The Greek Library Catalogue

Anonymous

In Job

Edition reference
In Job (homilia 4), ed. Datema and Allen, op. cit., 191–202.
CTS identifier
urn:cts:greekLit:tlg2914.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

12

παραπέμπονται, πῶς τὸν ὀρθὸν λογισμὸν ἀποσυλήσωσιν,

13

πῶς τὴν ἀκίβδηλον πίστιν ἀποβουκολήσωσιν, πῶς τὸν

14

πλοῦτον τῆς ὑπομονῆς διασκεδάσωσιν. Ἄνδρα γὰρ κυρίως

15

φιλόθεον οὐ χρηματικὴ ζημία στυγνάσαι παρασκευάζει,

16

ἀλλὰ λογισμῶν ἐρημία.

17

Διὸ καὶ ὁ κύριος μεγάλην ζημίαν τὴν ψυχικὴν ἀπώλειαν

18

ὑπομνηματίζων ἔλεγε τοῖς ὑπηκόοις· Τί ὠφελήσει ἄνθρωπος

19

ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;

20

Καὶ πάλιν τοῖς αὐτοῦ μαθηταῖς διαρρήδην ἐκτιθέμενος ἔλε-

21

γεν· «Γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι ᾗ οὐκ οἴδατε ὥρᾳ ὁ

22

κλέπτης ἔρχεται.» Καὶ τίς ὁ κλέπτης; Ὁ τῷ Ἰὼβ ἐπα-

23

γρυπνήσας καὶ μηδὲν εὑρών, ἀλλὰ κεναῖς χερσὶ τὸν κόλπον

24

ῥιπίσας. Περὶ τοῦ ψυχικοῦ τοίνυν θησαυροῦ ὁ κύριος

25

παραινῶν ἔλεγεν· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον

26

ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Τοῦτο σαφῶς

27

ἐπιστάμενος ὁ γενναιότατος Ἰὼβ πάσης τῆς ὑπάρξεως

28

κατεφρόνησεν, ἵνα ψυχικὴν ζημίαν μὴ ὑπομείνῃ·

29

βόας παρεῖδεν,

30

ἀρετὰς οὐ παρεῖδεν·

31

προβάτων κατεφρόνησεν,

32

κατορθωμάτων οὐ κατέπτυσεν·

33

τῶν τέκνων τὴν λύπην ἀπεδύσατο,

34

τῶν ἁγίων τὸ κλέος ἐνεδύσατο.

35

Διὸ καὶ ὡς εἶδεν τὸν Ἰὼβ ὁ διάβολος πανταχόθεν

36

ἠσφαλισμένον καὶ μᾶλλον ἔργοις θεοφιλέσι τετειχισμένον ἢ

37

λίθοις λελαξευμένοις, ἀντέβαλλε πρὸς ἑαυτὸν ὁ διάβολος

38

λέγων· «Τί ποιήσω; Πῶς τοῦ Ἰὼβ τὸν πλοῦτον συλήσω;

39

Πῶς αὐτὸν ἀποκοιμίσω, ἄνθρωπον ἐν βιωτικοῖς πράγμασιν

40

ἐξεταζόμενον; Πλουτεῖ καὶ οὐ βλασφημεῖ· τοσαύτη δορυφο-

41

ρία καὶ οὐδαμοῦ ἁμαρτία· βασιλεύει καὶ οὐ πταίει, ἀλλ' ἐν

42

πᾶσι βασιλεύει. Αὐτὸς ἐν βασιλείοις, κἀγὼ ἐν ἐρημίᾳ·

43

αὐτὸς δίκαιος καὶ ἄμεμπτος καὶ ἀληθινὸς προσαγορεύεται,

44

ἐγὼ δὲ “ὄφις” καὶ “σκορπίος” καὶ “διάβολος”. Τί ποιήσω;

45

Τὸν Ἀδὰμ ἐδελέασα,

46

τὸν Ἄβελ ἐφόνευσα,

47

τὸν Κάϊν ἐκέρδησα,

48

τὸν Νῶε μέθῃ παρέπεμψα,

49

τὸν Χὰμ δουλεύειν παρεσκεύασα,

50

τὸν Ἰακὼβ ἐφυγάδευσα,

51

τὸν Ἡσαῦ τῶν πρωτοτοκίων ἐστέρησα,

52

τὸν Ἰὼβ οὐχ εὑρίσκω παρασαλεῦσαι;

53

Ἔγνων τὸ πρᾶγμα, οἶδα τί πράξω· ἄνωθεν βοηθεῖται, καὶ

54

διὰ τοῦτο εἰς βλάβην οὐ συνωθεῖται. Εἰ συνεχώρησέ μοι ὁ

55

ἐπὶ πάντων θεὸς παραστῆναι μετὰ τῶν ἀγγέλων, ἤμελλον

56

λέγειν πρὸς αὐτόν· “Τί μάτην ὁ Ἰὼβ μακαρίζεται; Μισθῷ

57

σε σέβεται· φυλάττεις αὐτόν, καὶ διὰ τοῦτο μικρὰν εὐχαρι-

58

στίαν σοι προσφέρει.”»

