The Greek Library Author

Anonymous

Contra Jacobitas

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Contra Jacobitas, ed. Kotter, vol. 4, PTS 22 (1981) 109–153.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

οὐσίαν ἐπὶ τῆς ἁγίας τριάδος, τρεῖς δὲ τὰς ὑποστάσεις πρὸς αὐτῆς μυη-

θέντες ἐμυσταγώγησαν. «Ἔμπαλιν» δέ, ὥς φησιν ὁ θεορρήμων Γρηγόριος,

ἐπὶ τῆς σωτηρίου οἰκονομίας δύο μὲν τὰς οὐσίας εἴτ' οὖν φύσεις, μίαν δὲ

τὴν ὑπόστασιν εἴτ' οὖν πρόσωπον, καὶ ταὐτὸν μὲν οὐσίαν καὶ φύσιν

ὡρίσαντο, ταὐτὸν δὲ πάλιν ὑπόστασίν τε καὶ πρόσωπον, πλείστην δὲ

ὅσην τὴν διαφορὰν οὐσίας καὶ φύσεως πρὸς πρόσωπον καὶ ὑπόστασιν,

ὅσην τὸ κοινὸν ἔχει πρὸς τὸ καθ' ἕκαστον.

4

Πρῶτον οὖν, εἰ δοκεῖ, περὶ φύσεώς τε καὶ ὑποστάσεως διερευνή-

σαντες καὶ ἑκάστου μαθόντες τὸ σημαινόμενον οὕτως, εἰ δύο φύσεις ἐπὶ

Χριστοῦ χρὴ λέγειν ἢ μίαν, ἀριδήλως εἰσόμεθα. Ἔστω δὲ προδιωρι-

σμένος καὶ ὁ σκοπός, μὴ ἔριδι τὴν ἀλήθειαν ἐξοστρακίζειν, πόθῳ δὲ

ταύτην ἰχνηλατεῖν· οὕτω γὰρ οἶδε τοῖς ζητοῦσιν εὑρίσκεσθαι. «Ἐγ-

γίσατε γάρ μοι», φησί, «καὶ ἐγγιῶ ὑμῖν», καὶ «ὅπου συναχθῶσι δύο ἢ

τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ἀλλὰ καὶ «αἰτεῖτε καὶ

οὐ δοθήσεται ὑμῖν, διότι κακῶς αἰτεῖτε», καὶ «ὅπου ἔρις καὶ ζῆλοι καὶ διχο-

στασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;», καὶ

«οὐ δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.»

5

Ἀλλ' ἐντεῦθεν τοῦ λόγου ἀρξόμεθα. Φησὶν ὁ θεοφόρος Βασίλειος

πρὸς Ἀμφιλόχιον γράφων· «Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν

διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ' ἕκαστον», καὶ μεθ' ἕτερα· «Τὸ

μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν τινα παρίστησιν ἔννοιαν μηδεμίαν

ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν, τὸ δὲ τῆς

ὑποστάσεως τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ

τῶν ἐπιφαινομένων ἰδιωμάτων παρίστησί τε καὶ περιγράφει.» Τίς οὐκ

ἐπιγνώσεται τῆς ἀληθείας ἐχόμενος, ὅση διαφορὰ φύσεως πρὸς ὑπόστα-

σιν; Εἰ γὰρ ταὐτὸν ἡ οὐσία καὶ ἡ ὑπόστασις, μιᾶς δὲ οὐσίας ὁ υἱὸς τῷ

πατρί, μιᾶς ἔσται καὶ ὑποστάσεως, ἢ ἑτέρας τελῶν ὑποστάσεως, ἑτέρας

ἔσται καὶ φύσεως· καὶ ὥσπερ ἐστὶν ὁμοούσιος, ἔσται καὶ ὁμοϋπόστατος,

ἢ ὡς ἔστιν ἑτεροϋπόστατος, ἔσται κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ

ἑτεροούσιος. Ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος· εἰ τὸ ὑφεστὸς ὑπόστασίς

ἐστιν, ὑφέστηκε δὲ ἡ ἀνθρωπίνη φύσις ὑπόστασις, καὶ ὥσπερ πᾶσα ἡ

ἀνθρωπότης μία φύσις ἐστὶν ἀδιαίρετος, οὕτως ἔσται καὶ μία ὑπόστασις

ἀδιαίρετος.

6

Εἰ δέ φατε, ὡς ἕτερος λόγος ἐπὶ τῆς ἁγίας θεότητος καὶ ἄλλος ἐπὶ

τῆς δι' ἡμᾶς τοῦ κυρίου οἰκονομίας, εἴπατε ἡμῖν διερωτῶσιν· Εἰ ταὐτὸν

φύσις καὶ ὑπόστασις, ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦντες, οὐχὶ καὶ

ἐκ δύο λέγειν ἀναγκασθήσεσθε ὑποστάσεων καὶ ἢ οὐδέποτε δύο λέγειν

φύσεις ἐπὶ Χριστοῦ θρασυνθήσεσθε ἢ καὶ δύο λέγειν ἐπ' αὐτοῦ τὰς ὑπο-

στάσεις ὑπὸ τῶν ἡμετέρων ἐκβιασθήσεσθε θέσεων; Εἰ ταὐτὸν φύσις

ἐστὶ καὶ ὑπόστασις, ἄλλην δὲ φύσιν τῆς θεότητος καὶ ἑτέραν τῆς σαρκὸς

αὐτοῦ λέγετε, εἴπατε ἄλλην ὑπόστασιν τῆς αὐτοῦ θεότητος καὶ ἑτέραν

τῆς αὐτοῦ ἀνθρωπότητος.

7

Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ὁμοούσιος δὲ ὁ Χριστὸς τῷ

θεῷ καὶ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, ἔσται καὶ τῷ πατρὶ καὶ ἡμῖν ὁμοϋπόστα-

τος, καὶ ἔσονται αἵ τε τῆς θεότητος αἵ τε τῆς ἀνθρωπότητος ὑποστάσεις

μιᾶς ὑποστάσεως. Εἰ ταὐτόν ἐστι φύσις καὶ ὑπόστασις, τί μὴ διαφορὰν

ὑποστάσεων ὡς καὶ τῶν φύσεων ἐπὶ Χριστοῦ καταφάσκετε; —Ὅτι

μὲν οὐ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἱκανῶς ἀποδέδεικται τοῖς μὴ

τυφλώττουσι τὴν διάνοιαν.

