In mesopentecosten
- Edition reference
- In mesopentecosten (homilia 10), ed. Datema and Allen, op. cit., 313–337.
- CTS identifier
urn:cts:greekLit:tlg2914.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
58
στός, ὁ ὡς ἀγράμματος παρ' αὐτῶν σήμερον ὀνειδιζόμενος,
59
καὶ τὸν Πέτρον ἐκ τῆς φυλακῆς παραδόξως ἠλευθέρωσεν,
60
ἵνα γνῶσιν οἱ παρδάλεοι θῆρες ὅτι ματαιοπονοῦντες κενοὶ
61
τῆς ἐλπίδος εὑρέθησαν.
62
Οὔτε γὰρ τὸν δεσπότην Χριστὸν τάφῳ κατακλείσαντες,
63
καὶ τὴν στρατιωτικὴν κουστωδίαν παρακαθίσαντες,
64
καὶ λίθον μέγαν τῷ μνημείῳ ἐπικυλίσαντες,
65
καὶ σφραγῖδα ἔντεχνον κολάψαντες,
66
ἠδυνήθησαν αὐτὸν κρατῆσαι, εἰ μὴ ὅσον αὐτὸς βουληθεὶς
67
συνεχώρησεν αὐτοῖς·
68
οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν-
69
τες,
70
καὶ πανταχόθεν συνδήσαντες,
71
καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες,
72
ὡς βάρβαρον τὸν ἁλιέα φρίττοντες,
73
ἠδυνήθησαν ἐγκρατεῖς γενέσθαι τοῦ σπουδαζομένου, ἀεὶ
74
αἰσχύνην ἀντὶ δόξης κληρονομήσαντες, οὓς καὶ ὀνειδίζων ὁ
75
προφήτης Ἡσαΐας ἔλεγεν· Κύριε, ἰσχυρός σου ὁ βραχίων,
76
καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Ὄντως γὰρ
77
αἰσχύνης ἀνάμεστον, τὸ Ἡρῴδην τὸν βασιλέα, δεσμά τε καὶ
78
κλεῖθρα καὶ φύλακας, ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ
79
φαρισαίους καὶ ὅλον τὸ τῶν Ἰουδαίων συνάθροισμα, ἕνα
80
μαθητὴν τοῦ κυρίου μὴ δυνηθῆναι φυλάξαι, ἰδιώτην, ἄπο-
81
ρον, ἰχθύων συνόμιλον.
82
Τί ἐροῦσι πρὸς ταῦτα Ἰουδαίων παῖδες, οἱ καὶ ἀρτίως
83
ἀπηρυθριασμένῳ προσώπῳ καὶ στόματι τολμήσαντες εἰπεῖν
84
πρὸς τὸν κύριον· «Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀπο-
85
κτεῖναι;» Δαιμόνιον ἔχειν λέγετε, ὦ Ἰουδαῖοι, ὃν οὔτε ἰδεῖν
86
ὑπομένει ὁ πατὴρ ὑμῶν ὁ διάβολος; Ὑπὸ τίνος ἀοράτως
87
μαστιζόμενος ὁ λεγεὼν καὶ φέρειν μηκέτι δυνάμενος ἀνα-
88
φανδὸν ἐβόησε τὴν ἀλήθειαν λέγων· Τί ἡμῖν καὶ σοί,
89
Ἰησοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οἶδά σε τίς εἶ,
90
ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δαίμων πυρακτούμενος ἀπολογεῖται,
91
καὶ ὑμεῖς εὐεργετούμενοι δαιμονιῶντα τὸν κύριον Ἰησοῦν
92
Χριστὸν προσφωνεῖτε; Τίνι εἶπεν ὁ λεγεὼν τῶν δαιμόνων·
93
«Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν εἰς τὴν ἀγέλην τῶν
94
χοίρων εἰσελθεῖν», Σολομῶντι τῷ τὰ Ἱεροσόλυμα κτίσαντι
95
ἢ τῷ δεσπότῃ Χριστῷ τῷ τὰ σύμπαντα ἐν τῇ χειρὶ
96
βαστάζοντι;
97
Ἀλλ' ἐροῦσιν εὐθέως οἱ φιλοδαίμονες Ἰουδαῖοι· «Τί οὖν;
98
Σολομὼν οὐκ ἐδεσπότευσε τῶν δαιμόνων;
99
Οὐχὶ πάντας ὑφ' ἓν ὡς ἕνα συνέκλεισεν;
100
Οὐχὶ ἰουδαΐζουσι χαρακτῆρσι τούτους ἐπέδησεν;
101
Οὐχὶ ἄχρι τῆς σήμερον τοῦτον δεδοίκασιν;»
102
Ἀλλ' ὦ Ἰουδαῖοι πεταλοράπται, μαγγανοδαίμονες, μάτην
103
ταῦτα προβάλλεσθε· μόνος γὰρ ὁ δεσπότης Χριστὸς κρα-
104
ταιῶς τὸν ἰσχυρὸν ἔδησε καὶ τὰ σκεύη αὐτοῦ διήρπασεν.
105
Σολομὼν γὰρ οὐ μόνον οὐκ ἐδεσπότευσε τῶν δαιμόνων
106
βασιλικῶς, ἀλλὰ καὶ ὑπ' αὐτῶν ἐδεσποτεύθη πρὸς τῷ τέλει
107
διαφθαρείς. Ἀγαπήσας γὰρ τὸν τῆς πολυγαμίας ἔρωτα τῇ
108
τοῦ διαβόλου μαστροπότητι δελεασθείς, καὶ εἰς ἀγέλην
109
γυναικῶν ἀλλοφύλων ὡς ἵππος θηλυμανὴς ἐπιχρεμετίσας,
110
ἐρρύπωσε τὸν τῆς θεογνωσίας θάλαμον. Καταλιπὼν γὰρ
111
τὸν θεὸν τῶν πατέρων αὐτοῦ, ᾦ καὶ τὸν ναὸν ἐδείματο,
112
εἰδώλοις σπήλαια κατεσκεύαζεν. Πῶς οὖν δαιμόνων δε-
113
σπότης ὁ τῶν δαιμόνων δοῦλος;
114
Ὢ τῆς Ἰουδαϊκῆς κακίας,
115
ὢ τῆς τοῦ δεσπότου Χριστοῦ μακροθυμίας.
