In nativitatem Christi
- Edition reference
- In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi), ed. Datema and Allen, CCG 17 (1987) 381–387.
- CTS identifier
urn:cts:greekLit:tlg2914.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
45
ἀλλὰ Πέτρον καὶ Παῦλον ἐκθειάζομεν·
46
οὐκέτι τὴν σάρκα περιτεμνόμεθα,
47
ἀλλὰ τὴν ψυχὴν σφραγιζόμεθα·
48
οὐκέτι πικρίδας Ἰουδαϊκὰς ἐσθίομεν,
49
ἀλλὰ τὸ μέλι τῆς χάριτος καταπίνομεν·
50
οὐκέτι ἐν Βαβυλῶνι αἰχμαλωτιζόμενοι λέγομεν· Πῶς ᾄσω-
51
μεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
52
ἀλλὰ πανταχοῦ τῆς γῆς εὐφραινόμενοι βοῶμεν· Τοῦ κυ-
53
ρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς·
54
οὐκέτι μερικῶς πανηγυρίζοντες πενιχρῶς παρατρύζομεν
55
λέγοντες· Γνωστὸς μόνον ἐν τῇ Ἰουδαίᾳ ὁ θεός,
56
ἀλλὰ καθολικῶς γενεθλιάζοντες πλουσίως ὑποψάλλομεν·
57
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν
58
φωνῇ ἀγαλλιάσεως.
59
Μηκέτι τὸν Βάαλ προσκαλεῖσθε,
60
ἀλλὰ τὸν θεὸν παρακαλεῖτε·
61
ἐκεῖνος ἀδολεσχεῖ, οὗτος θαυματουργεῖ·
62
ἐκεῖνος καθεύδει, οὗτος γρηγορεῖ.
63
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν
64
φωνῇ ἀγαλλιάσεως. Τί ἐστιν ἀλαλάξατε; Ἀντὶ τοῦ «εὐχα-
65
ριστήσατε τῷ νικοποιῷ Χριστῷ»· ἀλαλαγμὸς γὰρ νίκης
66
ἀναγνωρισμός. Ἀλαλάξωμεν τοίνυν τῷ νικοποιῷ Χριστῷ,
67
καὶ μὴ τοῖς ψευδωνύμοις εἰδώλοις προσκυνήσωμεν, διότι
68
πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς
69
οὐρανοὺς ἐποίησεν.
70
Ἤκουες γοῦν ἀρτίως τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγον-
71
τος· Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν
72
ἡμέραις Ἡρῴδου, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν
73
ἐν Ἱεροσολύμοις λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς
74
τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀ-
75
νατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
76
Ὢ τοῦ παραδόξου θαύματος,
77
ὢ τοῦ φρικτοῦ ἱλαστηρίου,
78
ὢ τοῦ ἀκαταλήπτου μυστηρίου.
79
Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ὁ δεσπότης Χριστὸς γεννᾶται,
80
καὶ πρὸ πάντων ὑπὸ μάγων ὁρᾶται·
81
ἐν ἡμέραις Ἡρῴδου,
82
καὶ ἀρχὴν ἡμερῶν λαμβάνει ὁ ἄναρχος·
83
ἐν σπηλαίῳ τίκτεται,
84
καὶ τῇ χειρὶ τὰ πάντα βαστάζει·
85
ἐν φάτνῃ τίθεται,
86
καὶ τροφὴ πάντων γίνεται·
87
σπαργάνοις κατειλεῖται,
88
καὶ λύσιν ἁμαρτιῶν δωρεῖται·
89
ἐκ μήτρας προέρχεται,
90
καὶ τὴν μητέρα παρθένον τηρεῖ·
91
εἰς Αἴγυπτον φεύγει,
92
καὶ εἰς οὐρανοὺς ἀνάγει·
93
ὡς παιδίον βαστάζεται,
94
καὶ ὡς θεὸς γνωρίζεται·
95
Ἀρχέλαον κάμπτει,
96
καὶ τὸν διάβολον τύπτει·
97
μάγους προσκαλεῖται,
98
καὶ Ἰουδαίους ἀπωθεῖται·
99
κύνας τρέφει,
100
καὶ τὰ τέκνα τύπτει.
