The Greek Library Author

Anonymous

Expositio fidei

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Expositio fidei, ed. Kotter, vol. 2, PTS 12 (1973) 3–239.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

pinax

μεʹ Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς

κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

μϚʹ Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ θεοῦ λόγου

καὶ τῆς θείας αὐτοῦ σαρκώσεως

μζʹ Περὶ τῶν δύο φύσεων

μηʹ Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως

μθʹ Περὶ ἀριθμοῦ τῶν φύσεων

νʹ Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστά-

σεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ

μέρος μέρει

ναʹ Περὶ τῆς μιᾶς τοῦ θεοῦ λόγου συνθέτου ὑποστά-

σεως

νβʹ Πρὸς τοὺς λέγοντας· Ὑπὸ τὸ συνεχὲς ποσὸν

ἀνάγονται αἱ τοῦ κυρίου φύσεις ἢ ὑπὸ τὸ διω-

ρισμένον

νγʹ Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάν-

τησις

νδʹ Περὶ τοῦ τρισαγίου

νεʹ Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως

καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς

ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου

σεσαρκωμένην»

νϚʹ Ὅτι θεοτόκος ἡ ἁγία παρθένος

νζʹ Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων

νηʹ Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ κυρίου

ἡμῶν Ἰησοῦ Χριστοῦ

νθʹ Περὶ ἐνεργειῶν τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ

Χριστῷ

ξʹ Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεων καὶ ἐνεργειῶν

ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις

καὶ τοσαύτας λέγειν τὰς ἐνεργείας

ξαʹ Περὶ τοῦ τεθεῶσθαι τὴν φύσιν τῆς τοῦ κυρίου

σαρκὸς καὶ τὸ θέλημα

ξβʹ Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε

καὶ γνώσεων καὶ σοφιῶν

ξγʹ Περὶ τῆς θεανδρικῆς ἐνεργείας

ξδʹ Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν

ξεʹ Περὶ ἀγνοίας καὶ δουλείας

ξϚʹ Περὶ προκοπῆς

ξζʹ Περὶ δειλίας

ξηʹ Περὶ τῆς τοῦ κυρίου προσευχῆς

ξθʹ Περὶ οἰκειώσεως

οʹ Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ κυρίου καὶ τῆς

ἀπαθείας αὐτοῦ θεότητος

οαʹ Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ λόγου

θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ

θανάτῳ τοῦ κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν

οβʹ Περὶ φθορᾶς καὶ διαφθορᾶς

ογʹ Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου

οδʹ Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

οεʹ Περὶ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρας

οϚʹ Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ

καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυ-

νοῦντες ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ

μίαν ἀπροσκύνητον

οζʹ Διὰ τί ὁ υἱὸς ἐνηνθρώπησε καὶ οὐχ ὁ πατὴρ οὐδὲ

τὸ πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν

οηʹ Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χρι-

στοῦ κτιστή ἐστιν ἢ ἄκτιστος

οθʹ Περὶ τοῦ πότε ἐκλήθη Χριστός

πʹ Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ

ἁγία θεοτόκος, εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέ-

μαντο

παʹ Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς υἱὸς τοῦ

θεοῦ

πβʹ Περὶ πίστεως καὶ βαπτίσματος

πγʹ Περὶ πίστεως

πδʹ Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως

πεʹ Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς

πϚʹ Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ κυρίου

μυστηρίων

πζʹ Περὶ τῆς γενεαλογίας τοῦ κυρίου καὶ περὶ τῆς

ἁγίας θεοτόκου

πηʹ Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν

τιμῆς

πθʹ Περὶ εἰκόνων

Ϙʹ Περὶ γραφῆς

Ϙαʹ Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων

Ϙβʹ Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός

Ϙγʹ Ὅτι οὐ δύο ἀρχαί

Ϙδʹ Τίνος ἕνεκεν προγινώσκων ὁ θεὸς τοὺς ἁμαρτάνειν

καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν

Ϙεʹ Περὶ νόμου θεοῦ καὶ νόμου ἁμαρτίας

ϘϚʹ Κατὰ Ἰουδαίων περὶ τοῦ σαββάτου

Ϙζʹ Περὶ παρθενίας

Ϙηʹ Περὶ τῆς περιτομῆς

Ϙθʹ Περὶ τοῦ ἀντιχρίστου

ρʹ Περὶ ἀναστάσεως

t

{Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου πρεσβυτέρου Δαμασκηνοῦ

ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως}

1

{Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ πε-

ριεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ

ἀποστόλων καὶ εὐαγγελιστῶν}

«Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις

τοῦ πατρός, αὐτὸς ἐξηγήσατο». Ἄρρητον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον.

«Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ

πατήρ». Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ θεοῦ, ὡς τὸ

πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μα-

καρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν θεόν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν οὐκ

ἀνθρώπων μόνον ἀλλ' οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων καὶ αὐτῶν

φημι τῶν Χερουβὶμ καὶ Σεραφίμ.

Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις

τοῦ εἶναι θεὸν ὑπ' αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις

καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύτ-

τει φύσεως. Καὶ διὰ νόμου δὲ καὶ προφητῶν πρότερον, ἔπειτα δὲ καὶ διὰ

τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ

Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα

τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων

καὶ εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σέβομεν οὐδὲν περαιτέρῳ

τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ θεὸς παντὸς ἀγαθοῦ παρεκτικός

ἐστιν οὐ φθόνῳ οὐδὲ πάθει τινὶ ὑποκείμενος· «μακρὰν γὰρ τῆς θείας φύσεως

φθόνος τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς». Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ

συμφέρον ἑκάστῳ προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπε-

κάλυψεν, ὅπερ δὲ οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε. Ταῦτα ἡμεῖς στέρξω-

μεν καὶ ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια μηδὲ ὑπερβαίνοντες

τὴν θείαν παράδοσιν.