8

Ὑπόστασιν δέ φημι τὴν καθ' αὑτό· ὁμώνυμον γὰρ τὸ τῆς ὑποστά-

σεως ὄνομα. Ποτὲ μὲν γὰρ τὸ αὐθυπόστατον σημαίνει καὶ αὐθύπαρκτον

καὶ τὸ μὴ ἐν ἑτέρῳ ἔχειν τὴν ὕπαρξιν μηδὲ συμβεβηκὸς εἶναι, ὡς καὶ

σπανίως οἱ ἅγιοι πατέρες ἐπὶ τῆς οὐσίας ἐχρήσαντο, ποτὲ δὲ τὸ καθ'

αὑτὸ ὑφεστὸς ἤτοι τὸ ἄτομον, καὶ ποτὲ μὲν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι

μηδὲ ἀνύπαρκτον, ποτὲ δὲ τὸ πρὸς κατηγορίαν ὑποκείμενον.

9

Ἀφέντες τοίνυν τὸ περισκελὲς τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε·

οὐ γάρ, ὡς οἱ ἅγιοι πατέρες εἰρήκασι, ταὐτὸν λέγετε φύσιν καὶ ὑπόστα-

σιν, μερικὴν δὲ μᾶλλον τὴν φύσιν ὡς καὶ τὴν καθ' αὑτὸ ὁμολογεῖτε

ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα.

10

Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογεῖτε, ἑτεροούσιον

ταύτην δοξάζετε, καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἑκάστῃ τῶν τῆς

ἁγίας τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν—ὁμο-

ουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε, ταὐτὸν δὲ

οὐσία τε καὶ ὑπόστασις—, ἔσται καθ' ὑμᾶς τετρὰς ὑποστάσεων, τριῶν

μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἑκάστη τῶν

ὑποστάσεων δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ

μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοϋπόστατοί τε καὶ

ἑτεροϋπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς

μανίας τὴν ὑπερβολήν; Οὐκ ἔστι τοῦτο φλήναφος καὶ διανοίας ἀνάπλασμα

κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν καὶ τῆς Ἑλληνικῆς τερθρείας

τεράτευμα; Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε, εἰ μή που τὸν

παρ' ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν ὡς τρισκαιδέκατον ἀπόστολον εἰσαγά-

γοιτε καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε; Ἀλλ' ἐπὶ

τὸ προκείμενον ἐπανίωμεν.

11

Εἰ γὰρ μή ἐστι φύσις ἀνυπόστατος, οὔτε μὴν οὐσία ἀπρόσω-

πος οὐδ' αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον—οὐ γάρ

ἐστιν—, ἀλλ' οὐ ταὐτὸν οὐσία τε καὶ ὑπόστασις οὐδὲ φύσις καὶ πρόσ-

ωπον. Οὐ γὰρ ταὐτὸν οὐσία τε καὶ ἐνούσιον οὐδ' ἐνυπόστατον καὶ

ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν

γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, τουτέστι τὸ τῶν συμβεβηκότων

ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον

δὲ οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δέ, τουτ-

έστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ' ἑαυτὴν εἴτε σὺν ἑτέρῳ εἴτε ἐν ἑτέρῳ·

καθ' αὑτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ ὡς ψυχὴ καὶ σῶμα (σὺν

ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει), ἐν ἑτέρῳ δὲ ὡς πῦρ ἐν θρυαλ-

λίδι καὶ ὡς ἡ σὰρξ τοῦ κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἡ μὲν

γὰρ ὑπόστασις τὸν τινὰ ἢ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνα-

τάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν. Καὶ ἡ μὲν ὑπόστασις

πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν, τὸ δέ γε ἐνυπόστατον

τὸ μὴ εἶναι αὐτὸ συμβεβηκός, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ ταὐτὸ

τὸ ἔν τινι καὶ τὸ ἐν ᾧ, ὥρα σοι λέγειν ταὐτὸν ἀρετὴν καὶ ἐνάρετον καὶ

κατὰ τὴν εὔλογον ἀντιστροφὴν κακίαν καὶ τὸ ἐν ᾧ ἡ κακία, καὶ ἔσται

κατὰ σὲ αὐτὸς ὁ διάβολος κακία καὶ ὁ τούτου δημιουργὸς κακίας δημιουρ-

γός, καί, ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς οὐσία

καὶ συμβεβηκὸς ἡ οὐσία, ἢ ἐπειδὴ ἔμψυχον τὸ σῶμα, φημὶ τὸ ἀνθρώπινον,

ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή. Καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν

ὑποίσει;

12

Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ'

οὐ ταὐτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ

ἐνούσιον· ἀλλ' ἐνούσιον μὲν τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ τὴν οὐσίαν.

Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν (ἐν ταῖς τρισὶ

γάρ ἐστιν ὑποστάσεσι) καὶ ἑκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον

(ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος). Καὶ ἐπὶ τῆς ἀρρήτου

καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ κυρίου οἰκονομίας ἐνούσιον μέν φαμεν

τὴν ὑπόστασιν ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐν-

υπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ· ἔχουσι γὰρ κοινὴν τὴν μίαν

αὐτοῦ ὑπόστασιν ἡ μὲν θεότης αὐτοῦ ἀϊδίως, καθὰ καὶ τὴν τοῦ πατρὸς

καὶ τοῦ πνεύματος, ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σάρξ, ταὐτὸν

δ' εἰπεῖν ἡ ἀνθρωπότης αὐτοῦ, προσφάτως ἐν αὐτῇ ὑποστᾶσα καὶ αὐτὴν

κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος οὐθ' ἑτέρα τῶν

τοῦ Χριστοῦ φύσεών ἐστιν οὔτε ἑκάστη καθ' αὑτὴν ὑπόστασίς ἐστιν ἢ

ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφό-

τερα.

13

Τούτων οὕτω προδιωρισμένων ἐπὶ τὸ ζητούμενον ἔλθωμεν.

Τοῦτο δέ ἐστιν, εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δυσὶ φύσεσιν ἢ μία,

καθὰ τερατεύεσθε. Χρὴ τοιγαροῦν τὸν περί τινος συλλογιζόμενον ἐκ

κοινῶν καὶ ἀληθῶν ἐννοιῶν—κοινῶν δέ φημι τῶν παρ' ἀμφοτέροις

ὁμολογουμένων—τὰς ἀρχὰς ἤτοι τὰς προτάσεις ποιεῖσθαι· οὕτω γὰρ

συλλογισμὸς καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα

ἀληθὲς καὶ οὐκ ἄτοπον.