116
Ὀνειδιζόμενος παρακαλεῖ,
117
λοιδορούμενος προσίεται,
118
ῥαπιζόμενος ἐλευθεροῖ,
119
σταυρούμενος ὑπὲρ τῶν σταυρούντων προσεύχεται,
120
τὸν ἐκ γεννητῆς τυφλὸν ὀμματοῖ,
121
καὶ ὡς ἁμαρτωλὸς διαβάλλεται. Ἦ γὰρ οὐκ ἴστε ἄσυλον
122
τὴν μνήμην φέροντες, ὅτιπερ Ἰουδαίων παῖδες οἱ ψυχικῶς
123
τυφλώττοντες πρὸς τὸν σωματικῶς ἀναβλέψαντα ἐβόων
124
λέγοντες τῇ προτεραίᾳ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν
125
ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν;
126
Ὢ Ἰουδαϊκῶν ἀθυρώτων χειλέων. Ἁμαρτωλὸς ὁ Χριστός;
127
Καὶ πῶς ἁμαρτωλὸς ὁ ἁμαρτίας ἀφαιρούμενος;
128
Πότε δοῦλος δοῦλον ἐλευθεροῖ;
129
Πότε ὑπεύθυνος ὑπεύθυνον λυτροῦται;
130
Πότε χρεώστης χρεώστου τὸ χειρόγραφον διαρρήσσει;
131
Ἐλεύθερος δοῦλον ἐλευθεροῖ·
132
μὴ γὰρ δοῦλος δοῦλον;
133
Ἀνεύθυνος κατάδικον λυτροῦται·
134
μὴ γὰρ κατάδικος κατάδικον;
135
Εὔπορος χρεωφειλέτου τὸ χειρόγραφον διαρρήσσει·
136
μὴ γὰρ δέσμιος δέσμιον λύει;
137
Τί δὲ καὶ ἐθεάσασθε τοῦ δεσπότου Χριστοῦ ἁμαρτωλο-
138
ποιὸν δεῖγμα; Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν; Τοῦτο
139
θεότητος κέλευσμα, οὐχὶ δὲ ἁμαρτίας ἔρευγμα. Ἀλλὰ τὴν
140
ἐκ νεκρῶν τοῦ Λαζάρου κλῆσιν; Καὶ τοῦτο ὡς ζωοποιὸς
141
ηὐθέντησεν, οὐχὶ δὲ ὡς ἁμαρτωλὸς ἐβαττολόγησεν. Ἡμῶν
142
δὲ σιωπησάντων, ὦ Ἰουδαῖοι, λάβετε τῆς πλάνης ὑμῶν
143
ὁδηγὸν αὐτὸν τὸν τυφλόν. Μὴ αἰσχυνθῆτε ὑπὸ τοῦ τυφλοῦ
144
ὁδηγηθῆναι· οὐ γὰρ εἰς βόθυνον ὑμᾶς ῥίπτει, ἀλλ' ἐπὶ
145
πέτραν ἵστησιν· ἔχει γὰρ λάμπουσαν, ἄσβεστον τὴν λαμ-
146
πάδα τῆς πίστεως.
147
Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη
148
φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ
149
γεννητῆς τυφλοῦ.
150
Ὢ τῶν παραδόξων πραγμάτων. Ὁ ἀγράμματος τῶν νο-
151
μικῶν διδάσκαλος γίνεται λέγων πρὸς αὐτοὺς πεπαρρησι-
152
ασμένῃ γλώσσῃ· «Μάτην τῷ νόμῳ ἐπαναπαύεσθε. Οὐ λέγε-
153
τε τὸν Ἀβραὰμ δίκαιον καὶ Μωσέα καὶ Ἡλίαν καὶ Ἐλισ-
154
σαῖον καὶ πάντας τοὺς προφήτας δικαίους, τὸν δὲ Χριστὸν
155
ἁμαρτωλόν; Τίς τῶν παρ' ὑμῖν δικαίων ἐκ γεννητῆς τυφλὸν
156
ὠμμάτωσεν; Εἰ δὲ ἐκείνων οὐδεὶς ἴσχυσε τοῦτο ποιῆσαι, ὁ
157
δὲ ἁμαρτωλὸς φημιζόμενος πάντας ἐκείνους ὑπερηκόντισεν,
158
φθόνῳ τὸ ἐπ' ἐμοὶ θαῦμα καλύψαι βούλεσθε;»
159
Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν τυφλόν· «Ἐν ἁμαρτίαις σὺ ἐ-
160
γεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τοὺς προφήτας
161
ὑβρίζεις, ὑποβολιμαῖε τυφλέ;
162
Ἡλίας ὁ προφήτης νεκρὸν οὐκ ἀνέστησεν;
163
Ἐλισσαῖος ὁμοίως τὰ ὅμοια αὐτοῦ οὐ διεπράξατο;
164
Μωσῆς, ὁ μέγιστος προφήτης, τὴν πλωτὴν θάλασσαν ἤπει-
165
ρον οὐκ ἐποίησεν;
166
Οὐρανόθεν οὐκ ἐθήλασε μάννα;
167
Πέτρας ἀγόνου λαγόνας οὐκ ἤνοιξεν;
168
Τὴν θάλασσαν ἐμέσαι ὀρτυγομήτραν οὐ παρεσκεύασεν;
169
Παῦσαι τοίνυν, τυφλέ, παῦσαι· οὐ μείζω ταῦτα τῆς σῆς
170
πεφαντασμένης ἀναβλέψεως;»
171
Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· «Ἀντιλέγεται ὑμῶν ἡ
172
καταρρητόρευσις· μάτην αὐχεῖτε. Οὐκ ἔχετε πρὸς ἀπαίδευ-
173
τον· ὅπερ ἡ ὄψις ἐζημίωσεν, ἡ ἀκοὴ ἀνεπλήρωσεν. Μωσῆς
174
καὶ Ἡλίας καὶ Ἐλισσαῖος, ἐφ' οἷς ἀναπαύεσθε καὶ ἐνα-
175
βρύνεσθε ὅτι ἐθαυματούργησαν, οἶδα κἀγώ, ἀλλ' ὅμως προ-
176
σευξάμενοι, ἱκετεύσαντες, δακρύσαντες, στενάξαντες, χρόνῳ
177
δεηθέντες, ἔλαβον τοῦ δώρου τὸ χάρισμα· ὁ δὲ παρὼν
178
Ἰησοῦς, ὁ παρ' ὑμῶν μὲν ἁμαρτωλὸς νομιζόμενος, παρ' ἐμοὶ
179
δὲ θεὸς γνωριζόμενος, σύνδρομον ἔχων τῇ θελήσει τὴν
180
δύναμιν βουλήσει μόνον τὸ λεῖπον ἀνεπλήρωσεν.»
181
Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν τυφλόν; Πολλὴ γὰρ ἡ
182
γενομένη κατ' ἐκεῖνο καιροῦ ἀντίρρησις, ἣν οὐκ ἔχω δυ-
183
νάμεως ἐν τῷ παρόντι παραθέσθαι διὰ τὴν τοῦ καιροῦ
184
στενοχωρίαν καὶ τὴν τῶν προκειμένων ἐπιθυμίαν. Διὸ
185
χρεώστην ὑμῖν ἐν τῷ παρόντι ἑαυτὸν καθυπογράψας ἐπὶ τὸ
186
προκείμενον βαδιοῦμαι.
