The Greek Library Author

Anonymous

De haeresibus

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De haeresibus, ed. Kotter, vol. 4, PTS 22 (1981) 19–67.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

ἔπειτα ἑκάστῃ τέχνῃ μιμησάμενοι οἰκοδόμοι μὲν λίθον ξέσαντες, ἀργυρο-

κόποι δὲ καὶ χρυσοχόοι ἀπὸ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω τε καὶ

τέκτονες καὶ οἱ καθεξῆς. Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι καὶ Φρύγες

καὶ Φοίνικες ταύτης τῆς θρησκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν ἀγαλμα-

τοποιίαις καὶ μυστηρίοις· ἀφ' ὧν τὰ πρῶτα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ

τῆς Κέκροπος ἡλικίας καὶ καθεξῆς, μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς

περὶ Κρόνον καὶ Ῥέαν, Δία τε καὶ καθεξῆς καὶ Ἀπόλλωνα θεοὺς ἀναγο-

ρεύσαντες. Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἑλένου τινὸς ἀνδρὸς τῶν ἐν τῇ

Ἑλλάδι κατῳκηκότων· ὡς δὲ ἕτεροί φασιν, ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθή-

ναις. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγένηνται, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ

Ἰωϋάν, ἑνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι

διῃρέθησαν τῶν πάντων, δι' ἣν αἰτίαν καὶ Μέροπες πάντες κέκληνται

διὰ τὴν μεμερισμένην φωνήν. Ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις

κατέστη κατωτέρω τῶν χρόνων, φημὶ δὴ Πυθαγορείων καὶ Στωϊκῶν καὶ

Πλατωνικῶν καὶ Ἐπικουρείων· καὶ λοιπὸν θεοσεβείας χαρακτὴρ ὑπῆρχεν

ἅμα καὶ ὁ κατὰ φύσιν νόμος πολιτευόμενος, ἀπὸ τούτων τῶν ἐθνῶν

ἑαυτὸν ἀφορίζων, ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς καὶ δεῦρο, μέσος

τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ, ἕως οὗ συνήφθη

ἡ τοῦ Ἀβραὰμ θεοσέβεια.

4

Καὶ μετέπειτα Ἰουδαϊσμός, ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν

χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ,

διὰ τοῦ δοθέντος νόμου ὑπὸ τοῦ θεοῦ γραφείς, ἀπὸ δὲ τοῦ Ἰούδα, τετάρ-

του υἱοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος Ἰσραήλ, διὰ δὲ Δαυὶδ τοῦ προφήτου

βασιλεύσαντος ἀπὸ τῆς τοῦ αὐτοῦ Ἰούδα φυλῆς τὸ τέλειον τοῦ Ἰου-

δαϊσμοῦ ὀνόματος κεκληρωμένος. Σαφῶς περὶ τούτων τῶν τεσσάρων

αἱρέσεων ὁ ἀπόστολος ἀποτέμνων ἔφη· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ

βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις.»

Ἑλλήνων διαφοραί.

5

Πυθαγόρειοι ἤτοι Περιπατητικοί, τὴν μονάδα καὶ πρόνοιαν

καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων

δὲ μὴ μεταλαμβάνειν, ἀπὸ τοῦ οἴνου δὲ ἐγκρατεύεσθαι. Διώριζεν δὲ

ἅμα τὰ ἀπὸ σελήνης καὶ ἄνω ἀθάνατα λέγων, τὰ δὲ ὑποκάτω θνητά·

μεταγγισμοὺς δὲ ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζῴων καὶ

κνωδάλων, σιωπὴν δὲ ἅμα ἀσκεῖν ἐπὶ χρόνῳ πέντε ἐτῶν ἐδίδασκεν,

τελευταῖον δὲ αὑτὸν θεὸν ὀνομάζων.

6

Πλατωνικοὶ θεὸν καὶ ὕλην καὶ εἶδος καὶ τὸν κόσμον γενητὸν καὶ

φθαρτὸν ὑπάρχειν, τὴν δὲ ψυχὴν ἀγένητον καὶ ἀθάνατον καὶ θείαν.

Εἶναι δὲ αὐτῆς τρία μέρη, λογιστικόν, θυμικόν, ἐπιθυμητικόν· τάς τε

γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι, καὶ μηδένα γαμετὴν ἔχειν ἰδίαν,

ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Μεταγγισμὸν δὲ ὡσαύτως

ψυχῶν εἰς σώματα ἄχρι κνωδάλων, ὁμοῦ δὲ καὶ θεοὺς πολλοὺς ἐκ τοῦ

ἑνὸς ἐδογμάτισεν.

7

Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον

κόσμον θεὸν νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν

ἔχειν αὐτὸν ἀπεφήναντο. Καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι, καὶ ὡς ψυχὴν

παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς· σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς

ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας, τὴν δὲ σάρκα ἀπόλλυσθαι καὶ τὴν

ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σωμάτων εἰς σῶμα.

8

Ἐπικούρειοι ἄτομά τε καὶ ἀμερῆ σώματα, ὁμοιομερῆ τε καὶ

ἄπειρα τὴν ἀρχὴν εἶναι ὑπεστήσαντο καὶ τέλος εἶναι εὐδαιμονίας τὴν

ἡδονὴν ἐδογμάτισαν καὶ μήτε θεὸν μήτε πρόνοιαν τὰ πράγματα διοικεῖν.

9

Σαμαρειτισμὸς καὶ οἱ ἀπὸ τούτου Σαμαρεῖται. Οὗτός ἐστιν ἀπὸ

Ἰουδαίων, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ

συστῆναι αὐτῶν τὰ δόγματα, μετὰ δὲ τοῦ εἶναι Ἑλλήνων τὴν θρησκείαν

καὶ μέσον τοῦ Ἰουδαϊσμοῦ πρόφασιν εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχο-

δονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας· μέτοικοι δὲ ὄντες ἀπὸ

Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν καὶ λαβόντες τὴν πεντάτευχον Μωσέως, τοῦ

βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος διὰ ἱερέως Ἔσδρα

καλουμένου, τὰ πάντα ἔχοντες ὡς Ἰουδαῖοι, πλὴν τοῦ βδελύττεσθαι τὰ

ἔθνη καὶ μήτε προσψαύειν τινῶν καὶ πλὴν τοῦ ἀρνεῖσθαι νεκρῶν ἀνάστα-

σιν καὶ τὰς ἄλλας προφητείας τὰς μετὰ Μωσέα.

Σαμαρειτῶν ἔθνη τέσσαρα·

10

Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς

Ἰεβουσαίους.

11

Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς

Γοροθηνοὺς διαφερόμενοι.

12

Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχά-

νουσι συνεορτάζοντες ἀδιαφόρως.

13

Δοσθηνοὶ τοῖς αὐτοῖς ἔθεσιν, οἷα δὴ Σαμαρεῖται ἐμπολιτευόμενοι,

περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις χρώμενοι καὶ τῇ πεντατεύχῳ·

περισσότερον δὲ τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων,

ὁμοίως καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν νηστείαις δὲ συνεχέστατα βιοῦν. Ἔχουσι

δὲ καὶ παρθενίαν, τινὲς δὲ αὐτῶν ἐγκρατεύονται· ἄλλοι πιστεύουσί τε

νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις.

