The Greek Library Catalogue

Anonymous

Constitutiones apostolorum

Edition reference
Constitutiones apostolorum (fort. compilatore Juliano Ariano), ed. B. M. Metzger, Les constitutions apostoliques, 3 vols. [Sources chrétiennes 320, 329, 336. Paris: Éditions du Cerf, 1:1985; 2:1986; 3:1987]: 1:100–338; 2:116–394; 3:18–310.
CTS identifier
urn:cts:greekLit:tlg2894.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

{ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ

ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ}

pin

{ΒΙΒΛΙΟΝ Αʹ

Καθολικὴ διδασκαλία περὶ λαϊκῶν}

αʹ. Περὶ πλεονεξίας.

βʹ. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα.

γʹ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας.

δʹ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ

ἔργῳ σχολάζειν.

εʹ. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν.

Ϛʹ. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων.

ζʹ. Περὶ γυναικὸς φαύλης.

ηʹ. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος.

Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ

ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή.

θʹ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα.

ιʹ. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός.

pro

[Πρ.] Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς

ἐξ ἐθνῶν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν·

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος Θεοῦ διὰ

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη ἐν ἐπιγνώσει

αὐτοῦ.

Θεοῦ φυτεία ἡ καθολικὴ Ἐκκλησία καὶ ἀμπελὼν

αὐτοῦ ἐκλεκτός, οἱ πεπιστευκότες εἰς τὴν ἀπλανῆ θεοσέβειαν

αὐτοῦ, οἱ τὴν αἰώνιον καρπούμενοι διὰ πίστεως βασιλείαν

αὐτοῦ, δύναμιν αὐτοῦ εἰληφότες καὶ μετουσίαν ἁγίου Πνεύμα-

τος, ὡπλισμένοι διὰ Ἰησοῦ καὶ ἐνστερνισμένοι τὸν φόβον

αὐτοῦ, ῥαντίσματος μέτοχοι τοῦ τιμίου καὶ ἀθώου αἵματος

τοῦ Χριστοῦ, οἱ παρρησίαν εἰληφότες τὸν παντοκράτορα

Θεὸν πατέρα καλεῖν, συγκληρονόμοι καὶ συμμέτοχοι τοῦ

ἠγαπημένου Παιδὸς αὐτοῦ· ἀκούσατε διδασκαλίαν ἱεράν,

οἱ ἀντεχόμενοι τῆς ἐπαγγελίας αὐτοῦ ἐκ προστάγματος

τοῦ Σωτῆρος, ὁμοστοίχως ταῖς ἐνδόξοις φθογγαῖς αὐτοῦ.

1

Φυλάσσεσθε, οἱ Θεοῦ υἱοί, πάντα εἰς ὑπακοὴν

Θεοῦ πράσσειν, καὶ γίνεσθε εὐάρεστοι ἐν πᾶσι Κυρίῳ τῷ

Θεῷ ἡμῶν· ἐὰν γάρ τις ἀνομίαν μεταδιώκῃ καὶ τὰ ἐναντία

τῷ θελήματι τοῦ Θεοῦ ποιῇ, ὡς παράνομον ἔθνος τῷ Θεῷ ὁ

τοιοῦτος λογισθήσεται. Ἀπέχεσθε οὖν πάσης πλεο-

νεξίας καὶ ἀδικίας· καὶ γὰρ ἐν τῷ Νόμῳ γέγραπται· «Οὐκ

ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν

αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ

οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε ὅσα

τοῦ πλησίον σου ἐστίν», ὅτι ἡ πᾶσα τούτων ἐπιθυμία ἐκ

τοῦ πονηροῦ ὑπάρχει.

Ὁ γὰρ ἐπιθυμήσας τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὴν

παιδίσκην τοῦ πλησίον ἤδη κατὰ διάνοιαν μοιχὸς καὶ

κλέπτης ἐστίν, ἐὰν μὴ μεταγνῷ, καὶ κέκριται ὑπὸ τοῦ Κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἡ δόξα τῷ Θεῷ εἰς τοὺς

αἰῶνας· ἀμήν. Λέγει γὰρ ἐν τῷ Εὐαγγελίῳ, ἀνακεφα-

λαιούμενος καὶ στηρίζων καὶ πληρῶν τὴν δεκάλογον τοῦ

Νόμου· «Ὅτι ἐν τῷ Νόμῳ γέγραπται· Οὐ μοιχεύσεις·

ἐγὼ δὲ λέγω ὑμῖν», τοῦτ' ἔστιν ἐν τῷ Νόμῳ τῷ διὰ

Μωϋσέως ἐγὼ ἐλάλησα, νῦν δὲ ὁ αὐτὸς ὑμῖν λέγω· «Πᾶς,

ὅστις ἐμβλέψει εἰς τὴν γυναῖκα τοῦ πλησίον πρὸς τὸ ἐπι-

θυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.»

Οὕτως ἐκρίθη μοιχὸς κατ' ἔννοιαν ὁ ἐπιθυμήσας.

Ὁ δὲ τὸν βοῦν ἢ τὸν ὄνον ἐπιθυμήσας οὐκ ἐπὶ τῷ

κλέψαι καὶ ἰδιοποιήσασθαι ἢ καὶ ἀπαγαγεῖν αὐτὰ δια-

νοεῖται; Ἢ ὁ τὸν ἀγρὸν πάλιν ἐπιθυμήσας καὶ ἐπιμείνας

τῇ τοιᾷδε διαθέσει· πονηρεύεται, ὅπως ὁρογλυφήσας

ἀναγκάσῃ τὸν ἔχοντα τοῦ μηδενὸς ἀποδόσθαι αὐτῷ· φησὶν

γάρ που ὁ προφήτης· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς

οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον

ἀφέλωνταί τι.» Διὸ λέγει· «Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς

γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.»

Καὶ ἀλλαχοῦ· «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια πατέρων

αὐτοῦ, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Διό φησιν

ὁ Μωϋσῆς· «Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ

ἔθεντο οἱ πατέρες σου.» Διὰ ταῦτα οὖν φόβοι, θάνατοι,

δικαστήρια, καταδίκαι παρὰ τοῦ Θεοῦ τοῖς τοιούτοις

ἐπακολουθοῦσι.

Τοῖς δὲ ὑπηκόοις Θεῷ ἀνθρώποις εἷς νόμος Θεοῦ

ἁπλοῦς, ἀληθής, ζῶν οὗτος ἐνυπάρχει· «Ὃ σὺ μισεῖς

ὑφ' ἑτέρου σοὶ γενέσθαι, σὺ ἄλλῳ οὐ ποιήσεις.» Οὐ

βούλει τῇ γυναικί σού τινα ἐμβλέψαι κακῶς εἰς διαφθορὰν

αὐτῆς· μηδὲ σὺ τῇ τοῦ πλησίον σου γυναικὶ κακοήθως

ἀτενίσῃς. Οὐ βούλει σου τὸ ἱμάτιον ἀρθῆναι· μηδὲ σὺ

τὸ τοῦ ἑτέρου ἄρῃς. Οὐ θέλεις πληγῆναι, λοιδορηθῆναι,

ὑβρισθῆναι· μηδὲ σὺ ἄλλῳ ταῦτα διαθῇς.

2

Ἀλλὰ καταρᾶταί σέ τις; Σὺ εὐλόγησον αὐτόν, ὅτι

γέγραπται ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν· «Ὁ εὐλογῶν σε

εὐλόγηται, καὶ ὁ καταρώμενός σε κεκατήραται.» Ὁμοίως

καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· «Εὐλογεῖτε τοὺς

καταρωμένους ὑμᾶς.» Ἀδικούμενοι μὴ ἀνταδικήσητε, ἀλλ'

ὑπομείνατε, ὅτι λέγει ἡ γραφή· «Μὴ εἴπῃς· τίσομαι τὸν

ἐχθρόν μου ἅ με ἠδίκησεν, ἀλλ' ὑπόμεινον, ἵνα σοι βοηθήσῃ ὁ

Κύριος καὶ ἐκδικίαν ἐπαγάγῃ τῷ ἀδικοῦντί σε.» Καὶ γὰρ

πάλιν ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς

ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε

ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· καὶ ἔσεσθε

υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον

αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ

δικαίους καὶ ἀδίκους.» Προσέχωμεν οὖν, ἀγαπητοί,

ταῖς ἐντολαῖς ταύταις, ἵνα τέκνα φωτὸς εὑρεθῶμεν πράσ-

σοντες αὐτάς.

