Orationes de imaginibus tres
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Orationes de imaginibus tres, ed. Kotter, vol. 3, PTS 17 (1975) 65–200.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2,1
ἐξώτερον κατακέκριται σκότος. Ὅπερ ἐγὼ μὴ παθεῖν
ὑφορώμενος τῷ δεσποτικῷ ὑπείκω προστάγματι
καὶ τὸ δεδομένον μοι παρ' αὐτοῦ τοῦ λόγου τάλαν-
τον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις,
ὅπως ἐλθὼν ὁ κύριός μου εὕροι πολυπλασιαζόμενον
καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν
εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυ-
τάτην χαρὰν αὐτοῦ. Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως
καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξα-
σθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν
λεγομένων τὴν δύναμιν. —Δεύτερον δὲ τοῦτον τὸν
λόγον περὶ εἰκόνων συνέταξα· τινὲς γὰρ τῶν τέκνων
τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ
πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι.
Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώ-
σαντι.
3
Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ
ἁγίας εἰκόνας.
2,2=3,1
Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει,
τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ' εἰκόνα
θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν
αὐτοῦ κατεργάζεσθαι θάνατον. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ
ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι' αὐτῆς
εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ
αἰσχραῖς καὶ ἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε.
Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ ἀλόγου ἐπιθυμίας.
Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν ὁ θεοπάτωρ
Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός», ποτὲ
δὲ εἰς πολυθεΐαν· καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ
ἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ
σελήνῃ καὶ ἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ
ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν. Ὁμοίως γάρ ἐστι χαλε-
πὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν
καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν.
Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν
λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει
ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε. Καὶ οὓς μὲν μίαν
φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως
λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς ὑπο-
στάσεις ἀθέσμως σέβειν ἐνόθευσε. Καὶ τισὶ μὲν μίαν
ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύ-
σεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο.
2,3
Ἡ δὲ ἀλήθεια μέσην
ὁδὸν βαδίζουσα πάντα ταῦτα
ἀπαρνεῖται τὰ ἄτοπα καὶ δι-
δάσκει ἕνα θεὸν ὁμολογεῖν,
μίαν φύσιν ἐν τρισὶν ὑπο-
στάσεσι, πατρὶ καὶ υἱῷ καὶ
ἁγίῳ πνεύματι. Τὴν δὲ κακί-
αν οὐκ οὐσίαν, ἀλλὰ συμβε-
βηκός φησιν, ἔννοιάν τινα καὶ
λόγον καὶ πρᾶξιν παρὰ τὸν
νόμον τοῦ θεοῦ, ἐν τῷ ἐννο-
εῖσθαι καὶ λέγεσθαι καὶ πράτ-
τεσθαι τὴν ὕπαρξιν ἔχουσαν
καὶ ἅμα τῷ παύσασθαι ἀφα-
νιζομένην. Ἔτι δὲ καὶ τὸν
ἕνα τῆς ἁγίας τριάδος, τὸν
Χριστόν, δύο φύσεις κηρύττει
καὶ μίαν ὑπόστασιν.
3,1
Ἡ δὲ ἀλήθεια μέσην
ὁδὸν βαδίζουσα πάντα
ἀπαρνεῖται τὰ ἄτοπα.
2,4=3,1
Ἀλλ' ὁ τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν
ἀνθρώπων πολέμιος ὅ ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώ-
πων καὶ πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν
καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ
αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην
ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι σπουδάζει
διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν
κακίαν παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν
εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρί-
κτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθεί-
ας·
2,4=3,2
ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰ-
κονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ
ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς
τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου. Καὶ τίς ἔχων
γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι
ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ
τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ
τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι.
2,5=3,2
Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα ἐποιοῦμεν,
ὄντως ἡμαρτάνομεν· ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχη-
μάτιστον καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι. Καὶ
πάλιν· εἰ ἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς
ἡγούμεθα καὶ ὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν. Ἀλλ'
οὐδὲν τούτων ποιοῦμεν. Θεοῦ γὰρ σαρκωθέντος καὶ ὀφθέντος
ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι'
ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ
χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλ-
λόμεθα· ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα· ὡς γάρ
φησιν ὁ θεῖος ἀπόστολος· «Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν
βλέπομεν». Καὶ ἡ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον
τῇ τοῦ σώματος ἡμῶν παχύτητι· πολλὰ γὰρ κάμνων ὁ νοῦς
οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν ὁ θεῖος Γρηγόριος.
2,6=3,3
Ὢ ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν
ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι' αὐτοῦ ἁγια-
σθῆναι καὶ ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν
αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ
ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν.
Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς.
Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ
ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως. Οὐ
φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν
σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν. Οὐ πειθόμεθά σοι, δαῖ-
μον φθονερὲ καὶ μισάνθρωπε. Ἀκούσατε, λαοί, φυλαί, γλῶσ-
σαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια,
τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον· Εἴ τις εὐαγγελίζεται
ὑμᾶς, παρ' ὃ παρέλαβεν ἡ καθολικὴ ἐκκλησία παρὰ τῶν
ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ
νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμ-
βουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον.
Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ' ὃ
παρελάβετε, κλείσατε τὰς ἀκοάς· ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς
ἔφη ὁ θεῖος ἀπόστολος· «Ἀνάθεμα ἔστω», ἐκδεχόμενος τὴν
διόρθωσιν.
2,7=3,4
Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν
τῆς γραφῆς, ὅτι εἶπεν ὁ θεὸς διὰ Μωσέως τοῦ νομοθέτου·
«Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ
γῇ.» καὶ διὰ Δαυὶδ τοῦ προφήτου· «Αἰσχυνθήτωσαν πάντες
οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς
εἰδώλοις αὐτῶν», καὶ τοιαῦτα πολλὰ ἕτερα. Ὅσα γὰρ ἂν ἐκ
τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι,
τῆς αὐτῆς ἐννοίας εἰσί.
Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ
κυρίου τοῖς Ἰουδαίοις εἰρημένον «ἐρευνᾶτε τὰς γραφάς»;
Καλὴ γὰρ ἡ τῶν γραφῶν ἔρευνα. Ἀλλ' ἐνταῦθα νουνεχῶς
προσέχετε. Ἀδύνατον, ὦ ἀγαπητοί, θεὸν ψεύσασθαι· εἷς
γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης
ὁ πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν
ἐν τοῖς προφήταις καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐν τῷ
μονογενεῖ αὐτοῦ υἱῷ. Προσέχετε τοίνυν μετὰ ἀκριβείας. Οὐκ
ἐμὸς ὁ λόγος ἐστί. Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ
ἁγίου ἀποστόλου ἀπεφήνατο· «Πολυμερῶς καὶ πολυτρόπως
πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.»
Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν ὁ θεός.
Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι
δίδωσιν πάντοτε, ἀλλ' ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ
πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ
ὥραν τουτέστι καιρὸν καὶ ἕξιν καὶ ἡλικίαν· καὶ τῷ μὲν
νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον· ἄλλο
τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν ἀσθενούν-
των οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον· καὶ ἄλλο
τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ
ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα. Οὕτω
καὶ ὁ ἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶ ἀρρω-
στοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς
ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν
τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει
προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας. Θεοῦ μὲν γὰρ
τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀύλου καὶ μήτε σχῆμα μήτε
περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα·
πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; «Θεὸν δὲ οὐδεὶς
ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ
πατρός, αὐτὸς ἐξηγήσατο.» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν
μου καὶ ζήσεται», ἔφη ὁ θεός.
2,8=3,5
Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν,
ἄκουε, τί φησιν ἡ γραφὴ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ,
ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε προσεδρεύων
τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ὁ ἀγνώμων λαὸς
Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες· «Ποίησον ἡμῖν
θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ ἄνθρωπος οὗτος ὁ
Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ.» Εἶτα, ὅτε περι-
είλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν,
ἔφαγον καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς
πλάνης καὶ ἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες· «Οὗτοι
οἱ θεοί σου, Ἰσραήλ.» Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα· οὐ
γὰρ ἐποίησαν Διὸς εἴδωλον ἢ τοῦδε ἢ τοῦδε, ἀλλ', ὡς
ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν
τύχῃ, καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου. Ὥστε αὐτὰ τὰ
χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα
δαιμόνων ἦσαν κατοικητήρια. Καὶ ὅτι τῇ κτίσει ἐλάτρευον
παρὰ τὸν κτίσαντα, φησὶ καὶ ὁ θεῖος ἀπόστολος· «Οἵτινες
ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ
ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ
ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Τούτου χάριν
ἀπηγόρευσεν ὁ θεὸς ποιεῖν πᾶν ὁμοίωμα,
καθὼς Μωσῆς ἐν τῷ Δευτερο-
νομίῳ φησί·
1,4
Οἶδα τὸν ἀψευ-
δῶς εἰπόντα· «Κύριος ὁ θεός
σου κύριος εἷς ἐστι», καὶ
«κύριον τὸν θεόν σου προσ-
κυνήσεις καὶ αὐτῷ μόνῳ λα-
τρεύσεις», καὶ «οὐκ ἔσονταί
σοι θεοὶ ἕτεροι», καὶ «οὐ
ποιήσεις γλυπτὸν πᾶν ὁμοί-
ωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω
καὶ ὅσα ἐν τῇ γῇ κάτω», καὶ
«αἰσχυνθήτωσαν πάντες οἱ
προσκυνοῦντες τοῖς γλυπ-
τοῖς», καὶ «θεοί, οἳ τὸν
οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ-
ποίησαν, ἀπολέσθωσαν», καὶ
ὅσα τοιουτοτρόπως «πάλαι ὁ
θεὸς λαλήσας τοῖς πατράσιν
ἐν τοῖς προφήταις ἐπ' ἐσχά-
των τῶν ἡμερῶν ἐλάλησεν ἡ-
μῖν ἐν τῷ μονογενεῖ αὐτοῦ
υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας
ἐποίησεν.» Οἶδα τὸν εἰπόντα·
«Αὕτη δέ ἐστιν ἡ αἰώνιος
ζωή, ἵνα γινώσκωσί σε, τὸν
μόνον ἀληθινὸν
θεὸν καὶ ὃν ἀπέστειλας Ἰη-
σοῦν Χριστόν.» Πιστεύω
εἰς ἕνα θεόν, μίαν τῶν πάν-
των ἀρχήν, ἄναρχον, ἄκτιστον,
ἀνώλεθρον καὶ ἀθάνατον, αἰ-
ώνιον καὶ ἀίδιον, ἀκατάληπ-
τον, ἀσώματον, ἀόρατον, ἀ-
περίγραπτον, ἀσχημάτιστον,
μίαν ὑπερούσιον οὐσίαν, ὑ-
πέρθεον θεότητα, ἐν τρισὶν
ὑποστάσεσι, πατρὶ καὶ υἱῷ
καὶ ἁγίῳ πνεύματι, καὶ τού-
τῳ μόνῳ λατρεύω καὶ τούτῳ
μόνῳ προσάγω τὴν τῆς λα-
τρείας προσκύνησιν. Ἑνὶ θεῷ
προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ
καὶ τριάδι λατρεύω ὑποστά-
σεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ
σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ
πνεύματι, ἑνὶ θεῷ.
Οὐ προσκυνῶ τῇ κτί-
σει παρὰ τὸν κτίσαντα, ἀλλὰ
προσκυνῶ τὸν κτίστην κτι-
σθέντα τὸ κατ' ἐμὲ καὶ εἰς
κτίσιν ἀταπεινώτως καὶ ἀκα-
θαιρέτως κατεληλυθότα, ἵνα
τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ
θείας κοινωνὸν ἐπεργάσηται
φύσεως. Συμπροσκυνῶ τῷ βα-
σιλεῖ καὶ θεῷ τὴν ἁλουργί-
δα τοῦ σώματος οὐχ ὡς ἱμά-
τιον οὐδ' ὡς τέταρτον πρόσ-
ωπον (ἄπαγε) ἀλλ' ὡς ὁμό-
θεον χρηματίσασαν καὶ γενο-
μένην, ὅπερ τὸ χρῖσαν, ἀμε-
ταβλήτως· οὐ γὰρ θεότης ἡ
φύσις γέγονε τῆς σαρκός,
ἀλλ' ὥσπερ ὁ λόγος σὰρξ ἀ-
τρέπτως γέγονε μείνας, ὅ-
περ ἦν, οὕτω καὶ ἡ σὰρξ
λόγος γέγονεν οὐκ ἀπολέσα-
σα τουθ', ὅπερ ἐστί, ταυτι-
ζομένη δὲ μᾶλλον πρὸς τὸν
λόγον καθ' ὑπόστασιν. Διὸ
θαρρῶν εἰκονίζω θεὸν τὸν
ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ'
ὡς ὁρατὸν δι' ἡμᾶς γενόμε-
νον μεθέξει σαρκός τε
καὶ αἵματος. Οὐ τὴν ἀόρατον
εἰκονίζω θεότητα, ἀλλ' εἰ-
κονίζω θεοῦ τὴν ὁραθεῖσαν
σάρκα. Εἰ γὰρ ψυχὴν εἰκονί-
σαι ἀμήχανον, πόσῳ μᾶλλον
θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα
τὸ ἄυλον;
1,5
Ἀλλά φασιν· Εἶπεν
ὁ θεὸς διὰ Μωσέως τοῦ νο-
μοθέτου· «Κύριον τὸν θεόν
σου προσκυνήσεις καὶ αὐτῷ
μόνῳ λατρεύσεις», καὶ «οὐ
ποιήσεις πᾶν ὁμοίωμα, ὅσα
ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ
γῇ.»