Ἰουδαίων αἱρέσεις ἑπτά.

14

Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἦσαν καὶ δευτερωταὶ παρα-

δόσεων τῶν παρ' αὐτοῖς πρεσβυτέρων τῇ περιττοτέρᾳ ἐθελοθρησκείᾳ

ἔθη φυλάττοντες, ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ' ἑαυτοῖς ἐτύπωσαν

σεβάσματα δικαιώματος τῆς νομοθεσίας.

15

Φαρισαῖοι, οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι· οἱ τὸ ἀκρότατον

βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι, παρ' οἷς καὶ νεκρῶν ἀνάστα-

σις, ὃ καὶ παρὰ τοῖς γραμματεῦσι, καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος

ἁγίου, ὅτι ἔστι, συγκατάθεσις· πολιτεία δὲ διάφορος, καὶ μέχρι χρόνου

ἐγκράτεια καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ξεστῶν καθαρισμὸς

καὶ πινάκων καὶ ποτηρίων ὡς καὶ οἱ γραμματεῖς, ἀποδεκατώσεις τε καὶ

ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ σχήματα ἐθελοθρησκευτικὰ τῆς ἐνδυσίας

διά τε τῆς ἀμπεχόνης καὶ τῶν δελματικῶν ἤτουν κολοβίων καὶ τοῦ

πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι σημάτων τῆς πορφύρας καὶ

κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα

ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφε-

ρον γένεσιν καὶ εἱμαρμένην.

16

Σαδδουκαῖοι, οἱ ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν

ἦσαν Σαμαρειτῶν ὁμοῦ καὶ ἱερέως Σαδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν

ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ πάντα

ὄντες Ἰουδαῖοι.

17

Ἡμεροβαπτισταί, οἳ μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον

δὲ μηδένα ζωῆς αἰωνίου τυγχάνειν, εἰ μή τι ἂν καθ' ἑκάστην ἡμέραν βαπτί-

ζοιτο.

18

Ὀσσηνοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται. Ἦσαν δὲ οὗτοι

κατὰ νόμον τὰ πάντα τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ

τὸν νόμον, τοὺς δὲ πλείους τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο.

19

Νασσαριαῖοι, οἱ ἑρμηνευόμενοι ἀφηνιασταί, οἳ πᾶσαν σαρκοφα-

γίαν ἀπαγορεύουσιν, ἐμψύχων τε οὐδ' ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ

Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν πεντατεύχῳ ἁγίοις ὀνόμασι

πατριαρχῶν κεχρημένοι καὶ πιστεύοντες, φημὶ δὴ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ

Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. Τὰς

δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωσέως δογματίζουσιν, ἄλλας

δὲ παρ' αὐτὰς διαβεβαιοῦνται.

20

Ἡρωδιανοὶ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρώδην δὲ Χριστὸν

προσεδόκουν καὶ αὐτῷ τὸ τοῦ Χριστοῦ γέρας ἀπεδίδουν καὶ ὄνομα.

Οὗτος ὁ πρῶτος τόμος περιέχων κατὰ τῶν εἴκοσι τούτων αἱρέσεων·

ἐν αὐτῷ δὲ ἡ περὶ τῆς Χριστοῦ ἐπιδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας

ὁμολογία.

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ περὶ

αἱρέσεων δεκατριῶν αἱ παρὰ Χριστιανοῖς αἱρέσεις.

21

Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ

ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. Οὗτος ἀπὸ Σαμαρειτῶν

ὡρμᾶτο Χριστοῦ ὑποδὺς ὄνομα μόνον. Ἐδίδασκεν δὲ αἰσχροποιὸν

μίξιν μολυσμοῦ, ἀδιαφορίαν σωμάτων. Ἀποβάλλεται δὲ τὴν ἀνάστασιν

καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει. Εἰκόνα δὲ αὑτοῦ ὡς Διὸς καὶ τῆς σὺν

αὐτῷ πόρνης ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον, τοῖς ἑαυτοῦ μαθηταῖς

παρεδίδου εἰς προσκύνησιν. Ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέ-

ρα, Ἰουδαίοις δὲ τὸν Χριστόν.

22

Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου

τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι, οἳ

ἀπὸ ἀγγέλων ἔλεγον τὸν κόσμον γεγενῆσθαι.

23

Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν

κρατύναντες αἰσχρουργίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν

περισσοτέραν κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, καὶ

αὐτοὶ κατὰ τὸν Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκον-

τες, μόνων δὲ ἑπτά, διὰ τὴν τοῦ πατρὸς γνώμην.

24

Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασι-

λείδους, τοῦ ἅμα Σατορνίλῳ, καὶ Σιμωνιανοῖς καὶ Μενανδριανοῖς μαθητευ-

ομένου καὶ τὰ ὅμοια μὲν φρονοῦντος, κατά τι δὲ διαφερομένου· λέγει γὰρ

τξεʹ οὐρανοὺς εἶναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐπιτίθησι. Διὸ καὶ

τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα εἶναι τξεʹ,

καὶ εἶναι τοῦτό φησιν ἅγιον ὄνομα.

25

Νικολαῗται, ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χρείαις ὑπὸ τῶν

ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουργίαν

ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοῖς ἑαυτοῦ μαθηταῖς ἐδίδασκεν, καὶ περὶ τοῦ

Καυλακαὺχ καὶ Πρωτονίκου καὶ ἄλλων βαρβαρικῶν ὀνομάτων εἰσαγα-

γὼν τῷ κόσμῳ.

26

Γνωστικοί, οἱ τὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ τούτων

πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζόμενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτι-

κοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σωκρατῖται,

παρ' ἑτέροις δὲ Ζακχαῖοι. Ἄλλοι δὲ Κολδιανοὺς αὐτοὺς λέγουσιν,

ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. Οὗτοι τὴν Βαρβέλω καὶ Βερὼ

αὐχοῦσι.

27

Καρποκρατιανοί, οἱ ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ.

Οὗτος ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἁμαρ-

τίας. Καὶ εἰ μή τις, φησί, διὰ πάντων παρέλθῃ καὶ τὸ θέλημα πάντων

τῶν δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δυνήσεται ὑπερβῆναι τὸν

ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἐξουσίας παρελθεῖν. Ἔλεγεν

δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα

καταγγέλλειν καί, εἴ τις πράξειεν ὅμοια τοῦ Ἰησοῦ, κατ' αὐτὸν εἶναι, τόν

τε νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπηγόρευσεν, ὡς αἱ ἀπὸ Σίμωνος

καὶ δεῦρο αἱρέσεις. Τούτου γέγονεν ἐν Ῥώμῃ Μαρκελλίνα. Εἰκόνα δὲ

ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυθαγόρα, ταύτας

ἐθυμία καὶ προσεκύνει.

28

Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. Οὗτοι ἀπὸ Κηρίνθου καὶ

Μηρίνθου Ἰουδαῖοί τινες τὴν περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπ'

ἀγγέλων γεγενῆσθαι, Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν κεκλῆσθαι

ἔλεγον.

29

Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα

δὲ κατὰ νόμον πολιτευόμενοι.