187
[Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν ποτὲ τυφλόν; «Εἰ θεὸν
188
ὀνομάζεις τὸν ὀμματώσαντά σε, πῶς πηλὸν μόνον ἐπέχρισέ
189
σου τοὺς ὀφθαλμοὺς καὶ ἀπέστειλέ σε εἰς τὸν Σιλωὰμ
190
νίψασθαι; Ὁ Σιλωάμ σε οὖν ἐθεράπευσεν, μὴ ὁ ἀποστείλας
191
σε ἐκεῖ ὃν λέγεις θεόν.»
192
Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· «Οὐχ ὁ Σιλωάμ, ἀλλ' ὁ
193
ἀποστείλας με ἐθεράπευσεν· ὁ γὰρ Σιλωὰμ ὁ <ἀπεσταλμέ-
194
νος> ἑρμηνεύεται. Εἰ δὲ διὰ τὸ ἀποσταλῆναί με ἐν τῷ
195
Σιλωὰμ κἀκεῖ νίψασθαι, τῷ Σιλωὰμ οὐχὶ δὲ τῷ ἀποστεί-
196
λαντι ἐπιγράφετε τὸ θαῦμα, ἐξ ἀνάγκης καὶ τὸ ὑπὸ Ἐλισ-
197
σαίου γενόμενον θαῦμα, ὅτε τὸν Νεεμὰν τὸν Σύρον ἐν τῷ
198
Ἰορδάνῃ ποταμῷ ἀπέστειλεν εἰπών· Λοῦσαι καὶ καθαρί-
199
σθητι, τῷ Ἰορδάνῃ ποταμῷ ἐπιγράψατε καὶ μὴ Ἐλισσαίῳ
200
τῷ τοῦτο κελεύσαντι. Εἰ δὲ βούλεσθέ φησιν, ὦ Ἰουδαῖοι,
201
ἀκριβέστερον μαθεῖν, οὐ δι' οἰκείαν ἀτονίαν ἀλλὰ διὰ τὴν
202
ὑμετέραν πληροφορίαν ἀπέστειλέ με ὁ δεσπότης Χριστὸς
203
εἰς τὸν Σιλωάμ. Ὥσπερ γὰρ τὸν παράλυτον συσφίγξας
204
ἐκέλευσεν αὐτὸν τὴν κλίνην ἐπ' ὤμοις βαστάζειν, ἵνα τῆς
205
κλίνης θεωρουμένης μὴ δυνηθῇ κλαπῆναι τὸ θαῦμα, οὕτως
206
καὶ ἐνταῦθα πηλὸν τοὺς ὀφθαλμοὺς ἐπιχρίσας ἐκέλευσέ με
207
τρέχειν εἰς τὸν Σιλωάμ, ἵνα πλειόνων μαρτύρων καταδρα-
208
μόντων μὴ δυνηθῆτε ὑμεῖς συκοφαντῆσαι τὴν ἀλήθειαν.»
209
Εὔκαιρον οὖν λοιπὸν ἐπὶ τὸ προκείμενον χωρῆσαι.]
210
Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος·
211
Μεσούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ
212
ἐδίδασκεν, καὶ ἐθαύμαζον πάντες οἱ Ἰουδαῖοι λέγοντες·
213
Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς;
214
Ὦ θαῦμα Ἰουδαϊκόν, καταγνώσεως πεπληρωμένον.
215
Πῶς οἶδε γράμματα μὴ μεμαθηκώς φησι γράμματα; Τού-
216
των δέεται ὁ τῶν γραμμάτων ποιητής; Πρὸς διδάσκαλον
217
ἔδει φοιτᾶν τὸν τῆς γλώττης τορνευτήν; Παιδείας δεῖται ὁ
218
σοφίαν ἀποστάζων; Δέλτων χρῄζει ὁ πτύχας οὐρανῶν
219
ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ
220
ὑπογράψαντα;
221
Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ μείζονα
222
καταλιπόντες ἐπὶ τὰ ἐλάχιστα παραγίνεσθε· εἰ βούλεσθε
223
ἐρευνᾶν τὰ ἀνεξερεύνητα, εἴπατε πρῶτον πῶς τὸν ἐκ
224
γεννητῆς τυφλὸν ὠμμάτωσεν.
225
Μὴ γὰρ ἀκόνην ἐγύμνωσεν,
226
ἢ κολλύριον ἔλυσεν,
227
ἢ μήλην ἐπέδειξεν,
228
ἢ σπογγίον ἔβρεξεν,
229
ἢ τὴν κεφαλὴν τοῦ πηροῦ ἐξύρησεν,
230
ἵνα τὸ ῥεῦμα προσαναχαιτίσῃ;
231
Μὴ λεπτῇ διαίτῃ τοῦτον ἐρρύθμισεν;
232
Μὴ ἀντίδοτον αὐτῷ δέδωκεν, ἵνα τὴν χολὴν προκαθάρῃ;
233
Μὴ τραχώματος ξέσιν εἰργάσατο;
234
Μὴ νεφελοχυσίαν παρεκέντησεν;
235
Οὐχὶ ξένῃ καὶ ἐπιβλαβεῖ καὶ ἐναντίᾳ περιόδῳ ὅσον τὸ
236
ἐπ' ἀνθρώποις τοῦτον ὠμμάτωσεν· πηλὸν γὰρ μόνον τοὺς
237
ὀφθαλμοὺς ἔχρισεν. Πηλὸς δὲ καὶ τοὺς βλέποντας τυφλοῖ,
238
οὐχὶ δὲ τοὺς μὴ βλέποντας ὀμματοῖ.
239
Ὥσπερ τοίνυν, ὦ Ἰουδαῖοι, τὸν ἐκ γεννητῆς τυφλὸν ἄνευ
240
τέχνης ἰατρικῆς θεραπεύσας τῆς θεϊκῆς δυνάμεως αὐτοῦ
241
ἐνεφάνισε τὸ αὐτεξούσιον, οὕτως καὶ ἐνταῦθα ἄνευ μυθολο-
242
γίας ῥητορικῆς καὶ πλεκτάνης σοφιστικῆς καὶ ματαιοπονίας
243
ποιητικῆς καὶ περιεργίας γραμματικῆς καὶ βαττολογίας
244
ἀστρονομικῆς ἐδίδασκε τοὺς παρόντας, ἵνα καὶ ἐπὶ τοῦ
245
τυφλοῦ μάθωσιν οἱ παρόντες, ὅτι αὐτός ἐστιν ὁ χοῦν
246
λαβὼν ἀπὸ τῆς γῆς καὶ τὸν Ἀδὰμ πηλοπλαστήσας, καὶ ὧδε
247
μάθωσιν ἀριδήλως μετὰ τὴν τοσαύτην παίδευσιν, ὅτι αὐτός
248
ἐστιν ὁ εἰρηκὼς διὰ τοῦ προφήτου· «Ἄνοιξον τὸ στόμα
249
σου καὶ πληρώσω αὐτό.»