14

Ὡμολόγηται τοίνυν παρ' ἅπασι τοῖς ἁγίοις πατράσιν ἐκ θεότητος

καὶ ἀνθρωπότητος γεγενῆσθαι τὴν ἕνωσιν καὶ τὸν Χριστὸν ἐν θεότητι

τέλειον καὶ τέλειον καὶ ἀνελλιπῆ τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Εἴπατε

τοίνυν ἡμῖν· Καὶ ὑμῖν ταῦτα δοκεῖ; Συνομολογήσετε, ὥς γέ μοι δοκεῖ. Τί

δὲ θεότης καὶ τί ἀνθρωπότης ἐστίν, οὐσία ἢ συμβεβηκός, φύσις ἢ ὑπόστα-

σις; Οἶμαι οὐσίαν καὶ φύσιν ὑμᾶς ἐρεῖν. Ὅτι μὲν γὰρ οὐ συμβεβηκός,

παντί που δῆλον· ὅτι δὲ οὐδ' ὑπόστασις ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀπο-

δέδεικται. Εἰ γὰρ ὑπόστασιν τὸ τῆς θεότητος καὶ τὸ τῆς ἀνθρωπότητος

σημαίνουσιν ὄνομα, ὥρα σοι λέγειν καὶ τρεῖς θεότητας διὰ τὸ τριαδικὸν

τῶν ὑποστάσεων καὶ ἀπείρους τὰς ἀνθρωπότητας διὰ τὸ τῶν ὑποστά-

σεων ἄπειρον ἢ ὑπόστασιν ἐν ὑποστάσεσιν, ὅ τις οὐχὶ σοφός, ἀλλὰ καὶ

λίαν σκαιὸς τὴν διάνοιαν ἐρεῖν τετόλμηκε πώποτε. Ἔστι τοίνυν φύσεως

σημαντικὸν ἕκαστον, τό τε τῆς θεότητος δηλαδὴ καὶ τὸ τῆς ἀνθρωπότη-

τος, ὄνομα. Θεότης τοίνυν καὶ ἀνθρωπότης μία φύσις ἐστίν, οὐκ ἐπὶ τοῦ

κυρίου φημί, ἀλλ' ἀπολύτως; Οὔκ, ἐρεῖ τις μὴ μαινόμενος· οὐ γὰρ τὸ

κτιστὸν τῷ ἀκτίστῳ καὶ κτίστῃ κατ' οὐσίαν ταὐτὸν οὐδὲ τὸ σῶμα τῷ

ἀσωμάτῳ οὐδὲ τὸ ἠργμένον τῷ ἀνάρχῳ. Ἄλλη φύσις οὖν ἐστι τῆς

θεότητος καὶ ἑτέρα τῆς ἀνθρωπότητος, καὶ δύο φύσεις εἰσίν. Ἐκ θεότητος

τοίνυν καὶ ἀνθρωπότητος ὢν ὁ Χριστὸς ἐκ δύο φύσεών ἐστιν. Εἰ οὖν ἐκ

θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγετε,

εἴπατε ἡμῖν· Τὰ δύο ταῦτα, ἤτοι θεότης καὶ ἀνθρωπότης, ἐν τῷ Χριστῷ

εἰσιν ἢ οὔ; Καταφήσοιτε, εἴπερ μὴ τέλεον ἀσεβεῖν αἱρήσοισθε. Πῶς οὖν οὐ

δύο φύσεις ἐν τῷ Χριστῷ λέγετε· Εἰ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος

τὸν Χριστὸν λέγοντες ἐκ δύο φύσεων αὐτὸν ὁμολογεῖτε καὶ ἴσον παρ'

ὑμῖν δύναται τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος τῷ ἐκ δύο φύσεων, πῶς

θεότητα καὶ ἀνθρωπότητα τὸν Χριστὸν λέγοντες καὶ μετὰ τὴν ἕνωσιν

καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι οὐ δύο φύσεις αὐτὸν καὶ ἐν δυσὶν ὁμο-

λογήσετε φύσεσιν;

15

Εἰ οὐ ταὐτὸν θεότης καὶ ἀνθρωπότης ὡς ἐν ποιότητι φυσικῇ,

ἄλλο δὲ καὶ ἄλλο, ἕτερόν τε καὶ ἕτερον, σκοπείτω πᾶς τις εὖ φρονῶν, εἰ

τὸ ἄλλο κατὰ φύσιν καὶ ἄλλο ἓν κατ' οὐσίαν καὶ οὐ δύο εἰσίν, εἰ δὲ δύο

καὶ οὐχ ἕν, φύσεις δηλαδή· τὸ γὰρ ἄλλο φύσιν δηλοῖ, ὡς οἱ περὶ ταῦτα

σοφοὶ διειλήφασιν. Φύσις δὲ καὶ φύσις μία ἐστὶν ἢ δύο; Δύο δῆλον· μία

γὰρ καὶ μία καὶ τοῖς νηπίοις δῆλον, ὡς δύο εἰσίν.

16

Εἰ δέ φατε τὰ ἑνούμενα ἓν εἶναι· ἀλλ' ἀκούσατε, ὅτι τὰ ἑνούμενα

οὐ κατὰ πάντα ἕν εἰσιν, ἀλλὰ καθὸ ἥνωται. Εἰ γὰρ τὰ ἑνούμενα κατὰ πάν-

τα ἕν εἰσιν, ἐπειδὴ ἐξ ἀνομοίων φύσεων ὁ ἄνθρωπος σύγκειται, ἀνάγκη

λέγειν, ὡς ψυχὴ καὶ σῶμα κατὰ πάντα ἕν εἰσι, καὶ ἔσται τὸ ἀσώματον

σῶμα, καὶ τὸ σῶμα ἀσώματον· καὶ ἐπειδὴ θεότης καὶ ἀνθρωπότης

ἥνωνται, ἔσονται ἓν κατὰ τὴν οὐσιώδη διαφοράν, καὶ ἢ τὸ θεῖον κτιστὸν

ἢ τὸ ἀνθρώπινον ἄκτιστον.

17

Εἰ τὰ ἑνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτή-

των σύγκειται, ἐροῦμεν, ὡς θερμότης καὶ ψύξις ταὐτὸν καὶ ξηρότης καὶ

ὑγρότης ὁμοίως ταὐτόν, καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνων-

ται, ἄρα καὶ τῇ ὑποστάσει εἷς οἱ δύο τυγχάνουσιν. Ἀλλ' οὐχ οὕτω τοῖς

εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ, μᾶλλον δὲ τὰ ἑνούμενα, καθὸ ἥνωται,

ἓν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι

τυγχάνοντες ἓν εἶναι κατὰ τὴν φύσιν, ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ'

ὑπόστασιν ἥνωνται, ἓν εἶναι κατὰ τὴν ὑπόστασιν· Οὐ γὰρ κατὰ φύσιν

ἓν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν.