30

Ἐβιωναῖοι, παραπλήσιοι τοῖς προειρημένοις Κηρινθιανοῖς καὶ

Ναζωραίοις, συνήφθη δὲ κατά τι ἡ τῶν Σαμψαίων καὶ Ἑλκεσαίων

αἵρεσις, οἳ Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον πνεῦμα,

ἐνδημήσαντα δὲ Χριστὸν ἐν τῷ Ἀδὰμ καὶ [κατὰ καιρὸν ἐκδυόμενον

αὐτὸν τὸν Ἀδὰμ καὶ] πάλιν κατὰ καιρὸν ἐνδυόμενον τὸ αὐτό φασιν

ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Ἰουδαῖοι δὲ

ὄντες εὐαγγελικοῖς κέχρηνται, σαρκοφαγίαν δὲ βδελύσσονται, τὸ ὕδωρ

ἀντὶ θεοῦ ἔχουσι, τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρου-

σίᾳ ἐνδεδύσθαι, ὡς ἔφην. Συνεχῶς βαπτίζονται ἐν τοῖς ὕδασι θέρους τε

καὶ χειμῶνος, εἰς ἁγνισμὸν δῆθεν ὥσπερ οἱ Σαμαρεῖται.

31

Οὐαλεντινιανοί, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν,

παλαιὰν δὲ ἀθετοῦσι διαθήκην, καὶ προφήτας ἀναγινώσκοντες καί, ὅσα

ἄλλα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως, δεχόμε-

νοι. Ἑτέρας τινὰς μυθολογίας παρεισφέρουσι τριάκοντα αἰώνων ὀνομα-

σίας λέγοντες ἀρρενοθηλείας τε ὁμοῦ ἐκ τοῦ πατρὸς τῶν ὅλων γεγε-

νημένους, οὓς καὶ θεοὺς νομίζουσι καὶ αἰῶνας. Τὸν δὲ Χριστὸν ἀπ' οὐρανοῦ

ἐνηνοχέναι τὴν σάρκα καὶ ὡς διὰ σωλῆνος τῆς Μαρίας διαπεπερακέναι.

32

Σεκουνδιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς

αὐταῖς κεχρημένοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα

δὲ παρ' αὐτὸν ποσῶς διηγούμενοι. Προστιθέασι τὰ τῆς αἰσχρουργίας

διδάσκοντες. Ἀπαγορεύουσι δὲ καὶ αὐτοὶ τὴν σάρκα.

33

Πτολεμαῖοι, μαθηταὶ καὶ αὐτοὶ ὄντες Οὐαλεντίνου, οἷς

συνάπτεται ἡ Φλώρα· τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ οὗτοι λέγουσι

καθάπερ Οὐαλεντινιανοὶ καὶ Σεκουνδιανοί, κατά τι δὲ καὶ οὗτοι διαφέ-

ρονται.

Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν

αἱρέσεων ἀνακεφαλαίωσις.

Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν

αἱρέσεις δεκατρεῖς.

34

Μαρκωσαῖοι. Μάρκος τις γεγένηται Κολορβάσου συμφοιτητής,

δύο ἀρχὰς καὶ οὗτος παρεισάγων. Ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντα-

σίας δέ τινας δι' ἐκπωμάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφυ-

ραῖον μεταβάλλων ἐμυσταγώγει τὰς ἀπατωμένας γυναῖκας. Καὶ αὐτὸς

δὲ τῶν εἴκοσι τεσσάρων στοιχείων βούλεται τὰ πάντα ἡγεῖσθαι ὁμοίως

Οὐαλεντίνῳ.

35

Κολορβασαῖοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ

διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς ἄλλας αἱρέσεις—φημὶ δὴ

πρὸς τὰς περὶ Μάρκον καὶ Οὐαλεντῖνον—τὰς προβολὰς καὶ ὀγδοάδας

ἑτέρως ἐδίδαξεν.

36

Ἡρακλεωνῖται· καὶ οὗτοι τῇ τῶν ὀγδοάδων φαίνονται

μυθολογίᾳ στοιχοῦντες, ἑτέρως παρὰ τὸν Μάρκον καὶ Πτολεμαῖον καὶ

Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. Ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ'

αὐτῶν τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι' ἐλαίου, ὀποβαλσά-

μου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες τῇ κεφαλῇ

τοῦ δῆθεν λυτρουμένου.

37

Ὀφῖται, οἱ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι,

ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν ἐν κίστῃ τινί.

38

Καϊανοὶ ἅμα ταῖς ἄλλαις ὡσαύτως ταῖς τὸν νόμον ἀθετούσαις

αἱρέσεσιν καὶ τὸν λαλήσαντα ἐν νόμῳ τὰ αὐτὰ φρονοῦσι. Σαρκὸς μὲν

ἀνάστασιν ἀρνούμενοι, τὸν δὲ Κάϊν δοξάζουσι λέγοντες αὐτὸν τῆς

ἰσχυροτέρας εἶναι δυνάμεως. Ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν,

ὁμοῦ καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ αὐτοὺς τοὺς

Σοδομίτας.

39

Σηθιανοί. Οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσιν φάσκοντες αὐτὸν

εἶναι ἐκ τῆς ἄνω μητρὸς μεταμεληθείσης, ἐφ' οἷς τοὺς περὶ Κάϊν προεβάλε-

το, εἶτα μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἀβὲλ ἀποκτανθῆναι

συνελθούσης τῷ ἄνω πατρὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιῆσαι, ἐξ οὗπερ

λοιπὸν κατήχθη τὸ πᾶν ἀνθρώπων γένος. Καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξου-

σίας καί, ὅσα οἱ ἄλλοι δογματίζουσιν.

40

Ἀρχοντικοί. Οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ πᾶν ἀναφέ-

ρουσι καὶ τὰ γινόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ

καὶ ἐπ' αἰσχρότητί τινι. Σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσι καὶ παλαιὰν

διαθήκην ἀποβάλλουσι. Κέχρηνται δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην

λέξιν πρὸς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.

41

Κερδωνιανοί, ἀπὸ Κέρδωνος τοῦ Ἡρακλέωνα διαδεξαμένου

τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας

εἰς τὴν Ῥώμην μεταστὰς τὸ κήρυγμα ἑαυτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου

ἐπισκόπου. Δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναί τε

τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν

παλαιὰν διαθήκην.

42

Μαρκιωνισταί. Μαρκίων ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν

ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς

ἀπὸ τῆς ἐκκλησίας. Οὗτος ἀνελθὼν ἐν Ῥώμῃ, εἶτα αἰτήσας μετάνοιαν

τοὺς κατ' ἐκεῖνο καιροῦ ἡγουμένους τῆς ἐκκλησίας καὶ μὴ τυχὼν ἐπῄρθη

κατὰ τῆς πίστεως καὶ ἐδογμάτισεν τρεῖς ἀρχάς, ἀγαθὸν καὶ δίκαιον καὶ

φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ

ἐν αὐτῇ λαλήσαντος. Οὗτός τε καὶ οἱ ἀπ' αὐτοῦ Μαρκιωνισταὶ ἀνάστασιν

σαρκὸς ἀθετοῦσι, βάπτισμα διδόασιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία

μετὰ τὸ παραπεσεῖν, ὑπὲρ δὲ τῶν τεθνεώτων καὶ κατηχουμένων ἄλλοι

παρ' αὐτοῖς βαπτίζονται. Ἀδεῶς δὲ παρ' αὐτοῖς καὶ γυναῖκες ἐπιτρέπον-

ται λουτρὸν διδόναι.