2

{Περὶ ῥητῶν καὶ ἀρρήτων καὶ γνωστῶν καὶ ἀγνώστων}

Χρὴ οὖν τὸν περὶ θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς

οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς

οἰκονομίας, οὔτε μὴν πάντα ἄγνωστα οὔτε πάντα γνωστά· ἕτερον δέ

ἐστι τὸ γνωστὸν καὶ ἕτερον τὸ ῥητόν, ὥσπερ ἄλλο τὸ λαλεῖν καὶ ἄλλο τὸ

γινώσκειν. Πολλὰ τοίνυν τῶν περὶ θεοῦ ἀμυδρῶς νοουμένων οὐ καιρίως

ἐκφρασθῆναι δύναται, ἀλλὰ τὰ καθ' ἡμᾶς ἀναγκαζόμεθα ἐπὶ τῶν ὑπὲρ ἡμᾶς

λέγειν, ὥσπερ ἐπὶ θεοῦ λέγομεν ὕπνον καὶ ὀργὴν καὶ ἀμέλειαν χεῖράς τε

καὶ πόδας καὶ τὰ τοιαῦτα.

Ὅτι μὲν οὖν ἐστι θεὸς ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ ἀίδιος,

ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀόρα-

τος, ἀναφής, ἀπερίγραπτος, ἄπειρος, ἀπερίληπτος, ἀκατάληπτος, ἀπε-

ρινόητος, ἀγαθός, δίκαιος, παντοδύναμος, πάντων κτισμάτων δημιουρ-

γός, παντοκράτωρ, παντεπόπτης, πάντων προνοητής, ἐξουσιαστής,

κριτής, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν. Καὶ ὅτι εἷς ἐστι θεὸς ἤγουν μία

οὐσία, καὶ ὅτι ἐν τρισὶν ὑποστάσεσι γνωρίζεταί τε καὶ ἔστιν, πατρί φημι

καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ

ἅγιον κατὰ πάντα ἕν εἰσι πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ

τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς

διὰ σπλάγχνα ἐλέους αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν, εὐδοκίᾳ τοῦ

πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος ἀσπόρως συλληφθεὶς ἀφθόρως

ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας γεγέννηται διὰ πνεύματος

ἁγίου καὶ ἄνθρωπος τέλειος ἐξ αὐτῆς γέγονε, καὶ ὅτι ὁ αὐτὸς θεὸς τέλειός

ἐστιν ὁμοῦ καὶ ἄνθρωπος τέλειος, ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀν-

θρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ

αὐτεξουσίοις καὶ ἁπλῶς εἰπεῖν τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέπον-

τα ὅρον τε καὶ λόγον, θεότητί τε καὶ ἀνθρωπότητί φημι, μιᾷ δὲ συνθέτῳ

ὑποστάσει, ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ ἐσταυρώθη καὶ

θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς

ἀνεφοίτησεν, ὅθεν πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται πάλιν εἰς

ὕστερον, καὶ ἡ θεία γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός.

Τί δέ ἐστι θεοῦ οὐσία ἢ πῶς ἐστιν ἐν πᾶσιν ἢ πῶς ἐκ θεοῦ θεὸς γεγέν-

νηται ἢ ἐκπεπόρευται ἢ πῶς ἑαυτὸν κενώσας ὁ μονογενὴς υἱὸς καὶ θεὸς

ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ

πλαστουργηθεὶς ἢ πῶς ἀβρόχοις ποσὶ τοῖς ὕδασιν ἐπεπόρευτο, καὶ

ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Οὐ δυνατὸν οὖν τι παρὰ τὰ θειωδῶς

ὑπὸ τῶν θείων λογίων τῆς τε παλαιᾶς καὶ καινῆς διαθήκης ἡμῖν ἐκπεφασ-

μένα ἤτοι εἰρημένα καὶ πεφανερωμένα εἰπεῖν τι περὶ θεοῦ ἢ ὅλως ἐννοῆσαι.

3

{Ἀπόδειξις, ὅτι ἔστι θεός}

Ὅτι μὲν οὖν ἔστι θεός, τοῖς μὲν τὰς ἁγίας γραφὰς δεχομένοις, τήν τε

παλαιὰν καὶ καινὴν διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν

Ἑλλήνων πλείστοις· ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι θεὸν φυσικῶς

ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ πονηροῦ κα-

κία τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον καὶ

πάντων κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν

μὴ εἶναι θεόν, ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ ἱεροφάντης ἔφη Δαυίδ·

«Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστιν θεός», οἱ μὲν τοῦ κυρίου

μαθηταὶ καὶ ἀπόστολοι τῷ παναγίῳ σοφισθέντες πνεύματι καὶ τῇ αὐτοῦ

δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι τῇ τῶν θαυμάτων σαγήνῃ

πρὸς τὸ φῶς τῆς θεογνωσίας ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζω-

γροῦντες ἀνῆγον. Ὁμοίως καὶ οἱ τούτων τῆς χάριτος καὶ τῆς ἀξίας

διάδοχοι, ποιμένες τε καὶ διδάσκαλοι, τὴν φωτιστικὴν τοῦ πνεύματος

χάριν δεξάμενοι τῇ τε τῶν θαυμάτων δυνάμει τῷ τε λόγῳ τῆς χάριτος

τοὺς ἐσκοτισμένους ἐφώτιζον καὶ τοὺς πεπλανημένους ἐπέστρεφον.

