The Greek Library Author

Anonymous

De duabus in Christo voluntatibus

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De duabus in Christo voluntatibus, ed. Kotter, vol. 4, PTS 22 (1981) 173–231.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

υἱὸς θεοῦ καὶ υἱὸς παρθένου εἴτουν ἀνθρώπου, ἀμήτωρ ἐκ πατρός, ἀπάτωρ

ἐκ μητρός, προαιώνιος καὶ πρόσφατος, ἀσχημάτιστος καὶ ἐν μορφῇ

δούλου καὶ ἐν σχήματι ἀνθρώπου, «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν

ἀνθρώπων». Ταῦτα πάντα συστατικὰ καὶ χαρακτηριστικὰ τῆς Χριστοῦ

τοῦ θεοῦ ὑποστάσεως καὶ ἐκ πάντων ὁμοῦ καὶ ἐξ ἑνὸς ἑκάστου κατονομάζε-

ται.

3

Σοφῶς οὖν ὁ δημιουργὸς φύσεών τε, τουτέστιν εἰδῶν, πλείστην

διαφορὰν ἐποιήσατο πρὸς ἔνδειξιν τοῦ πλούτου τῆς αὐτοῦ σοφίας

τε καὶ δυνάμεως, ὡς ἂν θαυμαζόμενος ποθοῖτο πλέον, ποθούμενος δὲ

νοοῖτο, νοούμενος δὲ θεοειδὲς ἀπεργάζοιτο τὸ νοερὸν ζῷον καὶ λογικόν,

δι' ὃ καὶ τὰ πλήθη τῶν εἰδῶν ἐτεκτήνατο. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ

κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «ἐκ καλλονῆς

κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται.» Ὑποστάσεων

δὲ πάλιν καθ' ἕκαστον εἶδος διαφοράν τε πρὸς ἀλλήλας καὶ συνάφειαν

ἐποιήσατο, συνάφειαν μὲν φυσικήν—πᾶσαι γὰρ αἱ ὑπὸ τὸ αὐτὸ εἶδος

ὑποστάσεις τῷ λόγῳ τῆς φύσεως ἥνωνται—, διαφορὰν δὲ ὑποστατικήν·

διακέκρινται γὰρ ἀλλήλων χαρακτηριστικοῖς τισιν ἰδιώμασιν, τουτέστι

συμβεβηκόσι. Ἐπειδὴ γὰρ τὸ μοναδικὸν ἀκοινώνητον καὶ ἀμείλικτον, ἡ

δὲ πρὸς τὰ ὁμοειδῆ κοινωνία ἡδὺ καὶ μειλίχιον—πᾶν γὰρ ζῷον τὸ

ὅμοιον ἀγαπᾷ καὶ τῷ ὁμοίῳ τέρπεται—, καὶ αὐτὴ πρώτη ἡ μόνη μακαρία

καὶ ἄναρχος καὶ ἀνώλεθρος φύσις τρισὶν ἐνθεωρεῖται ὑποστάσεσιν, πατρὶ

καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Φησὶ γοῦν ἡ ἐνυπόστατος σοφία· «Ἐγώ εἰμι,

ᾗ προσέχαιρεν», ὁ θεὸς καὶ πατὴρ δηλαδή. Διὰ τοῦτο καθ' ἕκαστον τάγμα

τῶν ἀγγελικῶν δυνάμεων διαφόρους ὑποστάσεις ἐδημιούργησεν, ὁμοίως

καὶ τῆς ἀνθρωπίνης φύσεως, οὐ μὴν ἀλλὰ καὶ καθ' ἕκαστον εἶδος, ὡς ἂν κοι-

νωνοῦντες ἀλλήλοις τῆς φύσεως χαίροιεν ἐν ἀλλήλοις καὶ φυσικῇ σχέσει

συναπτόμενοι φιλικῶς πρὸς ἀλλήλους διάκοιντο. Ἡ δὲ τῶν ὑποστάσεων

διαφορὰ τὸ οἰκεῖον διακρίνει τοῦ ἀλλοτρίου ὡς ἂν κατὰ γένος καὶ κτῆμα

ἕκαστος τὸ οἰκεῖον ἐπιγινώσκων φροντίζοι καὶ μὴ ἐπιβαίνοι ὡς οἰκείῳ τῷ

ἀλλοτρίῳ καὶ ὡς ἂν ἡ ἑκάστου ὕπαρξις γνωρίζοιτο.