43

Λουκιανισταί. Λουκιανός τις, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντί-

νου γενόμενος, ἀλλ' ἀρχαιότερος, πάντα κατὰ τὸν Μαρκίωνα ἐδογμάτισε,

πρὸς δὲ τούτοις καὶ ἕτερά τινα παρὰ τὸν Μαρκίωνα δῆθεν δογματίζει.

44

Ἀπελλιανοί. Καὶ οὗτος Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ

Λουκιανῷ δογματίζει, κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα.

Οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς ὑφηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ

ἕνα θεὸν ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, τοῦτον δὲ τὸν ἕνα πεποιηκέ-

ναι ἄλλον. Καὶ οὗτος, φησίν, ὁ γεγονὼς πονηρὸς εὑρεθεὶς τῇ αὐτοῦ

φαυλότητι τὸν κόσμον ἐποίησεν.

45

Σευηριανοί. Σευῆρός τις πάλιν τῷ Ἀπελλῇ ἐποχούμενος τὸν

οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον ἐκ τοῦ δρακοντοειδοῦς Σατᾶν καὶ

γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις. Γυναῖκα δὲ πα-

ραιτεῖται φάσκων ἀριστερᾶς δυνάμεως αὐτὴν ὑπάρχειν. Ὀνομασίας

δέ τινας ἀρχόντων καὶ βίβλους ἀποκρύφους παράγει. Ὁμοίως δὲ τοῖς

ἄλλοις τὴν τῆς σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ παλαιὰν διαθήκην.

46

Τατιανοί. Τατιανὸς οὗτος συνήκμασεν Ἰουστίνῳ τῷ ἁγιωτάτῳ

μάρτυρι καὶ φιλοσόφῳ, μετὰ δὲ τὴν τοῦ ἁγίου Ἰουστίνου τελευτὴν προσ-

εφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασιν καὶ ἴσα αὐτῷ ἐδογμάτισεν

προσθεὶς καὶ ἕτερα παρ' ἐκεῖνον. Ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.

Ταῦτα τὰ κεφάλαια τῶν τριῶν τοῦ πρώτου βιβλίου τόμων περὶ τῶν

τεσσαράκοντα ἓξ αἱρέσεων. —Ἀνακεφαλαίωσις τοῦ δευτέρου βιβλίου

τόμου τετάρτου, ἐν ᾧ εἰσιν αἱρέσεις ιηʹ.

47

Ἐγκρατῖται, οἳ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ τὸν γάμον

ἀποβάλλονται, τοῦ Σατανᾶ φάσκοντες εἶναι τοῦτον, πᾶσαν δὲ ἀπαγορεύ-

οντες ἐμψυχοφαγίαν.

48

Οἱ Καταφρυγαστῶν καὶ Μοντανιστῶν καὶ Ἀσκοδρουγγητῶν,

οἵτινες παλαιὰν καὶ καινὴν διαθήκην δέχονται, ἑτέρους δὲ προφήτας

παρεισάγοντες, Μοντανόν τινα αὐχοῦντες καὶ Πρίσκιλλαν.

49

Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτο-

τυρῖται, αἱρέσεις δύο. Ἐξ αὐτῶν μέν εἰσι τῶν Καταφρυγαστῶν, ἕτερα

δὲ παρ' ἐκείνους δογματίζουσι, Πέπουζαν πόλιν τινὰ ἔρημον ἀνὰ μέσον

Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην

Ἱερουσαλὴμ ἡγούμενοι—ἔστι δὲ καὶ ἄλλη Πέπουζα—, γυναιξὶ δὲ

ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερατεύειν. Μυοῦνται δέ τινα κατακεντοῦντες

νέον παῖδα ῥαφίσι χαλκαῖς ὥσπερ οἱ Καταφρυγαστῶν καὶ τῷ αἵματι

αὐτοῦ ἄλευρον φυράσαντες καὶ ἀρτοποιήσαντες προσφορὰν μεταλαμβά-

νουσι. Καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ

ἀποκεκαλύφθαι ἐν εἴδει θηλείας μυθολογοῦσι. Κέχρηνται δὲ ὡσαύτως

παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.

50

Τεσσαρεσκαιδεκατῖται. Οὗτοι μίαν ἡμέραν τοῦ ἐνιαυτοῦ τὸ

πάσχα ἐκτελοῦντες, ἐν ὁποίᾳ ἂν ἡμέρᾳ ἐμπέσοι ἡ τῆς σελήνης τεσ-

σαρεσκαιδεκαταία, ἤτοι ἐν σαββάτῳ ἤτοι ἐν κυριακῇ, ἐκείνην τε νηστεύον-

τες καὶ ἅμα ἀγρυπνοῦντες ἑορτάζουσιν.

51

Ἄλογοι, ἀφ' ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον τὸ κατὰ

Ἰωάννην ἀθετοῦντες καὶ τὴν Ἀποκάλυψιν αὐτοῦ διὰ τὸ τὸν ἐλθόντα

ἐκ τοῦ πατρὸς θεὸν λόγον ὄντα ἀεὶ μὴ δέχεσθαι.

52

Ἀδαμιανοὶ παρά τινος Ἀδὰμ ζῶντος καλουμένου χλεύης

μᾶλλον ἢ ἀληθείας τὸ δόγμα ἔχουσι. Γίνεται δέ τι τοιοῦτον· Γυμνοὶ

συνάγονται ὡς ἐκ μητρὸς ἄνδρες καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ καὶ οὕτως τὰς

ἀναγνώσεις καὶ τὰς εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐκτελοῦσι, δῆθεν μονάζοντές

τε καὶ ἐγκρατευόμενοι καὶ γάμον μὴ δεχόμενοι τὴν ἑαυτῶν ἐκκλησίαν

παράδεισον ἡγοῦνται.

53

Σαμψαῖοι καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοι-

κοῦντες καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην· οἵτινες ἀπὸ τοῦ

Ἠλξαΐ τινος ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τῆς συγγενείας

ὑπῆρχεν Μαρθοῦς καὶ Μαρθῖνα γυναῖκες προσκυνούμεναι ὑπὸ τῆς

αἱρέσεως ὡς θεαί, παραπλησίως τῶν Ἐβιωναίων τὰ πάντα ἔχοντες.

54

Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως ἀπὸ Βυζαντίου.

Οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ ἄκρος γενόμενος, ἅμα δὲ ἄλλοις τῶν ἐν

ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν μαρτυρησάντων ἐκείνων διὰ

θεόν. Ἐπειδὴ οὖν οὗτος φυγὼν ὠνειδίσθη, ἐπενόησε, ψιλὸν ἄνθρωπον

λέγειν τὸν Χριστόν, διὰ τὸ ἔγκλημα, ὅτι θεὸν ἠρνήσατο.

55

Μελχισεδεκιανοί. Οὗτοι τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ

δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα

πάντα ἀνάγειν καὶ λέγειν τετολμηκότες.

56

Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας

ὡρμᾶτο· τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν φιλοσοφίᾳ

διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογ-

μάτισε χωρὶς ἐνίων, ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.

57

Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχεν τῆς Ἀσίας.

Ἐφ' ἅρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις φησὶν υἱοπάτορα τὸν Χριστόν· ἐδίδαξε

τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. Ἑαυτὸν δὲ ἔλεγεν

εἶναι Μωσέα καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Ἀαρών.