Ἀδελφοί, ὄντως πλανῶνται οἱ
μὴ εἰδότες τὰς γραφὰς οἱ
μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀ-
ποκτένει, τὸ δὲ πνεῦμα ζωο-
ποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ
ὑπὸ τῷ γράμματι κεκρυμμέ-
νον πνεῦμα. Πρὸς οὓς ἂν ἀ-
ξίως εἴποιμι· Ὁ τοῦτο διδά-
ξας ὑμᾶς διδαξάτω καὶ τὸ
ἑπόμενον. Μάθε, ὅπως ἑρμη-
νεύει ὁ νομοθέτης ὧδέ
πως ἐν τῷ Δευτερονομίῳ λέ-
γων·
«Καὶ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός· φωνὴν ῥημάτων
ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ' ἢ φωνήν», καὶ μετ' ὀλίγα
«καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ
ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ
πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα,
πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους
τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ» καὶ τὰ ἑξῆς,
καὶ μετὰ βραχέα «μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον
καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ,
πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς.»
3,6
Οἶδα τὸν ἀψευ-
δῶς εἰπόντα· «Κύριος ὁ θεός
σου κύριος εἷς ἐστι», καὶ
«κύριον τὸν θεόν σου προσ-
κυνήσεις καὶ αὐτῷ μόνῳ λα-
τρεύσεις», καὶ «οὐκ ἔσονταί
σοι θεοὶ ἕτεροι», καὶ «οὐ
ποιήσεις γλυπτὸν πᾶν ὁμοί-
ωμα, ὅσα ἐν τῷ οὐρανῷ
καὶ ὅσα ἐν τῇ γῇ», καὶ
«αἰσχυνθήτωσαν πάντες οἱ
προσκυνοῦντες τοῖς γλυπ-
τοῖς», καὶ «θεοί, οἳ τὸν
οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐ-
ποίησαν, ἀπολέσθωσαν», καὶ
ὅσα τοιούτῳ τρόπῳ «πάλαι ὁ
θεὸς λαλήσας τοῖς πατράσιν
ἐπ' ἐσχά-
των τῶν ἡμερῶν ἐλάλησεν ἡ-
μῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐ-
τοῦ, δι' οὗ τοὺς αἰῶνας
ἐποίησεν.» Οἶδα τὸν εἰπόντα·
«Αὕτη δέ ἐστιν ἡ αἰώνιος
ζωή, ἵνα γινώσκωσί σε, τὸν
μόνον ζῶντα καὶ ἀληθινὸν
θεὸν καὶ ὃν ἀπέστειλας Ἰη-
σοῦν Χριστόν.» Καὶ πιστεύω
εἰς ἕνα θεόν, μίαν τῶν πάν-
των ἀρχήν, ἄναρχον, ἄκτιστον,
ἀνώλεθρον καὶ ἀθάνατον, αἰ-
ώνιον καὶ ἀίδιον, ἀκατάληπ-
τον, ἀσώματον, ἀόρατον, ἀ-
περίγραπτον, ἀσχημάτιστον,
μίαν ὑπερούσιον οὐσίαν, ὑ-
πέρθεον θεότητα, ἐν τρισὶν
ὑποστάσεσι, πατρὶ καὶ υἱῷ
καὶ ἁγίῳ πνεύματι, καὶ τού-
τῳ μόνῳ λατρεύω καὶ τούτῳ
μόνῳ προσάγω τὴν τῆς λα-
τρείας προσκύνησιν. Ἑνὶ θεῷ
προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ
καὶ τριάδι λατρεύω ὑποστά-
σεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ
σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ
πνεύματι, οὐ τρι-
σὶ θεοῖς ἀλλ' ἑνί, οὐ διῃρη-
μέναις ὑποστάσεσιν ἀλλ' ἡ-
νωμέναις. Οὐ τρεῖς προσκυ-
νήσεις προσάγω ἀλλὰ μίαν,
οὐχ ἑκάστῃ τῶν ὑποστάσεων
ἀναμέρος ἀλλ' ἑνιαίως ταῖς
τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ
θεῷ μίαν προσάγω προσκύνη-
σιν. Οὐ προσκυνῶ τὴν κτί-
σιν παρὰ τὸν κτίσαντα, ἀλλὰ
προσκυνῶ τὸν κτίστην κτι-
σθέντα τὸ κατ' ἐμὲ καὶ εἰς
κτίσιν ἀταπεινώτως καὶ ἀκα-
θαιρέτως κατεληλυθότα, ἵνα
τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ
θείας κοινωνὸν ἀπεργάσηται
φύσεως. Συμπροσκυνῶ τῷ βα-
σιλεῖ καὶ θεῷ τὴν ἁλουργί-
δα τοῦ σώματος οὐχ ὡς ἱμά-
τιον οὐδ' ὡς τέταρτον πρόσ-
ωπον (ἄπαγε), ἀλλ' ὡς ὁμό-
θεον χρηματίσασαν καὶ γενο-
μένην, ὅπερ τὸ χρῖσαν, ἀμε-
ταβλήτως· οὐ γὰρ θεότης ἡ
φύσις γέγονε τῆς σαρκός,
ἀλλ' ὥσπερ ὁ λόγος σὰρξ ἀ-
τρέπτως ἐγένετο μείνας, ὅ-
περ προῆν, οὕτω καὶ ἡ σὰρξ
λόγος γέγονεν οὐκ ἀπολέσα-
σα τουθ', ὅπερ ἐστί, ταυτι-
ζομένη δὲ μᾶλλον πρὸς τὸν
λόγον καθ' ὑπόστασιν. Διὸ
θαρρῶν εἰκονίζω θεὸν τὸν
ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ'
ὡς ὁρατὸν δι' ἡμᾶς γενόμε-
νον ἐν μεθέξει σαρκὸς
καὶ αἵματος. Οὐ τὴν ἀόρατον
εἰκονίζω θεότητα, ἀλλ' εἰ-
κονίζω θεοῦ τὴν ὁραθεῖσαν
σάρκα· εἰ γὰρ ψυχὴν εἰκονί-
σαι ἀμήχανον, πόσῳ μᾶλλον
τὸν καὶ τῇ ψυχῇ δόντα
τὸ ἄυλον;
3,7
Ἀλλά φασιν· Εἶπεν
ὁ θεὸς διὰ Μωσέως τοῦ νο-
μοθέτου· «Κύριον τὸν θεόν
σου προσκυνήσεις καὶ αὐτῷ
μόνῳ λατρεύσεις», καὶ «οὐ
ποιήσεις πᾶν ὁμοίωμα, ὅσα
ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ
γῇ.»