18

Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἑνώσεως ἦσαν δύο

ἢ ἐν τῇ ἑνώσει ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν,

τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί

ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατέ, μένει δὲ ἡ ἕνωσις, καὶ νῦν καὶ εἰς

τὸν αἰῶνα ἀδιάσπαστος καὶ νῦν εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται. Εἰ

δὲ τῷ καιρῷ τῆς τοῦ λόγου σαρκώσεως τὸ ἓν τῇ ἑνώσει φατέ, πρὶν ἑνω-

θῶσιν, ἦσαν δύο ἢ ἑνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν

ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ

ἑνώσει δύο φατέ, ὁ δὲ ἀριθμὸς καθ' ὑμᾶς πάντως εἰσάγει διαίρεσιν,

διαιρέσεως αἰτία ἡ ἕνωσις, καὶ ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν.

19

Εἰ φυλάττει ἕκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας

ὅρον τε καὶ λόγον κἂν τῇ ἑνώσει καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος

ὅρος καὶ ὁ τῆς αὐτοῦ ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν

αὐτὸν ὅρον ταττόμενα μίαν καὶ οὐ δύο φύσεις λέγετε;

20

Εἰ ὁμοούσιος ἡ τοῦ θεοῦ λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι

καθ' ὑμᾶς, συνουσίωσιν νοσεῖτε· καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον

ἀπορρήγνυτε; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη

φύσεως ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοούσια; Εἰ μὴ γὰρ μεθύομεν,

ὁμοουσιότητος ὅρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα.

21

Εἰ ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν αὐτὴν φύσιν

ἐστὶν ὁ Χριστός, καὶ ἡμεῖς ἐκ παντὸς τῷ πατρὶ ὁμοούσιοι· τὰ γὰρ τῷ

αὐτῷ κατὰ τὴν αὐτὴν φύσιν ὁμοούσια καὶ ἀλλήλοις ἐστὶν ὁμοούσια. Εἰ

δὲ κατὰ τὴν θεότητα τῷ πατρί ἐστιν ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀν-

θρωπότητα, θεότης, εἴπατε, καὶ ἀνθρωπότης μία φύσις ἐστίν; Ἀλλ' εἰ

μὲν οὐ μία, δύο πάντως καὶ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δύο φύσεσιν·

εἰ δὲ μία, πῶς διαφέρουσιν; Τὰ γὰρ διαφέροντα ἢ οὐσιωδῶς διαφέρει

ἢ ἐπουσιωδῶς· ἀλλ' εἰ μὲν ἐπουσιωδῶς, ὑποστάσεις ἂν εἶεν καὶ οὐ φύσεις·

εἰ δὲ οὐσιωδῶς, φύσεις. Τὰ γὰρ διαφέροντα τοὐλάχιστον δύο· τὸ γὰρ ἕν,

καθὸ ἕν, οὐ διαφέρει. Συνεισφέρειν γὰρ οἶδεν ἐξ ἀνάγκης τὸν ἀριθμὸν ἡ

διαφορά.

22

Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Εἰ οὖν ὁ Χριστὸς μία

φύσις ἐστὶ σεσαρκωμένη καὶ οὗτος, ὥς φατε, τῆς αὐτοῦ οὐσίας ὁ ὅρος

ἐστίν, ὁμοούσιος δέ ἐστιν τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιος, ἄρα ἔσται καὶ ὁ

πατὴρ καὶ ἡμεῖς μία φύσις θεότητος σεσαρκωμένη.

23

Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ

ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν. Καὶ εἰ μὲν φύσεις,

οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν, ἀλλοι-

ουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ἕλεσθε

τοιγαροῦν τούτων θάτερον· ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν

Χριστὸν εἴπατε ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα

αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον καὶ ἄναρχον καὶ

ἀπαθὲς καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν καὶ

ἠργμένον καὶ παθητὸν καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ταῦτα χωριστὰ

καὶ τρεπτὰ καὶ ἀλλοιωτὰ τὰ ἐξ ὧν ὁ Χριστός, ἢ δύο φύσεις τὸν Χριστὸν

μεθ' ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε.

Οὐσιῶν γὰρ διαφορὰν λέγοντες οὐσῶν λέγειν καὶ σῳζομένων ἀναγκασ-

θήσεσθε· τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι

τὰ μὴ σῳζόμενα· εἰ δὲ ὄντως σῴζονται, καὶ ἀριθμείσθωσαν.

24

Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος,

εἴπατε ἡμῖν· Πῶς συντίθεσθαι τὰ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις

σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων

ἕτερόν τι παρὰ τὰ ἑνωθέντα τὸ ἀποτελούμενον γίνηται καὶ μήτε τοῦτο

κυρίως μήτε ἐκεῖνο, ἀλλ' ἕτερον νοῆται καὶ λέγηται, ὡς ἀπὸ τῶν τεσσά-

ρων στοιχείων, πυρός φημι καὶ ἀέρος γῆς τε καὶ ὕδατος, συσταίη σῶμα,

ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελού-

μενον οὔτε πῦρ ἐστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ' ἐκ

τούτων παρὰ ταῦτα ἕτερον· ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος οὐδὲ

ἵππος οὐδ' ὄνος ἐστὶν οὐδὲ λέγεται, ἀλλ' ἐκ τούτων παρὰ ταῦτα ἕτερον.

Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος ἐν

θεότητί τέ ἐστι καὶ ἐν ἀνθρωπότητι τέλειος, καὶ θεὸς καὶ ἄνθρωπος

ἔστι τε καὶ λέγεται, καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέ-

του φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ οὐδ' ὅλος ὁ

ἄνθρωπος ψυχὴ ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. Διὸ οὐ μία σύνθετος φύσις

ἐστὶν ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις σύνθετος, οὐκ ἐξ ἑτέρων ἕτερον,

ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος θεός τέ

ἐστι καὶ ἄνθρωπος τέλειος, δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει

καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος.

25

Εἰ ὁμοφυὴς ὁ Χριστὸς καὶ ὁμοούσιος τῷ πατρὶ ἁπλῆς ὄντι φύσεως,

ἔχει δὲ καὶ σύνθετον φύσιν, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον.