250
Τί οὖν ὁ κύριος; Ἀποκριθεὶς πρὸς τοὺς Ἰουδαίους ἔφη,
251
καθὼς ἀρτίως ἤκουες· Τί με ζητεῖτε ἀποκτεῖναι; Οὐ
252
Μωσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ
253
τὸν νόμον.
254
Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν κύριον· «Οὐ ποιοῦμεν τὸν νόμον;
255
Οὐ διὰ τοῦτο βουλόμεθά σε ἀποκτεῖναι, ὅτι λύεις τὸ
256
σάββατον παραλύτους σφίγγων καὶ τυφλοὺς ὀμματῶν; Καὶ
257
λέγεις οὐ ποιοῦμεν τὸν νόμον;»
258
Ὁ δὲ κύριος πρὸς αὐτούς· «Τοῦτο οὐκ ἔστι ποιῆσαι τὸν
259
νόμον, ἀλλὰ ὑβρίσαι τὸν νόμον. Εἰ γὰρ ἄνθρωπός φησιν ἐν
260
σαββάτῳ περιτέμνεται, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως,
261
ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ,
262
καὶ λογικοῦ τυφλὰς θυρίδας ἀνέῳξα; Τί ἀναγκαιότερον ἐν
263
σαββάτῳ, ὧ Ἰουδαῖοι,
264
σάρκας περιτέμνειν
265
ἢ παράλυτον σφίγγειν;
266
ἀκροβυστίαν ἀκρωτηριάσαι
267
ἢ ψυχὴν ἁμαρτιῶν ἀπαλλάξαι;
268
ξίφος ὀξῦναι
269
ἢ τυφλὸν ὀμματῶσαι;
270
δικαστήριον παράνομον συγκροτῆσαι
271
ἢ χάριν οἰκουμενικὴν πληθῦναι;
272
Εἰ ἄνθρωπον περιτέμνετε ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ
273
νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν
274
σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν
275
κρίνατε.»
276
Ὢ τῶν παραδόξων πραγμάτων. Θεὸς ἀνθρώποις λέγει
277
περὶ ἑαυτοῦ· Τὴν δικαίαν μοι κρίσιν κρίνατε. Τῆς ἑαυτοῦ
278
θαυματουργίας τοὺς ἐχθροὺς αὐτοῦ κριτὰς ἐπισπᾶται λέγων
279
πρὸς αὐτούς·
280
«Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ
281
ὡς ἐπὶ Σωσάννης τὸν ἀναίτιον καταδικάσητε· ἐγὼ γὰρ
282
κἀκεῖ τὸν Δανιὴλ ἐξήγειρα, ἵνα τοὺς μὲν αἰτίους κολάσῃ,
283
τὴν ἀνεύθυνον δὲ εὐλυτώσῃ.
284
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ
285
ὡς ἐπὶ τοῦ Ναβουθὲ παρανόμως με λιθοβολήσητε, ἵνα μὴ
286
μισθὸν τῆς παρανομίας ὡς ὁ Ἀχαὰβ αἱματολουσίαν πορ-
287
νικὴν ὑπομείνητε.
288
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἀεὶ
289
γὰρ παρεκρίνατε, καὶ νῦν δικαίως κρίνατε. Οὐχ ὑμᾶς
290
ὀνειδίζων ὁ προφήτης Μιχαίας ἔλεγεν· Ἀκούσατε δὴ ταῦτα,
291
οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ,
292
οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες;
293
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε·
294
ὀστᾶ γὰρ ἀνθρωπαρέσκων ἀπολοῦνται.
295
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
296
Τί τὰ χείλη πρὸς συκοφαντίαν κινεῖτε;
297
Τί τὴν γλῶσσαν πρὸς δηλατόρευσιν ὀξύνετε;
298
Τί τὸ στόμα κατὰ τοῦ ἀνευθύνου χαλκεύετε; Οὐκ εἶπον
299
ὑμῖν ὅτι καὶ περὶ ἀργοῦ λόγου δεῖ ὑμᾶς δίκην εἰσπρα-
300
χθῆναι;
301
Τί τὸν διάβολον τέρπετε καὶ ἑαυτοὺς κατακρίνετε;
302
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
303
Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία;
304
Τί ἐβόησε Δαυῒδ λέγων· Τὸ στόμα μου λαλήσει σοφίαν;
305
Μὴ γὰρ “Τὸ στόμα μου λαλήσει συκοφαντίαν”;
306
Καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
307
Μὴ γὰρ “διαβολήν”;
308
Τί τιμιώτερον ἀκούειν παρὰ τοῦ πνεύματος τοῦ ἁγίου,
309
Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ
310
ἢ “Ὧν τὸ στόμα ἐπλεόνασεν ἀδικίαν”;
311
Τί ἄμεινον ἀκούειν,
312
Στόμα δικαίου ἀποστάζει σοφίαν
313
ἢ Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει;
314
Τί ἐπωφελέστερον ἀκούειν,
315
Ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος
316
ἢ Στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν;
317
Τί τιμιώτερον ὑμᾶς λέγειν πρὸς τὸν κύριον,
318
Τὰ χείλη μου ἐπαινέσουσί σε
319
ἢ Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν;
320
Πείσθητε τοίνυν τῷ εἰρηκότι· Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ
321
καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι φθέγμα λάθριον
322
κενὸν οὐ παρελεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ
323
ψυχήν.
324
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε,
325
ἀναμέσον ἐμοῦ καὶ Μωϋσέως. Μωϋσῆς γὰρ διὰ περιτομὴν
326
τὸν νόμον ἀκυροῖ, νόμον νόμῳ λύων, ἵνα περιτμηθῇ τὸ
327
βρέφος· ἐγὼ δὲ καὶ τὸν νόμον πληρῶ καὶ τὴν χάριν τιμῶ,
328
οὔτε γὰρ ξίφος τεχνικὸν ὀξύνω οὔτε μισθὸν πραγματευτι-
329
κὸν ζητῶ.
330
Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί
331
με ζητεῖτε ἀποκτεῖναι; Μάτην ταράσσεσθε, οὐδέπω βούλο-
332
μαι παθεῖν· ὅτε θέλω πάσχω, οὐχ ὅτε ὑμεῖς τοὺς ἥλους
333
χαλκεύετε. Οἰκονομίαν μετέρχομαι· μὴ γὰρ ἀνάγκην ὑφί-
334
σταμαι; Ἑαυτὸν ἐταπείνωσα, οὐδείς με ἔκδοτον ἔλαβεν.
335
Ἤκουες δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὰ αὐτά μοι
336
συνηγοροῦντος· τί γὰρ προσέθηκε λέγων; Ἐζήτουν αὐτὸν
337
πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω
338
ἐληλύθει ἡ ὥρα αὐτοῦ.»