58

Οὐαλήσιοι. Οὗτοι, καθὼς ὑπειλήφαμεν, εἰσὶν οἱ τὴν Βάκαθον

κατοικοῦντες, μητροκωμίαν τῆς Ἀράβων Φιλαδελφίας, οἱ τοὺς παρεν-

τυγχάνοντας καὶ ἐπιξενουμένους παρ' αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους

δὲ καὶ ἐν αὐτοῖς εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. Τινὰ δὲ ἕτερα

διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφηνιάζοντες τοῦ νόμου καὶ τῶν προφη-

τῶν καὶ ἑτέρας τινὰς αἰσχρουργίας παρεισφέροντες.

59

Καθαροί, οὗτοι ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ

τοὺς διγάμους παντελῶς ἀποβάλλονται καὶ μετάνοιαν οὐ δέχονται.

60

Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν

ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.

61

Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί. Καὶ οὗτοι περὶ τὴν Πισι-

δίαν, μόνον ἀποτακτικοὺς δεχόμενοι. Παραπλησιάζουσι δὲ τοῖς Ἐγκρα-

τίταις, ἄλλα δὲ παρ' αὐτοὺς φρονοῦσι.

62

Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοήτου δοξάζοντες παρὰ τὸ μὴ τὸν

πατέρα λέγειν πεπονθέναι, λέγοντες προφορικὸν καὶ πάλιν ἀναχεόμενον

τὸν λόγον.

63

Ὠριγενιανοί, οἱ ἀπό τινος Ὠριγένους· αἰσχροποιοὶ δὲ οὗτοί

εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.

64

Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ

συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν

δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρα-

νοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, Χριστοῦ δέ ποτε πεπαῦσθαι

τὴν βασιλείαν ληροῦντες καὶ ὁμοῦ τοὺς ἀγγέλους παυθήσεσθαι, Χριστὸν

δὲ σὺν διαβόλῳ βασιλευθησόμενον καὶ δαίμοσι σταυρωθέντα Χριστὸν

τερατεύονται.

Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.

65

Παυλιανισταί, ἀπὸ Παύλου τοῦ Σαμοσατέως. Οὗτος ὁ

Παῦλος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον

προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ Μαρίας δὲ καὶ δεῦρο εἶναι, προ-

καταγγελτικῶς μὲν τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντος

μέν, μὴ ὄντος δέ, ἀλλ' ἀπὸ Μαρίας καὶ δεῦρο ἀπὸ τῆς ἐνσάρκου παρουσίας

ἔχειν τὴν ὕπαρξιν.

66

Μανιχαῖοι, οἱ καὶ Ἀκονῖται. Οὗτοι Μάνη τοῦ Πέρσου μαθηταὶ

Χριστὸν μὲν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην ἄστροις τε

καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσηγούμενοι, πονηράν

τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ πεπονθέναι,

παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κό-

σμον οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι.

67

Ἱερακῖται. Οὗτοι ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύ-

πτου, ἐξηγητοῦ τινος, σαρκὸς μὲν ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ

παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας

δὲ καὶ παρθένους καὶ ἐγκρατευομένους δεχόμενοι καὶ χήρους, λέγοντες

τὰ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία μὴ μετέχειν βασιλείας διὰ τὸ μὴ

ἠθληκέναι.

68

Μελετιανοί, οἱ ἐν Αἰγύπτῳ σχίσμα ὄντες, οὐχ αἵρεσις, μὴ συνευ-

χόμενοι τοῖς ἐν τοῖς διωγμοῖς παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέν-

τες.

69

Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται καὶ Διατομῖται, οἱ τὸν υἱὸν

τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος,

σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι, οὐχὶ

δὲ καὶ ψυχήν.

Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.

70

Αὐδιανοί, σχίσμα καὶ ἀφηνιασμός, οὐ μέντοι αἵρεσις. Οὗτοι

διαγωγὴν μὲν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶν δὲ κατὰ πάντα

τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία, ἐν μοναστηρίοις οἱ πλείους

οἰκοῦντες καὶ οὐ πᾶσι συνευχόμενοι. Καὶ μάλιστα τοῖς ἀποκρύφοις κέχρην-

ται, κατακόρως ψέγοντες τοὺς παρ' ἡμῖν ἐπισκόπους πλουσίους, καὶ

ἄλλους εἰς ἄλλα. Τὸ πάσχα δὲ ποιοῦσιν ἰδιαζόντως μετὰ Ἰουδαίων.

Ἔχουσι δὲ ἰδιωτικόν τι καὶ φιλόνεικον τὸ «κατ' εἰκόνα» ξηρότατα ἑρμηνεύ-

οντες.

71

Φωτεινιανοί. Φωτεινὸς οὗτος ἀπὸ Σιρμίου ὁρμώμενος τὰ ὅμοια

Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησεν, κατά τι δὲ πρὸς αὐτὸν διηνέχθη. Καὶ

οὗτος δὲ ἀπὸ Μαρίας καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦται.

72

Μαρκελλιανοί, οἱ ἀπὸ Μαρκέλλου τοῦ ἀπ' Ἀγκύρας τῆς Γαλα-

τίας. Οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη·

εἰς ἀπολογίαν δὲ πολλάκις ἐλθὼν καὶ ἐγγράφως ἀπολογησάμενος παρ'

ἄλλων τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη. Ἴσως δὲ μεταγνοὺς τάχα ἑαυτὸν

διωρθώσατο ἢ οἱ αὐτοῦ μαθηταί. Ὑπὲρ τῶν αὐτοῦ λόγων ὀρθόδοξοί

τινες μέσοι ὑπεραπελογήσαντο.

73

Ἡμιάρειοι· οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ

δὲ κτίσμα αὐτὸν φάσκοντες οὐχ ὡς ἓν τῶν κτισμάτων. Ἀλλά, φασίν, υἱὸν

αὐτὸν λέγομεν, διὰ δὲ τὸ μὴ πάθος προσάψαι τῷ πατρὶ διὰ τοῦ γεγεν-

νηκέναι κτιστὸν αὐτὸν λέγομεν. Ὡσαύτως καὶ περὶ τοῦ πνεύματος τοῦ

ἁγίου κτίσμα παντελῶς ὁρίζονται, παρεκβάλλοντες τοῦ υἱοῦ τὸ ὁμο-

ούσιον, ὁμοιούσιον δὲ θέλουσι λέγειν. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ ὁμοιού-

σιον παρεξέβαλον.

74

Πνευματομάχοι. Οὗτοι μὲν περὶ Χριστοῦ καλῶς λέγουσι παρά

τι, τὸ πνεῦμα δὲ τὸ ἅγιον βλασφημοῦσι, κτιστὸν αὐτὸ ὁριζόμενοι καὶ

οὐκ ὂν ἐκ τῆς θεότητος, μᾶλλον δὲ καταχρηστικῶς δι' ἐνέργειαν αὐτὸ

κεκτίσθαι, ἁγιαστικὴν δύναμιν αὐτὸ φάσκοντες εἶναι μόνον.

