In natale sancti Joannis prophetae
- Edition reference
- In natale sancti Joannis prophetae (homilia 1), ed. C. Datema and P. Allen, Leontii presbyteri Constantinopolitani homiliae [Corpus Christianorum. Series Graeca 17. Turnhout: Brepols, 1987]: 69–75.
- CTS identifier
urn:cts:greekLit:tlg2914.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1t
{Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2t
εἰς τὸ γενέθλιον
3t
τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου}
1
Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
2
ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ·
3
ἐπεσκέψατο γὰρ ἡμᾶς καὶ σήμερον ἀνατολὴ ἐξ ὕψους.
4
Ἐκαθεύδομεν γὰρ τῇ ῥαθυμίᾳ,
5
καὶ διύπνισεν ἡμᾶς τῇ φιλανθρωπίᾳ·
6
ἐσάλευσε τὰ δώματα,
7
ἵνα στηρίξῃ ἡμᾶς ἰασάμενος τὰ τραύματα·
8
ἐμάστιξε τὰ ἄψυχα,
9
ἵνα παιδεύσῃ τὰ ἔμψυχα·
10
ἐτάραξε τὴν γῆν,
11
ἵνα πληροφορηθῶσιν οἱ ἐν ὑπεροχῇ.
12
Ἐσάλευσεν, οὐκ ἀπώλεσεν·
13
ἐπεσκέψατο, οὐκ ἀπεφήνατο·
14
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει,
15
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
16
Σεισμὸς τὸν Πέτρον ἐκ φυλακῆς ἠλευθέρωσεν,
17
σεισμὸς τὸν Παῦλον τῶν κλοιῶν ἔλυσεν,
18
ἐν σεισμῷ Ἡλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη,
19
σεισμὸς τῆς δεσποτικῆς ἀναστάσεως προὔλαβεν.
20
[Ἀνάστασις γὰρ ἡ παροῦσα ἡμέρα.]
21
Διὰ τί σεισμός; Ὅπου θεότητος κίνησις, ἐκεῖ καὶ τῶν
22
στοιχείων θόρυβος. Ἐλέησον τὸν πέλας, καὶ σεισμὸς οὐ
23
σκύ〈λ〉λει σε· νήστευσον ἀπὸ κακίας, καὶ θεὸς οὐκ ὀργί-
24
ζεται. Εἰπὲ καὶ σὺ προθύμως τὰ τοῦ Δαυῖδ προσευχόμενος·
25
«Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου
26
παιδεύσῃς με· μὴ ὡς τοὺς γίγαντας κατακλύσῃς με, μηδὲ
27
ὡς Σοδομίτας καταφλέξῃς, ἀλλ' ὡς Νινευΐτας ἐλέησον.»
28
Εὔκαιρον οὖν τοὺς αἰσθομένους τῆς τοῦ κυρίου παιδείας
29
εἰπεῖν τὰ τοῦ προφήτου· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ
30
ὦτα. Ὅσοι τοίνυν τὸν θεῖον λόγον ἀπαιτοῦσιν εὔτονον, καὶ
31
αὐτοὶ χρεωστοῦσι παρέχειν τὴν ἀκοὴν ὑπήκοον, ἵνα καὶ οἱ
32
λέγοντες εὐσεβῶς καὶ οἱ ἀκούοντες εἰλικρινῶς δυνηθῶσι
33
θερίσαι τὸ τῆς πίστεως πολύσταχυ[ν] δράγμα· ἄνευ γὰρ
34
πίστεως
35
οὔτε 〈ἡ〉 ἠχὼ τῆς ἀκοῆς πλατύνεται,
36
οὔτε τῶν χειλέων ἡ θύρα διανοίγεται,
37
οὔτε τῆς γλώττης τὸ πλῆκτρον κινεῖται,
38
οὔτε τῶν φωνιαίων ὀργάνων οἱ αὐλοὶ εὐρύνονται.
39
Καὶ τούτου μάρτυς Ζαχαρίας ὁ ἱερεύς,
40
ὁ παιδευθεὶς δι' ἀπιστίαν πρὸς παιδείαν τῶν ἀπιστούντων,
41
ὁ τῆς ἀρχαγγελικῆς ἀποκαλύψεως σημεῖον ἐπιζητῶν,
42
ὁ τῆς δεσποτικῆς μηνύσεως ἐγγυητὴν ἀπαιτῶν.