3

Βαστάξετε οὖν, οἱ δοῦλοι καὶ υἱοὶ τοῦ Θεοῦ,

ἀλλήλους. Ὁ μὲν ἀνὴρ τὴν γυναῖκα, μὴ ὑπερήφανος

μηδὲ ἀλαζών, ἀλλ' εὔσπλαγχνος, εὐμετάδοτος, τῇ ἰδίᾳ

γυναικὶ μόνον βουλόμενος ἀρέσκειν καὶ ταύτην κολακεύειν

ἐντίμως, σπουδάζων καταθύμιος εἶναι αὐτῇ, μὴ καλλωπι-

ζόμενος εἰς τὸ ἀγρευθῆναί τινα ἑτέραν ἐπὶ σοί. Εἴτε

γὰρ ἀναγκασθεὶς ὑπ' αὐτῆς ἁμαρτήσεις εἰς αὐτήν, θάνατος

παρὰ Θεοῦ ἐπελεύσεταί σοι αἰώνιος ἐν αἰσθήσει πικρῶς

κολαζομένῳ. Εἴτε μὴ ποιήσεις τὸ μύσος, ἀλλ' ἀποσει-

σάμενος αὐτὴν ἀρνήσῃ αὐτό, καὶ τοῦτο ἥμαρτες, εἰ καὶ μὴ

ἐπ' ἴσης, μόνον δὲ τὸ διὰ τοῦ καλλωπισμοῦ σου παγιδεῦσαι

γυναῖκα εἰς τὸ ἐπιθυμῆσαί σου· ἐποίησας γὰρ τὴν τοῦτο

παθοῦσαν διὰ τῆς ὀρέξεως μοιχευθῆναι ἐπὶ σοί. Ἀλλ'

οὐχ οὕτως αἴτιος ὑπάρχεις διὰ τὸ μὴ προσαποστεῖλαί σε

τῇ ἐπὶ σὲ πεπαγιδευμένῃ· οὐ γὰρ σὺ ἐπεθύμησας αὐτῆς·

μὴ συνεπιδιδοὺς δὲ αὐτῇ ἑαυτὸν ἐλεηθήσῃ ὑπὸ Κυρίου τοῦ

Θεοῦ τοῦ εἰπόντος· «Οὐ μοιχεύσεις», καὶ «Οὐκ ἐπι-

θυμήσεις».

Εἰ γὰρ ἐκείνη θεασαμένη σε ἢ ἀκαίρως σοι συναντή-

σασα ἐπλήγη τὴν διάνοιαν καὶ προσέπεμψέν σοι, σὺ δὲ ὡς

θεοσεβὴς ἠρνήσω αὐτὴν ἀπέσχου τε καὶ οὐχ ἥμαρτες εἰς

αὐτήν, ἐκείνη μέντοι τὴν καρδίαν ἐτραυματίσθη, εὐμόρφου

νεωτέρου ὑπάρχοντός σου καὶ κεκαλλωπισμένου, ὥστε

ἐρασθῆναί σου, ἔνοχος εὑρίσκῃ σὺ τοῦ ἐκείνης παραπτώμα-

τος, ὡς αἴτιος αὐτῇ σκανδάλου γενόμενος καὶ τοῦ οὐαὶ

κληρονόμος. Διὸ δεήθητι Κυρίου τοῦ Θεοῦ, ὅπως μηδέν

σοι διὰ τούτου κακὸν στηριχθῇ. Οὐ γὰρ ἀνθρώποις σε χρὴ

ἀρέσκειν εἰς ἁμαρτίαν, ἀλλὰ Θεῷ εἰς ὁσιότητα, ζωῆς τε

καὶ ἀναπαύσεως τῆς αἰωνίου ἀντέχεσθαι.

Τὸ ὑπὸ τῆς φύσεώς σοι δεδομένον ἐκ Θεοῦ κάλλος

μὴ προσεπικαλλώπιζε, ἀλλὰ ταπεινοφρόνως μετρίασον αὐτὸ

πρὸς ἀνθρώπους, οὕτως τὴν τρίχα σου τῆς κόμης μὴ

παρατρέφων, μᾶλλον δὲ συγκόπτων καὶ καθαιρῶν αὐτήν,

ἵνα μὴ κατακνιζομένου σου καὶ ἄσκυλτον τηροῦντος τὴν

κεφαλὴν ἢ καταμεμυρισμένου σου ἐπαγάγῃς σεαυτῷ τὰς

οὕτως ἀγρευομένας ἢ ἀγρευούσας γυναῖκας. Μηδὲ

ἐπιτετηδευμένῃ σοὶ τῇ ἐσθῆτι χρήσῃ εἰς ἀπάτην, μηδὲ

ἀναξυρίδας ἢ κρηπῖδάς σου τοῖς ποσὶ κακοτέχνως ὑπορ-

ράψῃς, ἀλλὰ τὸ τῆς σεμνότητος καὶ τῆς χρείας μόνον· μηδὲ

χρυσήλατον σφενδόνην τοῖς δακτύλοις σου περιθῇς, ὅτι ταῦτα

πάντα ἑταιρισμοῦ τεκμήρια ὑπάρχει, ἅπερ παρὰ τὸ προσῆκον

ἐπιτηδεύων οὐ ποιήσεις δικαίως.

Πιστῷ γάρ σοι ὄντι καὶ ἀνθρώπῳ τοῦ Θεοῦ οὐκ

ἔξεστίν σοι τρέφειν τὰς τρίχας τῆς κεφαλῆς καὶ ποιεῖν

σισόην, ὅ ἐστιν σπατάλιον, ἢ ἀπόχυμα ἢ μεριστὴν τηρεῖν·

οὐδὲ μὴν ὀγκοποιεῖν διαξαίνειν τε καὶ πλάσσοντα οὔλην

διατιθεῖν ἢ ξανθοποιεῖν αὐτήν, ἐπείπερ καὶ ὁ νόμος ἀπαγο-

ρεύει φάσκων ἐν τῷ Δευτερονομίῳ· «Οὐ ποιήσετε ὑμῖν

σισόην οὐδὲ ἀναξυρίδας.» Χρὴ δὲ οὐδὲ γενείου τρίχα

διαφθείρειν καὶ τὴν μορφὴν τοῦ ἀνθρώπου παρὰ φύσιν

ἐξαλλάσσειν· «Οὐκ ἀπομαδαρώσετε γάρ, φησὶν ὁ Νόμος,

τοὺς πώγωνας ὑμῶν.» Τοῦτο γὰρ γυναιξὶν εὐπρεπὲς ὁ

κτίσας ἐποίησεν Θεός, ἀνδράσι δὲ ἀνάρμοστον ἐδικαίωσεν·

σὺ δὲ ταῦτα ποιῶν διὰ ἀρέσκειαν ἐναντεούμενος τῷ νόμῳ,

βδελυκτὸς γενήσῃ παρὰ Θεῷ τῷ κτίσαντί σε κατ' εἰκόνα

ἑαυτοῦ. Ἐὰν οὖν θέλῃς Θεῷ ἀρέσκειν, ἀπόσχου πάντων

ὧν μισεῖ αὐτός, καὶ μηδὲν πρᾶσσε τῶν αὐτῷ ἀπαρεσκόντων.

4

Οὐκ ἔσῃ ὡς πετόμενος καὶ ἀλώμενος ἐν ταῖς

ῥύμαις, ἀκαιροεπόπτης τῶν κακῶς ζώντων, ἀλλὰ τῇ τέχνῃ

σου ἢ τῷ ἔργῳ σου προσέχων τὰ τῷ Θεῷ φίλα ἀναζήτει

ποιεῖν, καὶ τὰ τοῦ Χριστοῦ λόγια ἀναμιμνησκόμενος

διηνεκῶς μελέτα. Λέγει γὰρ ἡ γραφή σοι, ὅτι· «Ἐν

τῷ Νόμῳ αὐτοῦ μελετήσεις ἡμέρας καὶ νυκτός, περιπατῶν

ἐν ἀγρῷ καὶ ἐν οἴκῳ καθήμενος, καὶ κοιταζόμενος καὶ

διανιστάμενος, ἵνα συνιῇς ἐν πᾶσιν.»

5

Ἀλλ' εἰ καὶ πλούσιος ὑπάρχεις, χρείαν τέχνης

πρὸς τὸ τρέφεσθαι οὐκ ἔχων, ῥεμβὸς μὴ γίνου μηδὲ ἀκαιρο-

περιπάτητος· ἀλλ' εἴτε προσέρχῃ τοῖς πιστοῖς τε καὶ

ὁμοδόξοις, συμβάλλων τὰ ζωοποιὰ προσομίλει ῥήματα.