339
Τί βούλεται λέγειν οὐκ ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀντὶ τοῦ
340
οὐδέπω ἦν πληρώσας τὰ δοκοῦντα αὐτῷ. Μὴ γάρ τις
341
νομιζέτω ἀκούων τοῦ εὐαγγελιστοῦ βοῶντος· ὅτι οὔπω
342
ἐληλύθει ἡ ὥρα αὐτοῦ, ὅτι ἡ ὥρα αἰτία, καθὼς Ἑλλήνων
343
παῖδες ματαιολογοῦσιν, ὅτι ὥρισται ἑνὶ ἑκάστῳ τῶν ἀν-
344
θρώπων καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα
345
καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστιν ἀποθανεῖν
346
τινα, εἰ μὴ ἔλθῃ τῆς εἱμαρμένης ἡ ἀπόφασις. Ἄπαγε τῆς
347
ἀτοπίας. Γραώδης ἡ τοιαύτη διήγησις καὶ σφόδρα ληρώδης
348
καὶ τῆς ἀληθείας ἀντίδικος. Εἰ γὰρ ὥρισται ἑνὶ ἑκάστῳ ὁ
349
τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ
350
ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν,
351
διὰ τί ἀρρωστοῦντες ἰατρικὴν βοήθειαν ἐπισπώμεθα, ἵνα
352
θᾶττον τὸ λυποῦν ἐπικόψωμεν;
353
διὰ τί δὲ καὶ πλέοντες λιμένας ἐπιζητοῦμεν καὶ ἄστρον
354
παραφυλαττόμεθα;
355
διὰ τί δὲ καὶ ὁδοιποροῦντες τοὺς λῃστρικοὺς τόπους ἐκκλί-
356
νομεν;
357
διὰ τί δὲ καὶ πολεμεῖν πρὸς ἐχθροὺς παρασκευαζόμεθα καὶ
358
θυρεοὺς συμπλέκομεν καὶ βέλη ὀξύνομεν καὶ τειχομαχίας
359
ἐγείρομεν,
360
εἰ ὥρισται ἑκάστῳ καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν τινα;
361
Ἄλλως δέ, διὰ τί τὸν Κάϊν βδελυττόμεθα, εἰ ὥριστο τῷ
362
Ἄβελ τοιουτότροπος θάνατος;
363
Διὰ τί δὲ καὶ τοὺς φονεῖς φονεύομεν, εἰ κεχρεώστητο
364
ἐκείνους οὕτως ἀποθανεῖν;
365
Διὰ τί δὲ καὶ προσευχόμεθα πολυετίαν ἐτῶν δέξασθαι καὶ
366
μὴ ἐμπεσεῖν εἰς πειρασμόν; Οὐχ ὅτι ἀληθής ἐστιν ὁ
367
δεσπότης Χριστὸς ὁ εἰρηκὼς περὶ τοῦ πιστοῦ· Μακρότητα
368
ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου,
369
καὶ πάλιν· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ
370
ἐξελοῦμαί σε, καὶ δοξάσεις με;
371
Ἦ γὰρ οὐκ ἴσμεν σαφῶς ἐκ τῶν ἀρτίως ἡμῖν ὑπαναγνω-
372
σθέντων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι ὁ κορυφαῖος
373
τῶν ἀποστόλων Πέτρος ἐν θλίψει τὸν κύριον ἐπικαλεσάμε-
374
νος ἐν τῇ φυλακῇ τῆς παρ' αὐτοῦ βοηθείας τετύχηκεν;
375
Μόνον γὰρ ἐν θλίψει ἐβόησεν ὁ μακάριος Πέτρος, εὐθέως
376
ὁ κύριος ὑψόθεν ἄγγελον πέμψας, ὁ μεγάλης βουλῆς τῆς
377
τοῦ πατρὸς ἄγγελος, τοῦ Πέτρου τὴν φυλακὴν ἐφώτισεν,
378
ὡς καὶ τῶν τριῶν παίδων τὴν κάμινον ἐδρόσισεν. Εἷς γὰρ
379
καὶ ὁ αὐτὸς κύριος,
380
ὁ κἀκεῖ τοὺς ἄνθρακας ῥόδα δείξας
381
καὶ ὧδε τὰ δεσμὰ διαρρήξας·
382
ὁ κἀκεῖ τὴν εἰκόνα συντρίψας
383
καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας·
384
ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας
385
καὶ ὧδε τὸν Ἡρῴδην πατάξας·
386
ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας
387
καὶ ὧδε τοὺς Ἰουδαίους αἰχμαλωτίσας.
388
Τίς δὲ καὶ ἡ ἀρχὴ τοῦ ἀναγνώσματος; Ἀναγκαῖον τὰ μὲν
389
παραθέσθαι, τὰ δὲ ἐν ἑτέρῳ καιρῷ ταμιεύσασθαι. Ἤκουες
390
γὰρ ἀρτίως τοῦ συγγραφέως Λουκᾶ λέγοντος· Κατ' ἐκεῖνον
391
τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας
392
κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον
393
τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι
394
τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ
395
πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις
396
στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα
397
ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
398
Ὄντως ἑορτάζομεν σήμερον, ὅτι οὐ μόνον δεσποτικοὺς
399
ἀλλὰ καὶ μαρτυρικοὺς ἀγῶνας θεωροῦμεν·
400
Ἰάκωβος σφάζεται
401
καὶ Ἰωάννης ἀγάλλεται,
402
Πέτρος φυλακίζεται
403
καὶ ἡ ἐκκλησία προσεύχεται,
404
τὰ δεσμὰ διαρρήσσεται
405
καὶ ὁ διάβολος περισχίζεται,
406
τὸ πάσχα τῶν Ἰουδαίων πεπλήρωται
407
καὶ ὁ ζητούμενος οὐχ εὑρίσκεται,
408
Ἡρῴδης τοὺς φύλακας κατακρίνει
409
καὶ Πέτρος τὸ θαῦμα καταγγέλλει,
410
ἡ σιδηρᾶ πύλη ἠνοίγετο
411
καὶ ἡ Ἰουδαϊκὴ καρδία οὐ κατηνοίγετο.
412
Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς
413
χεῖρας.
414
Ποῖον καιρόν;
415
Καθ' ὃν τὸ βασιλικὸν τοῦ σωτῆρος ὄνομα
416
χωλοῖς δρόμον ἐχαρίζετο,
417
σιμικινθίοις νόσους ἐφυγάδευσεν,
418
σκιαῖς πυρετοὺς ἀπεσπόγγιζεν,
419
μαρτυρικοὺς στεφάνους συνέπλεκεν,
420
Ἰάκωβον στεφάνῳ μαρτυρικῷ κατεκόσμησεν,
421
Ἰωάννην θεολόγον ἐδείκνυεν,
422
Πέτρον παλαιστὴν γενναῖον ἐφύλαττεν.