43
Τοῦ γὰρ ἀρχαγγέλου Γαβριὴλ εἰρηκότος πρὸς τὸν Ζαχα-
44
ρίαν, καθὼς ἀρτίως ἤκουες τῇ προτεραίᾳ· Μὴ φοβοῦ,
45
Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή
46
σου Ἐλισάβετ γεννήσει υἱόν σοι, ἀποκριθεὶς ὁ Ζαχαρίας
47
εἶπεν, ὡς ἴστε· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι
48
πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις
49
αὐτῆς. Ἄπιστα ὡς ἀληθῶς τοῦ πρεσβύτου τὰ ῥήματα, καὶ
50
πολλῆς ἀντιλογίας γέμοντα. Τὸ γὰρ εἰπεῖν Κατὰ τί γνώσο-
51
μαι τοῦτο; ἀντὶ τοῦ «Ποίαν μοι δίδως ἀπόδειξιν τῶν
52
λεγομένων πληροφορίαν;» «Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ
53
γάρ εἰμι πρεσβύτης. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσο-
54
μαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν
55
τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια, ῥάβδον κα-
56
τέχων ἐπιβαίνω, καὶ νεογάμου μοι πεῖραν ἀναζέεις; Ὅτε
57
τάφος, τότε γόνος; Κατὰ τί γνώσομαι τοῦτο; Φράσον μοι,
58
ὧ μέγιστε Γαβριήλ.»
59
Ἀναγκαῖον δὲ καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γα-
60
βριὴλ <θεοῦ ἄνθρωπος> ἑρμηνεύεται,
61
ὡς διακονῆσαι τῷ ἐνανθρωπήσαντι,
62
ὡς προοδοποιῆσαι τῷ ἐπιφανέντι,
63
ὡς μὴ μόνον τῇ στείρᾳ,
64
ἀλλὰ καὶ τῇ παρθένῳ τὰ εὐαγγέλια κομίσαι.
65
Οὗτος γάρ ἐστιν ὁ Γαβριήλ,
66
ὁ καὶ τὸν Δανιὴλ συνετίσας,
67
καὶ τὴν ἄφιξιν τοῦ κυρίου σὺν ἀκριβεῖ χρόνῳ δηλώσας,
68
καὶ τὸν Ἁμβακοὺμ τῆς κόμης μετενέγκας,
69
καὶ τοὺς λέοντας τῷ Δανιὴλ ὡς ἀσκητὰς ἐν τῷ λάκκῳ
70
ὑποτάξας.
71
Τί οὖν ὁ Ζαχαρίας; Καλὸν γὰρ τῆς ἀκολουθίας μὴ
72
δραπετεῦσαί ποτε. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι
73
πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις
74
αὐτῆς. «Κατὰ τί γνώσομαι τοῦτο; Ἴδε φησίν, τὰ τρέμοντα
75
τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευ-
76
κός. Εἰ μέρος ἐνέαζε καὶ μέρος πεπαλαίωται, μικρά τις ἦν
77
ἐλπὶς τῶν λεγομένων· νυνὶ δὲ τῶν ἀμφοτέρων τὸ σῶμα
78
σεσάθρωται, οὐδὲν ἕτερον περιμένομεν ἢ τὸ δρέπανον τοῦ
79
θανάτου, ὡς στάχυες πέπειροι. Ἀληθεύεις, δέσποτα Γα-
80
βριήλ; Δὸς δήλους προοδεύσεις, σημεῖον ἀρραβῶνά μοι
81
πίστευσον. Τὴν ἐπαγγελίαν οὐ δέχομαι, εἰ μὴ θαυματουρ-
82
γίαν θεάσομαι.
83
Κατὰ τί γνώσομαι τοῦτο;
84
Ὁ Ἀαρὼν οὐκ ἐπίστευσεν,
85
εἰ μὴ ἡ ῥάβδος ἤνθησεν·
86
Μωϋσῆς οὐκ ἐπληροφορήθη,
87
εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη·
88
καὶ Γεδεὼν οὐ συνῆκεν,
89
εἰ μὴ ἐπὶ τὸν πόκον ὑετῶν μόνον γέγονε δρόσος.
90
Κατὰ τί οὖν γνώσομαι τοῦτο;
91
Δὸς σημεῖον, καὶ χορεύσω νεανικά. Δὸς σημεῖον, ἵνα μὴ
92
〈Ἐλισάβετ〉 ὡς ἡ Σάρρα προπετῶς γελάσῃ.