Ἡμεῖς δὲ οἱ μηδὲ τὸ τῶν θαυμάτων μηδὲ τὸ τῆς διδασκαλίας δεξάμενοι

χάρισμα, ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πε-

ποιήκαμεν, φέρε ὀλίγα τῶν παραδεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς

χάριτος περὶ τούτου διαλεξώμεθα τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα

τὸ ἅγιον ἐπικαλεσάμενοι.

Πάντα τὰ ὄντα ἢ κτιστά ἐστιν ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστά, πάντως

καὶ τρεπτά· ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ

ὑποκείσεται πάντως ἢ φθειρόμενα ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ

ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον πάντως καὶ ἄτρεπτα· ὧν γὰρ

τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς εἶναι λόγος ἐναντίος ἤγουν αἱ

ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται πάντα τὰ ὄντα, ὅσα ὑπὸ τὴν ἡμετέραν

αἴσθησιν, ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πο-

λυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; Τὰ μὲν νοητά, ἀγγέλους φημὶ

καὶ ψυχὰς καὶ δαίμονας, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν

καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, ἐπιτεινομένην τε καὶ ὑφιεμένην, τὰ δὲ

λοιπὰ κατά τε γένεσιν καὶ φθορὰν αὔξησίν τε καὶ μείωσιν καὶ τὴν κατὰ

ποιότητα μεταβολὴν καὶ τὴν τοπικὴν κίνησιν. Τρεπτὰ τοίνυν ὄντα

πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα πάντως ὑπό τινος ἐδημιουργήθησαν.

Δεῖ δὲ τὸν δημιουργὸν ἄκτιστον εἶναι· εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως

ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ

δημιουργὸς πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ θεός;

Καὶ αὐτὴ δὲ ἡ τῆς κτίσεως συνοχὴ καὶ συντήρησις καὶ κυβέρνησις δι-

δάσκει ἡμᾶς, ὅτι ἔστι θεὸς ὁ τόδε τὸ πᾶν συστησάμενος καὶ συνέχων καὶ

συντηρῶν καὶ ἀεὶ προνοούμενος· πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυ-

ρὸς λέγω καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν

ἀλλήλοις συνεληλύθασι καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος

δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα;

Τί τὸ τάξαν τὰ οὐράνια καὶ ἐπίγεια, ὅσα τε δι' ἀέρος καὶ ὅσα καθ'

ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ φύσιν

πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν

καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ' οὐχ ὁ τεχνίτης

τούτων καὶ λόγον ἐνθεὶς πᾶσι, καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται;

Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι

παραγαγών; Οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω

γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου· τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ,

δῶμεν· τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους;

Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο δὲ τί ἄλλο ἐστὶν εἰ μὴ θεός;

4

{Περὶ τοῦ τί ἐστι θεός; ὅτι ἀκατάληπτον}

Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον· τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκα-

τάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον,

δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ

ἀναφὲς καὶ ἀόρατον καὶ ἁπλοῦν καὶ ἀσύνθετον; Πῶς γὰρ σεπτόν, εἰ

περιγραπτὸν καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον

καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ

διαστάσεως, διάστασις δὲ λύσεως· λύσις δὲ ἀλλότριον θεοῦ παντελῶς.

Πῶς δὲ καὶ σωθήσεται τὸ «διὰ πάντων ἥκειν καὶ πληροῦν τὰ πάντα

θεόν», ὥς φησιν ἡ γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ,

λέγει κύριος»; Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ

τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον, ὥσπερ ὅσα τῶν

ὑγρῶν μίγνυται καὶ συγκίρναται.

Εἰ δὲ καί τινές φασιν ἄυλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων

σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον, κινούμενον ἔσται πάν-

τως ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ

τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον ὑφ' ἑτέρου κινεῖται. Κἀκεῖνον τίς; Καὶ

τοῦτο ἐπ' ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον· τὸ γὰρ

πρῶτον κινοῦν ἀκίνητον, ὅπερ ἐστὶ τὸ θεῖον. Πῶς δὲ οὐκ ἐν τόπῳ περι-

γραπτὸν τὸ κινούμενον; Μόνον οὖν τὸ θεῖον ἀκίνητον, δι' ἀκινησίας τὰ

πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ θεῖον.

Ἀλλ' οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν ὥσπερ οὐδὲ τὸ

ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ

ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται· ταῦτα γὰρ οὐ τὸ τί ἐστι σημαίνει,

ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν, τί ἐστι,

φράσαι, οὐ τί οὐκ ἔστι· ὅμως ἐπὶ θεοῦ, τί ἐστιν, εἰπεῖν ἀδύνατον κατ'

οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν

λόγον· οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν οὐχ ὡς μὴ ὤν, ἀλλ' ὡς ὑπὲρ πάντα τὰ

ὄντα καὶ ὑπὲρ αὐτόδε τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὄντων αἱ γνώσεις, τὸ

ὑπὲρ γνῶσιν πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται, καὶ τὸ ἀνάπαλιν τὸ ὑπὲρ

οὐσίαν καὶ ὑπὲρ γνῶσιν ἔσται.