Χρὴ τοιγαροῦν τὸν περί τινος ποιούμενον ζήτησιν εἰδέναι πρότερον,

τί ἐστιν, εἶθ' οὕτως, εἰ ἓν ἢ δύο εἰσὶν ἀποφαίνεσθαι. Τοῦτο δέ φημι περὶ

τῶν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζητουμένων, φύσεων λέγω

καὶ ὑποστάσεως, θελημάτων καὶ ἐνεργειῶν καὶ λοιπῶν ἰδιωμάτων.

Ἀλλ' ἵνα τοῦτο σαφέστερον γένηται, εἴπωμεν πρότερον, τί διαφέρει

φύσις ὑποστάσεως, καὶ τότε ἀριδήλως γνωσόμεθα τά τε συστατικὰ τῆς

φύσεως καὶ τὰ τῆς ὑποστάσεως ἰδιώματα. Καὶ οὕτω σκεψώμεθα περὶ

τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, εἴτε διπλᾶ εἴη εἴτε ἁπλᾶ.

4, col. 1

Φύσις μὲν οὖν ἐστι κατὰ

τοὺς ἁγίους πατέρας τὸ κοινὸν

καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον

εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς,

ὑπόστασις δὲ τὸ μερικὸν τὸ

καθ' αὑτὸ ὑφεστώς,

οὐσία τις

μετὰ συμβεβηκότων, τὴν

καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ

ἀποτετμημένως τῶν λοιπῶν ὑπο-

στάσεων ἐνεργείᾳ καὶ πράγματι

κληρωσαμένη, τὸ κοινωνοῦν μὲν

τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λό-

γῳ τῆς φύσεως, συμβεβηκόσι δέ

τισι, χαρακτηριστικοῖς

ἰδιώμασι τὴν πρὸς τὸ ὁμοφυές τε

καὶ ὁμοειδὲς ἄτομον ἔχον διαφοράν.

Καὶ ἁπλῶς εἰπεῖν· Φύσις

ἐστὶ τὸ κοινόν,

οἷον ἀνθρω-

πότης—καὶ ὁ Πέτρος γὰρ ἄν-

θρωπός ἐστι καὶ ὁ Παῦλος καὶ

οἱ λοιποὶ κατὰ μέρος ἄνθρω-

ποι—, ὑπό-

στασις δὲ τὸ μερικόν, ὁ δεῖνα

καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστα-

σίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπό-

στασις, οὐκ ἔστι δὲ ὁ Πέτρος

φύσις καὶ ὁ Παῦλος ἄλλη

φύσις, ἀλλ' ὁ Πέτρος ὑπόστασις

ἔχων τελείαν τὴν φύσιν τῆς ἀν-

θρωπότητος· διὸ καὶ τέλειός ἐστιν

ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη

ὑπόστασίς ἐστιν ἔχων τελείαν τὴν

αὐτὴν φύσιν τῆς ἀνθρωπότητος.

Καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν

τελείαν ἔχει ἑκάστη ἀνθρώπων

ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπό-

στασιν. Οὐδὲ μίαν ἔχουσι πάντες

οἱ ἄνθρωποι· ἄλλος γάρ ἐστιν ὁ

Πέτρος καὶ ἄλλος ὁ Παῦλος, ἄλλη

ὑπόστασις καὶ ἄλλη, οὐκ ἄλλη δὲ

φύσις ὁ Πέτρος καὶ ἄλλη ὁ Παῦ-

λος. Πάντες γὰρ οἱ ἄνθρωποι μιᾶς

εἰσιν φύσεως.

Καὶ ταῦτα μὲν περὶ φύσεως

καὶ ὑποστάσεως πρὸς τὸ παρόν.

Εἴπωμεν

δὲ καί, τί ἐστι φυσικὸν ἰδίωμα

καὶ τί ἐστιν ὑποστατικὸν ἰδίω-

μα, καὶ τὴν τούτων διαφοράν.