59

Ταῦτα πρὸς ἑαυτὸν ὁ διάβολος ἀντιβάλλων προσετίθει

60

πάλιν λέγων ἐν ἑαυτῷ· «Καὶ ταῦτά μου λέγοντος πρὸς τὸν

61

κύριον ἀπεκρίνατο λέγων ὁ κύριος πρός με· “Εἰ διὰ τοῦτο

62

μέγαν νομίζεις εἶναι τὸν Ἰώβ, διὰ τὴν τῶν χρημάτων

63

περιουσίαν, δίδωμί σοι τὴν ἐξουσίαν· θέρισον αὐτοῦ τὰ

64

χρήματα, ἵνα μάθῃς ὅτι οὐ χρήμασιν ἀλλὰ κατορθώμασιν

65

ἐπερείδεται.” Εἰ ταύτην τὴν ἀπόκρισιν ἔλαβον παρὰ τοῦ

66

κυρίου, καὶ ἔγνων ἀσφαλῶς ὅτι οὐκέτι ἀντέχεται τῷ Ἰώβ,

67

ἐγνώριζον πᾶσι τοῖς παροῦσι καὶ τῷ ἐπάνω πάντων οἷος

68

βλάσφημός ἐστιν ὁ Ἰώβ.»

69

Ἄκουε συνετῶς. Ταύτας τοῦ διαβόλου τὰς κατὰ διάνοιαν

70

κατὰ τοῦ Ἰὼβ μηχανὰς ἡ θεία γραφὴ ἐπροσωποποίησε καὶ

71

ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον

72

τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ

73

ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα· ἄλλως αἱ

74

λέξεις ἔγκεινται, ἄλλως τὰ νοήματα σαφηνίζονται. Διὸ

75

πάντας χρὴ σαφῶς εἰδέναι τοὺς παρόντας, ὅτι ἐξ ἧς ὁ

76

διάβολος ἔπεσεν ἐκ τῶν οὐρανῶν οὐκ εἶδεν τὸ πρόσωπον

77

τοῦ θεοῦ, οὐ κατηξιώθη τῆς προτέρας διαγωγῆς. Ὥσπερ

78

γὰρ ἐπίγειος βασιλεὺς ἀπ' ὄψεως τύραννον ποιήσας οὐ

79

προσδέχεται αὐτὸν ἐπ' ὄψεσιν, ἀποστρεφόμενος αὐτὸν διὰ

80

τὴν τυραννίδα, οὕτω καὶ τοῦ διαβόλου ἀνταρσίαν με-

81

λετήσαντος ὁ κύριος αὐτὸν ἀποβαλὼν οὐκέτι κατηξίωσε

82

τῆς πρὸς αὐτὸν θέας, οὐχ ὅτι ὁ κύριος αὐτὸν ἐμίσησεν,

83

ἀλλ' ὅτι ἐκεῖνος πρὸς ἐπιστροφὴν οὐκ ἔκλινεν.

84

Τούτων οὕτως ἐγνωσμένων ἵδωμεν τὰ παραναγνω-

85

σθέντα, ἵνα σαφηνίσωμεν τὰ προτεθέντα. Ἤκουες τοῦ ἱστο-

86

ριογράφου Μωϋσέως ἐν τῇ παρούσῃ ἑσπέρᾳ, ἣν ἑσπέραν

87

προσειπεῖν οὐκ ἤθελον ἀλλὰ μᾶλλον ὄρθρον. Ποίαν γὰρ δεῖ

88

ἑσπέραν προσειπεῖν ταύτην ἢ τὰς ἀδελφὰς ταύτης, ἐν ᾗ

89

πάντες οἱ παρόντες ὡς ἀπὸ κλίνης νήστεις καὶ νηφάλαιοι

90

παραγεγόνατε ἐκτὸς τῶν καθαρῶν ῥυπαρῶν; Οὗτοι γὰρ

91

μόνοι ἰουδαϊκῶς βρωμοῦσιν. Διὸ ἡ παροῦσα τῆς νηστείας

92

ἑσπέρα πάλιν ὄρθρος διὰ τὴν ἐλαφρότητα τῆς γαστρὸς καὶ

93

τὴν νηφαλιότητα τῆς ψυχῆς, ἐκείνοις δὲ νὺξ διὰ τὴν καρη-

94

βαρίαν τοῦ οἴνου καὶ τὴν σαρκοφαγίαν τῶν κρεῶν. Τί

95

οὖν ὁ ἱστοριογράφος Μωϋσῆς; Ἤκουες αὐτοῦ ἀρτίως λέ-

96

γοντος· Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγε-

97

λοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος

98

ἦλθεν ἐν μέσῳ αὐτῶν.

99

Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη.

100

Ποία ἡμέρα;

101

Ἡ τοὺς ἀγῶνας τοῦ Ἰὼβ ἐμφανίζουσα.

102

Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη.

103

Ποία ἡμέρα;

104

Ἡ τὰς ἐπουρανίους ἀρχαγγελικὰς δυνάμεις πρὸς θέαν τῆς

105

πάλης παραστήσασα.