101
Ἀλλὰ ταῦτα ἀκούων μὴ ἀσπλαγχνίαν τοῦ δεσπότου Χρι-
102
στοῦ καταψηφίσῃ, ἀλλὰ ῥᾳθυμίαν τῶν Ἰουδαίων· ἀντεστράφη
103
γὰρ ἡ τάξις οὐ τῇ φύσει ἀλλὰ τῇ γνώμῃ, καὶ γέγοναν οἱ
104
κύνες τέκνα, τὰ δὲ τέκνα κύνες. Ἠμείφθη γὰρ ἡ προσηγο-
105
ρία, ἐπειδὴ καὶ ἠλλοιώθη ἡ πολιτεία· οἵα κύων ἡ Χαναναία
106
γυνὴ τοὺς εἰδωλικοὺς μακέλλους ἐκλείχουσα, καὶ οἵα θυ-
107
γάτηρ γέγονε τὸν Χριστὸν καὶ τοὺς μαρτυρικοὺς τύπους
108
τῶν ἀποστόλων ἀγαπήσασα. Ὅτε μὲν γὰρ τῷ Ἑλληνισμῷ
109
προσεῖχεν, τότε ἔλεγε πρὸς αὐτὴν ὁ κύριος ὀνειδιστικῶς·
110
Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι
111
τοῖς κυναρίοις· ὅτε δὲ τῷ Χριστιανισμῷ προσετέθη, τότε
112
ἤκουσεν ἐγκωμιαστικῶς· Θάρσει, θύγατερ, γενηθήτω σοι
113
ὡς θέλεις. Ὅτι δὲ καὶ Ἰουδαίων παῖδες ἀπὸ τέκνων κύνες
114
προσηγορεύθησαν, μὴ παρ' ἐμοῦ δεηθήσῃ μαθεῖν, ἀλλὰ παρὰ
115
τοῦ μακαρίου Παύλου τοῦ ἀπὸ κυνὸς γεγενημένου· Βλέπετε
116
τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. Ὅτι δὲ μᾶλλον
117
τῶν Ἰουδαϊκῶν τέκνων οἱ Ἑλληνικοὶ κύνες καὶ ἐπέγνωσαν
118
καὶ ἐπέδραμον τῷ δεσπότῃ Χριστῷ, ἐκ τῶν ἀρτίως ἀνα-
119
γνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Οἱ μάγοι ἐθνικοὶ ὑ-
120
πῆρχον καὶ ἀκροθήνιοι τῶν κακῶν, ἀλλ' ὅμως μόνον εἶδον
121
τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, εὐθέως ἐν Ἱεροσολύμοις κα-
122
τέδραμον καὶ κόπον ὑπέμειναν, ἵνα θεάσωνται τὸν εἰρη-
123
κότα· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτι-
124
σμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ οὐ μόνον κόπους ὑπέμει-
125
ναν, ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ δεσπότῃ Χριστῷ
126
μηδέπω ἀνεγνωκότες τὸν εἰρηκότα· Μὴ ὀφθῇς ἐνώπιον τοῦ
127
θεοῦ σου κενός. Βλέπε μάγων πίστιν·
128
οὐκ ἐσκανδάλισεν αὐτοὺς ἡ φάτνη,
129
οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν τὸ σπήλαιον,
130
οὐκ εἶπον ἑαυτοῖς τῷ τῆς ἀμφιβολίας λόγῳ κλονούμενοι·
131
«Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων; Πόθεν τοῦτο;
132
Ἀντὶ πορφύρας ῥάκκος περιβέβληται· ἀντὶ χρυσοστρώτου
133
κλίνης εἰς τοὔδαφος ἔρριπται· ἀντὶ βασιλικῶν αὐλῶν σπή-
134
λαιον ὑαίνης κατέλαβεν. Ποῦ τῶν δορυφόρων τὸ πλῆθος;
135
Ποῦ τῶν ὑπασπιστῶν ἡ θεραπεία; Ποῦ τῆς χαρμοσύνης ἡ
136
εὐωδία; Οὐδεὶς αὐτῷ παρακαθέζεται, μία μόνη γυνὴ πα-
137
ρέπεται καὶ αὐτὴ δεδοίκουσα φαίνεται μὴ γνωσθῇ ὁ τε-
138
χθείς. Οὐδὲν τῶν ἐπιτηδείων ἔχει· οὐδὲν βασιλικὸν ὁρῶμεν
139
ἐν αὐτῷ· πτωχοῦ τινός ἐστι τοῦτο τὸ γέννημα. Ἐξέλθωμεν,
140
ὑποστρέψωμεν, τὸν ἀστέρα μετὰ ἀκριβείας ἴδωμεν, μὴ
141
ἄλλον ἀντ' ἄλλου προσκυνήσωμεν καὶ τὸ κέρδος ἀπολέσω-
142
μεν.»