4, col. 2

Φύσις μὲν οὖν ἐστι κατὰ

τοὺς ἁγίους πατέρας τὸ κοινὸν

καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον

εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς,

ὑπόστασις δὲ τὸ μερικὸν τὸ

καθ' αὑτὸ ὑφεστώς, οἷον Πέτρος,

Παῦλος, Ἰωάννης. Ἡ μὲν γὰρ φύσις

κοινόν ἐστι συνάγον καὶ περιέχον

πολλούς· ἕκαστον γὰρ εἶδος φύσις

ἐστί. Καὶ πρῶτον μέν, εἰ καὶ ὑπερού-

σιός ἐστιν, ἡ μακαρία φύσις τῆς

θεότητος· μία γάρ ἐστι καὶ κοι-

νή, περιέχουσα τὰς τρεῖς ἀπερι-

γράπτους ὑποστάσεις, πατέρα καὶ

υἱὸν καὶ πνεῦμα ἅγιον. Ὁμοίως

καὶ ἡ τῶν ἀγγέλων καὶ ἀνθρώπων

καὶ ἕκαστον εἶδος ζῴων ἢ φυτῶν

ἢ ἀψύχων σωμάτων. Εἰδέναι δὲ

δεῖ, ὅτι ταυτόν ἐστι κατὰ τοὺς

ἁγίους πατέρας φύσις καὶ οὐσία

καὶ μορφή.

Ἡ δὲ ὑπόστασις οὐσία τίς

ἐστι μετὰ συμβεβηκότων, τὴν

καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ

ἀποτετμημένως τῶν λοιπῶν ὑπο-

στάσεων ἐνεργείᾳ καὶ πράγματι

κληρωσαμένη, τὸ κοινωνοῦν μὲν

τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λό-

γῳ τῆς φύσεως, συμβεβηκόσι δέ

τισι καὶ χαρακτηριστικοῖς αὐτῆς

ἰδιώμασι τὴν πρὸς τὸ ὁμοειδές τε

καὶ ὁμοφυὲς ἄτομον ἔχον διαφοράν.

Ὁ γὰρ Πέτρος καὶ ἕκαστος ἄν-

θρωπος οὐσία ἐστίν—ἄνθρωπος

γάρ ἐστιν—, ἀλλὰ μετὰ συμβεβη-

κότων—ἢ γὰρ μακρός ἐστιν

ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός·

ταῦτα δὲ συμβεβηκότα εἰσί—,

καὶ ἕκαστος καθ' ἑαυτὸν ἔσχε τὴν

ὕπαρξιν.

Καὶ ἁπλῶς εἰπεῖν· Φύσις μέν

ἐστι τὸ κοινὸν τῶν ἀνθρώπων, τὸ

κοινὸν τῶν ἵππων, οἷον ἀνθρω-

πότης—καὶ ὁ Πέτρος γὰρ ἄν-

θρωπός ἐστι καὶ ὁ Παῦλος καὶ

οἱ λοιποί,

ἕκαστος ἄνθρωπός ἐστιν—, ὑπό-

στασις δὲ τὸ μερικόν, ὁ δεῖνα

καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστα-

σίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπό-

στασις, οὐκ ἔστι δὲ ὁ Πέτρος

ἄλλη φύσις καὶ ὁ Παῦλος ἄλλη

φύσις.

Καὶ

ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος ἑκά-

τερος αὐτῶν ἄνθρωπός ἐστι τέ-

λειος· οὐκ ἔστι δὲ ὁ Πέτρος Παῦλος

οὐδὲ ὁ Παῦλος Πέτρος.

Καὶ ταῦτα μὲν περὶ φύσεως

καὶ ὑποστάσεως πρὸς τὸ παρόν·

ὑπόστασις δὲ καὶ πρόσωπον καὶ

ἄτομον τὸ αὐτό ἐστιν. Εἴπωμεν

οὖν, τί ἐστι φυσικὸν ἰδίωμα

καὶ τί ἐστιν ὑποστατικὸν ἰδίω-

μα, καὶ τὴν τούτων διαφοράν.