423
Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς
424
χεῖρας.
425
Ποῖον καιρόν;
426
Ὅτε ξόανα τῆς βάσεως ἔπιπτον
427
καὶ εἴδωλα χλευάζειν οὐκ ἴσχυον,
428
ὅτε βωμοὶ ἀνεσκάπτοντο
429
καὶ ἱερεῖς ἐκόπτοντο,
430
ὅτε ἐγγαστρίμυθοι ἐφιμοῦντο
431
καὶ περιάπτων μαγγανεῖαι ἐρρίπτοντο.
432
Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς
433
χεῖρας.
434
Ποῖον καιρόν;
435
Καθ' ὃν ἡ συναγωγὴ διελύετο
436
καὶ ἡ ἐκκλησία συνεσφίγγετο,
437
καθ' ὃν οἱ νομικοὶ ἠπόρουν
438
καὶ οἱ ἀπόστολοι ηὐπόρουν,
439
καθ' ὃν ἡ περιτομὴ τῆς σαρκὸς ἐμειοῦτο
440
καὶ ἡ σφραγὶς τῆς καρδίας ἐπληθύνετο,
441
καθ' ὃν τὰ ἄζυμα ἐφθίνει
442
καὶ ὁ ἐπουράνιος ἄρτος ἤνθει,
443
καθ' ὃν ἡ ἑπτάμυξος λυχνία ἐσβέννυτο
444
καὶ ὁ δωδεκάκτινος σταυρὸς ἀνήπτετο.
445
Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς
446
χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
447
Ὦ βασιλέως φρόνησις, μᾶλλον δὲ τυράννου ἐπιχείρησις.
448
Ποῖος γὰρ βασιλεύς, ὁ μὴ ὢν ἐν τῇ χειρὶ τοῦ θεοῦ, ἀλλ' ἐν
449
τῇ βουλῇ τοῦ διαβόλου; Πέτρον σπεύδεις φονοκτονῆσαι, ὦ
450
Ἡρῴδη; Διὰ τί;
451
Μὴ γὰρ ἀνταρσίαν ἐμελέτησεν;
452
Μὴ γὰρ διάδημα κατεσκεύασεν;
453
Μὴ γὰρ πορφύραν ἐκτήσατο;
454
Μὴ γὰρ θησαυροὺς χρημάτων ἐπλήθυνεν;
455
Μὴ γὰρ ὁπλίτας ἐμισθώσατο;
456
Μὴ γὰρ πόλεις ἰσχυρὰς ἤγειρεν;
457
Γυμνὸς καὶ ἄπορος ὑπάρχει ὁ Πέτρος ἐν τοῖς σωματικοῖς,
458
κατέλιπε καὶ τὰ πατρῷα δίκτυα καὶ τὴν ἁλιευτικὴν σκάφην
459
καὶ τῆς τῶν ἰχθύων ἄγρας κατεφρόνησεν. Ἐπείσθη τῷ
460
δι' ἡμᾶς πτωχεύσαντι Χριστῷ λέγοντι· «Μὴ κτήσησθε χαλ-
461
κὸν ἢ πήραν ἢ βαλλάντιον μηδὲ διπλοῦν χιτῶνα.»
462
Ὦ Ἡρῴδη, τί τοὺς βαρβάρους καταλιπὼν τοῖς ἀποστόλοις
463
πολεμεῖς; Τί τειχομαχίας ἀργῶν τὴν ἐκκλησίαν διορύττεις;
464
Τί τὰς χεῖρας ἐκτείνεις, οὐχ ἵνα τυράννου τὴν κώμην
465
κατάσχῃς, ἀλλ' ἵνα θυσιαστήριον τοῦ βασιλέως Χριστοῦ
466
στρέψῃς;
467
Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς
468
χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
469
Ὦ χεῖρες Ἡρῴδου εἰς προσευχὴν μὴ ἐκτεινόμεναι, ἀλλ' εἰς
470
δικαιοκτονίαν ὁπλιζόμεναι. Αὗται γὰρ αἱ χεῖρες, ὡς ἴστε,
471
κατὰ τοῦ στύλου τῆς ἐκκλησίας ὡπλίσθησαν. Ταύτας τὰς
472
χεῖρας θεωρήσας ὁ Πέτρος ἐβόα καὶ προσηύχετο ἐν τῇ
473
φυλακῇ τὰ τοῦ Δαυῒδ ῥήματα λέγων· Μὴ συναπολέσῃς μετὰ
474
ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν
475
μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη
476
δώρων. Εἰ μὴ γὰρ μισθὸν ὁ Ἡρῴδης παρὰ Ἰουδαίων
477
ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν,
478
Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε
479
βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ.
480
Ὦ πάσχα Ἰουδαϊκόν, ἀεὶ μεταξὺ αἱμάτων ἀθῴων μιγνύμε-
481
νον. Τὸν δεσπότην Χριστὸν πρὸ τοῦ πάσχα ἐσταύρωσαν,
482
τὸν μαθητὴν αὐτοῦ Πέτρον μετὰ τὸ πάσχα ἀνελεῖν ἐβούλον-
483
το. Ὦ πάσχα ἄναγνον, ὦ συναγωγὴ αἱματοποσίας φίλη.
484
Καλῶς ὁ Σολομὼν ἐκ πολλῶν τῶν χρόνων τὴν τῶν Ἰου-
485
δαίων συναγωγὴν «βδέλλαν» προσηγόρευσεν. Διὰ τί; Ὡς
486
ἀλλοτρίων αἱμάτων ἑλκύστριαν.
487
Βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. Διὰ
488
τί δὲ μὴ ἐν τῷ πάσχα; Τιμῶσι δῆθεν τὴν ἑορτὴν τοῦ
489
πάσχα. Ὦ τιμὴ ὕβρεως πεπληρωμένη. Εἰ οὐκ ἐξὸν ἐν τῷ
490
πάσχα φονεῦσαι, μηδὲ δήσητε ἐν τῷ πάσχα. Τὴν ἑορτὴν
491
δοκεῖτε τιμᾶν τὸν φόνον θησαυρίζοντες; Τὸ θῦμα κατέχετε
492
καὶ θύειν οὐ νομίζετε; Ὦ εὐλάβεια κατακρίσεως πεπληρω-
493
μένη, μᾶλλον δὲ ὦ παρανομία ἄχρι τῆς δεῦρο παρά τινων
494
φυλαττομένη, ἐκεῖθεν ἀρχὴν λαβοῦσα καὶ τέλος εὑρεῖν μὴ
495
ἐπιζητοῦσα.