143
Ἀλλ' οὐδὲν τούτων οἱ μάγοι οὔτε εἶπον οὔτε ἐνενόησαν· μό-
144
νον δὲ εἶδον τὸν δεσπότην, εὐθέως καὶ ἐπέγνωσαν καὶ
145
προσεκύνησαν καὶ δῶρα προσεκόμισαν.
146
Ἔπειθε γὰρ αὐτοὺς οὐχ ἡ πτωχότης τοῦ σπηλαίου,
147
ἀλλ' ἡ τοῦ ἀστέρος πλουσιότης·
148
οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν ἡ εὐτελὴς τοῦ κυρίου τῆς
149
ὁράσεως θέα,
150
ἀλλ' ἔπειθεν αὐτοὺς ἡ περιαστράπτουσα αὐτὸν τῆς θεό-
151
τητος αἴγλη.
152
Ἐροῦσι δὲ πάντως τινές· «Τί οὖν; Ἡ προφητεία αὕτη
153
οὐκ ἠδύνατο ὑπὸ Ἰουδαίων γενέσθαι, ἀλλ' ὑπὸ ἐθνικῶν
154
μάγων; Διὰ τί οὖν φησιν ὁ τῶν ὅλων θεὸς διὰ μάγων τὴν
155
προφητείαν ταύτην ἐποιήσατο;»
156
Διὰ τί; Ἄκουε συνετῶς. Πρὸς κατάκρισιν τῶν Ἰουδαίων·
157
ἐπειδὴ γὰρ μόνον ἤκουον προφήτου περὶ τῆς ἐνσάρκου
158
παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάριν
159
ὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιή-
160
σασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰουδαῖοι ὅτι ἡ εὐλογία τοῦ
161
Ἀβραὰμ εἰς τὰ ἔθνη μετηνέχθη. Ὅθεν καὶ ὁ κύριος τοῦτο
162
μηνύων ἐκ πολλῶν τῶν χρόνων εὐλογῶν τὸν Ἀβραὰμ
163
ἔλεγεν· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα
164
τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς
165
θαλάσσης. «Ψάμμον» τοὺς υἱοὺς Ἰσραὴλ ὀνομάζει διὰ τὸ
166
ἄκαρπον τῆς ψυχῆς καὶ διὰ τὸ ἁλμυρὸν τῆς γνώσεως,
167
«ἀστέρας» δὲ τὰ ἔθνη διὰ τὸ φέγγος τῆς γνώσεως. Ὅθεν
168
καὶ ὁ μακάριος Παῦλος τοῖς ἔθνεσι γράφων ἔλεγεν· ἐν οἷς
169
φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ.
170
Ἐλθόντες οὖν οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐπηρώτων τοὺς
171
Ἰουδαίους λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν
172
Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ
173
καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ποῦ ἐστιν ὁ τεχθεὶς
174
βασιλεὺς τῶν Ἰουδαίων; Ἢ ἀναγγείλατε, ἢ ἀκούσατε.
175
Βασιλεὺς ὁ τεχθείς,
176
οὐράνιον τὸ δῶρον,
177
λογικὸς ὁ ἀστήρ,
178
ἀνατολικὸν τὸ χάρισμα,
179
καθολικὸν τὸ μήνυμα·
180
ἀνάλογος ὁ ἀστὴρ τοῦ γεννηθέντος.
181
Ὁ κήρυξ μάτην κρύπτεται τὸν σκεπασθῆναι μὴ δυνάμενον·
182
ὥσπερ δὲ οὗτος ὁ ἥλιος οὐ δύναται ὑπό τινος κρυβῆναι—
183
πανταχοῦ γὰρ καθ' ἑκάστην ἐκλάμπει—, οὕτω καὶ ὁ δε-
184
σπότης Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος, θεὸς ὢν πανταχοῦ
185
πιστευθήσεται.
186
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
{[Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεωςτοῦ Χρυσοστόμου]λόγος εἰς τὴν ἁγίαν πεντηκοστὴνπρὸς τοὺς ἐν τάφοις ῥοδίζοντας} Ἔξεστί μοι πρὸς τὸν παρόντα καιρὸν ἀφορῶντι μεγαλο-φωνότερον τὴν Δαυϊτικὴν ἐκείνην ῥῆξαι φωνήν, ἣν οὐκ ἄν-θρωπος ἐξηγόρευσεν, ἀλλὰ θεὸς ἐχάλκευσεν. Ποίαν ταύ-την φησίν; Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατετῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τί;