93
Κατὰ τί γνώσομαι τοῦτο;
94
Εἰ δεύτερος Ἀβραὰμ ἀποφαίνομαι, ὑπάρξει μοι κατὰ τοῦ
95
Ἀβραὰμ δικαιώματα καὶ ἰδιώματα. Εἴσελθε ἐπὶ τὸ δῶμα
96
μου, νίψω τοὺς πόδας σου, ὁδοιπορίαν στείλαντι παραθήσω
97
σοι τράπεζαν μυστηρίου πεπληρωμένην, ἀλεύρου σάτα τρία
98
Ἐλισάβετ φυράσει, τὴν ἐκκλησίαν προζωγραφοῦσα, ζητήσω
99
μόσχον, ἵνα δωρήσῃ παῖδα.
100
Κατὰ τί γνώσομαι τοῦτο;
101
Τί μοι τοῦ παιδὸς τὸ ὄνομα προλέγεις, καὶ τούτου μὴ πα-
102
ρόντος τὰς ἀρετὰς ἀπαριθμεῖς; Δεῖξόν μοι τί παρὰ φύσιν,
103
ἵνα πιστεύσω τὸ ὑπὲρ φύσιν.
104
Ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται,
105
κἀγὼ ἀνανεοῦμαι·
106
ἐὰν ἡ θάλασσα μετρῆται,
107
καὶ ἡ γυνή μου μαιοῦται·
108
ἐὰν ὁ ἥλιος καταλαμβάνηται,
109
καὶ οἱ ξηροὶ μαζοὶ γάλα ῥυήσονται·
110
ἐὰν ἡ σελήνη τειχίζηται,
111
καὶ ἡ ξηρὰ μήτρα νοτίζεται.
112
Κατὰ τί γνώσομαι τοίνυν τοῦτο τὸ παράδοξον μυστήριον;
113
Ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν
114
ταῖς ἡμέραις αὐτῆς.»
115
Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· «Θεὸν ἐνέχυρον
116
ἀπαιτεῖς; Ἀρχάγγελον πειράζεις ἐπὶ γῆς; Τὴν σωματικὴν
117
ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζων,
118
ἀνακρίνειν οὐ δέδοικας· Κατὰ τί γνώσομαι τοῦτο; Μὴ γὰρ
119
εἰς Αἴγυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τοῦ φαραῶ τὸν ὄγ-
120
κον, καὶ παραιτήσῃ λέγων· “Προχείρισαι ἄλλον, ἐγὼ γὰρ
121
ἰσχνόφωνος καὶ βραδύγλωσσος”; Κατὰ τί γνώσῃ τοῦτο,
122
Ζαχαρία; Οὐδὲν ὑπὲρ φύσιν θεὸς ἐργάζεται; Ἦ φύσεως
123
ἀκολουθίαν ζητεῖς, οὐχὶ θεότητος παραδοξοποιΐαν; Εἰπέ
124
μοι·
125
τῆς γῆς οἱ στύλοι
126
ποῦ πεπήγασιν;
127
Οὐρανοῦ δὲ τὸ κύτος
128
ποῦ καθίδρυσται;
129
Νεφελῶν δὲ κύται
130
ποῦ εὑρίσκονται;
131
Ὑετῶν δὲ σταγόνες
132
ποῦ στημονίζονται;
133
Βῶλοι δὲ χιόνος
134
ποῦ λατομοῦνται;
135
Ἡλίου δὲ δρόμος
136
τίς ἡνιοχεῖ;
137
Σελήνης δὲ μείωσιν
138
τίς ὁροθετεῖ;
139
Ἄστρων δὲ πλήθη
140
τίς ἀριθμεῖ;
141
Θάλασσα δὲ μαινομένη
142
πῶς ψάμμον αἰδεῖται;
143
Ποταμοὶ δὲ θερμόρρυτοι
144
πῶς συγκιρνῶνται;
145
Ὀμίχλη δὲ σκότους
146
ποῦ ἐξυφαίνεται;
147
Ἄνθρωπος δὲ ἐν μήτρᾳ
148
πῶς διαπλάττεται;
149
Τοῦ δὲ ἄρρενος τὸ θῆλυ
150
πῶς δειλότερον εὑρίσκεται;
151
Θεοείκελος δὲ ψυχὴ
152
πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται;
153
Τὸν Ἡσαῦ δὲ καὶ τὸν Ἰακώβ,
154
οὓς ὁ κόσμος ὅλος οὐκ ἐχώρησεν,
155
πῶς ὁ τῆς Ῥεβέκκας σκοτεινὸς πόρος ἀστενοχωρήτους
156
ἐφύλαξεν;
157
Κατὰ τί γνώσομαι λέγεις τοῦτο, Ζαχαρία; Φύσεως ἀκολου-
158
θίαν ζητεῖς, ὅπου θεότητος ἐνέργεια; Τὴν στεῖραν ἀπιστεῖς