106

Μόνον γὰρ εἶδεν ὁ κύριος τὸν διάβολον διανοηθέντα κατὰ

107

τοῦ Ἰώβ, πάλιν εὐθὺς ἐπέταττε ταῖς ἄνω δυνάμεσιν ὁ

108

κύριος λέγων·

109

«Παρακύψατε, βλέπετε πάλην ἐξαίρετον·

110

παρακύψατε, βλέπετε πῶς ὁ ἐξ ὑμῶν ὑμᾶς καὶ τὰ ὑμῶν

111

καταλιπὼν κάτω τῷ μηδὲν κοινωνοῦντι κατ' οὐσίαν μα-

112

νικῶς προσπαλαίει·

113

παρακύψατε, βλέπετε πῶς ὁ ἅπαξ πεσὼν πάλιν πίπτει·

114

παρακύψατε, βλέπετε, ἵνα μηδεὶς ὑμῶν ὡς ἐκεῖνος γένηται·

115

παρακύψατε, βλέπετε τὸν Ἰὼβ νευρούμενον καὶ τὸν διάβο-

116

λον ἐκλυόμενον, τὸν ἐν τῷ παραδείσῳ φρυαττόμενον καὶ

117

ἐπὶ τῆς κοπρίας αἰσχυνόμενον.»

118

Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ὄντως ἡμέρα ἡ τοῦ Ἰώβ·

119

εὐγενὴς γὰρ ἦν τῶν ἀφ' ἡλίου ἀνατολῶν· τῷ Ἰὼβ ἡμέρα,

120

τῷ διαβόλῳ νύξ· ἐψηλάφησεν γὰρ καὶ οὐχ εὗρεν.

121

Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ

122

θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος

123

ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἀρκεῖ αὐτῷ τῆς προσηγορίας ἡ

124

διαβολὴ πρὸς ἐγκωμίων παράστασιν.

125

Διάβολος ἤκουσεν·

126

ὃ ἐποίησεν ἔλαβεν,

127

ὃ ἐζήτησεν ἐκλήθη,

128

ὃ ἠθέλησεν ἐκληρονόμησεν·

129

οὐκέτι «ἄγγελος», τὸ τῆς φύσεως ὄνομα,

130

ἀλλὰ «διάβολος», τὸ τῆς προθέσεως παρεγγύημα·

131

ἄγγελοι ἀπὸ τοῦ <ἀγγέλλειν> ἄγγελοι,

132

διάβολος ἀπὸ τοῦ <διαβάλλειν> διάβολος.

133

Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι πα-

134

ραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν

135

μέσῳ αὐτῶν.

136

Ἦλθεν ἐν μέσῳ,

137

οὐκέτι τὸ τῆς παρρησίας

138

ἀλλὰ τὸ τῆς αἰσχύνης πρόσωπον ἐπιφερόμενος,

139

οὐκέτι τὸ βασιλικὸν πέπλον

140

ἀλλὰ τὸ σατανικὸν ῥάκκος ἐπαγόμενος.

141

Καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος

142

πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας;

143

Ὢ τῶν παραδόξων πραγμάτων. Ἠγνόει ὁ κύριος πόθεν ὁ

144

διάβολος παραγέγονεν, ὁ γινώσκων βαθέα καὶ ἀπόκρυφα,

145

ὁ τῶν καρδιῶν ἰχνηλάτης; Πόθεν παραγέγονας; Οὐχ ὡς

146

ἀγνοῶν ἠρώτα, ἀλλ' ὡς βουλόμενος αὐτὸν ἐκ τοῦ στόματος

147

αὐτοῦ κατακρῖναι· οὕτως γὰρ τὸν ὁμοιότροπον αὐτοῦ Κά-

148

ϊν ἤλεγξε λέγων πρὸς αὐτόν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου;

149

Οὐχ ὡς ἀγνοῶν ἠρώτα ὁ τῆς φωνῆς τοῦ αἵματος ἀκούων,

150

ἀλλὰ βουλόμενος αὐτὸν ἐντελέστερον κατακρῖναι.

151

Καὶ ὁ διάβολός φησιν ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ

152

κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας;

153

Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· «Πόθεν παραγέγονα;

154

Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν

155

πάρειμι.»

156

Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Περιελθὼν τὴν γῆν καὶ

157

ἐμπεριπατήσας αὐτὴν ἦλθες; Τί λέγεις, ἀπατεών; Τὴν γῆν

158

περιώδευσας; Καὶ τί ἐποίεις ἐν τῇ γῇ; Τίνα σε πεποίηκα,

159

ἄνθρωπον ἢ ἄγγελον; Τὴν γῆν τοῖς ἀνθρώποις δέδωκα,

160

τὸν οὐρανὸν τοῖς ἀγγέλοις· ἑνὶ ἑκάστῳ τάγματι ἴδιον

161

χῶρον ἀπεκλήρωσα. Πῶς κατέλιπες τὸν οὐρανὸν καὶ τὴν

162

γῆν περινοστεῖς; Τί ὄφελος, ἐν τῷ οὐρανῷ θεῷ σε λα-

163

τρεύειν ἢ ἐπὶ τῆς γῆς ἀνθρώποις παρασιτεύειν; Μὴ

164

ἐδεήθης τινός, ὅτι κατέλιπες τὸν ἄνω πλοῦτον καὶ κάτω

165

κλέπτεις; Τί σοι βέλτιον, ἄνω ὡς ἄγγελον δοξάζεσθαι ἢ

166

κάτω ὡς δραπέτην ἁλύσεσι δεσμεῖσθαι; Τὴν γῆν περι-

167

τρέχεις, διάβολε; Τὰ γήϊνα ἠγάπησας, ἔσο ἐν τοῖς γηΐνοις.