Εἰ δὲ μή, καθεζόμενος ἔνδον ἀναγίνωσκε τὸν Νόμον,

τὰς Βασιλείους, τοὺς Προφήτας, ψάλλε τοὺς Ὕμνους,

διέρχου ἐπιμελῶς τὸ Εὐαγγέλιον τὸ τούτων συμπλήρωμα.

6

Τῶν ἐθνικῶν βιβλίων πάντων ἀπέχου. Τί γὰρ

σοὶ καὶ ἀλλοτρίοις λόγοις ἢ νόμοις ἢ ψευδοπροφήταις, ἃ δὴ

καὶ παρατρέπει τῆς πίστεως τοὺς ἐλαφρούς; Τί γὰρ σοὶ

καὶ λείπει ἐν τῷ Νόμῳ τοῦ Θεοῦ, ἵνα ἐπ' ἐκεῖνα τὰ ἐθνόμυθα

ὁρμήσῃς; Εἴτε γὰρ ἱστορικὰ θέλεις διέρχεσθαι, ἔχεις τὰς

Βασιλείους· εἴτε σοφιστικὰ καὶ ποιητικά, ἔχεις τοὺς Προ-

φήτας, τὸν Ἰώβ, τὸν Παροιμιαστήν, ἐν οἷς πάσης ποιήσεως

καὶ σοφιστείας πλείονα ἀγχίνοιαν εὑρήσεις, ὅτι Κυρίου

τοῦ μόνου σοφοῦ Θεοῦ φθογγαί εἰσιν. Εἴτε ᾀσματικῶν

ὀρέγῃ, ἔχεις τοὺς Ψαλμούς· εἴτε ἀρχαιογονίας, ἔχεις τὴν

Γένεσιν· εἴτε νομίμων καὶ παραγγελιῶν, τὸν ἔνδοξον

Κυρίου τοῦ Θεοῦ Νόμον. Πάντων οὖν τῶν ἀλλοτρίων

καὶ διαβολικῶν ἰσχυρῶς ἀπόσχου.

Πλὴν καὶ τὸν Νόμον ἀναγινώσκων τῶν ἐν αὐτῷ

ἐπεισάκτων ἀπόσχου, εἰ καὶ μὴ πάντων, ἀλλά τινων τῶν

τῆς δευτερώσεως· μόνον δὲ πρὸς ἱστορίαν ἀναγίνωσκε,

εἰς τὸ γινώσκειν σε καὶ δοξάζειν τὸν Θεόν, ὅτι ἀπὸ τοιούτων

καὶ τοσούτων ἐρρύσατό σε δεσμῶν. Ἔστω δέ σοι πρὸ

ὀφθαλμῶν γινώσκειν, τί νόμος φυσικὸς καὶ τί τὰ τῆς δευ-

τερώσεως τά τε ἐν τῇ ἐρήμῳ τοῖς μοσχοποιήσασι δοθέντα

ἐπείσακτα. Νόμος γάρ ἐστιν, ἃ ἐλάλησεν Κύριος ὁ Θεὸς

πρὸ τοῦ τὸν λαὸν εἰδωλολατρῆσαι, τοῦτ' ἔστιν ἡ δεκάλογος·

ἃ δὲ ἁμαρτήσασιν αὐτοῖς ἐπετέθη δεσμά, σὺ ἑαυτῷ μὴ

ἐπισπάσῃ. Ὁ γὰρ σωτὴρ ἡμῶν οὐ δι' ἕτερόν τι ἦλθεν,

ἢ ἵνα πληρώσῃ τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὰ δεσμὰ

τῆς δευτερώσεως τῶν ἐπεισάκτων ἢ παύσῃ ἢ μεταθῇ· διὰ

γὰρ τοῦτο προσκαλούμενος ἡμᾶς ἔλεγεν· «Δεῦτε πάντες

οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.»

Σὺ οὖν, ἀναγνοὺς τὸν Νόμον σύμφωνον ὄντα τῷ Εὐαγ-

γελίῳ καὶ τοῖς Προφήταις, ἀναγίνωσκε καὶ τὰς Βασιλείους,

ὅπως εἰδέναι ἔχοις, ὁπόσοι δίκαιοι ἐγένοντο βασιλεῖς καὶ

ηὐξήθησαν ὑπὸ θεοῦ, καὶ ἡ ἐπαγγελία τῆς αἰωνίου ζωῆς

αὐτοῖς διέμεινεν παρ' αὐτῷ, ὅσοι δὲ βασιλεῖς ἐξεπόρνευσαν

ἀπὸ Θεοῦ, ἐν ἀποστασίᾳ αὐτῶν συντόμως ἀπώλοντο τῇ

τοῦ Θεοῦ δικαιοκρισίᾳ καὶ τῆς αὐτοῦ ζωῆς ἐστερήθησαν,

ἀντὶ ἀναπαύσεως αἰωνίαν κόλασιν κληρωσάμενοι. Ταῦτα

οὖν ἀναγινώσκων, πολὺ τῇ πίστει αὐξηθεὶς προσοικοδομηθήσῃ

Χριστῷ, οὗ σῶμα καὶ μέλος τυγχάνεις.

Περιπατῶν δὲ ἐν τῇ ἀγορᾷ καὶ λούσασθαι βουλόμενος,

χρήσῃ βαλανείῳ ἀνδρείῳ, ἵνα μὴ διὰ τὸ ἐπιδεικνύναι σε

σῶμα ἐν ἀσχήμῳ ἀποκαλύψει γυναιξὶν ἢ θεάσασθαι θέαν

οὐχ ἁρμόζουσαν ἀνδράσιν ἢ σὺ παγιδευθῇς ἢ παγιδεύσῃς

ἐπὶ σαυτῷ. Φυλάσσου οὖν τὰ τοιαῦτα, ἵνα μὴ λάβῃς

βρόχους τῇ ἑαυτοῦ ψυχῇ.

7

Μάθωμεν γάρ, τί λέγει ἐν τῇ Σοφίᾳ ὁ ἅγιος λόγος·

«Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς

κρύψον παρὰ σεαυτῷ. Εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν

εἶναι, τὴν δὲ φρόνησιν γνωρίμην περιποίησαι σεαυτῷ, ἵνα

σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε

λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. Ἀπὸ γὰρ θυρίδος

οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν

ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον

ἐν ἀγορᾷ ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα ἐν σκότει

ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,

ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ

νέων ἐξίπτασθαι καρδίας, ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος,

ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γάρ

τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατεάις παρὰ πᾶσαν

γωνίαν ἐνεδρεύει. Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,

ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική μοι

ἔστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· ἕνεκεν τούτου

ἐξῆλθον εἰς συνάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον

εὕρηκά σε· κηρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις

δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· διέρραγκα τὴν κοίτην μου

κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· ἐλθὲ καὶ ἀπολαύσωμεν

φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι», καὶ

τὰ ἑξῆς, οἷς ἐπιφέρει· «Ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ

ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν· ὁ

δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς.»

Καὶ πάλιν λέγει· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι

γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν

λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς

εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.»

Καὶ πάλιν· «Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς μηδὲ

ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· πολλοὺς γὰρ τρώσασα

καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν.»

Εἰ δὲ μή, φησί, «μεταμεληθήσῃ ἐπ' ἐσχάτων σου, ἡνίκα

ἂν κατατριβῶσιν σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς

ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δὲ δικαίων ἐξέκλινεν ἡ

καρδία μου; Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκον-

τός με, οὐ παρέβαλον τὸ οὖς μου· παρ' ὀλίγον ἐγενόμην

ἐν παντὶ κακῷ.» Ἵνα δὲ μὴ διὰ πλειόνων παρεκ-

τείνωμεν τὰς μαρτυρίας, καὶ εἴ τινα παρήκαμεν, οἱ σοφοί,

ἑαυτοῖς τὰ καλὰ ἐπιλέγοντες ἐκ τῶν ἱερῶν γραφῶν, ἐπι-

στερεοῦσθε παραιτούμενοι πάντα τὰ φαῦλα εἰς τὸ ὁσίους

εὑρεθῆναι ὑμᾶς ἐν ζωῇ αἰωνίῳ παρὰ Θεῷ.