26

Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ τοῦ Χριστοῦ θεότης, κτιστὴ δὲ καὶ

ἠργμένη ἡ ἀνθρωπότης αὐτοῦ, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς

ἔσται φύσεως;

27

Εἰ μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, τὸ δὲ ἁπλοῦν καὶ τὸ σύνθε-

τον οὐχ ὁμοούσια, ἁπλῆς δὲ φύσεως ὁ πατήρ, οὐχ ὁμοούσιος τῷ πατρὶ ὁ

Χριστός.

28

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις σύνθετός ἐστιν ὁ

Χριστός, οὐκ ἐκ θεότητος δὲ καὶ ἀνθρωπότητος ἡ τούτου μήτηρ ἐστίν,

οὐδὲ τῇ μητρί ἐστιν ὁμοούσιος· καὶ μετηνέγκατε ὅρια αἰώνια, ἃ οἱ πα-

τέρες ἡμῶν ἔθεντο, ὁμοούσιον τὸν Χριστὸν εἰπόντες τῷ πατρὶ κατὰ τὴν

θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα.

29

Εἰ δὲ κατ' ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν,

εἴπατε ἡμῖν, οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταί· Ἡ ἐπίνοια ἀληθῶν

καὶ ὄντων πραγμάτων ἐστίν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ τῇ

νοήσει διαρθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν τῷ φαινο-

μένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα τὴν ἀόρατον ἢ διανοίας

ἀνάπλασμα κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων

τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα ὡς ἡ τῶν ἱπποκενταύ-

ρων καὶ τραγελάφων μυθοπλαστία—πρᾶγμα οὖν σημαίνει—, ἢ ψιλὴ

φωνὴ καὶ ἄσημός ἐστιν ὡς σκινδαψὸς καὶ τὸ βλίτυρι; Εἰ μὲν οὖν τὸ δεύτε-

ρον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον· εἰ δὲ τὸ

πρότερον, δύο δὲ κατ' ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε—ὄντων δὲ ἡ θεω-

ρία—, τί τὰ ὄντα μὴ ἀριθμεῖτε, ὅπου γε οἱ πατέρες οἱ ἅγιοι οὐ τὰς φύσεις,

τὴν δὲ τούτων διάστασιν κατ' ἐπίνοιαν εἶπον; «Ἡνίκα γὰρ αἱ φύσεις»,

φησί, «διίστανται ταῖς ἐπινοίαις.» Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται,

δῆλον, ὡς οὐκ ἐνεργείᾳ οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ· εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει,

ἐπινοίᾳ δὲ ὁ πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶν τὴν

διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ

τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ

οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε. Οὐκοῦν οὔτε θεὸς ἔσται καθ' ὑμᾶς

ἀληθείᾳ καὶ ὑπάρξει οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον.

30

Καὶ πάλιν, εἰ θεωρίᾳ φατὲ δύο τοῦ Χριστοῦ τὰς φύσεις, περὶ τὰ

ὄντα δὲ ἡ θεωρία, ὡς οἱ ταῦτα δεινοὶ διειλήφασιν, εἰσὶ πάντως καὶ αἱ

Χριστοῦ φύσεις· καὶ εἰ εἰσί, τί τὸν ἀριθμὸν ὥσπερ τι μορμολύκειον

φεύγετε;

31

Εἰ δέ φατε, ὡς ὁ λέγων δύο φύσεις διαιρεῖ τὴν οἰκονομίαν καὶ δύο

λέγει Χριστούς, ἄρα καὶ ὁ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων ἐκ δύο Χρι-

στῶν φήσει καὶ τὴν ἕνωσιν.

32

Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστόν, ἐν δὲ τῇ ἑνώσει δύο

φύσεις φατέ, ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν καὶ ἔσται ἡ ἕνωσις καθ'

ὑμᾶς διαίρεσις.

33

Φύσις καὶ φύσις μιᾶς φύσεως οὐ λεχθήσεται πώποτε, ἀλλὰ μιᾶς

τυχὸν ὑποστάσεως, οὐδ' ὑπόστασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως,

ἀλλὰ μιᾶς φύσεως. Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς λέγοντες ὑπο-

στάσεις ταύτας καὶ οὐ φύσεις ὁμολογήσοιτε. Εἰ δὲ τἀληθὲς τοῦ ψεύδους

προαιρούμενοι μιᾶς ὑποστάσεως τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν εἴ-

πετε, φύσεις ταῦτα ὁμολογήσοιτε.

34

Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε,

πῶς τῶν φύσεων πληθυντικῶς λέγοντες οὐ δύο φύσεις ὁμολογεῖτε;

Εἰ γὰρ μία καθ' ὑμᾶς φύσις σύνθετός ἐστι μετὰ τὴν ἕνωσιν, ἔδει ὑμᾶς

λέγειν οὐ φύσεων διαφοράν, ἀλλὰ μιᾶς φύσεως πρὸς ἑαυτὴν διαφοράν,

ὅπερ ὑμῶν, οὐχ ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι· ἡ αὐτὴ γὰρ φύσις

οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν οὐχ ἕξει ποτέ.

35

Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα·

χρὴ γὰρ τὸ ὂν καὶ ὀνομάζεσθαι καὶ οἰκείως ὀνομάζεσθαι ὥσπερ θεοῦ

φύσις θεότης καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν

ὀνομάσομεν; Χριστότητα; Ἀλλ' οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο.

Ἀλλὰ θεοτητοανθρωπότητα; Ἀλλ' οὐδὲ τοῦτο. Τί οὖν ἡμῖν φύσιν

ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις καὶ τῷ

ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται, ἀλλ' οὐδὲν τῆς τοῦ θεοῦ φύσεως

ἀληπτότερον ἢ ὑψηλότερον καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς

ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος

τὴν πρὸς ὑμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν, ἢ τὸ ταύτης

ὄνομα ἐμφανίσατε ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεότητα καὶ ἀνθρω-

πότητα τὰς φύσεις Χριστοῦ εἴπατε καὶ οὐ τὴν φύσιν· θεότης γὰρ καὶ

ἀνθρωπότης μία φύσις οὐκ ἔστιν.

36

Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις ἐστὶ τοῦ Χριστοῦ,

μέρος φύσεως καὶ οὐ τελεία φύσις ἡ θεότητος ἐν τῷ Χριστῷ, ὁμοίως καὶ

ἡ ἀνθρωπότης.