168

Τὸν γὰρ ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀνασφαιρίζω· ὅθεν σὺ

169

ἐξωρίσθης ἐκεῖνον ἐκεῖ φυτεύσω. Ὅμως λέγε μοι, διάβολε,

170

περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν

171

ἦλθες; Τί στυγνάζεις, τίνι προσέκρουσας, τίς σε λυπεῖ;

172

Οἶδας τί ἔπαθες; Οὗ προσεδόκησας βασιλεύειν, αὐτός σου

173

δεσποτεύει.»

174

Ὁ δὲ διάβολος πρὸς τὸν κύριον ἔτι φρυαττόμενος ὡς

175

μηδέπω τῆς ἥττης γευσάμενος· «Στυγνάζω, δέσποτα; Οὐ

176

μὴν οὐδαμῶς. Πάντων δεσποτεύω, πάντων περιγέγονα,

177

οὐδεὶς ἀνθρώπων ἀντοφθαλμεῖ μοι. Σὺ μὴ ἐνανθρωπήσῃς

178

καὶ βλέπε πῶς πάντων δεσποτεύω.»

179

Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Οἴει με κρύπτειν, ὦ

180

διάβολε; Οὐδένα δέδοικας; Οὐδείς σου δεσπόζει; Οὐ πα-

181

ριστῶ πολλούς, ἑνὸς μόνου μνημονεύω. Προσέσχες τῷ

182

θεράποντί μου Ἰώβ, τῷ σῷ μὲν βασιλεῖ, ἐμοῦ δὲ στρα-

183

τιώτῃ, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐπὶ τῆς γῆς ἄνθρωπος

184

ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ

185

παντὸς πονηροῦ πράγματος; Εἰ σφάλλομαι μαρτυρῶν,

186

ἀντίλεγε· εἰ μὴ ἀληθεύω, ἀνάτρεπε· εἰ δὲ δίκαια λέγω, πῶς

187

ἔφης· “Οὐδείς μου δεσπόζει”;»

188

Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· «Τῷ Ἰὼβ μαρτυρεῖς,

189

δέσποτα; Τί ὅσιον διεπράξατο; Τί ἄξιον μετῆλθε πρᾶγμα;

190

Ἐκτὸς μακαρισμῶν ὁ Ἰώβ. Ὅτι οὐ βλασφημεῖ σε μέγας,

191

ὅτι οὐχ ἁρπάζει τίμιος, ὅτι ξενοτροφεῖ θαυμαστός; Εἰ μὲν

192

σκάπτων καὶ θερίζων καὶ κοπιῶν μισθὸν λαμβάνων προΐ-

193

στατο τῶν πτωχῶν, εἰκὸς αὐτὸν μακαρίζεσθαι· εἰ δὲ ἐκ

194

περιουσίας δίδωσι τοῖς πένησιν, τί μακαρίζεται; Τί δὲ καὶ

195

ὡς μὴ πλεονέκτης γεραίρεται; Λείπει τῷ Ἰώβ; Ζητεῖ καὶ

196

οὐχ εὑρίσκει; Μικράν σοι προσφέρει χάριν· πολλὰ λαμ-

197

βάνων ὀλίγα προσφέρει. Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔξω

198

καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτοῦ

199

κύκλῳ; Τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ

200

κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. Οὐ μὴν ἀλλὰ

201

ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴν

202

εἰς πρόσωπόν σε εὐλογήσει.»

203

Ὢ τῆς τοῦ διαβόλου πανουργίας. Τὴν βλασφημίαν «εὐλο-

204

γίαν» προσαγορεύει ὁ ἀπρόσωπος, σεμνολογεῖ ὁ ἄσεμνος.

205

Ἐξ ἐκείνου καὶ νῦν ἄχρι τῆς δεῦρό τινες πολλάκις τὴν

206

κατάραν «εὐλογίαν» προσαγορεύουσι, καὶ βουλόμενοί τινα

207

ἀράσασθαι πρὸς ὃν ἡ μάχη, ἀποκρίνονται πρὸς αὐτὸν

208

λέγοντες· «Ἄπιθι, ἄνθρωπε, ὁ θεὸς εὐλογήσει σε», τουτέστι

209

θεόθεν καταραθείης. Τί λέγεις, ἄνθρωπε; Τὴν τοῦ διαβόλου

210

μετέρχῃ φωνήν. Ταύτην πρώτην ὁ διάβολος ἔρρηξε φωνὴν

211

λέγων· Οὐ μὴν ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι

212

πάντων ὧν ἔχει, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τί

213

ἐστιν ἀπόστειλον τὴν χεῖρά σου; Τουτέστι μικρὸν ἐπίσχες

214

τὴν προνοητικήν σου δύναμιν· μὴ προστῇς τοῦ Ἰώβ,

215

ἀλλ' ἄφες αὐτὸν μικρὸν λυπηθῆναι, ζημίαν ὑπομεῖναι· μὴ

216

προνοήσῃς αὐτοῦ μικρόν, καὶ βλέπε πῶς ἀναισχυντότερον

217

πάντων σε βλασφημεῖ. Ἐξαπόστειλον τὴν χεῖρά σου καὶ

218

ἅψαι πάντων ὧν ἔχει.