8

Ἡ δὲ γυνὴ ὑποτασσέσθω τῷ ἑαυτῆς ἀνδρί, ὅτι

κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ ὑπάρχει, τοῦ δὲ ἀνδρὸς τοῦ

πορευρομένου ἐν ὁδῷ δικαιοσύνης κεφαλή ἐστιν ὁ Χριστός,

τοῦ δὲ Χριστοῦ κεφαλὴ ὁ ἐπὶ πάντων Θεὸς καὶ Πατὴρ

αὐτοῦ. Μετὰ οὖν τὸν παντοκράτορα Θεὸν ἡμῶν καὶ

Πατέρα, τοῦ τε ἐνεστῶτος καὶ τοῦ μέλλοντος αἰῶνος

Κύριον, πάσης τε πνοῆς καὶ δυνάμεως δημιουργόν, καὶ τὸν

ἠγαπημένον αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν,

δι' οὗ ἡ δόξα τῷ Θεῷ, φοβήθητί σου τὸν ἄνδρα, ὦ γύναι,

καὶ ἐντράπηθι αὐτόν, ἀρέσκουσα μόνῳ αὐτῷ, ὑπάρχουσα

αὐτῷ εὐάρεστος ἐν ταῖς διακονίαις αὐτοῦ, ἵνα καὶ ἐπὶ

σοὶ μακαρισθῇ ὁ ἀνὴρ διὰ τῆς Σοφίας τῆς λεγούσης διὰ

Σολομῶντος τάδε·

«Γυναῖκα δὲ ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ

ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία

τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ

γὰρ τῷ ἀνδρὶ ἀγαθὰ κατὰ πάντα τὸν βίον. Μυρευομένη

ἔριον καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς,

ἐγένετο ὡς ναῦς ἐμπορευομένη μακρόθεν συνάγουσα αὐτῷ

τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα

τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον

ἐπρίατο, ἀπὸ δὲ καρπῶν τῶν χειρῶν αὐτῆς ἐφύτευσεν

κτῆμα. Ἀναζωσαμένη τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς

ἑαυτῆς βραχίονας, καὶ ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι,

καὶ οὐκ ἀποσβέννυται αὐτῆς ὁ λύχνος ὅλην τὴν νύκτα·

τοὺς πήχεις αὐτῆς ἐκτείνει εἰς τὰ χρήσιμα, τὰς χεῖρας

ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,

καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ

ὁ ἀνὴρ αὐτῆς, πάντες γὰρ οἱ παρ' αὐτῇ εἰσιν ἐνδεδυμένοι

δισσὰς στολάς, καὶ χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς, ἐκ

βύσσου καὶ πορφύρας ἐνδύματα. Περίβλεπτος δὲ γίνεται

ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν κάθηται ἐν συνεδρίῳ μετὰ

τῶν πρεσβυτέρων τῶν κατ' οἶκον. Σινδόνας ἐποίησεν

καὶ ἀπέδοτο τοῖς Φοίνιξιν, περιζώματα δὲ τοῖς Χαναναίοις·

ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις

ἐσχάταις. Τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ προσ-

ηκόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεγναὶ

διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· τὸ

στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, θεσμοὶ δὲ

ἐλεημοσύνης αὐτῆς ἐπὶ τῆς γλώσσης αὐτῆς. Ἀνέστησαν

τὰ τέκνα αὐτῆς καὶ πλουτήσαντα ᾔνεσαν αὐτήν, καὶ ὁ

ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο

πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ καθυπέρκησαι

καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον

κάλλος γυναικὸς μὴ ἔστω ἐν σοί· γυνὴ γὰρ εὐσεβὴς εὐλο-

γεῖται, φόβον δὲ Κυρίου αὐτὴ αἰνείτω. Δότε αὐτῇ ἀπὸ

καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ

αὐτῆς.» Καὶ πάλιν· «Γυνὴ ἀνδρεία στέφανος τῷ

ἀνδρὶ αὐτῆς.» Καὶ πάλιν· «Πολλαὶ γυναῖκες ᾠκοδόμησαν

οἶκον.»

Μεμαθήκατε, ὁποῖα ἐγκώμια γυνὴ σώφρων καὶ

φίλανδρος λαμβάνει ἀπὸ Κυρίου τοῦ Θεοῦ. Εἰ πιστὴ

καὶ ἀρεστὴ Κυρίῳ βούλει εἶναι, ὦ γύναι, μὴ καλλωπίζου

ἐπὶ τῷ ἀρέσκειν σε ἀλλοτρίοις ἀνδράσιν, μηδὲ τὰ τῆς ἑται-

ριζομένης ἐμπλέγματα ἢ ἐνδύματα ἢ ὑποδέσεις μιμοῦ

φορεῖν ἐπὶ τὸ ὑπάγεσθαι σε τοὺς εἰς τὰ τοιαῦτα παγιδευομέ-

νους. Καὶ γὰρ εἰ σὺ οὐκ ἐπὶ τὸ ἁμαρτάνειν ταῦτα ποιεῖς

τὰ μύση, ἐπὶ δὲ τὸ μόνον καλλωπίζεσθαι, οὐδ' οὕτως

ἐκφεύξῃ τὴν δίκην εἰς τὰ μετὰ ταῦτα, ἀναγκάσασα ἐπε-

νεχθῆναί σοί τινα εἰς τὸ ἐπιθυμῆσαί σου, καὶ μὴ ἑαυτὴν

φυλάξασα ἐπὶ τὸ μήτε σὲ ὑποπεσεῖν ἁμαρτίᾳ μήτε μὴν

ἑτέρους σκανδάλῳ. Εἰ δὲ καὶ ἁμαρτήσεις ἐνδοῦσα ἑαυτήν,

καὶ σὺ ἐπλημμέλησας κἀκείνου ἔνοχος τῆς ψυχῆς ἐγένου.

Εἶτα ἁμαρτήσασα ἐφ' ἑνί, ὥσπερ ἀπογνοῦσα εἰσάπαξ,

ἐφ' ἑτέρους ἐκτραπήσῃ πάλιν ἀπηλγηκυῖα, καθά φησιν ὁ

θεῖος λόγος· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν,

καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.»

Ἡ γὰρ τοιαύτη λοιπὸν ἀφειδῶς τετρωμένη παγιδεύει

ψυχὰς ἀφρόνων. Μάθωμεν οὖν καὶ τὰς τοιαύτας πῶς

θριαμβεύει ὁ θεῖος λόγος φάσκων· «Ἐμίσησα ὑπὲρ τὸν

θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη

καρδίας, δεσμοὶ αἱ χεῖρες αὐτῆς.» Καὶ ἐν ἄλλοις·

«Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ

κακόφρονι κάλλος.» Καὶ πάλιν· «Ὥσπερ ἐν ξύλῳ σκώληξ,

οὕτως ἀπόλλυσιν ἄνδρα γυνὴ κακοποιός.» Καὶ πάλιν·

«Κρεῖσσον ἐστὶν οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ μετὰ

γυναικὸς γλωσσώδους καὶ μαχίμης.»

Μὴ οὖν μιμεῖσθε τὰς τοιαύτας γυναῖκας ὑμεῖς αἱ

χριστιαναὶ ὑπάρχουσαι. Πιστὴ δὲ θέλουσα εἶναι, τῷ σῷ

ἀνδρὶ πρόσεχε ἐπὶ τὸ ἀρέσκειν αὐτῷ μόνῳ, ἐν δὲ ταῖς πλα-

τείαις σκέπουσα τὴν κεφαλήν σου· διὰ γὰρ τῆς ἐπικαλύψεως

ἀποκλείσεις τὴν θέαν τοῖς περιεργοτέροις. Μὴ κατα-

ζωγράφει σου τὸ ὑπὸ Θεοῦ σοὶ πεποιημένον πρόσωπον·

οὐδὲν γὰρ ἐν σοί, ὃ κοσμήσεως δέεται, ἐπείπερ· «Πάντα,

ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν»· ἀσελγὴς δὲ ἐν καλῷ

ἐπικόσμησις τεχνίτου χάριν ἐνυβρίζει. Κάτω βλέπουσα

τὴν ὁδοιπορίαν σου ποιοῦ περικαλύπτουσα ἑαυτήν, καθὼς

πρέπει γυναιξίν.

9

Περιίστασο καὶ τὴν ἐν βαλανείῳ μετὰ ἀνδρῶν

ἄτακτον γινομένην λοῦσιν· πολλὰ γὰρ τὰ δίκτυα τοῦ

πονηροῦ. Ἀνδρόγυνον γυνὴ πιστὴ μὴ λουέσθω· εἰ γὰρ

περικαλύπτεται τὸ πρόσωπον τὴν ἀπ' ἀλλοτρίων ἀνδρῶν

ὄψιν μετὰ αἰδοῦς κρύπτουσα, πῶς γυμνὴ μετὰ ἀνδρῶν ἡ

τοιαύτη εἰς λουτρὸν εἰσελεύσεται; Γυναικείου δὲ ὄντος

βαλανείου, εὐτάκτως μετὰ αἰδοῦς μεμετρημένως λουέσθω.