75

Ἀεριανοί. Οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο· ἔτι δὲ δεῦρο

πειρασμός ἐστιν οὗτος τῷ βίῳ. Γέγονε δὲ πρεσβύτερος τοῦ ἐπισκόπου

Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς διαβληθέντος· καὶ ἐπειδὴ αὐτὸς Ἀέριος οὐ

κατέστη ἐπίσκοπος, πολλὰ κατὰ τῆς ἐκκλησίας ἐδογμάτισε, τῇ μὲν πίστει

ὢν Ἀρειανὸς τελειότατος, περιττότερον δὲ δογματίζει. Μὴ δεῖν φησιν

προσφέρειν ὑπὲρ τῶν κεκοιμημένων, νηστεύειν δὲ τετράδα καὶ προσάβ-

βατον καὶ τεσσαρακοστὴν καὶ πάσχα κωλύει· ἀποταξίαν ἀποκηρύττει,

σαρκοφαγίαις παντοίαις κέχρηται καὶ τροφαῖς ἀδεῶς. Εἰ δέ τις τῶν αὐτοῦ

βούλοιτο νηστεύειν, μὴ ἐν ἡμέραις τεταγμέναις, φησίν, ἀλλ' ὅτε βούλῃ·

οὐ γὰρ εἶ, φησίν, ὑπὸ νόμον. Φάσκει δὲ μηδὲν διαφέρειν πρεσβυτέρου

ἐπίσκοπον.

76

Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος διακόνου γενομένου ὑπὸ

Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ

Ἀνόμοιοι καλούμενοι, παρά τισι δὲ Εὐνομιανοὶ δι' Εὐνόμιόν τινα μαθητὴν

Ἀετίου γενόμενον· οἷς συνῆν καὶ Εὐδόξιος, ἀλλὰ δῆθεν διὰ τὸν πρὸς

τὸν βασιλέα Κωνσταντῖνον φόβον ἀφώρισεν ἑαυτόν, καὶ μόνον τὸν

Ἀέτιον ἐξώρισεν. Ἔμεινε μέντοι ὁ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε

κατὰ τὸν Ἀέτιον. Οὗτοι οἱ Ἀνόμοιοι καὶ οἱ Ἀετιανοὶ παντάπασι Χριστὸν

καὶ τὸ ἅγιον πνεῦμα ἀπαλλοτριοῦσι θεοῦ πατρός, κτιστὸν αὐτὸν διαβε-

βαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν λέγουσιν. Ἐκ συλλογισμῶν

Ἀριστοτελικῶν καὶ γεωμετρικῶν τὸν θεὸν παριστᾶν βούλονται, καὶ

Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ θεοῦ διὰ τοιούτων τρόπων. Οἱ δὲ

ἀπ' αὐτῶν Εὐνομιανοὶ ἀναβαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομέ-

νους, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν κατὰ κεφαλῆς ἄνω τοὺς

πόδας στρέφοντες τῶν βαπτιζομένων, ὡς πολὺς ᾄδεται λόγος. Τὸ δὲ

σφαλῆναι ἔν τινι, πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν δεινὸν εἶναί φασιν·

οὐδὲν γὰρ ζητεῖ ὁ θεός, ἀλλ' ἢ τὸ εἶναί τινα ἐν ταύτῃ μόνον τῇ νομιζο-

μένῃ αὐτῶν πίστει.

Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.

Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.

77

Διμοιρῖται, οἱ καὶ Ἀπολλινάριοι, οἱ μὴ τελείαν τὴν Χριστοῦ

παρουσίαν ἤγουν ἐνανθρώπησιν ὁμολογοῦντες, ὡς τινὲς ὁμοούσιον τὸ

σῶμα τῇ θεότητι ἐτόλμησαν εἰπεῖν ποτέ, τινὲς δὲ ποτέ, ὅτι καὶ ψυχὴν

εἴληφεν, καὶ τοῦτο ἠρνοῦντο, τινὲς δὲ διὰ τοῦ ῥητοῦ τοῦ «ὁ λόγος σὰρξ

ἐγένετο» ἐπερειδόμενοι ἠρνοῦντο ἀπὸ κτιστῆς σαρκός, τουτέστιν ἀπὸ

Μαρίας, σάρκα αὐτὸν εἰληφέναι· μόνον δὲ φιλονείκως ἔλεγον τὸν λόγον

σάρκα γεγενῆσθαι, ὕστερον δὲ διανοούμενοι, τί οὐκ οἶδα εἰπεῖν, νοῦν

αὐτόν φασι μὴ εἰληφέναι.

78

Ἀντιδικομαριαμῖται, οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπαρθένον

μετὰ τὸ τὸν σωτῆρα γεννῆσαι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες.

79

Κολλυριδιανοί, οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας ἐν ἡμέρᾳ τινὶ

τοῦ ἔτους ἀποτεταγμένῃ κολλυρίδα τινὰ προσφέροντες, οἷς ἐπεθέμεθα

Κολλυριδιανοί.

80

Μασσαλιανοί, οἱ ἑρμηνευόμενοι Εὐχῆται. Συνάπτονται δὲ

τούτοις καὶ τῶν ἀπὸ Ἑλλήνων ἐπιτετηδευμένων αἱρέσεων οὗτοι οἱ

λεγόμενοι Εὐφημῖται καὶ Μαρτυριανοὶ καὶ Σατανιανοί.

Αὕτη τοῦ ἑβδόμου τόμου ἀνακεφαλαίωσις.

{Κεφάλαια τοῦ τῶν Μασσαλιανῶν δυσσεβοῦς δόγματος ἀναληφθέντα

ἐκ τοῦ βιβλίου αὐτῶν.}

Ὅτι συνοικεῖ τῷ ἀνθρώπῳ ἐνυποστάτως ὁ σατανᾶς καὶ κατὰ πάντα

κυριεύει αὐτοῦ.

Ὅτι ὁ σατανᾶς καὶ οἱ δαίμονες κατέχουσι τὸν νοῦν τῶν ἀνθρώπων, καὶ

ἡ φύσις τῶν ἀνθρώπων κοινωνική ἐστι τῶν πνευμάτων τῆς πονηρίας.

Ὅτι συνοικοῦσιν ὁ σατανᾶς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ ἀνθρώπῳ

καὶ ὅτι οὐδὲ οἱ ἀπόστολοι καθαροὶ ἦσαν τῆς ἐνεργουμένης ἐνεργείας

καὶ ὅτι οὐδὲ τὸ βάπτισμα τελειοῖ τὸν ἄνθρωπον οὔτε ἡ τῶν θείων

μυστηρίων μετάληψις καθαρίζει τὴν ψυχήν, ἀλλὰ μόνη ἡ παρ' αὐτοῖς

σπουδαζομένη εὐχή.

Ὅτι συμπέφυρται ὁ ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ μετὰ τὸ βάπτισμα.

Ὅτι οὐ διὰ τοῦ βαπτίσματος λαμβάνει τὸ ἄφθαρτον καὶ θεῖον ἔνδυμα ὁ

πιστός, ἀλλὰ δι' εὐχῆς.

Ὅτι δεῖ καὶ ἀπάθειαν λαβεῖν καὶ μετουσίαν τοῦ ἁγίου πνεύματος ἐν

αἰσθήσει πάσῃ καὶ πληροφορίᾳ ἔσεσθαι.

Ὅτι δεῖ τὴν ψυχὴν τοιαύτης αἰσθέσθαι τῆς κοινωνίας τοῦ οὐρανίου νυμ-

φίου, οἵας αἰσθάνεται ἡ γυνὴ ἐν τῇ συνουσίᾳ τοῦ ἀνδρός.