219

Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· «Ἐξαποστελῶ τὴν χεῖρά

220

μου καὶ ἅψομαι πάντων ὧν ἔχει. Ἤρξω τὴν ἧτταν ὁμολο-

221

γεῖν, διάβολε; Ποῦ σου τῆς ἀντάρσεως τὰ φρυάγματα; Οὐ

222

σὺ εἶ ὁ λέγων· Θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν

223

καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων

224

οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς;

225

Ἀλλ' ὅμως ἐπινεύω τῇ αἰτήσει σου, οὐ σοὶ παραχωρῶν,

226

ἀλλὰ τὸν ἐμὸν στρατιώτην φαιδρότερον ἀποδεῖξαι βουλόμε-

227

νος. Ὁ γὰρ ἐν πλούτῳ εὐάρεστος, καὶ ἐν πενίᾳ δόκιμος.

228

Πλοῦτος πενίας φορτικώτερον καὶ πρὸς ἁμαρτίαν τιμιώτε-

229

ρον· ὅπερ γάρ ἐστι χόρτος πυρί, τοῦτο πλοῦτος ματαιόφρο-

230

νι. Ἀλλ' ὅμως ὁ Ἰὼβ ὁ τοιοῦτος, ὡς ἐν πλούτῳ ἤνθησε καὶ

231

ἐν πενίᾳ στεφανωθήσεται· πενίαν γὰρ ἀνάγκη παιδεύει,

232

πλοῦτον δὲ πρόθεσις στεφανοῖ. Διάβολε, ἤδη προλέγω σοι,

233

ὅτι πᾶσαν μὲν τὴν ὕπαρξιν τοῦ Ἰὼβ θερίσεις, τὴν δὲ

234

ἀνδρείαν αὐτοῦ οὐ μὴ ἐκλύσῃς. Ἰδοὺ πάντα ὅσα ἔστιν

235

αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ, οὐχ ὅτι

236

ἀσθενὴς ὁ ἀθλητής, ἀλλ' ὅτι πρὸς τὴν αἴτησίν σου δίδωμι

237

καὶ τὴν συγχώρησιν. Εἶπες ὅτι “Διὰ χρημάτων σε σέβεται”·

238

λάβε τῶν χρημάτων μόνον τὴν ἐξουσίαν, ὅπως μάθῃς

239

πότερον τῶν χρημάτων δεσπόζει ἢ τὰ χρήματα αὐτοῦ

240

περιγίνεται.»

241

Ταύτην τὴν ἐξουσίαν λαβὼν ὁ διάβολος ἐξῆλθε χαίρων ἀπὸ

242

προσώπου κυρίου, ὁ ἀεὶ ἐκ προσώπου κυρίου ἐκπορευόμε-

243

νος. Ἐξελθὼν δὲ μυριόσαλον κλύδωνα ἐξήγειρε τῷ Ἰώβ,

244

εὐθέως καταστρέφων, ἐμπυρίζων, ἀπολλύων, αἰχμαλωτίζων,

245

δοκῶν ὅτιπερ τῷ πλεονασμῷ τῆς ζάλης δύναται βυθίσαι τὸ

246

σῶμα, τὸ ἔμψυχον τοῦ Ἰὼβ σκάφος, μὴ συνειδὼς ὅτι ἔσω

247

λιμένος παρώρμισται τῇ τῆς πίστεως ἀγκύρᾳ πανταχόθεν

248

ἠσφαλισμένος. Καὶ ὅτι ποικίλους πειρασμοὺς καὶ χειμῶνας

249

ἐξήγειρεν ὁ διάβολος κατὰ τοῦ Ἰώβ, ἤκουες ἀρτίως τοῦ

250

συγγραφέως λέγοντος· Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος

251

ἄγγελος λέγων τῷ Ἰώβ· «Τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ

252

αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ

253

αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας

254

ἀπέκτειναν ἐν στόματι μαχαίρας· καὶ ἐσώθην ἐγὼ μόνος

255

καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.» Ἔτι τούτου λαλοῦντος·

256

συνεχεῖς τοὺς ἀγγέλους πληθύνει δοκῶν τὸν στρατιώτην

257

ἐκλύειν. Μὴ ἄγγελον νομίσῃς, ἀλλ' αὐτὸν τὸν διάβολον νόει·

258

αὐτὸς γὰρ ὁ διάβολος, ὡς πανοῦργος καὶ σοφὸς εἰς τὸ

259

κακοποιῆσαι, αὐτὸς ἑαυτὸν μετασχηματίζων εἰς τοὺς οἰκέτας

260

τοῦ Ἰώβ, ποτὲ μὲν ὡς ποιμένος, ποτὲ δὲ ὡς βουκόλου,

261

ποτὲ δὲ ὡς τοῦ βόσκοντος τὰς καμήλους, οὕτω συχνῶς

262

αὐτὸς δι' ἑαυτοῦ βαδίζων τὰς προσόδους αὐτῷ τῶν πει-

263

ρασμῶν προσέφερεν.