Μὴ περισσοτέραν δὲ λοῦσιν ποιείσθω, μηδὲ πολλὴν μηδὲ

πολλάκις μηδὲ ἐν μέσῃ τῇ ἡμέρᾳ, ἀλλ' εἰ δυνατὸν μηδὲ

καθ' ἡμέραν. Ὥρα δέ σοι ἔστω τακτὴ ἡ τῆς καιρολουσίας

δεκάτη· δεῖ γάρ σε πιστὴν οὖσαν ἐκ παντὸς καὶ πάντοτε

τὴν πολυόφθαλμον περιεργίαν φεύγειν.

10

Τὸ δὲ μάχιμόν σου πρὸς πάντας, μάλιστα δὲ

πρὸς τὸν ἄνδρα σου, περίκοψον πιστὴ ὑπάρχουσα, ἵνα σου

ὁ ἀνήρ, ἐὰν ᾖ πιστὸς ἢ ἐθνικός, μὴ διὰ σὲ σκανδαλισθεὶς

βλασφημήσῃ Θεὸν καὶ σὺ τοῦ οὐαὶ κληρονόμος εὑρεθήσῃ

παρὰ Θεῷ. «Οὐαὶ γάρ, φησίν, δι' οὗ τὸ ὄνομά μου

βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» Εἰ δὲ πιστὸς ὑπάρχει

σου ὁ ἀνήρ, ἀναγκασθήσεται ὡς εἰδὼς τὰς γραφὰς εἰπεῖν

τὸ ῥῆμα τὸ γεγραμμένον ἐν τῇ Σοφίᾳ· «Κρεῖσσον οἰκεῖν

ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης.»

Αἱ οὖν γυναῖκες διὰ τῆς αἰδοῦς καὶ πραότητος τὴν θεο-

σέβειαν ἐνδείκνυσθε εἰς ἐπιστροφὴν καὶ προτροπὴν πίστεως

καὶ τοῖς ἐκτὸς πᾶσιν εἴτε γυναιξὶν εἴτε ἀνδράσιν. Καὶ

εἰ δι' ὀλίγων νουθετήσαντες ἐπαιδεύσαμεν ὑμᾶς, ἀδελφαὶ

καὶ θυγατέρες καὶ μέλη ἡμῶν, ὡς σοφαὶ καὶ αὐταὶ ἀλοι-

δόρητοι τοῦ βίου, ἐκζητεῖτε μαθήματα γινώσκειν, δι' ὧν

δυνήσεσθε τῇ τοῦ Κυρίου ἡμῶν ἐγγίσαι βασιλείᾳ εὐαρέστως

καὶ ἀναπαύσασθαι.

2

pin

{ΒΙΒΛΙΟΝ Βʹ

Περὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων}

Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει

αʹ. πρὸς ἐπισκοπήν.

βʹ. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς.

γʹ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον.

δʹ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ' ἔσθ' ὅτε καὶ τὴν

ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ,

οὐ μεταδιδόναι χρή.

εʹ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν,

καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον.

Ϛʹ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι

ἢ συνηγορεῖν.

ζʹ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.

ηʹ. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου.

θʹ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον.

ιʹ. Ὅτι ὁ ἐπίσκοπος ἀκρίτως φειδόμενος τοῦ ἡμαρτηκότος ὑπαίτιος

γίνεται.

ιαʹ. Ὅπως χρὴ τὸν ἐπίσκοπον κρίνειν τοὺς ἁμαρτάνοντας.

ιβʹ. Διδασκαλία ὅπως χρὴ προσφέρεσθαι τοῖς μετανοοῦσι καὶ τούτων

παραδείγματα διαφορά.

ιγʹ. Ὅτι χρὴ φεύγειν τῶν ἁμαρτημάτων τὴν πεῖραν.

ιδʹ. Ὅτι χρὴ φεύγειν οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτά-

νοντας, ἀλλὰ τὴν ἐν ἔργῳ.

ιεʹ. Ὅτι οὐ χρὴ τὸν ἱερέα μήτε παρορᾶν τὰ ἁμαρτήματα, μήτε πρό-

χειρον εἶναι ἐν τῷ τιμωρεῖσθαι.

ιϚʹ. Περὶ μετανοίας καὶ τίς αὐτῆς ὁ τρόπος καὶ ὅπως κατορθοῦται.

ιζʹ. Ὅτι ἀνεπίληπτον εἶναι χρὴ τὸν ἐπίσκοπον, ὡς τύπον τῶν ἀρχο-

μένων.

ιηʹ. Ὅτι χρὴ τὸν ἐπίσκοπον φροντίζειν ὅπως λαὸς μὴ πλημμελῇ διὰ

τὸ εἶναι αὐτὸν σκοπόν.

ιθʹ. Ὅτι καὶ ὁ ποιμὴν ἀμελῶς φερόμενος περὶ τὰ πρόβατα δίκην

τίννυσιν, καὶ τὸ πρόβατον μὴ πειθαρχοῦν τῷ ποιμένι κολάζεται.

κʹ. Ὅπως χρὴ τοὺς λαϊκοὺς τιμᾶν τοὺς ἐπισκόπους καὶ μάλιστα τοὺς

ἀγαθούς.

καʹ. Ὅτι κίνδυνος μονομερῆ κρίσιν ποιεῖσθαι καὶ τιμωρίαν ὁρίσαι

κατὰ τοῦ μηδέπω ἐλεγχθέντος.

κβʹ. Ὅτι μέγα παράδειγμα μετανοίας πρόκειται Δαβίδ, καὶ Νινευῖται,

Ἐζεχίας τε καὶ ὁ τούτου υἱὸς Μανασσῆς.

κγʹ. Πρὸς τοὺς ἐκ καταφρονήσεως ἁμαρτάνοντας ἔσω παράδειγμα

Ἀμών.

κδʹ. Ὅτι ὁ Χριστὸς καὶ Κύριος ἡμῶν παρεγένετο ἁμαρτωλοὺς σῶσαι

διὰ μετανοίας.

κεʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν, καὶ ὅπως ὁφείλει ὁ ἐπίσκοπος ἢ

αὐτὸς μεταλαμβάνειν ἐξ αὐτῶν ἢ ἑτέροις διανέμειν.

κϚʹ. Εἰ τίνος τύπον καὶ ἀξίαν ἕκαστος τῶν ἐν τῷ κλήρῳ τέτακται

παρὰ Θεῷ.

κζʹ. Ὅτι φρικῶδες ἄνθρωπον ἑαυτὸν ἐπιρρίπτειν ἀξιώματί τινι

ἱερατικῷ, ὡς οἱ Κορεῖται, ὡς Σαούλ, ὡς Ὀζίας.

κηʹ. Περὶ δοχῆς, καὶ ὅπως χρὴ ἕκαστον τάγμα τοῦ κλήρου ὑπὸ τῶν

προσκαλουμένων τιμᾶσθαι.

κθʹ. Τίς ἡ ἀξία τοῦ ἐπισκόπου καὶ τοῦ διακόνου.

λʹ. Ὅπως χρὴ τοὺς λαϊκοὺς πειθαρχεῖν τοῖς διακόνοις.

λαʹ. Ὅτι οὐ χρὴ τὸν διάκονον ἄνευ τοῦ ἐπισκόπου τι πράττειν.

λβʹ. Ὅτι οὐ χρὴ τὸν διάκονον παρὰ γνώμην τοῦ ἐπισκόπου διδόναι

τινί, ἐπὶ διαβολῇ γὰρ τοῦ ἐπισκόπου τοῦτο πράξει.

λγʹ. Ὅπως χρὴ τιμᾶσθαι τοὺς ἱερεῖς καὶ σεπτοὺς ἡγεῖσθαι, πνευμα-

τικοὺς ὄντας γονεῖς.

λδʹ. Ὅτι ἀρχόντων καὶ βασιλέων εἰσὶ κρείττους οἱ ἱερεῖς.

λεʹ. Ὅτι παρακελεύονται οἱ νόμοι καρποφορεῖν, ὡσαύτως καὶ τὸ

Εὐαγγέλιον.

λϚʹ. Ὑπόμνησις τῶν δέκα τοῦ Θεοῦ λογίων καὶ ὅπως αὐτὰ ἐνταῦθα

διαγορεύουσι.

ιζʹ. Περὶ κατηγόρων καὶ συκοφαντῶν καὶ ὅπως χρὴ μὴ προχείρως

πιστεύειν ἢ ἀπιστεῖν τούτοις τὸν κριτήν, ἀλλὰ μετὰ ἀκριβοῦς

ἐξετάσεως.

ληʹ. Ὅτι χρὴ τοὺς ἁμαρτάνοντας ἰδιαζόντως ἐξελέγχειν καὶ τοὺς

μετανοοῦντας προσδέχεσθαι, κατὰ τὴν τοῦ Κυρίου διάταξιν.