Ἀδελφοί, ὄντως πλανῶνται οἱ
μὴ εἰδότες τὰς γραφὰς οἱ
μὴ εἰδότες, ὡς «τὸ γράμμα ἀ-
ποκτένει, τὸ δὲ πνεῦμα ζωο-
ποιεῖ», οἱ μὴ ἐρευνῶντες τὸ
ὑπὸ τῷ γράμματι κεκρυμμέ-
νον πνεῦμα. Πρὸς οὓς ἂν ἀ-
ξίως εἴποιμι· Ὁ τοῦτο διδά-
ξας ὑμᾶς διδαξάτω καὶ τὸ
ἑπόμενον. Μάθε, ὅπως ἑρμη-
νεύει αὐτὸ ὁ νομοθέτης ὧδέ
πως ἐν τῷ Δευτερονομίῳ λέ-
γων·
1,6
Ὁρᾷς, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ
τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ' ἢ
μόνῳ τῷ δημιουργῷ. Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν
λατρείαν· πάλιν γάρ φησιν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα,
οὐ προσκυνήσεις αὐ-
τοῖς οὐδ' οὐ μὴ λα-
τρεύσῃς αὐτοῖς, ὅτι
ἐγώ εἰμι κύριος ὁ
θεὸς ὑμῶν», καὶ πά-
λιν «τοὺς βωμοὺς
αὐτῶν καθελεῖτε καὶ
τὰς στήλας αὐτῶν
συντρίψετε καὶ τὰ
ἄλση αὐτῶν ἐκκόψε-
τε καὶ τὰ γλυπτὰ
τῶν θεῶν αὐτῶν κα-
τακαύσετε πυρί· οὐ
γὰρ μὴ προσκυνήση-
τε θεῷ ἑτέρῳ», καὶ
μετ' ὀλίγα «καὶ θε-
οὺς χωνευτοὺς οὐ
ποιήσεις σεαυτῷ.»
2,8
καὶ
πάλιν «καὶ θε-
οὺς χωνευτοὺς οὐ
ποιήσεις σεαυτῷ.»
3,7
οὐ προσκυνήσεις αὐ-
τοῖς οὐδ' οὐ μὴ λα-
τρεύσῃς αὐτοῖς, ὅτι
ἐγώ εἰμι κύριος ὁ
θεὸς ὑμῶν«, καὶ πά-
λιν »τοὺς βωμοὺς
αὐτῶν καθελεῖτε καὶ
τὰς στήλας αὐτῶν
συντρίψετε καὶ τὰ
γλυπτὰ
τῶν θεῶν αὐτῶν κα-
τακαύσετε πυρί· οὐ
γὰρ μὴ προσκυνήση-
τε θεῷ ἑτέρῳ«, καὶ
μετ' ὀλίγα »καὶ θε-
οὺς χωνευτοὺς οὐ
ποιήσεις ἑαυτῷ.«
1,7
Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονο-
γραφίαν καὶ ὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγρα-
πτον καὶ ἀόρατον. »Οὐ γὰρ εἶδος αὐτοῦ«, φησίν, »ἑωράκατε«, καθὰ καὶ
Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησίν· »Γένος οὖν ὑπάρχοντες
τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι
τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.«
1,8
Ἰουδαίοις μὲν οὖν
διὰ τὸ πρὸς εἰδωλολατρείαν
εὐόλισθον ταῦτα νενομοθέ-
τητο· ἡμεῖς δέ, θεολογικῶς
εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι
τὴν δεισιδαίμονα πλάνην κα-
θαρῶς μετὰ τοῦ θεοῦ γενέ-
σθαι, ἐπεγνωκόσι τὴν ἀλήθει-
αν καὶ θεῷ μόνῳ λατρεύειν
καὶ τῆς θεογνωσίας κατα-
πλουτῆσαι τὴν τελειότητα
καὶ εἰς ἄνδρα καταντῆσαι
τέλειον παρελθοῦσι τὴν νη-
πιότητα, οὐκέτι ὑπὸ παιδ-
αγωγόν ἐσμεν, λαβόντες τὴν
διακριτικὴν ἕξιν παρὰ θεοῦ
καὶ εἰδότες, τί τὸ εἰκονι-
ζόμενον καὶ τί τὸ μὴ εἰκό-
νι περιγραφόμενον.