264

Ἀλλ' ὁ μὲν διάβολος ἐν τούτοις, ὁ δὲ Ἰὼβ ὡς πέτρα τις

265

τοῖς βιαίοις κύμασι προσανέχουσα ἀκύμαντος καὶ ἀσάλευ-

266

τος ἔστη. Διὸ τὴν μὲν τῶν βοῶν καὶ πάσης τῆς λοιπῆς

267

ὑπάρξεως ἀπώλειαν γενναίως ὁ Ἰὼβ ἤνεγκεν. Μόνον δὲ

268

ἤκουσε τοῦ τετάρτου ἀγγέλου τὸν ὁμοιόσχημον τῶν τέκνων

269

θάνατον φέροντος, εὐθέως ὁ Ἰὼβ ἐκάμφθη μικρὸν πατρι-

270

κοῖς σπλάγχνοις λυγισθείς, ἵνα γνωσθῇ ὅτι ἄνθρωπος ἦν.

271

Διὸ καὶ μόνον ἤκουσε τοῦ τετάρτου ἀγγέλου λέγοντος

272

πρὸς αὐτόν· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου

273

ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀδελφῷ

274

αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ

275

τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας

276

καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν,

277

ταῦτα ἀκούσας ὁ Ἰὼβ εὐθέως ἐπέσχε καὶ κατέσχε τὸν

278

ἄγγελον, περιεβλέπετο τὰς ὄψεις, ἵνα γνωρίσῃ τίς ἐστιν ὁ

279

μηνύων καὶ τίς ὁ τοιαύτην ἀγγελίαν προσενέγκαι τολμήσας.

280

Ὁ δὲ διάβολος κατεχόμενος τὰς ὄψεις ἀπέστρεφεν, δραπε-

281

τεύειν ἠβούλετο, ὑπὸ δικαίου κρατεῖσθαι τὸ σύνολον οὐκ ἠ-

282

νείχετο.

283

Διὸ καὶ ὁ Ἰώβ, ὡς εἶδεν αὐτὸν θορυβούμενον καὶ ὧδε

284

κἀκεῖσε περιστρεφόμενον καὶ τὸ πρόσωπον δεῖξαι μὴ βου-

285

λόμενον, μὴ εἰδὼς ἔτι τίς ἐστιν, τραχυνόμενος ἐπηρώτα

286

τοῦτον· «Λέγε μοι σύ, ἡ τῶν κακῶν προσθήκη, πνεῦμα

287

μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. Μὴ σὺ εἶ τὸ πνεῦμα; Μὴ σὺ εἶ

288

ὁ τῆς ἐρήμου πολίτης; Πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου,

289

ἀνθρώπινον τὸ σχῆμα καὶ τὸ πρόσωπον ἀπρόσωπον.

290

Πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν

291

τεσσάρων γωνιῶν τῆς οἰκίας. Λέγε μοι, ἔνδον ἦς τῆς

292

οἰκίας ἢ ἔξω; Εἰ ἔνδον ἦς, πῶς διεσώθης; Εἰ ἔξω διῆγες,

293

πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι,

294

ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες

295

χρύσεοι στύλοι; Ἀπεσβέσθησαν τῶν θυγατέρων μου αἱ

296

παρθενικαὶ ἰσοφαεῖς τρεῖς λαμπάδες; Κατεστράφη τῶν λο-

297

γικῶν νεοττῶν ἡ δεκάστρουθος νοσσιά; Γέγονεν ὁ οἶκος

298

τάφος, ἡ τράπεζα τύμβος, ὁ κρατὴρ ἐκπιαστήρ; Μεγάλης

299

μοι συμφορᾶς γέγονας μηνυτής. Ἀλλ' ὅμως σφόδρα χαίρω,

300

ὅτι οὐκ ἀπεζεύχθησαν οἱ ἑπτὰ πῶλοι οὐδὲ τῶν ἑπτὰ

301

πώλων αἱ τρεῖς δαμάλεις· ὡς ἔζησαν, καὶ ἀπέθανον, οὔτε

302

ἐν τῇ ζωῇ αὐτῶν ἐχωρίσθησαν, οὔτε ἐν τῷ θανάτῳ διεμε-

303

ρίσθησαν. Μεγάλα μοι κακὰ συμβέβηκεν. Πᾶσαν τὴν ὕπαρ-

304

ξιν ζημιωθεὶς μικρὸν ἐλυπούμην τῶν τέκνων περιόντων,

305

ὡς μὴ ἔχων τινὰ κληρονομίαν αὐτοῖς καταλεῖψαι· ὡς δὲ καὶ

306

τὰ τέκνα τῷ δοτῆρι δῶρον προσήνεγκα, οὐκέτι στυγνάζω

307

ἔργῳ τὴν τοῦ Ἀβραὰμ θυσίαν πληρώσας.»

308

Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1t

{Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως

2t

λόγος εἰς τὸν Ἰώβ}

1

Εὔκαιρον ἐν τῷ παρόντι τὸν ἀήττητον τοῦ θεοῦ στρα-

τιώτην Ἰὼβ λέγειν τὰ τοῦ προφήτου Δαυΐδ. Εἶπα· Φυλάξωτὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου·ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸνἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ

8

ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.