37

Εἰ ἡ σύνθετος ὑμῶν φύσις οὐδὲ τῷ πατρὶ καθόλου ἐστὶν ὁμοούσιος

οὐδὲ τῇ μητρί, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός, ὁ Χριστός, ᾗ Χριστός, οὐδενί

ἐστιν ὁμοούσιος. Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστός.

Ὁμοούσιος οὖν ὢν τῷ πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν

θάτερον ἢ ὁμοούσιον ὄντα τῷ πατρὶ μὴ εἶναι Χριστόν, ἢ Χριστὸν ὄντα

μὴ εἶναι τῷ πατρὶ ὁμοούσιον.

38

Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὐσίᾳ δὲ κατὰ τοὺς

φυσικοὺς οὐδέν ἐστιν ἐναντίον. Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν

σύνθετον.

39

Τὰς φύσεις ἤτοι οὐσίας αἱ οὐσιώδεις συνιστῶσι διαφοραί. Εἰ οὖν

ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις συνέστηκεν, ἔσονται θεότης

καὶ ἀνθρωπότης οὐ φύσεις, ἀλλ' οὐσιώδεις διαφοραί.

40

Τὰ μιᾶς ὄντα οὐσίας ἑτεροϋπόστατα πάντως, τὰ δὲ μιᾶς ὑποστά-

σεως ἑτεροούσια. Τὴν θεότητα τοιγαροῦν καὶ τὴν ἀνθρωπότητα τοῦ

Χριστοῦ ἢ μιᾶς οὐσίας λέγοντες ἑτέρας καὶ ἑτέρας ὑποστάσεως εἴπατε

ἢ μιᾶς ὑποστάσεως λέγοντες δύο φύσεις οὐ μίαν ὁμολογήσατε. Ἔνθα τὸ

ἑτεροούσιον μία φύσις οὐκ ἔστιν. Ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα

τῇ τοῦ λόγου θεότητι ἢ ἑτεροούσια λέγοντες δύο φύσεις ὁμολογήσατε.

41

Οἱ μίαν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ

λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθε; Τῇ συνθέτῳ δῆλον,

ἐρεῖτε· μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ

ἔσται καθ' ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή.

42

Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν περὶ ποσότητος

λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν αἰτίαν προστίθησιν, ὡς ἔνθα ποιότης,

καὶ ποσότης πάντως θεωρηθήσεται· «ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ

διαφορά.» Πῶς οὖν ποιοτήτων οὐσιωδῶν διαφορὰν λέγοντες τῶν οὐσιω-

δῶς διαφερόντων τὸν ἀριθμὸν οὐχ ὁμολογεῖτε;

43

Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον

ἢ ἀπαθὴς ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν ἀμφότερα ἢ τρεπτὴ καὶ ποτὲ

μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς

ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον,

οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος. Εἰ δὲ ποτὲ μὲν

παθητή, ποτὲ δὲ ἀπαθής, οὐδ' ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ

μᾶλλόν ἐστι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς

παθητὸν καὶ μέρος ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ' ὅπερ ἐστί, οὐ

τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός, ὃς

οὐ φύσις μία ἐστίν, ἀλλ' ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων καὶ ἐν

δυσὶ φύσεσι καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ

ἀπαθῆ εἶναι, ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ

εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται.

44

Ἐπὶ πάσης ἑνώσεως τὰ ἑνούμενα, κἂν συγχέηται, κἂν συγκιρνᾶ-

ται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἄν τε γὰρ οἶνος ὕδατι κραθῇ,

αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι· καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυν-

ται, ἀλλ' οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ' ἐν τῷ μίγματι αἱ

δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται καὶ τὴν οἰκείαν ἕκαστον οὐκ ἐν-

δείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἑνωθὲν

σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ' ὅμως κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν,

τοῦτό ἐστι καὶ δύο φύσεις, οὐ μία τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται·

τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν;

Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες καὶ τὰς

ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων μίαν ταύτας καὶ οὐ δύο κηρύττετε

καὶ οὐδὲ τὰ τῆς συγχύσεως ταῖς ἀσυγχύτοις δίδοτε; Ἀλλὰ δῆλον, ὡς

τροπὴν καὶ ἀφανισμὸν καὶ συνουσίωσιν ὠδίνετε μέν, εἰς τοὐμφανὲς

δὲ προσαγαγεῖν ἐν τροπῇ τῆς ἀσεβείας οὐ βούλεσθε.

45

Τὰ ἑνούμενα τῇ ἑνώσει γίνεται ἓν οὐ μετὰ τὴν ἕνωσιν, καὶ ὅσον

μένει ἐν τῇ ἑνώσει καὶ ἡ ἕνωσις σῴζεται, ἕν εἰσι, καθὸ ἥνωνται. Πῶς

οὖν ὑμεῖς ἐν μὲν τῇ ἑνώσει δύο φατέ, μετὰ δέ γε τὴν ἕνωσιν μίαν γεγενῆσθαι

φύσιν αὐθαδιάζεσθε τοῦ μακαρίου Κυρίλλου τὸ μετὰ τὴν ἕνωσιν ἀντὶ τοῦ

ἐν τῇ ἑνώσει ἐξειληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται ἢ τί

τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ' αὐτὴν καὶ

οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἐστιν ὑποπτεύηται; Οὐ γάρ ἐστιν ἡ ἕνωσις

ὡς ἡ τῶν γενομένων καὶ μηκέτι ὄντων φύσις, οἷον ὁ χρόνος καὶ ἡ ὄρχησις

καὶ τὰ τοιαῦτα.

46

Εἰ ἕτερόν τι μετὰ τὴν ἕνωσιν γέγονε παρὰ τὴν ἕνωσιν, σύγχυσις

δηλαδὴ καὶ οὐχ ἕνωσις.

47

Εἰ ἡ σύγχυσις τὰς δύο φύσεις μίαν ποιεῖ, τὸ δ' αὐτὸ ποιεῖ παρ'

ὑμῖν καὶ τὸ ἀσύγχυτον, τίς ἡ διαφορὰ παρ' ὑμῖν τοῦ ἀσυγχύτου καὶ τῆς

συγχύσεως, εἴπατε.