Ἄπειρον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον, καὶ τοῦτο μόνον αὐτοῦ κα-

ταληπτόν, ἡ ἀπειρία καὶ ἡ ἀκαταληψία. Ὅσα δὲ λέγομεν ἐπὶ θεοῦ κατα-

φατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν

δίκαιον, κἂν σοφόν, κἂν ὅ τι ἂν εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ

τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα δύναμιν

ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον σκότος λέγοντες ἐπὶ θεοῦ οὐ σκότος

νοοῦμεν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς ἀλλ' ὑπὲρ τὸ φῶς.

5

{Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί}

Ὅτι μέν ἐστι θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ

αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις

γραφῇ οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ κύριος ἐν τῇ τῆς νομοθεσίας

ἀρχῇ· «Ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. Οὐκ

ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ· Κύριος

ὁ θεός σου κύριος εἷς ἐστι», καὶ διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγὼ γάρ,

φησί, θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός.

Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται καὶ πλὴν

ἐμοῦ οὐκ ἔστι», καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις οὕτω φησὶ πρὸς

τὸν πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον

ἀληθινὸν θεόν».

Τοῖς δὲ τῇ θείᾳ γραφῇ μὴ πειθομένοις οὕτω διαλεξόμεθα. Τὸ θεῖον

τέλειόν ἐστι καὶ ἀνελλιπὲς κατά τε ἀγαθότητα κατά τε σοφίαν κατά τε

δύναμιν, ἄναρχον, ἀτελεύτητον, ἀίδιον, ἀπερίγραπτον καὶ ἁπλῶς εἰπεῖν

κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν

τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν

ἐστι καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ

κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον,

εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη θεός. Ἡ δὲ διὰ πάντων

ταυτότης ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι

τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ

ἕτερος. Πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος καὶ οὐ διαλυθήσεται

καὶ διαφθαρήσεται μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ

ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν

καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον θεός.

Εἷς τοίνυν ἐστὶ θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς συν-

οχεύς τε καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος.

Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη μονάδα εἶναι δυάδος ἀρχήν.

6

{Περὶ λόγου θεοῦ}

Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ

ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον· οὐ γὰρ

ἦν, ὅτε ἦν ποτε θεὸς ἄλογος. Ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ λόγον ἐξ αὐτοῦ

γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον ἀνυπόστατον καὶ εἰς ἀέρα

χεόμενον, ἀλλ' ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα,

ἀλλ' ἐν αὐτῷ ἀεὶ ὄντα· ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ

ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος, διὰ τοῦτο καὶ ὁ λόγος

ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ θεὸς ἀεὶ ὢν καὶ τέλειος ὢν τέλειον καὶ

ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ λόγον καὶ ἀεὶ ὄντα καὶ ζῶντα καὶ πάντα

ἔχοντα, ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ

προερχόμενος οὔτε δι' ὅλου ὁ αὐτός ἐστι τῷ νῷ οὔτε παντάπασιν ἕτερος

—ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν ἄλλος ἐστὶ παρ' αὐτόν, αὐτὸν δὲ τὸν νοῦν εἰς

τὸ ἐμφανὲς ἄγων οὐκέτι παντάπασιν ἕτερός ἐστι παρὰ τὸν νοῦν, ἀλλὰ

κατὰ τὴν φύσιν ἓν ὢν ἕτερόν ἐστι τῷ ὑποκειμένῳ—οὕτως καὶ ὁ τοῦ

θεοῦ λόγος, τῷ μὲν ὑφεστάναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον, παρ'

οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν θεὸν

καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ· ὥσπερ γὰρ τὸ ἐν ἅπασι

τέλειον ἐπὶ τοῦ πατρὸς θεωρεῖται, οὕτως καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννη-

μένου λόγου θεωρηθήσεται.

7

{Περὶ πνεύματος ἁγίου}

Δεῖ δὲ τὸν λόγον καὶ πνεῦμα ἔχειν· καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ

ἄμοιρός ἐστι πνεύματος. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς

ἡμετέρας ἐστὶν οὐσίας· τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου

καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν, ὅπερ ἐν τῷ καιρῷ τῆς

ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ

φανεροῦσα. Ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου τὸ μὲν

εἶναι πνεῦμα θεοῦ εὐσεβῶς ὁμολογητέον διὰ τὸ μὴ εἶναι τὸν τοῦ θεοῦ λό-

γον ἐλλιπέστερον τοῦ ἡμετέρου λόγου, οὐκ ἔστι δὲ εὐσεβὲς ἀλλότριόν τι

ἔξωθεν ἐπεισερχόμενον τῷ θεῷ τὸ πνεῦμα λογίζεσθαι ὡς καὶ ἐφ' ἡμῶν

τῶν συνθέτων. Ἀλλ' ὥσπερ θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατον

οὐδὲ ἐκ μαθήσεως προσγινόμενον οὐδὲ διὰ φωνῆς προφερόμενον οὐδὲ εἰς

ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα προαιρε-

τικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον, οὕτω καὶ πνεῦμα μεμαθηκότες θεοῦ

τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν οὐ

πνοὴν ἀνυπόστατον ἐννοοῦμεν—οὕτω γὰρ ἂν καθαιρεῖται πρὸς τα-

πεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου

πνεύματος καὶ τὸ ἐν αὐτῷ πνεῦμα ὑπονοοῖτο—, ἀλλὰ δύναμιν οὐσιώδη,

αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ πατρὸς

προερχομένην καὶ ἐν τῷ λόγῳ ἀναπαυομένην καὶ αὐτοῦ οὖσαν ἐκφαν-

τικήν, οὔτε χωρισθῆναι τοῦ θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ λόγου, ᾧ συμπαρο-

μαρτεῖ, δυναμένην οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ'

ὁμοιότητα τοῦ λόγου καθ' ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικήν,

αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν καὶ πρὸς πᾶσαν

πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν, μήτε ἀρχὴν

ἔχουσαν μήτε τέλος· οὔτε γὰρ ἐνέλειψέ ποτε τῷ πατρὶ λόγος οὔτε τῷ

λόγῳ πνεῦμα.