5, col. 1

Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι

τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς

οὐ δύναται συστῆναι ἡ φύσις,

ἧς ὑπάρχει ἰδίωμα,

οἷον τὸ ζωτικόν,

τὸ λογικόν, τὸ θελητικόν, τὸ

αἰσθητικόν, τὸ βαδιστικόν, τὸ

ἀναπνευστικὸν

ἐπὶ τοῦ

ἀνθρώπου καὶ τὰ τοιαῦτα. Ὁ γὰρ

μὴ λογιζόμενος οὐκ

ἔστιν ἄνθρωπος· οὐκ ἐγένετο γὰρ

ἄνθρωπος μὴ λογιζόμε-

νος, εἴτε καλῶς, εἴτε κακῶς,

ὁμοίως οὐδὲ ὁ μὴ αἰ-

σθανόμενος μηδὲ βαδίζων μηδὲ

ἀναπνέων.

Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ

συνιστῶν τὴν φύσιν καὶ χωρίζον

εἶδος ἀπὸ εἴδους, τουτέστι φύ-

σιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν

ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴ-

δους θεωρούμενον, οἷον τὸ λογι-

κόν. Συνιστᾷ

γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς

ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον—

ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν

θνητόν—, καὶ χωρίζει τὸ λογι-

κὸν τὸν ἄνθρωπον ἐκ πάν-

των τῶν ἀλόγων.

Καὶ γὰρ πᾶς ἄνθρωπος λογι-

κός ἐστιν· ὁ γὰρ μὴ

ὢν λογικὸς οὐκ ἔστιν

ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρω-

πον μὴ εἶναι ζῷον λογικὸν θνητόν.

5, col. 2

Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι

τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς

οὐ δύναται συστῆναι ἡ φύσις,

ἧς ὑπάρχει ἰδίωμα, ὡς ἐπὶ τοῦ

ἀνθρώπου τὸ ζωτικόν,

τὸ λογικόν, τὸ

αἰσθητικόν, τὸ βαδιστικόν, τὸ

ἀναπνευστικόν, τὸ θελητικόν, τὸ

ἐνεργητικόν, τὸ θνητὸν

καὶ τὰ τοιαῦτα. Ὁ γὰρ

μὴ ζῶν ἢ μὴ λογιζόμενος οὐκ

ἔστιν ἄνθρωπος· οὐ γὰρ γέγονεν

ἄνθρωπος μὴ ζῶν ἢ μὴ λογιζόμε-

νος, εἴτε καλῶς, εἴτε κακῶς. Καὶ

ὁ μὴ θέλων οὐκ ἔστι τέλειος ἄν-

θρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρω-

πος μὴ θέλων, εἴτε καλῶς, εἴτε

κακῶς. Ὁμοίως οὐδὲ ὁ μὴ αἰ-

σθανόμενος μηδὲ ἀναπνέων μηδὲ

βαδίζων οὐκ ἔστι τέλειος ἄνθρω-

πος, ἀλλ' ἐλλιπής.

Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ

συνιστῶν τὴν φύσιν καὶ χωρίζον

εἶδος ἀπὸ εἴδους, τουτέστι φύ-

σιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν

ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴ-

δους θεωρούμενον, οἷον τὸ λογι-

κὸν καὶ τὸ θνητόν. Συνιστῶσι

γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς

ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενα—

ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν

θνητόν—, καὶ χωρίζουσι τὸν ἄν-

θρωπον, τὸ μὲν λογικὸν ἐκ πάν-

των τῶν ἀλόγων, τὸ δὲ θνητὸν ἐκ

τῶν ἀθανάτων, θεοῦ τε καὶ ἀγγέ-

λων. Καὶ πᾶς ἄνθρωπος λογι-

κός ἐστι καὶ θνητός· ὁ γὰρ μὴ

ὢν λογικὸς καὶ θνητὸς οὐκ ἔστιν

ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρω-

πον μὴ εἶναι ζῷον λογικὸν θνητόν.