»Οὐ γὰρ εἶδος αὐτοῦ«,
φησίν, »ἑωράκατε.« Βαβαὶ τῆς
σοφίας τοῦ νομοθέτου. Πῶς
εἰκονισθήσεται τὸ ἀόρατον;
Πῶς εἰκασθήσεται τὸ ἀνείκα-
στον; Πῶς γραφήσεται τὸ ἄ-
ποσον καὶ ἀμέγεθες καὶ ἀό-
ριστον; Πῶς ποιωθήσεται τὸ
ἀνείδεον; Πῶς χρωματουργη-
θήσεται τὸ ἀσώματον;
Τί οὖν τὸ αἰνιγμα-
τικῶς μηνυόμενον; Δῆλον ὡς,
ὅταν ἴδῃς
διὰ σὲ γενόμενον ἄνθρωπον
τὸν ἀσώματον, τότε δράσεις
τῆς ἀνθρωπίνης μορφῆς τὸ
ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ
ὁ ἀόρατος γένηται, τότε εἰ-
κονίσεις τὸ τοῦ ὁραθέντος
ὁμοίωμα· ὅτε ὁ ἀσώματος καὶ
ἀσχημάτιστος ἄποσός τε καὶ
ἀπήλικος καὶ ἀμεγέθης ὑπερ-
οχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν
μορφῇ θεοῦ ὑπάρχων μορφὴν
δούλου λαβὼν ταύτῃ συσταλῇ
πρὸς ποσότητά τε καὶ πηλι-
κότητα καὶ χαρακτῆρα περί-
θηται σώματος, τότε ἐν πί-
ναξι χάραττε καὶ ἀνατί-
θει πρὸς θεωρίαν τὸν ὁρα-
θῆναι καταδεξάμενον. Χάρατ-
τε τούτου τὴν ἄφατον συγ-
κατάβασιν, τὴν ἐκ παρθένου
γέννησιν, τὴν ἐν Ἰορδάνῃ
βάπτισιν, τὴν ἐν Θαβὼρ με-
ταμόρφωσιν, τὰ πάθη τὰ τῆς
ἀπαθείας πρόξενα, τὰ θαύμα-
τα, τὰ τῆς θείας αὐτοῦ σύμ-
βολα φύσεως
δι' ἐνεργείας σαρ-
κὸς ἐνεργείᾳ θείᾳ πραττό-
μενα, τὸν σταυρὸν τὸν σωτή-
ριον, τὴν ταφήν, τὴν ἀνάστα-
σιν, τὴν εἰς οὐρανοὺς ἄνο-
δον. Πάντα γράφε καὶ λόγῳ
καὶ χρώμασι.
Μὴ φοβοῦ, μὴ δέδιθι· οἶδα διαφορὰν προσκυνή-
σεων. Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμ-
μώρ, ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον
ὠνήσατο, ἀνδράσιν ἀσεβέσι καὶ ἀγνωσίαν νοσοῦσι
θεοῦ. Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷ ἀδελφῷ καὶ
Φαραὼ ἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶ ἐπὶ τὸ ἄκρον
τῆς ῥάβδου προσεκύνησε· προσεκύνησαν μέν, ἀλλ'
οὐκ ἐλάτρευσαν. Προσεκύνησαν Ἰησοῦς ὁ τοῦ Ναυῆ
καὶ Δανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ' οὐκ ἐλάτρευσαν.
Ἕτερον γάρ ἐστιν ἡ τῆς λατρείας προσκύνησις καὶ
ἕτερον ἡ ἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα
ὑπερέχουσιν.
3,8
Ἰουδαίοις μὲν οὖν
διὰ τὸ πρὸς εἰδωλολατρείαν
εὐόλισθον ταῦτα νενομοθέ-
τητο· ἡμεῖς δέ, θεολογικῶς
εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι
τὴν δεισιδαίμονα πλάνην κα-
θαρῶς μετὰ θεοῦ γενέ-
σθαι, ἐπεγνωκόσι τὴν ἀλήθει-
αν καὶ θεῷ μόνῳ λατρεύειν
καὶ τῆς θεογνωσίας κατα-
πλουτῆσαι τὴν τελειότητα
καὶ εἰς ἄνδρα καταντῆσαι
τέλειον παρελθοῦσι τὴν νη-
πιότητα, οὐκέτι ὑπὸ παιδ-
αγωγόν ἐσμεν, λαβόντες τὴν
διακριτικὴν ἕξιν παρὰ θεοῦ
καὶ εἰδότες, τί τὸ εἰκονι-
ζόμενον καὶ τί τὸ εἰκόνι
μὴ περιγραφόμενον. »Ὁ μὲν
γὰρ νόμος παιδαγωγὸς ἡμῶν
γέγονεν εἰς Χριστόν, ἵνα ἐκ
πίστεως δικαιωθῶμεν·« καὶ
»ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδου-
λωμένοι, ὅτε ἦμεν νήπιοι.«
»Ἐλθούσης δὲ τῆς πίστεως
οὐκέτι ὑπὸ παιδαγωγόν ἐσ-
μεν.« »Οὐ γὰρ εἶδος αὐτοῦ«,
φησίν, »ἑωράκατε.« Βαβαὶ τῆς
σοφίας τοῦ νομοθέτου. Πῶς
εἰκονισθήσεται τὸ ἀόρατον;
Πῶς εἰκασθήσεται τὸ ἀνείκα-
στον; Πῶς γραφήσεται τὸ ἄ-
ποσον καὶ ἀμέγεθες καὶ ἀό-
ριστον καὶ
ἀνείδεον; Πῶς χρωματουργη-
θήσεται τὸ ἀσώματον; Πῶς
σχηματισθήσεται τὸ ἀσχημά-
τιστον; Τί οὖν τὸ μυστι-
κῶς μηνυόμενον; Δηλονότι
νῦν μὲν θεὸν μὴ εἰκονίσῃς
τὸν ἀόρατον· ὅταν δὲ ἴδῃς
διὰ σὲ γενόμενον ἄνθρωπον
τὸν ἀσώματον, τότε ποιήσεις
τῆς ἀνθρωπίνης μορφῆς τὸ
ἐκτύπωμα· ὅταν ὁρατὸς σαρκὶ
ὁ ἀόρατος γένηται, τότε εἰ-
κονίσεις τὸ τοῦ ὁραθέντος
ὁμοίωμα· ὅτε ὁ
ἄποσος καὶ
ἀπήλικος καὶ ἀμεγέθης ὑπερ-
οχῇ τῆς ἑαυτοῦ φύσεως ὁ ἐν
μορφῇ θεοῦ ὑπάρχων μορφὴν
δούλου λαβὼν ταύτῃ συσταλῇ
πρὸς ποσότητά τε καὶ πηλι-
κότητα καὶ χαρακτῆρα περί-
θηται σώματος, τότε ἐν πί-
ναξι χάραττέ τε καὶ ἀνατί-
θει πρὸς θεωρίαν τὸν ὁρα-
θῆναι καταδεξάμενον. Χάρατ-
τε τούτου τὴν ἄφατον συγ-
κατάβασιν, τὴν ἐκ παρθένου
γέννησιν, τὴν ἐν Ἰορδάνῃ
βάπτισιν, τὴν ἐν Θαβὼρ με-
ταμόρφωσιν, τὰ πάθη τὰ τῆς
ἀπαθείας πρόξενα, τὰ θαύμα-
τα, τὰ τῆς θείας αὐτοῦ
φύσεως καὶ ἐνεργείας
σύμβολα δι' ἐνεργείας σαρ-
κὸς ἀποτελού-
μενα, τοῦ σωτῆρος τὴν σωτή-
ριον ταφήν, τὴν ἀνάστα-
σιν, τὴν εἰς οὐρανοὺς ἄνο-
δον. Πάντα γράφε καὶ λόγῳ
καὶ χρώμασιν ἔν τε βίβλοις
καὶ πίναξιν.