Ὄντως ὁ Ἰὼβ εἴπέρ τις ἐφύλαξεν ἀπὸ βλασφημίας τὸστόμα αὐτοῦ, ἐχαλίνωσεν ἀπὸ λοιδορίας τὴν γλῶσσαναὐτοῦ, ἐχαράκωσε θεοφοβίᾳ τὰ χείλη. Ἐταπεινώθη, ἀλλ' οὐκ ἠ-πορήθη· ἐκωφώθη, ἵνα μὴ τοῦ δράκοντος ἀκούσῃ· ἐσίγησενἐξ ἀγαθῶν, ἀλλ' οὐκ ἀπέστη τῶν ἀγαθῶν· ἀνεκαινίσθηαὐτοῦ τὸ ἄλγημα, ἀλλ' οὐ διεφθάρη αὐτοῦ τὸ κατόρθωμα.Τὸν ἐξ ἐναντίας αὐτοῦ συνεστῶτα διάβολον ἐματαίωσεν,κενὸν αὐτὸν τῆς ἐλπίδος ἀπέδειξεν.Ὃ ἤθελεν, ἔπραξεν ὁ διάβολος·ὃ προσεδόκησεν, οὐκ ἤκουσεν.Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσεν, ἀλλὰ τὸν στρατιώτην οὐκ ἐλύγισεν·τὸ σκάφος διέλυσεν,

21

ἀλλὰ τὸν ἐπιβάτην οὐκ ἐβύθισεν·

τοὺς δέκα κλάδους τῶν τέκνων ἀπέτεμεν, ἀλλὰ τὴν ῥίζαν τῆς ὑπομονῆς οὐκ ἐσάλευσεν·τοιχορυγίας τῷ σώματι προσήνεγκεν, ἀλλὰ τὴν ἡγεμονεύουσαν ψυχὴν οὐκ ᾐχμαλώτισεν·τοὺς φίλους ἐχθροὺς παρεσκεύασεν, ἀλλὰ τὸν φίλον τοῦ θεοῦ τῆς πρὸς αὐτὸν φιλίας οὐκ ἠλ- λοτρίωσεν. Διὸ καὶ ὁ σοφώτατος Ἰὼβ ὡς εἶδε τοὺς τρεῖς φίλους,καθὼς ἀρτίως ἤκουες, ἐπὶ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκταςσυγκαθεσθέντας, τὴν μὲν συμπάθειαν ἐθαύμασεν, τὴν δὲσυμβουλίαν οὐκ ἐγνώρισεν. Διὰ τί; Ὅτι ὠνείδισαν οἱ φίλοιδικαίως αὐτὸν πάσχειν ἀποφηνάμενοι· ἁμαρτιῶν ἀντίδοσινγενέσθαι διεσάφησαν. Διὸ καὶ ὁ Ἰὼβ ὡς εἶδεν αὐτοὺς ἐντούτοις, μετὰ πολλὰς ἀντιρρήσεις ἀπεκρίθη πρὸς αὐτοὺςλέγων, καθὼς ἡ γραφὴ τοῦ Ἰὼβ περιέχει· «Ἀτὰρ δὴ καὶὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ἰατροὶ κακῶν πάντες. Ἔδειτὸν φίλον παραμυθήσασθαι· μὴ γὰρ τραυματίζειν; παρακα-λεῖν· μὴ γὰρ λοιδορεῖν; Πειρασμοὶ πειρασμῶν μοι γίνεσθε·οὐχ ὁρᾶτε πῶς χαλεπὰ τῶν ἰχώρων τὰ ῥεύματα;Οὐ νοεῖτε πῶς πικρὰ τῶν ὀστράκων τὰ ξέσματα;Οὐκ αἴσθεσθε πῶς σκληρὰ τῆς κοπρίας τὰ ὑποστρώματα;Οὐκ ἠκούσατε πῶς ψυχοφθόρα τῆς γυναικὸς τὰ συμβου- λεύματα;Ὃ ἔδει ὑμᾶς κουφίζειν ἐπιφορτοῦτε, τῷ διαβόλῳ πειθαρ-χεῖτε.Τί ἐπιξέετέ μου τὰ τραύματα;Τί τῇ γλώσσῃ με τοξεύετε;Τί τῷ στόματι πολεμεῖτε;Οὐκ ἠρκέσθη ὁ ἡττηθείς, ἔτι πυκτεύει ὁ κάτω κείμενος καὶἐπὶ κοπρίας ἠκολούθησεν. Πᾶσαν μου τὴν ὕπαρξιν ἀπέτε-μεν, τὴν δεκάδα τῶν τέκνων, τὴν γυναῖκά μοι μόνηνἐφύλαξεν, καὶ αὐτὴν οὐχ ὡς παρηγορίαν ἀλλ' ὡς ἐπιβουλήν.Ὡς δὲ καὶ δι' αὐτῆς ἐματαιώθη, δι' ὑμῶν με πάλιν ὑποσύρεινἐπείγεται.Ἀπόστητε τοίνυν, ὦ φίλοι, ἔγνων τοῦ πανούργου τὰἐπιχειρήματα· πρῶτον καὶ ὑμᾶς συμπαθεῖς ἀνέδειξε καὶ ἐπὶκοπρίας καθέζεσθαι παρεσκεύασε καὶ ἐπὶ ἑπτὰ ἡμέραςἀσίτους καὶ ἀλάλους ἀνέδειξεν, ὅπως ἐγὼ θαρρήσας τῇσυμπαθείᾳ θᾶττον δέξωμαι τὴν ἐπιβουλήν.Ἀπόστητε, φίλοι, οἶδα πότε καὶ τὰ τῶν φίλων ὑμᾶς λαλεῖνπαρασκευάζει, οἶδα πότε καὶ τὰ τῶν ἐχθρῶν ὑποσπείρει·πρῶτον τὸ συμπαθὲς καὶ τότε τὸ δόλιον.Ἀπόστητε τοίνυν, ὧ φίλοι, οὐ μή με πείσητε βλασφημῆσαι·οἶδα προλέγειν τὰ τοῦ Δαυΐδ· Τὸ στόμα μου λαλήσεισοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.»