λθʹ. Παραδείγματα περὶ μετανοίας.

μʹ. Ὅτι οὐ χρὴ ἐχθρωδῶς διακεῖσθαι περὶ τὸν ἅπαξ ἢ δεύτερον

ἁμαρτάνοντα.

μαʹ. Ὅπως δεῖ προσίεσθαι τὸν μετανοοῦντα καὶ ὅπως διαγίνεσθαι

πρὸς ἁμαρτάνοντας καὶ πότε ἐκκόπτειν τῆς ἐκκλησίας.

μβʹ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν κριτήν.

μγʹ. Ὅπως χρὴ τοὺς συκοφάντας τιμωρεῖσθαι.

μδʹ. Ὅτι χρὴ τὸν διάκονον ἐπικουφίζειν τὸ βάρος τῶν ἐπισκόπων

καὶ διευθύνειν τὰ κουφότερα.

μεʹ. Ὅτι μὴ προσῆκον χριστιανοῖς ἀντιλογίαι καὶ διαπληκτισμοί.

μϚʹ. Ὅτι οὐ χρὴ τοὺς πιστοὺς ἐπὶ τῶν ἀπίστων δικάζεσθαι, οὔτε

μὴν ἐξ αὐτῶν τινα καλεῖν εἰς μαρτυρίαν τὴν κατὰ Χριστιανῶν.

μζʹ. Ὅτι χρὴ ἐν δευτέρᾳ σαββάτων ποιεῖσθαι τὰς δίκας.

μηʹ. Ὅτι μὴ χρὴ τὴν αὐτὴν ἐπάγειν τιμωρίαν ἐπὶ πάσης πλημμελείας,

ἀλλὰ διάφορον πρὸς τὸ διάφορον τοῦ ἁμαρτάνοντος.

μθʹ. Ὁποίους εἶναι χρὴ τοὺς κατηγόρους ἢ τοὺς μάρτυρας.

νʹ. Ὅτι ἐγχωρεῖ τινὰ καὶ ἐκ προτέρων κακῶν μὴ ἀπιστεῖσθαι τὰ

δεύτερα.

ναʹ. Ὅτι οὐ χρὴ μονομερεῖς τὰς κρίσεις ποιεῖσθαι.

νβʹ. Παράδειγμα τοῦ δικαίου κρίματος ἡ τῶν ἔξωθεν δικαστῶν περὶ

τὰς ἀποφάσεις ἀσφάλεια.

νγʹ. Ὅτι μὴ χρὴ κατ' ἀλλήλων ἔχειν τοὺς πιστούς.

νδʹ. Ὅτι χρὴ τοὺς ἐπισκόπους τὰ περὶ εἰρήνης διὰ τοῦ διακόνου

ὑπομιμνήσκειν τῷ λαῷ.

νεʹ. Ἀπαρίθμησις διαφόρου προνοίας, καὶ ὅπως ἐξ ἀρχῆς καθ' ἑκάστην

γενεὰν ἐκάλεσεν ὁ Θεὸς εἰς μετάνοιαν ἅπαντας.

νϚʹ. Ὅτι θέλημα τοῦ Θεοῦ ὁμόφρονας εἶναι τοὺς ἀνθρώπους περὶ τὴν

εὐσέβειαν, παραπλησίως ταῖς ἐν οὐρανῷ δυνάμεσι.

νζʹ. Διατύπωσις ἐκκλησίας καὶ κλήρου, καὶ τί ἕκαστος ἐπιτελεῖν

ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἢ λαϊκῶν ἐν τῇ συνάξει.

νηʹ. Περὶ συστατικῶν καὶ ὡς οὐ χρὴ ἀδιαφορεῖν.

νθʹ. Ὅτι χρὴ ἕκαστον ὄρθρου καὶ ἑσπέρας σπουδαῖον εἶναι περὶ τὰς

συνάξεις.

ξʹ. Παράδειγμα πρὸς ζῆλον ἐνάγον ἡ Ἑλλήνων καὶ Ἰουδαίων

μάταιος συνδρομὴ ἐπὶ τοὺς νεὼς καὶ τὰς συναγωγάς.

ξαʹ. Ὅτι οὐχ ὅσιον προκρίνειν τὰ ἰδιωτικὰ τῶν θείων.

Περὶ ἀδιαφορίας· καὶ ὅτι οὐ χρὴ συντρέχειν τὸν πιστὸν εἰς Ἰου-

δαίων συναγωγὰς ἢ αἱρετικῶν εὐκτήριον ἢ Ἑλλήνων θεάματα.

ξβʹ. Ὅτι πάντα τὰ τῶν Ἑλλήνων ἀσεβήματα ἀποστρέφεσθαι χρή.

ξγʹ. Ὅτι ἀργὸν οὐ χρὴ ἐσθίειν τινὰ τῶν πιστῶν· ὡς οἱ περὶ Πέτρον

ἁλιεῖς καὶ οἱ λοιποὶ ἀπόστολοι, οἱ δὲ περὶ Παῦλον καὶ Ἀκύλαν

σκηνοποιοί, οἱ δὲ περὶ Ἰούδαν Ἰακώβου γῆς ἐργάται, ἱστορεῖ

Ἡγήσιππος καὶ Τερτυλιανὸς ὁ Ῥωμαῖος.

1

Περὶ δὲ τῶν ἐπισκόπων οὕτως ἠκούσαμεν παρὰ τοῦ

Κυρίου ἡμῶν· τὸν ποιμένα τὸν καθιστάμενον ἐπίσκοπον

εἰς τὰς Ἐκκλησίας ἐν πάσῃ παροικίᾳ δεῖ ὑπάρχειν ἀνέγ-

κλητον, ἀνεπίληπτον, ἀνέπαφον πάσης ἀδικίας ἀνθρώπων,

οὐκ ἔλαττον ἐτῶν πεντήκοντα, ὅτι τρόπῳ τινὶ τὰς νεωτερικὰς

ἀταξίας καὶ τὰς ἔξωθεν διαβολὰς ἐκπεφευγὼς ὑπάρχει πρὸς

τάς τινων ψευδαδέλφων εἰς πολλοὺς ἐπιφιρομένας βλασφημίας

οὐ γινωσκόντων ῥῆμα Θεοῦ τὸ ἐν τῷ Εὐαγγελίῳ· «Ὃς

ἂν λαλήσῃ ῥῆμα ἀργόν, ἀποδώσει περὶ αὐτοῦ λόγον τῷ

Κυρίῳ ἐν ἡμέρᾳ κρίσεως». Καὶ πάλιν· «Ἐκ τῶν λόγων

σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ.»

Ἔστω οὖν, εἰ δυνατόν, πεπαιδευμένος· εἰ δὲ καὶ ἀγράμ-

ματος, ἀλλ' οὖν ἔμπειρος τοῦ λόγου, καθήκων τῇ ἡλικίᾳ.

Εἰ δὲ καὶ ἐν παροικίᾳ μικρᾷ ὑπαρχούσῃ που προβε-

βηκὼς τῷ χρόνῳ μὴ εὑρίσκηται μεμαρτυρημένος καὶ σοφὸς

εἰς ἐπισκοπὴν κατασταθῆναι, νέος δὲ ᾖ ἐκεῖ, μεμαρτυρημένος

ὑπὸ τῶν συνόντων αὐτῷ ὡς ἄξιος ἐπισκοπῆς, διὰ τῆς

νεότητος ἐν πραότητι καὶ εὐταξίᾳ γῆρας ἐπιδεικνύμενος,

δοκιμασθείς, εἰ ὑπὸ τῶν πάντων οὕτως μαρτυρεῖται, καθι-

στάσθω ἐν εἰρήνῃ. Καὶ γὰρ Σολομὼν δωδεκαετὴς τοῦ

Ἰσραὴλ ἐβασίλευσεν, καὶ Ἰωσίας ἐν δικαιοσύνῃ ὀκτὼ

ἐτῶν ἐβασίλευσεν, ὁμοίως δὲ καὶ Ἰωὰς ἑπτὰ ἐτῶν ἦρξεν

τοῦ λαοῦ.

Ὥστε εἰ καὶ νέος, ἀλλὰ πρᾶος ὑπαρχέτω δεῖλός τε

καὶ ἡσύχιος, ὅτι λέγει διὰ τοῦ Ἡσαΐου Κύριος ὁ Θεός·

«Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον

καὶ τρέμοντά μου τοὺς λόγους διαπαντός;» Ὁμοίως

καὶ ἐν τῷ Εὐαγγελίῳ οὕτως· «Μακάριοι οἱ πραεῖς, ὅτι

αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ἔστω δὲ καὶ ἐλεήμων,

ὅτι πάλιν εἴρηται· «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ

ἐλεηθήσονται.» Ἔστω δὲ καὶ εἰρηνοποιός, ὅτι πάλιν

λέγει· «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ

κληθήσονται.» Γινέσθω δὲ καὶ εὐσυνείδητος, πάσης

κακίας καὶ πονηρίας καὶ ἀδικίας κεκαθαρμένος, ὅτι πάλιν

εἴρηται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν

Θεὸν ὄψονται.»