Ὅτι οἱ πνευματικοὶ ὁρῶσιν ἔσωθεν καὶ ἔξωθεν τὴν ἁμαρτίαν καὶ τὴν

χάριν ἐνεργουμένην καὶ ἐνεργοῦσαν.

Ὅτι ἐστὶν ἀποκάλυψις γινομένη ἐν αἰσθήσει καὶ ὑποστάσει θεϊκῇ ὡς

δόγματι.

Ὅτι τὸ πῦρ δημιουργόν ἐστιν.

Ὅτι ἡ ψυχὴ ἡ μὴ ἔχουσα τὸν Χριστὸν ἐν αἰσθήσει καὶ πάσῃ ἐνεργείᾳ

οἰκητήριόν ἐστιν ἑρπετῶν καὶ ἰοβόλων θηρίων, τουτέστι πάσης τῆς

ἀντικειμένης δυνάμεως.

Ὅτι φύσει τὰ κακά.

Ὅτι καὶ πρὸ τῆς παραβάσεως ἀπαθῶς ἐκοινώνησεν ὁ Ἀδὰμ τῇ Εὔᾳ.

Ὅτι σπέρμα καὶ λόγος ἔπεσεν εἰς τὴν Μαρίαν.

Ὅτι δύο δεῖ κτήσασθαι τὸν ἄνθρωπον ψυχάς, φασί, μίαν τὴν κοινὴν

ἀνθρώποις καὶ μίαν τὴν ἐπουράνιον.

Ὅτι δυνατόν, φησί, δέξασθαι αἰσθητῶς τὴν ὑπόστασιν τοῦ ἁγίου

πνεύματος τὸν ἄνθρωπον ἐν πάσῃ πληροφορίᾳ καὶ πάσῃ ἐνεργείᾳ.

Ὅτι τοῖς εὐχομένοις δύναται φανεροῦσθαι ὁ σταυρὸς ἐν φωτὶ καὶ κατά

τινα καιρὸν εὑρεθῆναι ἄνθρωπον παρεστῶτα τῷ θυσιαστηρίῳ καὶ

προσηνέχθαι αὐτῷ τρεῖς ἄρτους δι' ἐλαίου πεφυρμένους.

Ἔτι δὲ ἀποστρέφονται καὶ τὴν ἐκ τῶν χειρῶν ἐργασίαν ὡς οὐ πρέπου-

σαν χριστιανοῖς. Κατὰ μέρος δὲ καὶ τὴν περὶ τοὺς πτωχοὺς ἀπανθρω-

πίαν εἰσάγοντες φάσκοντες, ὡς οὐχὶ τοῖς δημοσίᾳ προσαιτοῦσιν ἢ ταῖς

καταλελειμμέναις χήραις οὐδὲ τοῖς διαφόροις περιστάσεσι χρησαμένοις

ἢ λώβῃ σωμάτων ἢ νόσοις ἢ πικροῖς δανεισταῖς ἢ λῃστῶν ἢ βαρβάρων

ἐπιδρομαῖς ἤ τισι τοιαύταις συμφοραῖς περιπεπτωκόσιν ἐπαρκεῖν ἁρμότ-

τον τοὺς ἀποταττομένους ἢ τοὺς ὅλως ἀγαθοεργεῖν ἀρχομένους, ἀλλ'

αὐτοῖς ἅπαντα χορηγεῖν· ἑαυτοὺς γὰρ ἔφασκον εἶναι τοὺς ἀληθῶς πτω-

χεύοντας τῷ πνεύματι.

Τούτοις προσετίθεσαν τῶν ἐκκλησιῶν καὶ τῶν θυσιαστηρίων ὑπερο-

ψίαν, ὡς δέον τοὺς ἀσκητὰς ἐκκλησιαστικαῖς μὲν μὴ παραμένειν συνάξε-

σιν, ἀρκεῖσθαι δὲ ταῖς ἐν τοῖς εὐκτηρίοις αὐτῶν εὐχαῖς· τοσαύτην γὰρ

ἔλεγον εἶναι τῆς προσευχῆς αὐτῶν δύναμιν, ὥστε αὐτοῖς τε καὶ τοῖς παρ'

αὐτῶν μαθητευθεῖσιν αἰσθητῶς τὸ πνεῦμα τὸ ἅγιον ἐπιφαίνεσθαι. Τερα-

τεύονται γάρ, ὡς χρὴ τοὺς σωθῆναι βουλομένους ἐπὶ τοσοῦτον προσεύ-

χεσθαι, οὐδὲν τὸ παράπαν ἕτερον διαπραττομένους, ἕως ἂν τῆς μὲν ἁμαρ-

τίας αἴσθωνται καθάπερ καπνοῦ τινος ἢ πυρὸς ἢ δράκοντος ἤ τινος

τοιούτου θηρίου διὰ τῆς προσευχῆς ἐξελαυνομένης καὶ αἰσθητῶς διὰ τῶν

προσευχῶν ἐξιούσης, τοῦ πνεύματος δὲ τοῦ ἁγίου πάλιν τὴν εἴσοδον

αἰσθητῶς ὑποδέξωνται καὶ φανερὰν ἐν τῇ ψυχῇ ἔχωσιν αἴσθησιν τῆς

εἰσόδου τοῦ πνεύματος. Καὶ ταύτην εἶναι τὴν ἀληθινὴν χριστιανῶν

κοινωνίαν· οὐδὲ γὰρ ἐν τῷ βαπτίσματι τῆς ἐκκλησίας ἢ ταῖς τῶν κλη-

ρικῶν χειροτονίαις ἁγίου πνεύματος πάντως μεταλαμβάνειν τοὺς βαπτι-

ζομένους, εἰ μὴ ταῖς αὐτῶν προσευχαῖς φιλοπονώτερον κοινωνήσειεν, καὶ

λαβεῖν ἄν τινα καὶ δίχα τοῦ βαπτίσματος ἁγίου πνεύματος κοινωνίαν,

εἰ παραμένειν αὐτοῖς ἐθελήσειε καὶ τοῖς ἐκείνων μαθητεύεσθαι δόγμα-

σιν, ὡς καὶ πρεσβυτέρων τινῶν εἰπόντων αὐτοῖς, ὅτι ἐν πίστει τὸ

πνεῦμα τὸ ἅγιον ὁμολογοῦμεν ἔχειν καὶ οὐκ αἰσθήσει, ἐπαγγείλασθαι

καὶ αὐτοῖς διὰ τῆς σὺν αὐτοῖς προσευχῆς μεταδοθήσεσθαι τῆς αἰσθή-

σεως τοῦ πνεύματος. Τοσοῦτος δέ ἐστιν αὐτῶν τῆς ἀλαζονείας ὁ

τῦφος, ὡς τοὺς μετασχόντας παρ' αὐτοῖς δῆθεν τῆς τοῦ πνεύματος αἰσθή-

σεως μακαρίζεσθαι ὑπ' αὐτῶν ὡς τελείους καὶ πάσης ἁμαρτίας ἐλευθέρους

καὶ κρείττονας καὶ περιέπειν καὶ σέβεσθαι ὡς μὴ ὑποκειμένους ἔτι κινδύ-

νοις ἁμαρτίας, ἀλλὰ λοιπὸν ἄνεσιν καὶ βρωμάτων ἄδειαν καὶ πᾶσαν

ὑπάρχειν αὐτοῖς δορυφορίαν καὶ τιμὴν καὶ τρυφήν, ὧν πολλοὶ καὶ

μετὰ τὴν τοιαύτην παρ' αὐτοῖς μαρτυρίαν τῆς τελειότητος εἰς τοὺς

ἐκτὸς ὄντας οὔτε χριστιανοὺς προσαγορεύειν ἀξιοῦσιν· αἰσχρουργίαις

διαφόροις καὶ χρημάτων κλοπαῖς καὶ πορνείαις περιπεσόντες ὤφθησαν.