Οὕτως διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων

ἐξαφανίζεται πλάνη, διὰ δὲ τῆς τοῦ λόγου παραδοχῆς καὶ τοῦ πνεύματος

τῶν Ἰουδαίων καθαιρεῖται τὸ δόγμα, ἑκατέρας τε αἱρέσεως παραμένει τὸ

χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης, ἐκ δὲ

τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγοι

ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ λόγου παραδοχὴν καὶ τοῦ πνεύματος, ὑπὸ τῆς

θείας γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ λόγου

φησὶν ὁ Δαυίδ· «Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρα-

νῷ», καὶ πάλιν· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς».

Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται οὐδὲ εἰς τὸν αἰῶνα διαμένει.

Περὶ δὲ τοῦ πνεύματος ὁ αὐτὸς Δαυίδ· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου,

καὶ κτισθήσονται», καὶ πάλιν· «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,

καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», καὶ ὁ

Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ συνέχουσά

με.» Πνεῦμα δὲ ἀποστελλόμενον καὶ ποιοῦν καὶ στερεοῦν καὶ συνέχον οὐκ

ἄσθμα ἐστὶ λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ θεοῦ στόμα·

ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον.

8

{Περὶ τῆς ἁγίας τριάδος}

Πιστεύομεν τοιγαροῦν εἰς ἕνα θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον,

ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον,

ἀπεριόριστον, ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄρρευστον,

ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δι-

καιοσύνης, φῶς νοερόν, ἀπρόσιτον, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην,

μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην—πάντα γάρ, ὅσα θέλει,

δύναται—, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικήν, πάν-

των συνεκτικὴν καὶ συντηρητικήν, πάντων προνοητικήν, πάντων κρα-

τοῦσαν καὶ ἄρχουσαν καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασι-

λείᾳ, μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ' οὐδενὸς περιεχομέ-

νην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα καὶ συνέχουσαν καὶ

προέχουσαν, ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν καὶ πάντων

ἐπέκεινα καὶ πάσης οὐσίας ἐξῃρημένην ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα

οὖσαν, ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη, τὰς ὅλας ἀρχὰς καὶ τάξεις

ἀφορίζουσαν καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην ὑπὲρ οὐσίαν καὶ

ζωὴν καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐτοαγαθότητα, αὐτοζωήν,

αὐτοουσίαν ὡς μὴ παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν ἤ τι τῶν ὅσα ἐστίν,

αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λό-

γου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν, πάντα

εἰδυῖαν πρὶν γενέσεως αὐτῶν, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν,

μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχήν, μίαν ἐξουσίαν, μίαν κυριότητα,

μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυ-

νουμένην μιᾷ προσκυνήσει πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης

λογικῆς κτίσεως ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις, ὃ

καὶ παράδοξον. Εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, εἰς ἃ καὶ βεβαπ-

τίσμεθα· οὕτω γὰρ ὁ κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο·

«Βαπτίζοντες αὐτούς», φάσκων, «εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ

καὶ τοῦ ἁγίου πνεύματος».

Εἰς ἕνα πατέρα, τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα,

ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα, πάντων μὲν ποιητήν, ἑνὸς

δὲ μόνου πατέρα φύσει τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, κυρίου δὲ καὶ θεοῦ καὶ

σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ παναγίου πνεύματος.

Καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,

τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός,

θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ

πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. «Πρὸ πάντων τῶν αἰώνων» λέγοντες

δείκνυμεν, ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις· οὐ γὰρ ἐκ τοῦ μὴ

ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ υἱὸς τοῦ θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ

χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ

λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου

θεοῦ, ἀλλ' ἀεὶ ἦν σὺν τῷ πατρὶ καὶ ἐν αὐτῷ ἀιδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ

γεγεννημένος· οὐ γὰρ ἦν ποτε ὁ πατήρ, ὅτε οὐκ ἦν ὁ υἱός, ἀλλ' ἅμα

πατήρ, ἅμα υἱὸς ἐξ αὐτοῦ γεγεννημένος· πατὴρ γὰρ ἐκτὸς υἱοῦ οὐκ ἂν

κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων υἱόν, οὐκ ἦν πατήρ, καὶ εἰ μετὰ ταῦτα ἔσχεν

υἱόν, μετὰ ταῦτα ἐγένετο πατὴρ μὴ ὢν πρὸ τούτου πατὴρ καὶ ἐτράπη

ἐκ τοῦ μὴ εἶναι πατὴρ εἰς τὸ γενέσθαι πατήρ, ὅπερ πάσης βλασφημίας

ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς

γονιμότητος· ἡ δὲ γονιμότης τὸ ἐξ αὐτοῦ ἤγουν ἐκ τῆς ἰδίας οὐσίας

ὅμοιον κατὰ φύσιν γεννᾶν.