6, col. 1

Ὑποστατικὸν δὲ ἰδίωμα τὸ

χωρίζον ὑπόστασιν ἀπ' ἄλλης

ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ

λευκόν, τὸ μέλαν, τὸ φαλακρὸν

καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄν-

θρωπος σιμός, ἀλλ' ὁ μὲν σιμός,

ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε

πᾶς ἄνθρωπος λευκός, ἀλλ' ὁ μὲν

λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτό-

χρους, οὐδὲ πᾶς ἄνθρωπος φαλα-

κρός, ἀλλ' ὁ μὲν φαλακρός, ὁ δὲ

κομήτης, τουτέστι δασύθριξ. Καὶ

ἁπλῶς εἰπεῖν ἐπὶ τῆς ἀνθρωπότη-

τος· Ὅσα πάντες οἱ ἄνθρωποι

ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέν-

τα, φυσικά εἰσιν ἰδιώματα

κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν

ἀληθῆ λόγον, τά τε τῆς πλάσεως

καὶ τῆς κατακρίσεως.

Φύσις γάρ

ἐστι δύναμις ἐκ θείου προστάγ-

ματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ'

ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν.

v. finem cap.

Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμοὺς

καὶ ῥῖνας καὶ τὰ λοιπὰ τῶν με-

λῶν φυσικόν ἐστιν—

ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος

οὐκ ἔστι τέλειος ἄνθρωπος—ἡ

δὲ τούτων διαφορὰ ὑποστατική·

Ἡ ὅρασις καὶ τὸ ὁρᾶν

φυσικόν, ἡ δὲ διάφορος ὅρασις,

τουτέστιν ἡ καλὴ καὶ ἡ κακή,

ὑποστατική ἐστιν· ἡ ἐπιθυμία

τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις

φυσική, ἡ δὲ τῶν διαφόρων βρω-

μάτων ἐπιθυμία καὶ ἡ διάφορος

ἐπιθυμία ἐπιτεταμένη καὶ ἀν-

ειμένη

ὑποστατική· ἡ θέλησις καὶ

τὸ θέλειν

φυσικόν, ἡ διάφορος θέ-

λησις καὶ τὸ δια-

φόρως θέλειν

ὑποστατικόν.

Ὅσα δὲ τινὲς μὲν ἔ-

χουσι τῶν ὁμοειδῶν ὑποστάσεων,

τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά

εἰσιν ἰδιώματα.

6, col. 2

Ὑποστατικὸν δὲ ἰδίωμα τὸ

χωρίζον ὑπόστασιν ἀπὸ ἄλλης

ὑποστάσεως, οἷον τὸ σιμόν,

τὸ μέλαν

καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄν-

θρωπος σιμός, ἀλλ' ὁ μὲν σιμός,

ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε

πᾶς ἄνθρωπος λευκός, ἀλλ' ὁ μὲν

λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτό-

χρους.

Καὶ

ἁπλῶς εἰπεῖν·

Ὅσα πάντες οἱ ἄνθρωποι

ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέν-

τα, φυσικὰ αὐτῶν εἰσιν ἰδιώματα,

τά τε τῆς πλάσεως

καὶ τὰ τῆς κατακρίσεως. Ἡ δὲ

ἁμαρτία οὐ φυσική· οὐ γὰρ ἐκ τοῦ

δημιουργοῦ δέδοται. Φύσις γάρ

ἐστι δύναμις ἐκ θεοῦ προστάγ-

ματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ'

ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν.

Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν

ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ

οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν

ἰδιώματα.

