ἐνέργειαν, ἥτις ἐστὶ

684

διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς

685

ἀρετῆς γένεσιν πεποιωμένη.

686

Οὕτω μὲν οὖν ὁ τὸν γνωστικὸν ἄρτον αἰτῶν δια-

687

κείσεται προσευχόμενος· μεθ' ὃν κἀκεῖνος ὁ μόνον τὸν

688

ἐφήμερον ἄρτον ἐπιζητῶν διὰ τὴν βίαν τῆς φύσεως κατὰ

689

τὸν αὐτὸν διατεθήσεται τρόπον, ἀφιεὶς τοῖς ὀφειλέταις

690

τὰ ὀφειλήματα, οἷα δὴ γνοὺς ὅτι κατὰ φύσιν ὑπάρχει

691

θνητός, καὶ λοιπὸν καθ' ἑκάστην ἡμέραν διὰ τὴν ἀδηλίαν

692

τὸ φύσει πεφυκὸς ἐκδεχόμενος, προλαμβάνει τὴν φύσιν

693

κατὰ τὴν γνώμην, αὐθαίρετος νεκρὸς πρὸς τὸν κόσμον

694

γινόμενος κατὰ τὸ φάσκον λόγιον· Ὅτι ἕνεκεν σοῦ

695

θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα

696

σφαγῆς, καὶ διὰ τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδὲν

697

ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν

698

αἰῶνος, πρὸς τὴν ἀγήρω ζωὴν μεθιστάμενος, καὶ λάβῃ

699

παρὰ τοῦ κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, ὧν ἐνταῦθα

700

προκέχρηκε, τὴν ἴσην ἀντίδοσιν· ἀναγκαία γὰρ ἀμφοτέροις

701

πρὸς τὴν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν ἡ καθαρὰ

702

πρὸς τοὺς λελυπηκότας διάθεσις, πάντων μὲν ἕνεκεν,

703

οὐχ' ἥκιστα δὲ διὰ τὴν τῶν λειπομένων ῥητῶν δύναμιν,

704

τοῦτον ἔχουσαν τὸν τρόπον·

705

Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ

706

ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

707

Δηλοῖ γὰρ ἐν τούτοις ὁ λόγος ὡς ὁ μὴ συγχωρήσας

708

τελείως τοῖς…

709

τῷ θεῷ…

710

τ…

The complete text is available when the reading interface loads.