Ἐπὶ μὲν οὖν τῆς τοῦ υἱοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι

ἢ μετὰ τὸν πατέρα τὴν τοῦ υἱοῦ γενέσθαι ὕπαρξιν· ἐξ αὐτοῦ γὰρ ἤγουν

τῆς τοῦ πατρὸς φύσεώς φαμεν τὴν τοῦ υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς

δῶμεν τὸν υἱὸν συνυπάρχειν τῷ πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν

τῆς τοῦ πατρὸς ὑποστάσεως παρεισάγομεν, ὅτι μὴ ὢν πατὴρ ὕστερον

ἐγένετο πατήρ· ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ' οὐκ ἐκ τῆς

τοῦ θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει

αὐτοῦ παρήχθη, καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ θεοῦ φύσεως. Γέννησις

μὲν γάρ ἐστι τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προάγεσθαι τὸ γεννώμενον

ὅμοιον κατ' οὐσίαν, κτίσις δὲ καὶ ποίησις τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας

τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον

ἀνόμοιον παντελῶς.

Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ

ἀεὶ ὡσαύτως ἔχοντος θεοῦ καὶ τὸ γεννᾶν καὶ τὸ κτίζειν ἀπαθές· φύσει γὰρ

ὢν ἀπαθὴς καὶ ἄρρευστος ὡς ἁπλοῦς καὶ ἀσύνθετος οὐ πέφυκεν ὑπομένειν

πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾶν οὔτε ἐν τῷ κτίζειν οὐδέ τινος συνεργίας

δεῖται, ἀλλ' ἡ μὲν γέννησις ἄναρχος καὶ ἀίδιος φύσεως ἔργον οὖσα καὶ ἐκ

τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα

μὴ θεὸς πρῶτος καὶ θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται. Ἡ δὲ κτίσις

ἐπὶ θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ θεῷ, ἐπειδὴ οὐ πέφυκε

τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ

καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ θεός—ὁ μὲν

γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἀλλ' ὅπερ

ποιεῖ ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον ἀλλὰ καὶ προεπι-

νοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν

ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχή-

σας μὴ ἀποβάντος, καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ θεὸς θελήσας

μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν—, οὕτως οὐδὲ

ὁμοίως γεννᾷ θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ θεὸς ἄχρονος ὢν καὶ ἄναρχος

καὶ ἀπαθὴς καὶ ἄρρευστος καὶ ἀσώματος καὶ μόνος καὶ ἀτελεύτητος

ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀρρεύστως γεννᾷ καὶ ἐκτὸς συν-

δυασμοῦ, καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις οὔτε τέλος.

Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον, ἀρρεύστως δὲ διὰ τὸ ἀπαθὲς καὶ ἀσώ-

ματον, ἐκτὸς δὲ συνδυασμοῦ διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον

εἶναι θεὸν ἀπροσδεῆ ἑτέρου, ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως διά τε τὸ

ἄναρχον καὶ ἄχρονον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὡσαύτως ἔχειν· τὸ γὰρ

ἄναρχον ἀτελεύτητον, τὸ δὲ χάριτι ἀτελεύτητον οὐ πάντως ἄναρχον

ὥσπερ οἱ ἄγγελοι.

Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν θεὸς τὸν ἑαυτοῦ λόγον τέλειον ὄντα ἀνάρχως καὶ

ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ θεὸς ὁ χρόνου ἀνωτέραν ἔχων τήν τε

φύσιν καὶ τὴν ὕπαρξιν. Ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ ὑπὸ

γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν καὶ σῶμα περικείμενος

καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος· ἐνδεὲς γὰρ τὸ ἄρρεν τῆς

τοῦ θήλεος βοηθείας. —Ἀλλ' ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν

νόησιν καὶ κατάληψιν ὑπερκείμενος.

Διδάσκει οὖν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία ἅμα πατέρα

καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως καὶ

ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε

θεός. Ὥσπερ ἅμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς, καὶ οὐ πρῶτον τὸ

πῦρ καὶ μετὰ ταῦτα τὸ φῶς ἀλλ' ἅμα, καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς

ἀεὶ γεννώμενον ἀεὶ ἐν αὐτῷ ἐστι μηδαμῶς αὐτοῦ χωριζόμενον, οὕτω καὶ ὁ

υἱὸς ἐκ τοῦ πατρὸς γεννᾶται μηδαμῶς αὐτοῦ χωριζόμενος, ἀλλ' ἀεὶ ἐν

αὐτῷ ἐστιν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ

ἐν αὐτῷ ἀεὶ μένον οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ, ποιότης γάρ

ἐστι φυσικὴ τοῦ πυρός, ὁ δὲ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς ἐκ πατρὸς γεν-

νηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ ἔχει ἰδίαν

ὑπόστασιν παρὰ τὴν τοῦ πατρός.

Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ

ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ

πατρός, υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως διὰ τὸ τέλειον

καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ εἶναι πλὴν τῆς ἀγεν-

νησίας, μονογενὴς δέ, ὅτι μόνος ἐκ μόνου τοῦ πατρὸς μόνως ἐγεννήθη.

Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσει,

οὐδὲ γάρ ἐστιν ἄλλος υἱὸς τοῦ θεοῦ· εἰ γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ

πατρὸς ἐκπορεύεται, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Ἄλλος τρόπος

ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ υἱοῦ γέν-

νησις. Διὸ καὶ πάντα, ὅσα ἔχει ὁ πατήρ, αὐτοῦ εἰσι πλὴν τῆς ἀγεν-

νησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον

ὑπάρξεως, ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὤν (πλάσμα γάρ ἐστι θεοῦ) καὶ

ὁ Σὴθ γεννητός (υἱὸς γάρ ἐστιν τοῦ Ἀδάμ) καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ

πλευρᾶς ἐκπορευθεῖσα (οὐ γὰρ ἐγεννήθη αὕτη) οὐ φύσει διαφέρουσιν

ἀλλήλων (ἄνθρωποι γάρ εἰσιν), ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ.

Χρὴ γὰρ εἰδέναι, ὅτι τὸ ἀγένητον διὰ τοῦ ἑνὸς Νῦ γραφόμενον τὸ ἄ-

κτιστον ἤτοι τὸ μὴ γενόμενον σημαίνει, τὸ δὲ ἀγέννητον διὰ τῶν δύο

Νῦ γραφόμενον δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινό-

μενον διαφέρει οὐσία οὐσίας· ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος ἤτοι ἀγέ-

νητος (διὰ τοῦ ἑνὸς Νῦ), καὶ ἄλλη ἡ γενητὴ ἤτοι κτιστή. Κατὰ δὲ τὸ

δεύτερον σημαινόμενον οὐ διαφέρει οὐσία οὐσίας· παντὸς γὰρ εἴδους

ζῴων ἡ πρώτη ὑπόστασις ἀγέννητός ἐστιν, ἀλλ' οὐκ ἀγένητος· ἐκτίσθη-

σαν μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ τῷ λόγῳ αὐτοῦ παραχθέντα εἰς

γένεσιν, οὐ μὴν ἐγεννήθησαν μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς, ἐξ

οὗ γεννηθῶσι.

Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας

θεότητος ὑπέρθεοι ὑποστάσεις (ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι),

κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδαμῶς (μόνος γὰρ ὁ πατὴρ ἀγέν-

νητος· οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι) καὶ μόνος ὁ

υἱὸς γεννητός (ἐκ τῆς τοῦ πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γε-

γέννηται) καὶ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ

πατρός, οὐ γεννώμενον ἀλλ' ἐκπορευόμενον. Οὕτω μὲν τῆς θείας δι-

δασκούσης γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως

ἀκαταλήπτου ὑπάρχοντος.

Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν

θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα, τοὐ-

ναντίον δὲ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Διὰ

τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν

οὐρανῷ καὶ ἐπὶ γῆς».

Εἰ δὲ λέγομεν τὸν πατέρα ἀρχὴν εἶναι τοῦ υἱοῦ καὶ μείζονα, οὐ προ-

τερεύειν αὐτὸν τοῦ υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν, «δι' αὐτοῦ γὰρ

τοὺς αἰῶνας ἐποίησεν», οὐδὲ καθ' ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτ-

έστιν ὅτι ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐγεννήθη καὶ οὐχ ὁ πατὴρ ἐκ τοῦ υἱοῦ

καὶ ὅτι ὁ πατὴρ αἴτιός ἐστι τοῦ υἱοῦ φυσικῶς, ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς

τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλὰ τὸ φῶς μᾶλλον ἐκ τοῦ πυρός. Ὅτε

οὖν ἀκούσωμεν ἀρχὴν καὶ μείζονα τοῦ υἱοῦ τὸν πατέρα, τῷ αἰτίῳ νοήσω-

μεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ καὶ ἑτέρας τὸ φῶς,

οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν πατέρα καὶ τὸν υἱὸν ἑτέρας,

ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχο-

μένου φωτὸς φαίνειν τὸ πῦρ καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι

τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν, οὕτω λέγομεν

τὸν πατέρα πάντα, ὅσα ποιεῖ, διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ποιεῖν

οὐχ ὡς δι' ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνά-

μεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ

πυρὸς φωτίζειν, οὕτω πάντα, ὅσα ποιεῖ ὁ πατήρ, ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ.

Ἀλλὰ τὸ μὲν φῶς οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται, ὁ δὲ

υἱὸς τελεία ὑπόστασίς ἐστι τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς

ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῇ κτίσει εἰκόνα

ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας τριάδος παραδεικνύουσαν.

Τὸ γὰρ κτιστὸν καὶ σύνθετον καὶ ῥευστὸν καὶ τρεπτὸν καὶ περιγραπτὸν

καὶ σχῆμα ἔχον καὶ φθαρτόν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων

ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; Πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς

τοῖς πλείοσι τούτων ἐνέχεται καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ

φθορᾷ ὑπόκειται.