Οὔτε οὖν τὸ ἄθροισμα τῶν τοῦδε τοῦ εἴδους ἰδιω-

μάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρῳ εἴδει, οὐδὲ τὸ

ἄθροισμα τῶν τῆσδε τῆς ὑποστάσεως ἰδιωμάτων δυνατὸν

θεωρηθῆναι ἐν ἑτέρᾳ ὑποστάσει. Θεωρεῖται μὲν γὰρ τὸ

αὐτὸ φυσικὸν ἰδίωμα ἐν διαφόροις εἴδεσιν, ὡς τὸ λογικὸν

ἐν ἀγγέλῳ καὶ ἀνθρώπῳ καὶ τὸ θνητὸν ἐν ἀνθρώπῳ

καὶ πᾶσι τοῖς ἀλόγοις ζῴοις, καὶ θεωρεῖται τὸ αὐτὸ συμ-

βεβηκός, τουτέστιν ὑποστατικὸν ἰδίωμα, ἐν διαφόροις

ὑποστάσεσιν, ὡς τὸ λευκὸν ἐν διαφόροις ὑποστάσεσι

θεωρεῖται—πολλοὶ γάρ εἰσιν ἄνθρωποι λευκοί—,

ἀλλ' οὔτε πάντα τὰ φυσικὰ ἰδιώματα τοῦ ἀνθρώπου

θεωροῦνται ἐν ἑτέρῳ εἴδει, οὔτε πάντα τὰ ὑποστατικὰ

ἰδιώματα τοῦδε τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρᾳ

ὑποστάσει. Τὸ δὲ ἐν ἑνὶ εἴδει καὶ μόνον θεωρούμενον καὶ

ἐν πάσαις αὐτοῦ ταῖς ὑποστάσεσιν οὐκ ἰδίωμα λέγεται,

ἀλλ' ἴδιον.

Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμούς,

ῥῖνας καὶ τὰ λοιπὰ τῶν με-

λῶν φυσικόν ἐστι τῷ ἀνθρώπῳ—

ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος

οὐκ ἔστι τέλειος ἄνθρωπος—, ἡ

δὲ τούτων διαφορὰ ὑποστατικὴ

ἀφορίζουσα ὑπόστασιν ἐξ ὁμοει-

δοῦς καὶ ὁμοουσίου ὑποστάσεως

καὶ οὐκ ἐξ ἀλλοειδοῦς καὶ ἑτε-

ροουσίου· ὡς γὰρ ἤδη φθάσαντες

εἴπομεν, οὐ συγκρίνεται ὑπόστα-

σις πρὸς ἑτεροειδῆ ὑπόστασιν ὡς

ὑπόστασις, ἀλλ' ὡς φύσις πρὸς

φύσιν. Ἡ ὅρασις καὶ τὸ ὁρᾶν

φυσικόν, ἡ δὲ διάφορος ὅρασις,

τουτέστιν ἡ καλὴ καὶ ἡ κακή,

ὑποστατική ἐστιν· ἡ ἐπιθυμία

τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις

φυσική, ἡ δὲ τῶν διαφόρων βρω-

μάτων ἐπιθυμία καὶ ἡ διάφορος

ἐπιθυμία ἡ ἐπιτεταμένη καὶ ἀν-

ειμένη, τουτέστι πολλὴ καὶ ὀλί-

γη, ὑποστατική· ἡ θέλησις καὶ ἡ

ἐνέργεια καὶ τὸ θέλειν καὶ ἐν-

εργεῖν φυσικόν, ἡ διάφορος θέ-

λησις καὶ ἐνέργεια καὶ τὸ δια-

φόρως θέλειν καὶ ἐνεργεῖν, κα-

λῶς ἢ κακῶς, ὑποστατικόν. Καλὸν

μὲν οὖν τὸ κατὰ φύσιν πρὸς ὑπ-

ακοὴν τοῦ κτίσαντος, κακὸν δὲ

τὸ παρὰ φύσιν καθ' ἡδονὴν καὶ

οἰκείαν γνώμην παρὰ τὸν νόμον

τοῦ θεοῦ.

7, col. 1

Εἰδέναι τοίνυν χρή, ὅτι

πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει

τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων

εἰς τὸ εἶναι ὑπὸ τοῦ δημιουργοῦ

παρῆχθαι, τουτέστι τὸ κτιστὸν

τό τε ζωτικὸν καὶ ἐνεργητικὸν

καὶ αἰσθητικὸν καὶ νο-

ερὸν καὶ λογιστικὸν καὶ ὀρεκ-

τικόν,

τουτέστι

θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ

συμβεβηκότων ὑφίστασθαι. Ταῦτα

οὖν οὐσιώδη εἰσὶ καὶ φυσικά,

ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδι-

αίρετος κίνησις ὑποστατικὴ δια-

φορά. Τὸ μὲν γὰρ μετέχειν τού-

των τὸ ταυτὸν τῆς φύσεως παρί-

στησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξε-

ως

καὶ ἡ ἀποτετμημένη καὶ

ἰδιοσύστατος ὑπόστασις

καὶ σύμπηξις ἑκάστου

καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος

καὶ ἡ διάφορος τῶν φυσικῶν

χρῆσις ἀποτετμημένας τὰς ὑπο-

στάσεις δείκνυσι καὶ πολλοὺς

λέγεσθαι τοὺς ἀνθρώπους ποιεῖ.

Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ

ἁγίου πνεύματος, ἐπειδὴ μὲν διά-

φορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς

ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ

οὐκ ἰδιοτρόπως

οὐδὲ ἰδιαιρέτως καὶ ἀποτετμημένως

ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ'

ἑνιαίως, οὐ τρεῖς

θεοί, ἀλλ' εἷς θεός.

Τούτων οὕτως εἰρημένων, ἴδω-

μεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ

Χριστῷ, καὶ οὕτως γνωσόμεθα, εἰ

διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα·

ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκ-

τὸς τῶν φυσικῶν καὶ συστατικῶν

αὐτῆς ἰδιωμάτων.

7, col. 2

Εἰδέναι δὲ χρή, ὅτι

πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει

τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων

εἰς τὸ εἶναι ἐκ τοῦ δημιουργοῦ

παρῆχθαι, τουτέστι τὸ κτιστὸν

τό τε ζωτικὸν καὶ ἐνεργητικόν,

αἰσθητικόν τε καὶ νο-

ερὸν καὶ λογικὸν καὶ ὀρεκ-

τικὸν τὸ κατ' αἴσθησιν καὶ λό-

γον, τουτέστι τὸ αὐτεξουσίως

θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ

συμβεβηκότων ὑφίστασθαι. Ταῦτα

πάντα οὐσιώδη εἰσὶ καὶ φυσικά,

ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδι-

αίρετος κίνησις ὑποστατικὴ δια-

φορά. Τὸ μὲν γὰρ μετέχειν τού-

των τὸ ταυτὸν τῆς φύσεως παρί-

στησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξε-

ως τὴν τῶν ὑποστάσεων εἰσάγει

διαφοράν, καὶ ἡ ἀποτετμημένη

ἑκάστου

ὕπαρξίς τε καὶ σύμπηξις

καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος

καὶ διάφορος τῶν φυσικῶν

χρῆσις ἀποτετμημένας τὰς ὑπο-

στάσεις ποιεῖ καὶ πολλοὺς

λέγεσθαι τοὺς ἀνθρώπους.

Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ

ἁγίου πνεύματος, ἐπειδὴ μὲν διά-

φορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς

ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ ἐπ-

ίσης θεωρεῖται ἡ φύσις καὶ τὰ

ταύτης ἰδιώματα ἐν ἑκάστῃ τῶν

ὑποστάσεων, μιᾶς εἰσιν οὐσίας

καὶ φύσεως· καὶ ἐπειδὴ οὐκ ἀπο-

τετμημένως εἰσὶν οὐδὲ ἰδιοτρόπως

οὐδὲ ἰδιαιρέτως

ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ'

ἑνιαίως, οὐ τρεῖς τὰ τρία

θεοί, ἀλλ' εἷς θεὸς σὺν ἀλλήλοις

καὶ ἐν ἀλλήλοις εἰσί τε καὶ λέ-

γονται.

Τούτων οὕτως εἰρημένων, ἴδω-

μεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ

Χριστῷ, καὶ οὕτω γνωσόμεθα, εἰ

διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα·

ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκ-

τὸς τῶν φυσικῶν καὶ συστατικῶν

αὐτῆς ἰδιωμάτων. Οὕτως οὖν λεκ-

τέον·

8, col. 1

Τέλειος θεὸς ὁ Χριστὸς καὶ

τέλειος ἄνθρωπος καὶ μετὰ

τὴν τῶν φύσεων

ἕνωσιν, τέλειος ἐν

θεότητι καὶ τέλειος ἐν ἀνθρωπό-

τητι; Ναὶ πάντως. Θεότης δὲ καὶ

ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο,

ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεό-

τητος καὶ ἄλλη φύσις ἀνθρωπότη-

τος.

Οὐκοῦν δύο φύσεις ἐν

τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν

ὁ Χριστός,

εἴπερ θεός ἐστι τέ-

λειος καὶ ἄνθρωπος τέλειος.