48

Εἰ κατ' ἄλλο καὶ ἄλλο λέγεται ὁ Χριστὸς ὁρατὸς καὶ ἀόρατος,

θνητὸς καὶ ἀθάνατος, ψηλαφητὸς καὶ ἀνέπαφος, καὶ οὐ κατ' ἄλλον καὶ

ἄλλον· τὸ δὲ ἄλλο οὐσίαν σημαίνει. Τί μὴ δύο οὐσίας φατέ;

49

Τὸ ἄλλο οὐσίας ἐστὶ σημαντικὸν κατὰ τὴν λογικήν, ἄλλος δὲ

ὑποστάσεως· εἰ οὖν ἄλλο καὶ ἄλλο λέγοντες τὸν Χριστὸν οὐκ ἀναγκασθή-

σεσθε δύο φύσεις λέγειν, εἴπατε καὶ ἄλλον καὶ ἄλλον· οὐ γὰρ σημανεῖτε

δύο ὑποστάσεις.

50

Εἰ δέ φατε, ὡς ἡ δυὰς διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκό-

μενοι, ὡς τὸν ἀριθμὸν οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ

σωρείαν μονάδων ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ ἢ διαί-

ρεσιν. Ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισύ ἐστι καὶ ἥμισυ, ἡ δὲ δυὰς

πρόσθεσις μονάδος· μᾶλλον γὰρ τὸ τὰ δύο ἓν καὶ ἓν εἰπεῖν ἐστι διαιρέ-

σεως, τὸ δὲ ἓν καὶ ἓν ὑφ' ἓν συλλαβεῖν καὶ δύο εἰπεῖν συναφείας τε καὶ

ἑνώσεως. Ἢ συνάγει τοίνυν ὁ ἀριθμός, ἀλλ' οὐχὶ διαιρεῖ, ἐπεί, εἰ τομὴ

τῆς μονάδος ἐστὶν ἡ δυάς, τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ καὶ οὐ

πρόσθεσίς ἐστιν ὁ ἀριθμός, καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν

δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα

ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖ-

σθαι ὑπεξαιρουμένων τῶν περιττῶν—ἢ μᾶλλον εἰπεῖν ἀληθές, ὡς ὁ

ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἐστι καθ' αὑτὸν ὡς αὐτὴ ἡ φύσις τοῦ

ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν ἥ τε

λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε

διαιρεῖ οὔτε συνάπτει, ἀλλ' ἀμφότερα δέχεται· οἷον ἡ δυάς, εἰ μὲν τὰς

μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται—τὰ γὰρ δύο

διαιρεῖται εἰς ἓν καὶ ἕν—, εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλ-

λον συνάπτεται· ἓν γὰρ καὶ ἓν δύο καὶ δύο καὶ δύο τέσσαρα. Καὶ πάλιν ὁ

ἀριθμὸς οὐ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν ὑπο-

κειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθ-

μοῦ ταῦτα διαιροῦντος ἢ συνάπτοντος· δέκα γὰρ πήχεις λέγοντες τοῦδε

τοῦ ξύλου τυχὸν συνεχοῦς ὄντος οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν

τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες ἐν διαιρέσει

τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον σίτου τυχὸν ἢ φοινίκων λέγοντες ἐν

διαιρέσει τοὺς τῷ μοδίῳ ἐνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς

ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλο-

γενὲς παρίστησι· βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις οὐ τὴν

κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον

σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν καὶ

Ἰάκωβον καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὐτῶν καὶ ὡς οὐ τοιοίδε,

τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος

τρεῖς τὰς ὑποστάσεις κηρύττοντες μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολο-

γοῦμεν. Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας δύο λέγοντες φύσεις τὸ ἑτε-

ροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν ὡς ἐκεῖσε τῶν οὐσιῶν

τὸν ἀριθμόν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν

ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες.

51

Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν καὶ διὰ τοῦτο τὸν ἀριθμὸν

τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε;

52

Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ

ὑμῖν τε καὶ ἡμῖν δόξα· πατέρων γὰρ ὁ λόγος ἐστίν. Ἀλλ' εἰ μὲν δύο τὰς

φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν

πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν τοῦτο ἁπλῶς ἀντιφατικῶς κατὰ τῶν

δύο προΐσχεσθε, μάτην ὑμῖν τὸ «σεσαρκωμένην» παρέρριπται. Εἰ δὲ μήτε

μίαν ἁπλῶς μήτε δύο ἡνωμένας παρίστησι, πάντως, ὅ τί ποτε ἐπιμό-

ριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ὑμῖν δηλώσει τὸ

«σεσαρκωμένην», εἴτε δίμοιρον, εἴτε ἥμισυ· τοῦ δὲ ποσοῦ ὑμεῖς ἂν εἴητε

κύριοι, ὅπου γε οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρη-

στικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν

ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν

καὶ ταὐτὸν μὲν παντάπασιν οὐκ ἔστιν (οὐ γὰρ ἡ ὑπόστασις φύσις, οὐ

γὰρ καθολικὸν ἡ ὑπόστασις), ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὅρον

τοῦ καθολικοῦ, ἀλλ' οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις ἤτοι τὸ

ἄτομον τῆς φύσεως φύσις, ἀλλὰ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιωμάτων,

ἡ δὲ φύσις οὐχ ὑπόστασις ἤτοι ἄτομον. Οὕτω καταχρηστικῶς καὶ οὐ

κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ

λεγόμενον μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἡ

φύσις τοῦ θεοῦ λόγου σεσάρκωται, ἀλλ' ἡ ὑπόστασις. Καὶ μάρτυς ὁ

θεῖος εὐαγγελιστὴς ὧδέ πη βοῶν διαπρύσιον· «Ὁ λόγος σὰρξ ἐγένετο.»

Ὁ δὲ λόγος οὐ φύσις ἐστίν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ' ὑπόστασις.

Καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· «Ἡ φύσις τοῦ

λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος.» Εἰ γὰρ ἡ φύσις,

τοῦ λόγου ἤτοι ἡ θεότης σεσάρκωται—ἑτέραν γὰρ φύσιν ὁ λόγος οὐκ

εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ λόγος τῷ πατρὶ καὶ τῷ

πνεύματι καὶ πάντα κοινὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου

πνεύματος πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως—, καὶ ὁ πατὴρ καὶ τὸ

πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεων καθ' ὑπόστασιν καὶ τοῦ

λόγου σάρκωσιν καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν· σάρκωσις γάρ

ἐστι τὸ μετασχεῖν σαρκὸς καὶ τῶν τῆς σαρκός. Σαρκοῦται τοίνυν ἡ ἐνού-

σιος τοῦ θεοῦ λόγου ὑπόστασις ἤτοι ὁ θεὸς λόγος καὶ παχύνεται καὶ

ὑπόστασις τῇ σαρκὶ γίνεται, καὶ ὢν πρότερον θεὸς σὰρξ ἤτοι ἄνθρωπος

ὕστερον γίνεται καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστασις σύνθετος,

καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις τῆς τε θεότητος

καὶ τῆς ἀνθρωπότητος καὶ περιχωροῦσιν ἐν ἀλλήλαις. Ἡ δὲ περιχώρη-

σις ἐκ τῆς θεότητος γίνεται· αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας

δόξης τε καὶ λαμπρότητος οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν.

Διὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ λόγου.

Ἡ δὲ φύσις τοῦ λόγου θεοῖ μὲν τὸ πρόσλημμα, οὐ σαρκοῦται δέ· ὠφελεῖ-

ται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ παραβλάπτεται τὸ κρεῖττον

ὑπὸ τοῦ χείρονος· ὡς γὰρ ὁ σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦ-

ται, καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία

φύσις θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται. Οὐ γὰρ δεκτικὴ ἡ θεία

φύσις τῆς οἱασοῦν προσθήκης ἢ ὑφαιρέσεως, καὶ μεταδοτικὴ μέν, οὐ μετα-

ληπτικὴ δέ· διὸ οὐδὲ μία φύσις σύνθετος γέγονε. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν

ἐνούσιον ὑπόστασιν καὶ φύσιν τοῦ θεοῦ λόγου· ὡς γὰρ εἴρηται, τὴν

ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιός

τε καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, οὐκέτι δὲ καὶ ἡ φύσις

ὑπόστασις· οὐ γὰρ ἀντιστρέφει. Κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ

καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλου οὐ καταφάσκεται. Εἰ δὲ καί τινος

σιδήρου πυρουμένου ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται,

ἀλλ' εἰδέναι χρή, ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώ-

σεως καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν· ἐπὶ δὲ τῆς τοῦ λόγου σαρ-

κώσεως οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκατα-

βάσεως. Οὐκ ἔστιν οὖν εἰπεῖν μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν

τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς

ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δευτέρας ὑπάρξεως πέφυκε μόνῳ

τῷ μονογενεῖ υἱῷ καὶ λόγῳ ἁρμόζουσα, ὡς ἂν ἡ ἰδιότης μείνῃ ἀκίνητος.

53

Ἀλλ' ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶ-

σθαι καὶ πεπονθέναι; Μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστά-

σεων καταφάσκοντες, τὴν δὲ φύσιν τοῦ λόγου σεσαρκῶσθαι λέγοντες

ἐπὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα

ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ

ὑπὲρ φύσιν οὐ μεταβολῇ φύσεως, ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως

καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος, οὐ μόνον δὲ ἀλλ' ὅτι καὶ ἀπαρχὴ ὑπῆρ-

χεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος καὶ οὐχ ὑπόστασις ἰδιοσύ-

στατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος, συμπληρωτικὴ τῆς συνθέτου

τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτη-

ρίας τῆς φύσεως ἡνώθη τῷ θεῷ λόγῳ, φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος

ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ λόγου

ὑπόστασιν· σάρκωσις μὲν γὰρ σαρκὸς πρόσληψις καὶ τὸ σαρκὶ γενέσθαι

ὑπόστασις, ἕνωσις δὲ δύο τινῶν σύνοδος καὶ εἰς ταὐτὸν συνέλευσις.

54

Τὸ τοῦ ἀνθρώπου παράδειγμα ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς

φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει· εἶδος γὰρ Χριστῶν οὐδέπω

καὶ νῦν ἀκηκόαμεν. Διὸ οὔτε φύσις ὁ Χριστός, ἀλλ' ὑπόστασις· κατὰ

γὰρ τὸν μακάριον Κύριλλον «τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει

οὔτε τήν τινος οὐσίαν δηλοῖ»—ἂν δὲ ἐπὶ τοῦ τινὸς ἀνθρώπου, ὑπόστασις

δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δέ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα

καθόλου τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατὰ τὶ καὶ τὸ

ἀπεοικός, ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ

μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας· «Τινὲς

μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδεδώκασι·

καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν·

ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.»

55

Σκοπεῖτε, ὡς οὐκ εἶπεν· Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων,

ἀλλ'· «Ἔχει φύσεις δύο», ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν δύο

φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. «Ὡς γὰρ εἷς μέν ἐστιν», φησίν, «ὁ

ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὑτῷ διαφόρους, καὶ κατ' ἄλλο μὲν

λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ—ψυχῇ μὲν γὰρ νοερᾷ

λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς

πέρας ἄγει—, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ' ἄλλην μὲν τὰς

θεοσημείας ἐργάζεται, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται· ᾗ μὲν γὰρ

ἐκ πατρὸς καὶ θεὸς ἐνεργεῖ τὰ σημεῖα, ᾗ δὲ ἐκ παρθένου καὶ ὁ ἄνθρωπος

τὸν σταυρὸν καὶ τὰ πάθη καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε.»

Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ παράδειγμα, τοῖς μίαν ἐπὶ Χριστοῦ

φύσιν λέγειν τολμῶσι ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους

κηρύττουσιν; Καὶ ὁ θεολόγος Γρηγόριος τάδε φησί· «Φύσεις μὲν γὰρ δύο,

θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί.»

56

Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεοικός, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων

φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί

οὖν μὴ ἐκ θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; Ἢ τίνος ἕνεκα μὴ

ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος ὥσπερ τὸν Χριστὸν ἐκ

θεότητος καὶ ἀνθρωπότητος; Διὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος

σῶμα λέγοιτο ὡς ὁ Χριστὸς ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, καὶ ὅλος ἐν

ψυχότητι τέλειος καὶ ὅλος ἐν σωματότητι τέλειος ὡς ὁ Χριστὸς ὅλος ἐν θεότη-

τι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, καὶ ὅλος ψυχὴ μετὰ τοῦ σώματος

καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς

αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ἀνάρχου θεότητος; Ὁ μὲν γὰρ

ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι

ἄνθρωπος, ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά, ἐκ θεότητος καὶ ἀνθρωπότη-

τος θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ

χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης

ἡ τῶν ἀνθρώπων φύσις ἔστι τε καὶ λέγεται.

57

Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη

παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς·

ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν καὶ πρὸ τοῦ πάθους

The complete text is available when the reading interface loads.