1,9
Ἀλλ' ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος καὶ προσ-
κυνήσεως, φέρε τὸν περὶ τούτων λόγον διευκρινήσω-
μεν. Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα χαρακτηρίζον τὸ
πρωτότυπον μετὰ τοῦ καί τινα διαφορὰν ἔχειν πρὸς
αὐτό· οὐ γὰρ κατὰ πάντα ἡ εἰκὼν ὁμοιοῦται πρὸς
τὸ ἀρχέτυπον. Εἰκὼν τοίνυν ζῶσα, φυσικὴ καὶ
ἀπαράλλακτος τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς ὅλον ἐν
ἑαυτῷ φέρων τὸν πατέρα, κατὰ πάντα ἔχων τὴν
πρὸς αὐτὸν ταυτότητα, μόνῳ δὲ διαφέρων τῷ αἰτια-
τῷ. Αἴτιον μὲν γὰρ φυσικὸν ὁ πατήρ, αἰτιατὸν δὲ ὁ
υἱός· οὐ γὰρ πατὴρ ἐξ υἱοῦ, ἀλλὰ υἱὸς ἐκ πατρός.
Ἐξ αὐτοῦ γάρ, εἰ καὶ μὴ μετ' αὐτὸν ἔχει τὸ εἶναι,
ὅπερ ἐστὶν ὁ γεννήσας πατήρ.
1,10
Εἰσὶ δὲ καὶ ἐν τῷ θεῷ εἰκόνες καὶ παραδείγ-
ματα τῶν ὑπ' αὐτοῦ ἐσομένων, τουτέστιν ἡ βουλὴ
αὐτοῦ ἡ προαιώνιος καὶ ἀεὶ ὡσαύτως ἔχουσα.
Ἄτρεπτον γὰρ τὸ θεῖον κατὰ πάντα, καὶ οὐκ ἔστιν
ἐν αὐτῷ μεταβολὴ ἢ τροπῆς ἀποσκίασμα. Ταύτας
τὰς εἰκόνας καὶ τὰ παραδείγματα προορισμούς
φησιν ὁ ἅγιος Διονύσιος ὁ πολὺς τὰ θεῖα καὶ μετὰ
θεοῦ τὰ περὶ θεοῦ διασκεψάμενος. Ἐν γὰρ τῇ
βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πάντα
τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσό-
μενα πρὶν γενέσεως αὐτῶν, ὥσπερ, εἴ τις βούλοιτο
οἰκοδομῆσαι οἶκον, ἀνατυποῖ καὶ εἰκονίζει πρῶτον
τὸ σχῆμα κατὰ διάνοιαν.
1,11
Εἶτα πάλιν εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ
ἀτυπώτων, σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν
κατανόησιν. Καὶ γὰρ ἡ θεία γραφὴ τύπους θεῷ καὶ
ἀγγέλοις περιτίθησι καὶ τὴν αἰτίαν διδάσκων ὁ
αὐτὸς θεῖος ἀνήρ φησιν, ὅτι μὲν γὰρ εἰκότως προ-
βέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα
τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι
τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ
τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰ-
κείων καὶ συμφυῶν ἀναγωγῶν. Εἰ τοίνυν τῆς ἡμῶν
προνοῶν ἀναλογίας ὁ θεῖος λόγος πάντοθεν τὸ ἀνα-
τατικὸν ἡμῖν ποριζόμενος καὶ τοῖς ἁπλοῖς καὶ ἀτυ-
πώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει
τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν
καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι
μὴ δυνάμενα; Διὰ γὰρ τῆς αἰσθήσεως φαντασία τις
συνίσταται ἐν τῇ ἐμπροσθίῳ κοιλίᾳ τοῦ ἐγκεφάλου
καὶ οὕτω τῷ κριτικῷ παραπέμπεται καὶ τῇ μνήμῃ
ἐνθησαυρίζεται. Φησὶ γοῦν καὶ ὁ θεορρήμων Γρη-
γόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωμα-
τικὰ πάντη ἀδυνατεῖ· ἀλλὰ καὶ »τὰ ἀόρατα τοῦ θεοῦ
ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ-
ορᾶται.« Ὁρῶμεν γὰρ εἰκόνας ἐν τοῖς κτίσμασι μη-
νυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις· ὡς ὅτε
λέγομεν τὴν ἁγίαν τριάδα, τὴν ὑπεράρχιον, εἰκονί-
ζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος· ἢ πηγῆς
ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προ-
χοῆς· ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς·
ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας.
1,12
Πάλιν εἰκὼν λέγεται τῶν ἐσομένων αἰνι-
γματωδῶς σκιαγραφοῦσα τὰ μέλλοντα, ὡς ἡ κιβω-
τὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος
καὶ ἡ στάμνος, καὶ ὡς ὁ ὄφις τὸν τὸ δῆγμα διὰ σταυ-
ροῦ καταργήσαντα τοῦ ἀρχεκάκου ὄφεως, ἥ τε
θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος
πνεῦμα.
