Hymni
- Edition reference
- Hymni [Sp.], ed. Cantarella, op. cit., 236– 252.
- CTS identifier
urn:cts:greekLit:tlg2892.tlg114.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
ἐς καρδίην ὁρῶντος,
τί βέλτιόν ποτ' ἔσται,
καὶ ἀγγέλοις ὅμοιον
βροτὸν παριστάνοντος;
Πτερώσεως δὲ θείης
πάσχει νόος βρότειος
ἄνωθεν ἦν ἁγνεύων,
τηλαυγέσι πνοῇσιν,
ὥστε κράτος θεωρεῖν
μέγιστον, ἠδὲ ῥίζαν
αὐτόσσυτον, κ' ἄημα,
ζωηφόρον γε πνεῦσιν,
μυστηρίων τε κλεινῶν
βάθεσσιν ἐμβατεύειν,
ὅσσον θ' ὑπὸ προνοίης
κόσμῳ καλὸν κάτεισιν,
ὅσσον τε ἐν χρόνοισιν
ἔσται ἀεὶ ἐοῦσι.
Μακάρτερον τίς εἴποι;
Τοιαῦτ' ἐγώ, Σαωτήρ,
δομήματα κράτιστα,
ἰσχὺν σέθεν διδόντος,
πέτρας ἐπὶ σταθηρᾶς
τοῦ ἀκρογωνιαίου
λίθου, ὃς αὐτὸς ἔπλες,
ἐπείγομαι ἐγεῖραι.
Αὐτὸς δέ μοι χορηγοῖς
τὴν σὴν χάριν συνεργόν,
τούτοις τέλος παρασχεῖν
ὅπερ κράτιστον εἴη,
σωτήριόν τ' ἔμοιγε.
Οὔτε βροχὴ βιαία
πηγαῖα οὔτε ῥέεθρα
ῥαγδαῖοι οὔτ' ἀῆται
σεῖσαι ἐμὸν τότ' οἶκον
ἕξουσι οὐδὲ τυτθόν,
δομημένον θεμέθλῳ
σοί, Σῶτερ, ἀκραδάντῳ.
Σύ μοι διδοῖς δὲ χεῖρα,
συνεργάτης δὲ γίγνου
ἔμοιγε καὶ περαίνοις
τὸ ξύμπαν, ὄφρ' ὑμνῶ σε
δοτῆρα τῶν ἀρίστων
τούτων τε συντελεστήν,
βροτοὺς ἅπερ σαώζει.
Σοῦ γὰρ δίχα, κραταιέ,
οὔτ' ἔργον οὔτε βουλή,
νόημα οὔτ' ἔρευγμα,
οὐδέν τε τῶν ἁπάντων,
κρείττονός γ' ὅσσα μοίρης,
τέλους τεύξηται πάμπαν.
Σὺ σάρκα μοι παρέσχες
φύσησας ἠδὲ πνεῦμα.
Σὺ καὶ πεσόντ' ἔγειρας,
ἀνήγαγες πόλονδε,
σὺν σαρκὶ σῇ ἀείρας·
σὺ τεθνεῶτ' ἀνιστᾷς
χαρίσμασι τεοῖσιν
εὐσπλαγχνίῃ τ' ἀπείρῳ,
ᾗ προφθάνεις με, Σῶτερ,
καὶ σαρκὸς ἀξιοῖς σῆς
κοινωνίας ἀφράστου.
Σὺ καὶ τέλος σαώσεις,
ἂν μὴ ἄκαρπον εὕρῃς
ὅλως ἐμὴν πορείην,
ἂν μὴ φέρω μολύβδου
ὄγκον βαρὺ βρίθοντα
ὠθοῦντά τ' εἰς γεένναν
ἄσβεστον ἠδὲ πῦρ με,
ἂν μὴ ἄναγνον ὕλην,
χόρτον πυρός τ' ἄναμμα.
Καὶ προῖκα ταῖς ἐκεῖσε
ἐνθήσεαι μοναῖσιν
αἰωνίως βιοῦντα,
δόξης τεῆς ὑμνῳδόν,
ἀκηράτοις νόοισι
πᾶσίν θ' ὁμοῦ δικαίοις.
3
{III.
Ὕμνος ἱκετήριος εἰς τὴν ἁγίαν Τριάδα.}
Μέμνησό μου, ἀνάρχου
ἄρρητε βλαστὲ ῥίζης,
ξένον τ' ἄημα ἀμφοῖν
ἴσον γόνῳ καὶ ἀρχῇ,
μορφὴ τρισήλιός μοι·
ὅταν κρίνῃς μ' ἐλιτρὸν
σῶσον πυρός με λάτριν
τὸν σόν, ζάλης τε πάσης
ἄνελκε, Σῶτερ, αἰνῆς·
δεσμόν τε λῦσον αἶψα
ἐσμοῦ λυγρῶν κακῶν μου.
Γράψον δὲ σῇ με βίβλῳ
ῥόον φυγόντα τόνδε
ἄτρωτον ἠδὲ σᾶον.
Ψάλλειν τε καὶ γεραίρειν
ἐν ἀπλέτοις χρόνοισι
νεῦσον τεὸν κράτος με.