159
γεννῆσαι; Τί ἐὰν ἀκούσῃς περὶ τῆς παρθένου; Οὐχὶ Σαμ-
160
ψὼν τοῦ Ναζωραίου ἐν σιαγόνι ὄνου χιλίους ἀλλοφύλους
161
πατάξαντος, ἐν ἀνύδρῳ καὶ δίψει συσχεθέντος, καὶ μικροῦ
162
δεῖν ἐκλείψαντος, καὶ πρὸς τὸν θεὸν εἰλικρινῶς βοήσαντος,
163
εὐθέως τὸν ὅλμον τῆς ὄνου ἤνοιξεν, καὶ ὕδωρ ἐλίμνασεν,
164
καὶ τὸν Ναζωραῖον ἐπότισεν; Εἰ οὖν ἐν σιαγόνι ὄνου
165
τοιοῦτον σημεῖον ἐπεδείξατο καὶ ἐξ ὀστέου ξηροῦ ποτα-
166
μοὺς ἀφῆκεν ὑδάτων, καὶ πεπαλαιωμένους ἡμερῶν πρὸς
167
τεκνογονίαν ὀκνήσει καλέσαι;
168
Κατὰ τί γνώσῃ, Ζαχαρία; Οὐκ ἔχεις ὑπόδειγμα τὸν Ἀ-
169
βραὰμ καὶ τὴν Σάρραν; Οὐχὶ κἀκεῖνος πρεσβύτης, κἀκείνη
170
στεῖρα καὶ ἐκλείπουσα τὸν ἐθισμὸν τῶν καθαρσίων διὰ τὸ
171
πεφθάρθαι τῷ γήρει τὴν ὕλην; Οὐκ ἤκουσας Ἄννης καυ-
172
χωμένης· Ἡ στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις
173
ἠσθένησεν; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Ζαχα-
174
ρία, Τὰ σημεῖα τοῖς ἀπίστοις; Ἔδει μέν σε μὴ ἀνανεῦσαι,
175
Ζαχαρία, τοῖς λεχθεῖσιν, προφητικῆς λειτουργίας μείζονα
176
διακονίαν λαχόντα; Ἐπειδὴ δὲ ὡς ἄπιστος σημεῖα παρὰ
177
θεοῦ ζητεῖς, ἐν τοῖς οἰκείοις μέλεσι μαστιγοφόρον κομίζου
178
σημεῖον· ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Ὅπου τῆς
179
προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός.
180
Ἔσῃ σιωπῶν· ὅπου ὕβρις ἐλάλησεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ
181
ἀπόφασις. Ἤθελε μὲν ὁ θεός, Ζαχαρία, κήρυκά σε τοῦ
182
τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπου-
183
ρανίου βασιλέως τίκτεται καὶ τῆς κοσμικῆς τῶν ἁμαρτιῶν
184
λυτρώσεως προκαθαρτής. Ἐπειδὴ δὲ τὴν ἀσθένειαν τοῦ
185
σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ὡρίσω τοῦ δεσπότου,
186
ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γέ-
187
νηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτι-
188
νες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.»
189
Ὁρᾷς ὅτι ἄνευ πίστεως οὐδὲν τῶν δεόντων γίνεται.
190
Μόνον ἤκουσε Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλ-
191
θεν ἐκ τοῦ ναοῦ μισθὸν τῆς ἀπιστίας τὴν φίμωσιν βα-
192
στάζων. Ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς καταδε-
193
δικασμένος ἐξῆλθεν· ὁ θυμιατῆρα λειτουργικὸν βαστάζων
194
τίτλον ἐξορίας περιέφερεν. Ὁ λαὸς περιέμεινε τί ἀγαθὸν
195
ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευεν· «Μηδείς μοι πλη-
196
σιάσῃ, δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω.»
197
Ὢ τῶν παραδόξων πραγμάτων.