1,13
Πάλιν εἰκὼν λέγεται τῶν γεγονότων ἢ κατά
τινος θαύματος μνήμην ἢ τιμῆς ἢ αἰσχύνης ἢ ἀρετῆς
ἢ κακίας πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέ-
λειαν, ὡς ἂν τὰ μὲν κακὰ φεύγωμεν, τὰς δὲ ἀρετὰς
ζηλώσωμεν. Διπλῆ δὲ αὕτη διά τε λόγου ταῖς βίβλοις
ἐγγραφομένου, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐν-
εκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀνα-
γράπτους γενέσθαι προσέταξε, καὶ διὰ θεωρίας
αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κι-
βωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον. Οὕτω
καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων καὶ τὰς ἀρετὰς
διαγράφομεν. Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ
ἀντινομοθέτει τῷ ταύτας προστάξαντι γενέσθαι ἢ
ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον
καὶ τρόπον.
Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρόπους εἴπωμεν
καὶ περὶ προσκυνήσεως.
1,14
Ἡ προσκύνησις ὑποπτώσεως καὶ τιμῆς ἐστι
σύμβολον. Καὶ ταύτης δὲ διαφόρους ἔγνωμεν τρό-
πους· Πρώτην τὴν κατὰ λατρείαν, ἣν προσάγομεν
μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ. Ἔπειτα τὴν διὰ
τὸν φύσει προσκυνητὸν θεὸν προσαγομένην τοῖς
αὐτοῦ φίλοις τε καὶ θεράπουσιν, ὡς τῷ ἀγγέλῳ
Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ προσεκύνησαν, ἢ
τοῖς θεοῦ τόποις, ὥς φησιν ὁ Δαυίδ· »Προσκυνήσωμεν
εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ«, ἢ τοῖς
αὐτοῦ ἀναθήμασιν, ὡς ἅπας Ἰσραὴλ τῇ σκηνῇ προσ-
εκύνει καὶ τῷ ἐν Ἱερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες
καὶ πρὸς αὐτὸν ἁπανταχόθεν προσκυνοῦντες εἰσέτι
καὶ νῦν, ἢ τοῖς ὑπ' αὐτοῦ χειροτονηθεῖσιν ἄρχουσιν,
ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ
ὑπὸ θεοῦ γενομένῳ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτο-
νηθέντι ἄρχοντι καὶ τῷ Ἰωσὴφ οἱ αὐτοῦ ἀδελφοί.
Οἶδα καὶ κατὰ τιμὴν τὴν πρὸς ἀλλήλους προσ-
αγομένην προσκύνησιν ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἐμ-
μώρ. Ἢ τοίνυν πᾶσαν προσκύνησιν ἄνελε ἢ πάσας
δέχου μετὰ τοῦ ὀφείλοντος λόγου καὶ τρόπου.
1,15
Λέγε μοι ἐρωτῶντι· Εἷς θεὸς ὁ θεός; Ναί,
φήσεις, ὡς ἔμοιγε δοκεῖ, εἷς νομοθέτης. Τί οὖν νομο-
θετεῖ τὰ ἐναντία; Οὐ γὰρ ἔξω τῆς κτίσεως τὰ χε-
ρουβίμ. Τί οὖν προστάττει χερουβὶμ γλυπτὰ ἀν-
θρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸ ἱλαστή-
ριον; Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ
ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανον ἤ τινος ὡς θεοῦ,
ἵνα μὴ ὡς θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις.
Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ
θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προσ-
τάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστή-
ριον· ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουρ-
γῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι.
Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸ ἱλαστήριον;
Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ
ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ
ἡ σκηνὴ ἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶ ὑπό-
δειγμα; Φησὶ τοιγαροῦν ὁ θεῖος ἀπόστολος περὶ
τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών· »Οἵτινες ὑπο-
δείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, κα-
θὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν
σκηνήν. Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν
τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.« Ἀλλ' οὐδὲ
εἰκὼν ἦν ὁ νόμος, ἀλλ' εἰκόνος προσκίασμα· φησὶ
γοῦν ὁ αὐτὸς ἀπόστολος· »Σκιὰν γὰρ ἔχων ὁ νόμος
τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα
τῶν πραγμάτων.« Εἰ οὖν ὁ νόμος εἰκόνας ἀπαγο-
ρεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν;
Εἰ ἡ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογρα-
φεῖν ὁ νόμος διακελεύεται; Ἀλλ' οὐκ ἔστιν οὕτω
ταῦτα, οὐκ ἔστι· »καιρὸς« δὲ μᾶλλον »τῷ παντὶ
πράγματι.«
1,16
Πάλαι μὲν ὁ θεὸς ὁ ἀσώματός τε καὶ ἀσχη-
μάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶ ὀφθέντος
θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκο-
νίζω θεοῦ τὸ ὁρώμενον. Οὐ προσκυνῶ τῇ ὕλῃ,
προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην
δι' ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ κατοικῆσαι καταδεξά-
μενον καὶ δι' ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον,
καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι' ἧς ἡ σωτηρία
μου εἴργασται. Σέβω δὲ οὐχ ὡς θεόν—ἄπαγε· πῶς
γὰρ τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός; —
εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ' ὑπόστασιν
ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ
μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ
λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος. Τὴν
δέ γε λοιπὴν ὕλην σέβω καὶ δι' αἰδοῦς ἄγω, δι' ἧς
ἡ σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χά-
ριτος ἔμπλεων. Ἢ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον
τὸ τρισόλβιον καὶ τρισμακάριστον; Ἢ οὐχ ὕλη τὸ
ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος;
Ἢ οὐχ ὕλη ἡ φερέσβιος πέτρα καὶ ζωηφόρος, ὁ
τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; Ἢ
οὐχ ὕλη τὸ μέλαν καὶ ἡ τῶν εὐαγγελίων παναγία
βίβλος; Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν
ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; Ἢ οὐχ ὕλη ὁ
χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες
καὶ κρατῆρες κατασκευάζονται; Ἢ οὐχ ὕλη πρὸ
τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ
αἷμα; Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν
προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παρα-
δόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ
φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο
θείου πνεύματος ἐπισκιαζομένων χάριτι. Μὴ κάκιζε
τὴν ὕλην· οὐ γὰρ ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ
θεοῦ γεγένηται· τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα.