2

Ἔστω οὖν καὶ νηφάλιος, σώφρων, κόσμιος,

εὐσταθής, ἀτάραχος, μὴ πάροινος, μὴ πλήκτης, ἀλλ'

ἐπιεικής, ἄμαχος, ἀφιλάργυρος· μὴ νεόφυτος, ἵνα μὴ

τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὅτι· «Πᾶς ὁ

ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». Τοιοῦτον δὲ δεῖ εἶναι

τὸν ἐπίσκοπον· μιᾶς γυναικὸς ἄνδρα γεγενημένον μονογάμου,

καλῶς τοῦ ἰδίου οἴκου προεστῶτα. Οὕτως γὰρ δοκιμα-

ζέσθω, ὁπόταν τὴν χειροτονίαν λαμβάνων καθίσταται ἐν

τῷ τόπῳ τῆς ἐπισκοπῆς· εἰ ἔστι πιστὸς καὶ κόσμιος καὶ

σεμνός, εἰ γυναῖκα πιστὴν καὶ σεμνὴν ἔχει ἢ ἔσχηκεν, εἰ

τέκνα θεοσεβῶς ἀναθρέψας καὶ ἐν νουθεσίᾳ Κυρίου παι-

δεύσας προήγαγεν, εἰ οἱ κατ' οἶκον αὐτοῦ, εὐλαβούμενοι

καὶ ἐντρεπόμενοι αὐτόν, ὑπήκοοι πάντες εἰσὶν αὐτῷ. Εἰ

γὰρ οἱ κατὰ σάρκα ἴδιοι αὐτοῦ πρὸς αὐτὸν στασιάζουσιν

καὶ ἀπειθοῦσιν, πῶς οἱ ἔξω τῆς οἰκίας αὐτοῦ ἴδιοι γενόμενοι

αὐτῷ ὑποταγήσονται;

3

Δοκιμαζέσθω οὖν, εἰ ἄμωμός ἐστιν περὶ τὰς

βιωτικὰς χρείας· γέγραπται γάρ· «Μωμοσκοπεῖσθε τὸν

μέλλοντα εἰς ἱερωσύνην προχειρίζεσθαι.» Ὑπαρχέτω

οὖν καὶ ἀόργητος, ὅτι λέγει ἡ Σοφία· «Ὀργὴ καὶ φρονίμους

ἀπόλλυσιν.» Ἔστω δὲ εὔσπλαγχνος, ἀβάναυσος, ἀγαπητι-

κός, ὅτι λέγει Κύριος· «Ἐν τούτῳ γνώσονται πάντες,

ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.»

4

Ἔστω καὶ εὐμετάδοτος, φιλόχηρος, φιλόξενος,

ὑπηρετικός, εὐδιάκονος, εὔσκυλτος, ἀνεπαίσχυντος, εἰδὼς

τὸν μᾶλλον ὄντα ἄξιον ὑπολήψεως. Εἰ γὰρ χήρα τις

ὑπάρχουσα ἡ δυναμένη ἐπαρκεῖν ἐν τῷ βίῳ τὰ χρηστήρια,

ἑτέρα δὲ οὐ χήρα, ἀλλ' ἐνδεὴς ὑπάρχει καὶ διὰ νόσον ἢ

τεκνοτροφίαν ἢ δι' ἀσθένειαν χειρῶν, ἐπὶ ταύτην μᾶλλον

ἐκτεινάτω τὴν χεῖρα. Εἰ δέ τις ὡς καταφαγᾶς ἢ μέθυσος

ἢ ἀργὸς ἐν τοῖς βιωτικοῖς θλίβεται, οὐκ ἔστιν ἄξιος ἐπικου-

ρίας, οὔτε μὴν Ἐκκλησίας Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ περὶ

τούτων φάσκουσα, ὅτι «Κρύψας ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ

ὑπὸ τὸν κόλπον οὐ δυνήσεται ἀπενεγκεῖν αὐτὴν εἰς τὸ στόμα

αὐτοῦ.» Καὶ πάλιν· «Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας

αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ· πᾶς γὰρ μέθυσος καὶ

πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρωγότα πᾶς

ὑπνώδης.» Καὶ ἐν ἄλλοις· «Ἐὰν δὲ εἰς τὰς φιάλας

καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περι-

πατήσεις γυμνότερος ὑπέρου.» Ὡς ἀληθῶς γὰρ μήτηρ

ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ.

5

Ἔστω δὲ ὁ ἐπίσκοπος ἀπροσωπόληπτος, μήτε

πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον,

μήτε πένητα παρορῶν ἢ καταδυναστεύων. «Οὐ λήψῃ

γάρ, φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ, πρόσωπον πλουσίου, καὶ

πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.»

Καὶ πάλιν· «Δικαίως διώξει τὸ δίκαιον.» Τροφῇ

καὶ ποτῷ λυσιτελὴς καὶ αὐτάρκης ὑπαρχέτω ὁ ἐπίσκοπος,

ἵνα δυνηθῇ νήφειν πρὸς τὸ νουθετεῖν τοὺς ἀπαιδεύτους·

ἔστω μὴ δάπανος, μὴ τρυφητής, μὴ ἡδύβιος, μὴ χρηστο-

φάγος.

Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις,

πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς

βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς

ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ

Εὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Εὐαγγελίῳ στοιχείτωσαν

αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ

Κύριος Ἰησοῦς· «Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν

αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Καὶ πάλιν· «Περὶ γὰρ ἐμοῦ

Μωϋσῆς ἔγραψεν.» Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς

γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί

νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις

ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε,

ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν

πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου

τὸν φωτισμὸν τοῦ νόμου. «Φωτίσατε γάρ, φησὶν ὁ Θεός,

ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.»

6

Ἔστω δὲ ὁ ἐπίσκοπος μὴ αἰσχροκερδής, καὶ

μάλιστα ἐπὶ τῶν ἐθνῶν, βλαπτόμενος μᾶλλον ἢ βλάπτων,

μὴ πλεονέκτης, μὴ ἅρπαξ, μὴ ἀποστερητής, μὴ φιλοπλού-

σιος, μὴ μισόπτωχος, μὴ κατάλαλος, μὴ ψευδομάρτυς, μὴ

θυμώδης, μὴ φιλόμαχος, μὴ ταῖς τοῦ βίου πραγματείαις

συμπεπλεγμένος, μὴ ἐγγυώμενός τινα ἢ συνηγορῶν δίκαις

χρηματικαῖς, μὴ φίλαρχος, μὴ δίγνωμος, μὴ δίγλωσσος,

μὴ πρὸς διαβολὴν ἢ καταλαλιὰν φιλήκοος, μὴ ὑποκριτής,

μὴ ταῖς ἑορταῖς τῶν ἐθνῶν ἐπορεγόμενος, ἀπάταις κεναῖς

μὴ χρώμενος, μηδὲ ἐπιθυμητικός, μὴ φιλάργυρος, ὅτι πάντα

τὰ τοιαῦτα ἐχθρὰ τοῦ Θεοῦ ὑπάρχει καὶ δαιμόνων φίλα.

Ταῦτα δὲ πάντα καὶ τοῖς λαϊκοῖς ὁ ἐπίσκοπος διαβε-

βαιούμενος παραγγελλέτω, ἐνάγων αὐτοὺς μιμητὰς γίνεσθαι

τοῦ ἑαυτοῦ τρόπου· «Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε

τοὺς υἱοὺς Ἰσραήλ.»

Ἔστω δὲ σοφός, ταπεινόφρων, νουθετητικὸς ἐν ταῖς

κυριακαῖς παιδείαις, καλογνώμων, ἀποτεταγμένος πᾶσιν

τοῖς ἐν τῷ βίῳ πονηροῖς ἐπιτηδεύμασιν καὶ πάσαις ἐθνικαῖς

ἐπιθυμίαις. Ἔστω εὐπρόστοχος, ὀξὺς πρὸς τὸ γνῶναι

τοὺς φαύλους καὶ φυλάσσεσθαι ἀπ' αὐτῶν, φίλος δὲ ὢν

πάντων, δικαιοκριτικός, καὶ ὅσα καλὰ ἐν ἀνθρώποις ἔστιν

ἢ ὑπάρχει, ταῦτα ὁ ἐπίσκοπος ἐν ἑαυτῷ κεκτήσθω.