496
Ἦ γὰρ οὐκ ἴσμεν ὅτι πολλάκις τινὲς τῶν ἐν δυναστείᾳ
497
ἐξεταζομένων ἀνεύθυνόν τινα ἐν φυλακῇ δημοσίᾳ κατα-
498
κλείσαντες, μόνον ἐπιστῇ τὸ τίμιον πάσχα, εὐθέως δῆθεν
499
τῆς δημοσίας φυλακῆς ἀπαλλάττουσιν, ἑτέραν φυλακὴν χα-
500
λεπωτέραν ἐπινοοῦντες ἢ παρ' ἑαυτοῖς φυλάττοντες καὶ λι-
501
μῷ ἄγχοντες ἢ εἰς τὸν οἶκον τοῦ ἐκβιβαστοῦ συγκλείοντες
502
τοῦ ἀκόρεστα κεχηνότος, μὴ συνορῶντες ὅτι τοῦτο οὐκ ἔ-
503
στι τὴν ἑορτὴν τιμῆσαι, ἀλλὰ τὸν δεσπότην Χριστὸν ὑβρί-
504
σαι. Θέλεις ἑορτάσαι, τῆς συκοφαντίας ἐλευθέρωσον τὸν
505
σύνδουλόν σου· τότε γάρ τις κυρίως ἑορτάζει, οὐχ ὅτε ση-
506
ρικὴν στολὴν ἐγκαινίζει, ἀλλ' ὅτε τεθλιμμένην ψυχὴν ἐλευ-
507
θερώσει.
508
Τῷ δὲ θεῷ χάρις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1t
{Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως
2t
λόγος εἰς τὴν ἁγίαν πεντηκοστήν}
Ὅσοι περὶ τὴν παροῦσαν ἑορταστικὴν ἀένναον χάρινἐπείγεσθε, τῇ πηγῇ τῶν ἀγαθῶν Χριστῷ προσδράμωμεν.Πηγὴ περὶ ἧς ὁ προφήτης βοᾷ πρὸς τὸν πατέρα τῶνφώτων· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σουὀψόμεθα φῶς· τουτέστιν ἐν τῷ σῷ μονογενεῖ υἱῷ τὸπνεῦμα τὸ ἅγιον. Καλῶς οὖν ὁ προφήτης τὸν δεσπότηνΧριστὸν «πηγὴν» προσηγόρευσεν. Ἔστι μὲν ἔστιν, ὦ φίλοι,καὶ κοσμικὴν πηγὴν ἐν διαφόροις τόποις ἀργυρόχροονκατιδεῖν, καὶ τὰς ἐν βάθει ψηφῖδας ἐν τῷ πέλματι κειμέναςτῇ καθαρότητι τοῦ ὕδατος ἐπάνω σκοπῆσαί τινα ἐπικύπτον-τα. Τοῦ γὰρ ἐμπύρου χρυσοτόξου τούτου ἡλίου ἐν ἡμέρᾳθερινῇ πλατύτερον τὰς ἑαυτοῦ ἀκτῖνας ἀβρόχως ἐνανα-παύσαντος τῇ τοῦ ὕδατος νωτοφορίᾳ, εὐθέως ὁ τῇ τοιαύτῃπηγῇ προσπελάσας ὁδοιπόρος ἀζήμιος οὐ παρέρχεται· τὰςχεῖρας γὰρ ἀντὶ κρατῆρος κοιλάνας καὶ ὅλον ἑαυτὸν ἡδέωςκυρτώσας,τοῦ ὕδατος ἀρύεται,τὴν δίψαν ἰᾶται,τὸν καύσωνα παραμυθεῖται,τὸ πρόσωπον διαθερμανθὲν δροσίζει,τὰς αἰσθήσεις διαλυθείσας συνάγει,τὴν ψυχὴν στενοχωρουμένην πλατύνει,τὴν καρδίαν λιθουμένην λεαίνει,τὰ γόνατα βαδίζειν μὴ βουλόμενα παλινδρομεῖν ἀναγκάζει.Ἀλλ' αὕτη μὲν ἡ ἀργυρόχροος πηγὴδίψαν μὲν πολλάκις ἰᾶται, σπλῆνα δὲ βλάπτει,καὶ καύσωνα μὲν πολλάκις παραμυθεῖται, τὸ δὲ ἧπαρ νοσεῖν παρασκευάζει,καὶ τὴν ψυχὴν μὲν πολλάκις ἐκπηδῆσαι τοῦ σώματος βου-λομένην παρακατέχει, ψύξιν δὲ τῷ θώρακι ἐνθηκιάσασα πολυχρόνιον πάθος γεννᾷ.Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καλῶς «πηγὴ»προσαγορευθείς, οὐχ ὡς βρύων ἀργυρόχροα νάματα,ἀλλ' ὡς λιμνάζων θεόκρατα διδάγματα, οὐ μέρος μέν τι τῶνπιστῶν θεραπεύει, μέρος δέ τι τραυματίζει· ἐξ ὁλοκλήρουδὲ τὴν ὁλοκληρίαν δωρούμενος, ἐκεῖνα τοῖς προστρέχουσιχαρίζεται, ἅπερ αὐτὸς παρὰ μηδενὸς δανεισάμενος κέκτηται.