Μόνον δὲ ἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ'
ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ
παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ
θελήματος, τουτέστιν ἡ ἁμαρτία. Εἰ διὰ τὸν νόμον
τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατ-
εσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή· »Καὶ ἐλάλησε
κύριος πρὸς Μωσῆν λέγων· Ἰδοὺ ἀνακέκληκα τὸ
ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς
Ἰούδα. Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας
καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖ-
σθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ
ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν
πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον
τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ
τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα
τὰ ἔργα· καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ
τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν· καὶ παντὶ συνετῷ
καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα,
ὅσα σοι συνέταξα.« καὶ πάλιν »εἶπε Μωσῆς πρὸς
πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἠκούσατε
τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων· Λάβετε
παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ. Πᾶς κατα-
δεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς
τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον,
πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ
βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα
κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ
ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα
τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς
τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω
πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν«, καὶ τὰ
ἑξῆς, καὶ μεθ' ἕτερα »καὶ ἐποίησεν ἀμφοτέρους τοὺς
λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περι-
σεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα
σφραγῖδος«, καὶ πάλιν »οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων
τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν
ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ
ὀνόματος εἰς τὰς δώδεκα φυλάς«, καὶ αὖθις »καὶ ἐποί-
ησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ
ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ
βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ«, καὶ
πάλιν »καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς
κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερου-
βίμ.« Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ' ὑμᾶς ἄτιμος. Τί
γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων;
Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ
ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ. Πῶς οὖν
διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος
προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύ-
εις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι·
ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει. Ἀλλ'
ἴστε, »ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐ-
δὲν ὠφελήσει. Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι-
τος ἐξεπέσετε.« Οὐχ ἑώρα θεὸν ὁ Ἰσραὴλ ὁ πάλαι,
»ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου
κατοπτριζόμεθα.«
1,17
Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ
σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ
καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων (πρώτη
γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν
ἀκοήν· ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών. Καὶ ὅπερ τοῖς
γράμματα μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμ-
μάτοις ἡ εἰκών· καὶ ὅπερ τῇ ἀκοῇ ὁ λόγος, τοῦτο
τῇ ὁράσει ἡ εἰκών· νοητῶς δὲ αὐτῷ ἑνούμεθα. Διὰ
τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων
ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ
ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν
στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπό-
μνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελ-
λόντων. Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους
τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς
σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸς ἃ
βλέποντες τῷ δι' αὐτῶν ἐνεργήσαντι θεῷ προσέφε-
ρον τὴν προσκύνησιν καὶ τὴν λατρείαν. Δῆλον οὐχ
ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι' αὐτῶν εἰς ὑπόμνη-
σιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ
θεῷ τὴν προσκύνησιν νέμοντες. Εἰκόνες γὰρ ἦσαν
πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί,
ἀλλ' ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι.
1,18
Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆ-
ναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι·
φησὶ γάρ· »Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ
λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδά-
νου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ
πᾶς ὁ λαός.« Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν
τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύ-
ματα, ἵν', ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν,
ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι' αὐ-
τοῦ οὐχ ὁ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν,
ἀλλ' ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε
μακαριότητα, δι' οὗ ἡ φύσις ἐκ τῶν κατωτάτων τῆς
γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ
πατρικῷ κεκάθικε θρόνῳ.
1,19
Ἀλλὰ ναί φησι· Ποίει Χριστοῦ τὸ εἰκόνισμα
καὶ ἀρκέσθητι ἢ καὶ τῆς τούτου μητρὸς τῆς θεοτό-
κου. Ὢ τῆς ἀτοπίας. Ἐχθρὸν ἑαυτὸν διαρρήδην
τῶν ἁγίων καθωμολόγησας· εἰ γὰρ Χριστοῦ μὲν
εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ
τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν,
ὅπερ οὐδεὶς τῶν ἀπ' αἰῶνος ἐτόλμησε ποιῆσαι ἢ
ἐγχειρῆσαι τοιούτῳ τολμήματι. Τοῦ γὰρ Χριστοῦ
ὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξά-
στων δηλαδὴ ἀποπτύεις τὸ ἐξεικόνισμα καὶ ψευδῆ
τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς. »Ζῶ γὰρ ἐγώ,«
λέγει κύριος, »καὶ τοὺς δοξάζοντάς με δοξάσω«, καὶ
ὁ θεῖος ἀπόστολος· »Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ'
υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ.«
καὶ »εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.«
Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ' ἦ κατὰ
τῶν ἁγίων. Φησὶ γοῦν Ἰωάννης ὁ θεόλογος καὶ
ἐπιστήθιος, »ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα.« Ὥσπερ γὰρ
τῷ πυρὶ ἑνούμενος ὁ σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇ
ἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω
καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς
γίνεται. Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ
τοῦ θεοῦ· ἐκείνη γὰρ τῇ καθ' ὑπόστασιν ἑνώσει καὶ
μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν,
οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦ ὥσπερ τῶν προφητῶν
ἕκαστος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος. Ὅτι δὲ τῇ
θεώσει θεοὶ καὶ οἱ ἅγιοι, »ὁ θεός«, φησίν, »ἔστη ἐν
συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ«, ὅταν
ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς
ἑρμηνεύων φησὶν ὁ θεολόγος Γρηγόριος.
1,20
Τῷ Δαυὶδ ἐπηγγείλατο ὁ θεὸς οἰκοδομῆσαι
αὐτῷ ναὸν διὰ τοῦ ἰδίου υἱοῦ Σολομῶντος καὶ κατα-
σκευάσαι οἶκον ἀναπαύσεως. Τοῦτον Σολομὼν ᾠκο-
δόμησε καὶ ἐποίησε χερουβίμ, ὥς φησιν ἡ βίβλος
τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ
καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυ-
ψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷ ἐσωτέρῳ
καὶ τῷ ἐξωτέρῳ—οὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ
»κύκλῳ«—ἀλλὰ καὶ βόας καὶ λέοντας καὶ ῥοΐσκους.
Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ
οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονί-
σμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦ ὁ διαγορεύ-
ων νόμος· »Οὐ ποιήσεις πᾶν ὁμοίωμα;« Ἀλλ' ὁ
σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων
ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματα—
τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος—οὐδ' ἡμεῖς θεὸν
εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα.
Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο ὅ τε
ναὸς καὶ ὁ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χρι-
στοῦ αἵματι »τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλά-
του« καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος,
ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷ ἡ ἐκκλησία
ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶ ἐκτυπώ-
μασιν…
…
The complete text is available when the reading interface loads.