Ὅτι ἀνεπίληπτος ἀδικίας ὢν ποιμὴν τοὺς ἰδίους αὐτοῦ

μαθητὰς ἀναγκάσει καὶ διὰ τῆς ἀναστροφῆς αὐτοῦ προτρέ-

ψασθαι τῶν ἰδίων αὐτοῦ ποιημάτων μιμητὰς ἀξίους

γενηθῆναι, ὡς λέγει που καὶ ὁ προφήτης· «Καὶ ἔσται

καθὼς ὁ ἱερεύς, οὕτως καὶ ὁ λαός.» Καὶ γὰρ ὁ κύριος

ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ

ἤρξατο ποιεῖν πρῶτον καὶ τότε διδάσκειν, ὥς που λέγει·

«Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν». Διό

φησιν· «Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσε-

ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»

Σκοποὺς γὰρ εἶναι δεῖ ὑμᾶς τῷ λαῷ τοὺς ἐπισκόπους,

ὅτι καὶ ὑμεῖς σκοπὸν ἔχετε τὸν Χριστόν. Καὶ ὑμεῖς οὖν

γίνεσθε σκοποὶ ἀγαθοὶ τῷ λαῷ τοῦ Θεοῦ, ὅτι λέγει Κύριος

διὰ τοῦ Ἰεζεκιὴλ πρὸς ἕκαστον ὑμῶν φάσκων· «Υἱὲ

ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ

ἐκ στόματός μου λόγον καὶ διαφυλάξεις καὶ διαγγελεῖς

αὐτὸν παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· Θανάτῳ

ἀποθανῇ, καὶ οὐκ ἐλάλησας τοῦ διαστεῖλαι ἄνομον ἐκ τῆς

ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο-

θανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω·

σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ ἀποστρέψαι

ἀπ' αὐτῆς, καὶ μὴ ἀποστρέψῃ, αὐτὸς ἐν τῇ ἀνομίᾳ αὐτοῦ

ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ἐρρύσω. Ὡσαύτως

καὶ μάχαιρα πολέμου ἐὰν ᾖ ἐρχομένη, καὶ στήσῃ ὁ λαὸς

σκοπὸν εἰς προφυλακὴν καὶ ἰδὼν αὐτὴν ἐρχομένην μὴ

προμηνύσῃ καὶ λάβῃ ψυχήν, ἡ μὲν ψυχὴ τῇ ἁμαρτίᾳ αὐτῆς

ἐλήφθη, τὸ δὲ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητηθήσεται,

ὅτι οὐκ ἐσήμανεν ἐν τῇ σάλπιγγι· ἐὰν δὲ σημάνῃ τῇ

κερατίνῃ καὶ μὴ φυλάξηται ὁ ἀκούσας καὶ ἔλθῃ ἡ μάχαιρα

καὶ λάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται, ὅτι οὐκ

ἐφυλάξατο ἀκούσας τῆς κερατίνης, ὁ δὲ φυλαξάμενος τὴν

ψυχὴν αὐτοῦ ἐρρύσατο, καὶ ὁ σκοπός, ὅτι ἐσήμανεν, ζωῇ

ζήσεται.»

Μάχαιρα μὲν ἔστιν ἡ κρίσις, σάλπιγξ δὲ τὸ ἱερὸν

Εὐαγγέλιον, σκοπὸς δὲ ὁ κατασταθεὶς τῇ Ἐκκλησίᾳ ἐπίσκο-

πος, ὃν δεῖ κηρύσσοντα διαμαρτύρεσθαι καὶ διαβεβαιοῦσθαι

περὶ τῆς κρίσεως. Ἐὰν γὰρ μὴ διαγγείλητε καὶ δια-

μαρτύρησθε τῷ λαῷ, εἰς ὑμᾶς ἡ ἁμαρτία τῶν ἀγνοούντων

εὑρεθήσεται· διὸ τοὺς ἀναστρεφομένους ἐν ἀπαιδευσίᾳ

νουθετεῖτε καὶ ἐλέγχετε μετὰ παρρησίας, τοὺς ἀγνοοῦντας

διδάσκετε, τοὺς ἐπισταμένους στηρίζετε, τοὺς πεπλανημένους

ἐπιστρέφετε. Τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντες, ἀδελφοί,

οὐχ ἁμαρτησόμεθα· ἐκ γὰρ τοῦ πολλάκις ἀκούειν εἰκός

τινας δυσωπηθέντας κἂν ἅπαξ τι τῶν καλῶν ποιῆσαι καὶ

τῶν πονηρῶν παραιτήσασθαι. Λέγει γὰρ διὰ τοῦ προφήτου

ὁ Θεὸς· «Διαμαρτύρει αὐτοῖς ταῦτα, ἴσως ἀκούσονται

τῆς φωνῆς σου.» Καὶ πάλιν· «Ἐὰν ἄρα ἀκούσωσιν,

ἐὰν ἄρα ἐνδῶσιν.» Καὶ ὁ Μωϋσῆς φησιν τῷ λαῷ·

«Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.»

Καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ πολλάκις μιμνήσκεται

λέγων· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Καὶ ὁ σοφὸς

Σολομών φησιν· «Ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ

μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.» Καὶ μέχρι σήμερον

οὐκ ἤκουσαν· καὶ οἱ δοκοῦντες δὲ ἀκηκοέναι παρήκουσαν,

καταλείψαντες τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ εἰς

τὰς ὀλεθρίους καὶ δεινὰς αἱρέσεις κατασυρέντες, περὶ ὧν

αὖθις ἐροῦμεν.

7

Γνωστὸν δὲ ἔστω ὑμῖν, ἀγαπητοί, ὅτι οἱ βαπτι-

σθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, οὐκέτι ὀφείλουσιν

ἁμαρτάνειν οἱ τοιοῦτοι. Ὡς γὰρ οἱ ἀποθανόντες ἀνενέργητοι

πρὸς ἁμαρτίαν τυγχάνουσιν, οὕτως καὶ οἱ συναποθανόντες

τῷ Χριστῷ ἄπρακτοι πρὸς ἁμαρτίαν. Οὐ πιστεύομεν

οὖν, ἀδελφοί, λουσάμενόν τινα τὸ τῆς ζωῆς λουτρὸν ἔτι

πράσσειν τὰ τῶν ἀνόμων ἀσελγήματα· ὁ δὲ ἁμαρτήσας

μετὰ τὸ βάπτισμα, οὗτος, ἐὰν μὴ μεταγνῷ καὶ παύσηται

τοῦ πλημμελεῖν, εἰς γέενναν κατακριθήσεται.

8

Εἰ δέ τις ὑπὸ ἀπίστων συκοφαντηθῇ διὰ τὸ μηκέτι

αὐτοῖς συνασελγαίνειν, γινωσκέτω ὁ τοιοῦτος ὅτι μακάριος

ὑπάρχει παρὰ τῷ Θεῷ, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἐν τῷ

Εὐαγγελίῳ λέγει· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν

ὑμᾶς καὶ διώξωσιν ἢ εἴπωσιν καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα

ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ

μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Εἰ οὖν τις

βλασφημηθείη ἐπὶ ψεύσματι, μακάριος ὁ τοιοῦτος· λέγει

γὰρ ἡ γραφή· «Ἀνὴρ ἀδόκιμος ἀπείραστος παρὰ τῷ

Θεῷ.» Εἰ δέ τις ἐλεγχθῇ πράξας τι ἄνομον, ὁ τοιοῦτος

οὐ μόνον ἑαυτὸν ἔβλαψεν, ἀλλὰ καὶ βλασφημίαν προσέτριψεν

τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι καὶ τῇ διδασκαλίᾳ, ὡς

μὴ ποιούντων ἐκεῖνα ἃ λέγομεν εἶναι καλά· καὶ ὀνει-

δισθησόμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ Κυρίου, ὅτι «Λέγουσιν

καὶ οὐ ποιοῦσιν». Ὅθεν τοὺς τοιούτους ἐλεγχθέντας

ἀληθῶς παραιτήσεται μετὰ παρρησίας ὁ ἐπίσκοπος, εἰ μὴ

μεταβάλωνται τὸν τρόπον.

9

Οὐ γὰρ μόνον ἀπρόσκοπον εἶναι χρὴ τὸν ἐπίσκοπον,

ἀλλὰ καὶ ἀπροσωπόληπτον, ἐν χρηστότητι σωφρονίζοντα

τοὺς ἁμαρτάνοντας. Εἰ δὲ καὶ…

ὑπάρχ…

The complete text is available when the reading interface loads.