70

Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Τί οὖν; Ὁ Ἰὼβ οὐχ ἥ-

μαρτεν οὔτε ἐβλασφήμησεν οὔτε ἐλάλησεν ἐναντίον; Πᾶσαν

71

τὴν κτίσιν κατηράσατο καὶ μετ' ὀδύνης ἐβόησεν· Ἀπόλοιτο

ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν.Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆςμητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένειαν,τὴν κοινὴν γαλακτοτροφίαν ἐνύβρισεν. Οὐ ταῦτα καὶ τὰπαραπλήσια τούτων μετῆλθεν;»Πῶς οὖν οὐχ ἥμαρτεν Ἰώβ; Ἐπειδὴ κέκραγεν ἡ γραφή·Οὔτε ἐν τοῖς χείλεσιν αὐτοῦ ἥμαρτεν Ἰώβ. Ἄκουε συ-νετῶς. Ἐν παντὶ πράγματι τὸν σκοπὸν ζήτει τοῦ πράγμα-

80

τος καὶ οὐδαμῶς τῆς ἀληθείας οὐ μὴ διαπέσῃς. Ἄκουε

συνετῶς. Ὡς μὲν πρὸς τὰς λέξεις ἔπταισεν ὁ Ἰώβ—ὡςπρὸς τὰς λέξεις, οὐχ ὡς πρὸς τὰς ἐννοίας τὴν κτίσιν τοῦθεοῦ ἐλοιδόρησεν—ὡς δὲ πρὸς τὴν πρότασιν τοῦ δια-βόλου, οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰὼβ κατὰ τὴν θείαν γραφήν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· «Οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰώβ;»Ἄκουε συνετῶς. Ὁ διάβολος προσελθὼν τῷ κυρίῳ κατὰδιάνοιαν οὐ κατ' ἔμφασιν—τοῦτο γὰρ καὶ χθὲς ἐλέγετο, ὅτικατὰ διάνοιαν ὁ διάβολος ἀπεκρίνατο τῷ κυρίῳ, οὐχὶ δὲἐπ' ὄψεσιν. Τὴν γὰρ γραφὴν τοῦ Ἰὼβ ὁ ἱστοριογράφοςΜωϋσῆς ἀνεγράψατο. Οὗτος δὲ οὐκ ἦν ἐν τοῖς χρόνοις τοῦἸώβ, ἀλλὰ σφόδρα μετὰ τὸν Ἰώβ· πέμπτος ἦν μετὰ τὸνἈβραὰμ ὁ Ἰώβ. Ὁ δὲ Μωϋσῆς μετὰ πολλὰς γενεάς, με-τὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἀλλ' ὅμως ἀνεγράψατο τὰ κατὰτὸν Ἰώβ, οὐκ οἰκείῳ βουλήματι ἀλλ' ὑπαγορεύσει τοῦ ἁγίουπνεύματος. Τὸ ἅγιον τοίνυν πνεῦμα, ὡς πάντα ἐπιστάμενοντὰ κατὰ τὸν σκοπὸν καὶ τὴν διάνοιαν τοῦ διαβόλου,ὑπηγόρευσε τῷ Μωϋσῇ ὡς ἱστορίαν πάντα ταῦτα ἐκθέσθαι.Ἐπίστατο γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὴν τοῦ διαβόλου καὶτὴν πρὸς τὴν τούτου ἰδίαν τοῦ θεοῦ ἀντίρρησιν. Οἶδε γὰρτὸ ἅγιον πνεῦμα καὶ τὰ τοῦ θεοῦ κατὰ τὸν μακάριονΠαῦλον τὸν λέγοντα· Οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸπνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ, καὶ πάλιν· Τὸ γὰρ πνεῦμαἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. Τὴν διάνοιαν τοίνυν τοῦδιαβόλου τὸ ἅγιον πνεῦμα θεωρῆσαν ἱστορίαν ὑπηγόρευ-σεν, ὅπως ἡμεῖς οἱ ἀκούοντες σαφέστερον ἐπιβάλωμεν τοῖςλεγομένοις. Εἴ τι οὖν ἀκούεις τοῦ διαβόλου λέγοντος, κατὰδιάνοιαν ἄκουε· εἴ τι δὲ τοῦ θεοῦ, κατὰ ἀπόφασιν· τοῦτογὰρ ἐξέδωκε τὸ ἅγιον πνεῦμα.