Πολλὰ δὲ καὶ ἕτερα πρὸς τοῖς εἰρημένοις τερατεύονται, ὡς καὶ γάμους

ἐνθέσμους ἀδιαφορώτατα διαλύειν αὐτοὺς καὶ τοὺς τῶν γάμων ἀφισταμέ-

νους ὡς ἀσκητὰς προσλαμβάνεσθαι καὶ μακαρίζειν, καὶ πατέρας καὶ

μητέρας τεκνοτροφίας ἀμελεῖν πείθουσιν, αὐτοῖς δὲ προσκομίζειν πάντα

κατεπᾴδοντες. Δούλους δὲ δεσποτῶν ἀποδιδράσκοντας ἑτοίμως παραδέ-

χονται καὶ τοὺς ἀπὸ διαφόρων ἁμαρτημάτων αὐτοῖς προσιόντας ἄνευ

καρποῦ τινος μετανοίας, ἄνευ ἱερέων αὐθεντίας, ἄνευ βαθμῶν τῶν τοῖς

κανόσι τοῖς ἐκκλησιαστικοῖς διηγορευμένων τάχιστα καθαίρειν παντὸς

ἁμαρτήματος ἐπαγγέλλονται, μόνον εἴ τις τὴν πολυθρύλλητον αὐτῶν

προσευχὴν παρ' αὐτοῖς μελετήσας μύστης σχέδιος τῆς ἐκείνων κυβείας

ἐγένετο, ὡς καί τινας τῶν τοιούτων πρὸ τῆς ἀπαλλαγῆς τῶν ἁμαρ-

τημάτων ἄγειν αὐτοὺς εἰς κληρικῶν χειροτονίας δολερῶς πείθοντες τοὺς

ἐπισκόπους ἐπιτιθέναι χεῖρας αὐτοῖς τῇ παρὰ τῶν νομιζομένων παρ'

αὐτοῖς ἀσκητῶν μαρτυρίᾳ δελεαζομένους. Τοῦτο δὲ σπουδάζουσιν

οὐχ ὡς τοὺς τῶν κληρικῶν βαθμοὺς τιμίους κρίνοντες οἵ γε καὶ αὐτῶν

τῶν ἐπισκόπων καταφρονοῦντες, ὅταν ἐθέλωσι, ἀλλὰ δυναστείαν τινὰ

καὶ αὐθεντίαν ἑαυτοῖς πραγματευόμενοι. Ἔνιοι δὲ αὐτῶν μήτε κοινωνῆ-

σαί ποτε τῶν μυστηρίων λέγουσιν, εἰ μὴ τῆς παρουσίας τοῦ πνεύματος

αἰσθητῶς αἴσθονται, γενομένης κατ' ἐκείνην τὴν ὥραν. Ἐπιτρέπουσι

δέ τινες αὐτῶν τοῖς βουλομένοις ἀποτέμνειν τὰ ἑαυτῶν φυσικὰ μόρια.

Καταφρονοῦσι δὲ ῥᾳδίως καὶ ἀφορισμῶν. Ὀμνύουσι δὲ ἀδεῶς καὶ ἐπιορ-

κοῦσιν, ἀναθεματίζουσί τε ὑπούλως τὴν αἵρεσιν αὐτῶν.

{Ἔτι περὶ τῆς εἰρημένης αἱρέσεως τῶν Μασσαλιανῶν τῶν ἐν μοναστηρίοις

μάλιστα εὑρισκομένων ἐκ τῆς ἱστορίας Θεοδωρήτου.}

Κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἐβλάστησεν ἡ τῶν

Μασσαλιανῶν αἵρεσις· Εὐχήτας αὐτοὺς προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλά-

δα τοὔνομα μεταβάλλοντες. Ἔχουσι δὲ καὶ ἑτέραν προσηγορίαν ἐκ τοῦ

πράγματος γινομένην· Ἐνθουσιασταὶ καλοῦνται, δαίμονός τινος ἐνέργειαν

εἰσδεχόμενοι καὶ πνεύματος ἁγίου ταύτην ὑπολαμβάνοντες. Οἱ δὲ τέλειον

τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν

ὡς πονηράν, ὕπνῳ δὲ σφᾶς αὐτοὺς ἐκδιδόντες ἐνθουσιασμὸν τὰς τῶν

ὀνείρων φαντασίας ἀποκαλοῦσι. Ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ

Δαδόης τε καὶ Σάβας καὶ Ἀδέλφιος καὶ Ἑρμᾶς καὶ Συμεὼν καὶ ἄλλοι πρὸς

τούτοις, οἳ τῆς ἐκκλησιαστικῆς κοινωνίας ἀπέστησαν, οὐδὲν οὔτε ὀνινάναι

οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἧς ὁ κύριός φησιν·

«Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνα.»

Κρύπτειν δὲ πειρώμενοι καὶ μετ' ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται καὶ

ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας, ἅπερ ἐν ταῖς ψυχαῖς περιφέρουσι.

Λητώιος μέντοι, ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνων, ζήλῳ θείῳ κοσμού-

μενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασάμενος μοναστήρια,

μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησεν ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς

ποίμνης ἐξήλασεν. Ἀμφιλόχιος δέ, ὁ πανεύφημος ὡσαύτως τὴν Λυκαό-

νων μητρόπολιν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν

αὐτόθι τὴν λύμην ταύτην μαθὼν ἐξανέστη πάλιν καὶ τὰ ὑπ' αὐτοῦ

νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια. Φλαβιανὸς δέ, ὁ πολυ-

θρύλλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθών,

τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχεῖν προιεμένους ἰόν, συμμορίαν μοναχῶν

ἀποστείλας ἤγαγεν εἰς Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε

τὸν τρόπον διήλεγξεν. Τοὺς μὲν γὰρ κατηγόρους ἔφη τυγχάνειν καὶ

τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον ἄγαν ὄντα πρεσβύτατον

ἠπίως κελεύσας πλησίον καθεσθῆναι· Ἡμεῖς, ἔφη, ὦ πρεσβῦτα, τὸν πλείω

βεβιωκότες βίον ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ

τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς

χάριτος ἐδιδάχθημεν χορηγίαν. Οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν

ἀκριβῶς ἐπιστάμενοι πνευματικώτερον ἀκοῦσαι λόγον οὐ φέρουσι.

Τοιγάρτοι εἰπέ μοι, πῶς φατε καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ

τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν; Τούτοις ὁ πρεσβύτης

ἐκεῖνος καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καί φησι, μηδε-

μίαν μὲν ἐκ τοῦ βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι,

μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον…

Ἕλκ…

The complete text is available when the reading interface loads.