Ὁμοίως πιστεύομεν καὶ εἰς ἓν πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωο-

ποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, τὸ τῷ

πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ὡς ὁμοούσιόν

τε καὶ συναΐδιον, τὸ τοῦ θεοῦ πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν

πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, θεὸν σὺν πατρὶ καὶ υἱῷ ὑπάρχον

καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατο-

ρικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης

τῆς κτίσεως οὐ δεσποζόμενον, πληροῦν οὐ πληρούμενον, μετεχόμενον

οὐ μετέχον, ἁγιάζον οὐχ ἁγιαζόμενον, παράκλητον ὡς τὰς τῶν ὅλων

παρακλήσεις δεχόμενον, κατὰ πάντα ὅμοιον τῷ πατρὶ καὶ τῷ υἱῷ,

ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι' υἱοῦ μεταδιδόμενον καὶ μετα-

λαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως καὶ δι' ἑαυτοῦ κτίζον καὶ οὐσιοῦν

τὰ σύμπαντα καὶ ἁγιάζον καὶ συνέχον, ἐνυπόστατον ἤτοι ἐν ἰδίᾳ ὑποστά-

σει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον πατρὸς καὶ υἱοῦ καὶ πάντα

ἔχον, ὅσα ἔχει ὁ πατὴρ καὶ ὁ υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννή-

σεως. Ὁ μὲν γὰρ πατὴρ ἀναίτιος καὶ ἀγέννητος (οὐ γὰρ ἔκ τινος· οὐδὲ

ἐξ αὐτοῦ τὸ εἶναι ἔχει οὐδέ τι τῶν ὅσα ἔχει), αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ

καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ υἱὸς ἐκ

τοῦ πατρὸς γεννητῶς· τὸ δὲ πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ μὲν ἐκ τοῦ

πατρός, ἀλλ' οὐ γεννητῶς ἀλλ' ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἔστι διαφορὰ

γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς,

οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ υἱοῦ ἐκ τοῦ πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου

πνεύματος ἐκπόρευσις.

Πάντα οὖν, ὅσα ἔχει ὁ υἱός, καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἔχει καὶ αὐτὸ τὸ

εἶναι. Καὶ εἰ μὴ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός ἐστιν οὐδὲ τὸ πνεῦμα. Καὶ εἰ μὴ

ὁ πατὴρ ἔχει τι, οὐδὲ ὁ υἱὸς ἔχει, οὐδὲ τὸ πνεῦμα. Καὶ διὰ τὸν πατέρα,

τουτέστιν διὰ τὸ εἶναι τὸν πατέρα, ἔστιν ὁ υἱὸς καὶ τὸ πνεῦμα. Καὶ διὰ

τὸν πατέρα ἔχει ὁ υἱὸς καὶ τὸ πνεῦμα πάντα, ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν

πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς

ἐκπορεύσεως· ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέ-

ρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτη-

ριστικῷ τῆς οἰκείας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι.

Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν, ἵνα μὴ ἐκ τριῶν

ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν, ἀλλ' ἐν τρισὶ τελείαις

ὑποστάσεσι μίαν ἁπλῆν οὐσίαν, ὑπερτελῆ καὶ προτέλειον· πᾶν γὰρ ἐξ

ἀτελῶν συγκείμενον σύνθετον πάντως ἐστίν, ἐκ δὲ τελείων ὑποστάσεων,

ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων,

ἀλλ' ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν τῶν μὴ σῳζόντων τὸ εἶδος τοῦ

ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδη-

ρος, ἕκαστον καθ' ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν, πρὸς δὲ τὸ ἐξ

αὐτῶν ἀποτελούμενον οἴκημα ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει· οὐδὲ γάρ

ἐστιν ἕκαστον αὐτῶν καθ' ἑαυτὸ οἶκος.

Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμέν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας

νοήσωμεν φύσεως· «σύνθεσις γὰρ ἀρχὴ διαστάσεως». Καὶ πάλιν ἐν ἀλλή-

λαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγά-

γωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων τὸ ἀσύνθετον καὶ ἀσύγχυτον,

διὰ δὲ τοῦ ὁμοουσίου καὶ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις καὶ τῆς ταυ-

τότητος τοῦ θελήματός τε καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως καὶ τῆς

ἐξουσίας καὶ τῆς κινήσεως, ἵν' οὕτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι

ἕνα θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως θεὸς ὁ θεὸς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα

αὐτοῦ.

Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι καὶ ἄλλο τὸ

λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων ἡ μὲν τῶν ὑπο-

στάσεων διαίρεσις πράγματι θεωρεῖται· πράγματι γὰρ ὁ Πέτρος τοῦ

Παύλου κεχωρισμένος θεωρεῖται. Ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ

ἓν λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ

Παῦλος τῆς αὐτῆς εἰσι φύσεως καὶ κοινὴν μίαν ἔχουσι φύσιν· ἕκαστος γὰρ

αὐτῶν ζῷόν ἐστι λογικὸν θνητόν, καὶ ἕκαστος σάρξ ἐστιν ἐμψυχωμένη

ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρη-

τή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσίν· ἰδίᾳ δὲ ἑκάστη καὶ ἀναμέ-

ρος ἤγουν καθ' ἑαυτὴν κεχώρισται πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς

ἑτέρας ἔχουσα· καὶ γὰρ καὶ τόπῳ διεστήκασι καὶ χρόνῳ διαφέρουσι καὶ

γνώμῃ μερίζονται καὶ ἰσχύι καὶ μορφῇ εἴτουν σχήματι καὶ ἕξει καὶ κράσει

καὶ ἀξίᾳ καὶ ἐπιτηδεύματι καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι,

πλέον δὲ πάντων τῷ μὴ ἐν ἀλλήλαις ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ

δύο καὶ τρεῖς ἄνθρωποι λέγονται καὶ πολλοί.

Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ

ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου τριάδος τὸ ἀνάπαλιν.

Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν πράγματι θεωρεῖται διά τε τὸ συναΐδιον καὶ

τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς…

The complete text is available when the reading interface loads.