36
Οὐ γὰρ εἰς μακρὰν ὁ δεσπότης Χριστὸς τοὺς πιστοὺς
πέμπει τὸ ζῶν ὕδωρ ἀρύσασθαι, ἀλλ' ἐν τῇ κοιλίᾳ τῆςγνώσεως ἔχειν αὐτὸ προτρέπεται· ἤκουες γὰρ αὐτοῦἀρτίως λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶπινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.Ἔστι μέν, ὦ φίλε, καὶ τετραρόων ποταμῶν μήτηρ πηγὴ ἐντῷ Ἐδὲμ παραδείσῳ, ἀλλ' ἐκείνη ἐπὶ γῆς ἐκοιλάνθη, καὶκάτωθεν ἔχει τὸ ῥεῖθρον, καὶ τῷ παρόντι συνδιαλύεται βίῳ·τῶν βαπτιζομένων γὰρ μὴ παρόντων περιττὴ ἡ τῶν ὑδά-των χρῆσις. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστός, ἡἀένναος πηγή,οὐκ ἐκ τῆς γῆς ἀναδίδοται, ἀλλ' ἐκ τῶν οὐρανῶν διαδίδοται·οὐκ ἐν μέρει περιγράφεται, ἀλλὰ πανταχοῦ δοξάζεται·οὐ τοῖς φθαρτοῖς συμφθείρεται, ἀλλὰ τοῖς φθειρομένοις ἀφθαρσίαν χαρίζεται.Καὶ τὴν μὲν τοῦ ἐν Ἐδὲμ παραδείσου πηγὴν τέσσαρεςμόνοι ποταμοὶ θηλάζουσιν· Γηῶν, Φισῶν, Τίγρις, Εὐφράτης.Ἀλλ' οὗτοι μὲν μερικοὶ καὶ ὀλιγόροοι, καὶ οὐ πᾶσαν τὴνγῆν ἀρδεύοντες, καὶ ἐν χειμῶνι μὲν πλημμυροῦντες, ἐν δὲθέρει ὀλιγοροῦντες· τῆς δὲ τοῦ ἐκκλησιαστικοῦ τούτουπαραδείσου πηγῆς οἱ ἀποστολικοὶ ποταμοὶ ποταμοὶ πολλοὶ μὲν καὶἄπειροι, εἰ καὶ Ἰούδας ἐψύγη. Κατανόησον δὲ μετὰ πάντωνκαὶ τοὺς τέσσαρας εὐαγγελικοὺς μεγάλους ποταμούς, Ματ-θαῖον, Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶπατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰγὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τοῦΠαύλου διδασκαλίαν, πῶς οὐχὶ τῶν σαρκικῶν τὰ πνευματι-κὰ προύχει;Τί τοιοῦτον ὁ ἐν Ἐδὲμ παράδεισος ἔχων εὑρίσκεται, οἷον ὁἐκκλησιαστικὸς οὗτος λειμὼν φέρων γνωρίζεται;Ἐκεῖ ὁ Ἀδὰμ ὡς δραπέτης κρυπτόμενος, ὦδε ὁ δεσπότης Χριστὸς ὡς θεὸς προσκυνούμενος·ἐκεῖ Εὕα πτερνιζομένη, ὧδε Μαρία δοξαζομένη·ἐκεῖ ξύλον θάνατον ὀλυνθίζον, ὧδε ξύλον ζωὴν βλαστάνον·ἐκεῖ ὄφις ψευδολογίαν γλωσσίζων,
79
ὧδε τὸ ἅγιον πνεῦμα θεολογίαν σοφιστεῦον·
ἐκεῖ νομοθεσία παρακουσθεῖσα, ὧδε θεογνωσία βεβαιωθεῖσα·ἐκεῖ ῥοδωνιά, ὧδε παρθενία·ἐκεῖ κρίνον λευκόφυλλον, ὧδε νεοφώτιστος λαμπρόψυχος·ἐκεῖ ἀναδενδράδες μεγαλορῶγοι, ὧδε ἄνδρες φιλόλογοι·ἐκεῖ φυλλάδες ἄγριαι, ὧδε γυναῖκες ἅγιαι·ἐκεῖ πηγὴ ἄφωνος, ὧδε ποταμοὶ μεγαλόφωνοι.Ἤκουες γὰρ ἀρτίως τοῦ ποταμοῦ Εὐφράτου, λέγω δὴ τοῦεὐαγγελιστοῦ Ἰωάννου βοῶντος καὶ λέγοντος· Ἐν τῇ ἐ-σχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.Τί λέγεις, ὦ φίλε, μᾶλλον δὲ τί βραδύνεις; Χριστὸς καλεῖ,μηδεὶς ὀκνείτω· πηγὴ βοᾷ, μηδεὶς παραιτείσθω. Πάντεςδιψῶμεν, πάντες προσέλθωμεν· ὅσον ἀρυόμεθα, τοσοῦτονπεριττεύει. Βοήσωμεν, οἱ τοῦ Δαυῒδ φίλοι, τὰ τοῦ Δαυῒδπρὸς τὴν ἀένναον πηγὴν λέγοντες· Ὃν τρόπον ἐπιποθεῖ ἡἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχήμου πρὸς σέ, ὁ θεός.Καλῶς οὖν ἔλεγεν ὁ εὐαγγελιστής· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇμεγάλῃ τῆς ἑορτῆς. Καλῶς καὶ ἐσχάτην ταύτην τὴν ἑορ-τὴν καὶ μεγάλην προσηγόρευσεν· ἔστι γὰρ ἐσχάτη καὶμεγάλη καὶ πρώτη. Ἐσχάτη πρὸς Ἰουδαίους· τὰ ἔσχατα γὰραὐτοῖς συνέβη κακὰ διὰ τὴν εἰς Χριστὸν παρανομίαν, καὶἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀπεκαλύφθη. Ὅθεν ὁκύριος ὀνειδίζων τὴν μητρόπολιν αὐτῶν Ἱερουσαλὴμ ἔλε-γεν· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸςπάντας. Ἐσχάτη οὖν πρὸς Ἰουδαίους, πρώτη πρὸς Χριστια-νούς· ἐκείνων ἡ τρυγία, ἡμῶν ἡ καθαροποσία· ἐκείνων τὰγίγαρτα, ἡμῶν τὰ ὑπολήνια.Καλῶς οὖν ἐσχάτην καὶ μεγάλην ἑορτὴν ταύτην ὁ εὐαγγε-λιστὴς προσηγόρευσεν. Τί γὰρ μεγαλειότερον ταύτης τῆςπαρούσης ἑορτῆς; Πᾶσα ἑορτὴ δεσποτικὴ τοὺς ζῶνταςμόνον ἱλαρύνει, αὕτη δὲ ἡ τῆς πεντηκοστῆς ἑορτὴ οὐ μόνοντοὺς ζῶντας ἱλαρύνει, ἀλλὰ καὶ τοὺς τεθνεῶτας προσαγο-ρεύει.Αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τὰς ἐκκλησίας φωτίζει καὶ τὰ μνήματα ῥοδίζει·αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τοὺς οἴκους εὐωδιάζει καὶ τοὺς τύμβους μυρίζει.Τί γὰρ μεγαλειότερον ταύτης τῆς ἑορτῆς, ἐν ᾗ τὸ ἅγιονπνεῦμα τὴν ἐμφάνειαν ποιησάμενον τὸν φωτισμὸν τῶνγλωσσῶν τοῖς ἀποστόλοις ἐχαρίσατο;Σήμερον ὁ Χριστιανισμὸς ἐρριζώθη,σήμερον ὁ Ἰουδαϊσμὸς ἐμαράνθη,σήμερον ὁ Ἑλληνισμὸς ἐκαπνίσθη,σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη,σήμερον ὁ θεῖος δογματισμὸς ἐπλατύνθη. Ἐροῦσι δὲ πάντως τινές· «Καὶ πῶς σήμερον ὁ αἱρετισμὸςἐνεφράγη, ὁ δὲ θεῖος δογματισμὸς ἐπλατύνθη;»Πῶς; Ἐκ τῆς τοῦ κυρίου διδασκαλίας. Σήμερον γὰρ ὁκύριος ἡμᾶς σαφέστερον ἐδίδαξε διὰ ὑποδείγματος ἐναρ-γοῦς μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐντρισὶ διαφόροις ὑποστάσεσιν. Εἰ γὰρ πηγὴν καὶ ὕδωρ καὶποταμὸν οὐδεὶς δύναται χωρίσαι, πῶς οἱ τῶν αἱρετικῶνπαῖδες μερίζειν τολμῶσι τὸν πατέρα τοῦ υἱοῦ καὶ τὸν υἱὸν