198
Ζαχαρίας φιμοῦται
199
καὶ Ἐλισάβετ εὐωχεῖται,
200
ἀπεστόμωται γλῶσσα
201
καὶ ὀγκοῦται μήτρα,
202
ἡ γλῶσσα στειρεύει
203
καὶ ἡ στεῖρα γίνεται μήτηρ
204
—μετοικεῖ τὸ πάθος τῆς μήτρας ἐπὶ τὴν γλῶσσαν—,
205
ἡ φωνὴ χαλινοῦται
206
καὶ ἡ γονὴ ἐλευθεροῦται,
207
Ζαχαρίας σιγᾷ
208
καὶ Ἰωάννης σκιρτᾷ.
209
Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον καὶ κατενόησεν ὁ
210
ἑωσφόρος τὸν ἥλιον, ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ
211
μητρικῇ νηδύϊ τὴν βραδυτῆτα τῆς φύσεως αἰτιώμενος· «Δε-
212
σπότου φησὶ κήρυξ εἰμί. Τί τοῖς ὁμοδούλοις ὁμοίως πε-
213
πέδημαι νόμοις; Μὴ περιμένων τὸν τόκον ἀπολέσω τὸν
214
δρόμον; Μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλού-
215
μενον 〈δοῦλον〉; Μὴ γένηται τῆς φύσεως ἀκολουθία παρα-
216
νομία τῆς τάξεως; Ἐπέγνων τὸν παρόντα καὶ σιγᾶν οὐκ ἀ-
217
νέχομαι· σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ
218
ἐπείγομαι, δυεῖν παραδόξων πραγμάτων σύντομον γίνομαι
219
σήμαντρον· θεϊκὴν παρουσίαν σαλπίζω καὶ πατρικὴν γλῶσ-
220
σαν ἐκλύω.»
221
Ταῦτα τῶν παραλειφθέντων ἡμῖν τῇ προτεραίᾳ κεφαλαίων
222
οἱ τόκοι· πᾶν γὰρ κεφάλαιον τόκον τίκτει, ὅθεν καὶ τὸ
223
βρέφος «τόκος» ὀνομάζεται· ὡς κεφάλαιον γὰρ ὁ ἀνὴρ τὸν
224
σπόρον τῇ γυναικὶ δανείζει—κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ—,
225
τίκτει δὲ τῷ κεφαλαίῳ τὸν τόκον ἡ γυνή ...
{Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεωςλόγος εἰς τὰ βαΐα} Τοὺς εὐσεβείας καθήκει μύστας μὴ τὴν χάριν μόνονἀσπάζεσθαι, ἀλλὰ καὶ τὸν νόμον περιπτύσσεσθαι·ἃ γὰρ ἡ χάρις ἐβεβαίωσεν, ταῦτα καὶ ὁ νόμος προεκήρυξεν·καὶ ἃ ὁ νόμος προεζωγράφησεν, ταῦτα καὶ ἡ χάρις ἐσφράγισεν.Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος,ὁ καὶ τὸν νόμον ὡς λύχνον ἅψαςκαὶ τὴν χάριν ὡς λαμπάδα φωτίσας,λέγων πρὸς Ἰουδαίους· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂνἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν ἃ παρ' ἐμοῦ μεμά-θηκεν.»Καὶ ὅτι εἷς καὶ ὁ αὐτὸς κύριος,ὁ καὶ διὰ τῶν προφητῶν τὰ μέλλοντα ἀναφωνήσαςκαὶ διὰ τῶν εὐαγγελιστῶν τὰ προλεχθέντα βεβαιώσας,ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Τῇἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντεςὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶνφοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ καὶ ἔκραζον·Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,βασιλεὺς τοῦ Ἰσραήλ.Ἁρμόζουσα ὄντως τῷ σωτῆρι ἡ ὑμνολογία,πρέπουσα τῷ τροπαιούχῳ ἡ εὐλογία.Ἐπινίκιον τὸ τοῦ ὄχλου μέλος· ἤδη γὰρ ὠσφράνθησαν τὴνζωηφόρον τοῦ Χριστοῦ εὐωδίαν, τὴν τοῦ θανάτου ἧττανἐμφαίνουσαν. Εὐλογημένος ὁ ἐρχόμενος δοῦναι ἡμῖν ἐξουσίαν πατεῖνἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιντοῦ ἐχθροῦ, οὐ ποδῶν στερρότητι, ἀλλὰ πίστεως ἑδράσμα-τι.Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ἵνα καὶ τὸναὐτὸν μισθὸν ἀποδώσῃ τοῖς ἀπὸ τῆς πρώτης ὥρας καὶ τοῖςἑνδεκάτῃ ὥρᾳ εἰς τὸν πνευματικὸν τούτου ἀμπελῶνα ἐργα-ζομένοις· αὐτοῦ γὰρ ἀγαθοῦ τυγχάνοντος Ἰουδαϊκὸς πονη-ρὸς ὀφθαλμὸς οὐ ταράττει ἡμᾶς.Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου τὸ διαβολικὸνμεσότοιχον λῦσαι καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια συνάψαι·ὅπου γὰρ μία βασιλεία, ἐκεῖ καὶ πᾶσα τυραννὶς διαλέλυται.Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦἸσραήλ. Διὰ τί βασιλεὺς τοῦ Ἰσραὴλ μόνον, οὐχὶ δὲπάντων τῶν περάτων τῆς γῆς ὁ Χριστὸς ἀναδέδεικται;Ἄκουε συνετῶς. Ἰσραὴλ <νοῦς ὁρῶν θεὸν> ἑρμηνεύεται.Ὅσοι οὖν ἀπὸ διανοίας ὁρῶσι θεόν, οὗτοι βασιλεύονταιὑπὸ τοῦ δεσπότου Χριστοῦ. Οὐ γὰρ ἀνάγκῃ καλεῖ Χρι-στός, ἀλλὰ διαθέσει πείθει, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγον-τος· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντεςεὑρήσουσι χάριν.Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Βαΐα φοι-νίκων ὁ ὄχλος ἔλαβεν, ἵνα τὸν φοίνικα τῆς δικαιοσύνηςΧριστὸν εὐφημήσωσιν. Περὶ γὰρ αὐτοῦ ὁ προφήτης ἔλεγεν·Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳπληθυνθήσεται. Διὰ τί φοῖνιξ καὶ κέδρος ὁ δεσπότης Χρι-στὸς προσαγορεύεται; Διὰ τὸ πάθος τῆς σαρκός, ὅπερἑκουσίως διὰ σταυροῦ ὑπομεῖναι κατεδέξατο, καὶ τὸ ἔγκαρ-πον τῆς θεότητος. Καὶ γὰρ τῆς σαρκὸς αὐτοῦ παθούσης ἡθεότης ἀπαθὴς διέμεινεν, καθώς φησιν ὁ προφήτης περὶ τῆςσαρκὸς τοῦ κυρίου ἐν τῷ πάθει· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶ-χεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκ-λεῖπον παρὰ πάντας ἀνθρώπους, ἠτιμάσθη καὶ οὐκ ἐλο-γίσθη.Κέδρος δὲ πάλιν ὀνομάζεται διὰ τὸ ὑψηλὸν τῆς θεότητοςκαὶ τὸ ἄσηπτον τῆς ἀνθρωπότητος. Εἰ γὰρ καὶ ἐτάφη, ἀλλ' ἡσὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν· ἐμείωσε δὲ μᾶλλον τοὺςδιαβολικοὺς σῆτας καὶ ἔμεινε σῶος. Ταύτην τὴν εὐλογημένην φωνὴν τοῦ ὄχλου τὴν εὔφημονἐκ πολλῶν τῶν χρόνων ὁ δεσπότης Χριστὸς προθεωρήσαςτῷ ἀπλανεῖ τῆς θεότητος βλέμματι, ἐβόα διὰ Ἡσαΐου τοῦπροφήτου λέγων· Εὐλογήσει με πάντα τὰ θηρία τοῦ ἀγροῦ,σειρῆνες καὶ θυγατέρες στρουθίων.Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ἐνταῦθα ὁ δεσπότης Χριστὸςπερὶ θηρίων ἀγροῦ καὶ σειρήνων καὶ στρουθίων διελέγετο,οὐχὶ δὲ περὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.Ἄκουε συνετῶς· οὐδὲν γὰρ παρ' ἡμῶν λεχθήσεται ἀνα-πόδεικτον. Πολλαχοῦ γὰρ ἡ θεία γραφὴ τοὺς ἀπὸ πονηρίαςἀνθρώπους ἐπιστρέφοντας θηρία οἶδε καλεῖν, οὐκ ἐκ τῆςφύσεως, ἀλλ' ἐκ τῆς πράξεως τὴν προσηγορίαν ποιουμένη. [Καὶ τούτοις μάρτυς αὐτὸς ὁ κύριος λέγων περὶ τοῦ