Καὶ πάλιν· Ἐκ δύο φύσεων

τὸν Χριστὸν ὁμολογοῦμεν; Πάν-

τως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότη-

τός ἐστι καὶ ἀνθρωπότητος. Τί γὰρ

τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό-

τητα; Δύο φύσεις παριστᾷ;

Πάντως· οὐ γὰρ μία φύσις θεότη-

τος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμο-

λογοῦμεν τὸν Χριστὸν μετὰ τὴν

ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπό-

τητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ

τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀν-

θρωπότητι ὁμολογοῦμεν αὐτόν,

θεότης δὲ καὶ ἀνθρωπότης δύο

φύσεις καὶ οὐ μία, ἐν δυσὶ φύσεσιν

αὐτὸν ὁμολογοῦμεν.

Καὶ πάλιν· Εἰ ἔχει ὁ Χριστὸς

τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ

τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ,

ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ

τρόπῳ. Ἔχει καὶ τὴν φύσιν

τῆς μητρός, τουτέστιν τὴν φύσιν

τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ,

ἄτρεπτον καὶ ἀσύγχυτον; Ἐκ

παντός. Ἡ φύσις τοῦ θεοῦ καὶ

πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας

παρθένου μία ἢ δύο; Δύο πάντως.

Οὐκοῦν δύο φύσεις

ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν.

Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύ-

σεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία,

ἡ τοῦ πατρός.

Ἀδύνατον τὴν μίαν καὶ

τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι

καὶ ἄκτιστον, ἠργμένην καὶ ἄν-

αρχον καὶ παθητὴν καὶ ἀπαθῆ. Εἰ

γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ

ἄκτιστος, οὐκ ἐκτίσθη.

Ὥστε οὐ μία φύσις ὁ Χριστός,

ἀλλὰ μία ὑπόστασις δύο φύσεις

ἔχουσα, μίαν ἄκτιστον καὶ κτιστὴν

μίαν, μίαν ἄναρχον καὶ ἄλλην

ἠργμένην.

8, col. 2

Τέλειος θεὸς ὁ Χριστὸς καὶ

τέλειος ἄνθρωπος καὶ μετὰ

τὴν καθ' ὑπόστασιν τῶν φύσεων

ἕνωσιν; Ναὶ πάντως. Τέλειος ἐν

θεότητι καὶ τέλειος ἐν ἀνθρωπό-

τητι; Ἀληθῶς. Θεότης δὲ καὶ

ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο,

ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεό-

τητος καὶ ἄλλη ἀνθρωπότη-

τος. Ἄλλη δὲ καὶ ἄλλη οὐ μία,

ἀλλὰ δύο. Οὐκοῦν δύο φύσεις ἐν

τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν

ὁ Χριστὸς μετὰ τὴν καθ' ὑπόστα-

σιν ἕνωσιν, εἴπερ θεός ἐστι τέ-

λειος καὶ ἄνθρωπος τέλειος με-

τὰ τὴν ἕνωσιν καὶ τέλειος ἐν θεότη-

τι καὶ τέλειος ἐν ἀνθρωπότητι.

Καὶ πάλιν· Ἐκ δύο φύσεων

ὁμολογοῦμεν τὸν Χριστόν; Πάν-

τως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότη-

τός ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ;

Τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό-

τητα δύο φύσεις πάντως παριστᾷ;

Πάντως· οὐ γὰρ μία φύσις θεότη-

τος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμο-

λογοῦμεν τὸν Χριστὸν μετὰ τὴν

ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπό-

τητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ

τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀν-

θρωπότητι ὁμολογοῦμεν αὐτόν,

θεότης δὲ καὶ ἀνθρωπότης δύο

φύσεις καὶ οὐ μία, ἐν δύο φύσεσιν

ἀνάγκη λέγειν αὐτὸν μετὰ τὴν

ἕνωσιν ὥσπερ καὶ ἐκ δύο φύσεων.

Καὶ αὖθις· Ἔχει ὁ Χριστὸς

τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ

τὴν ἕνωσιν τελείαν, ἀνελλιπῆ,

ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ

τρόπῳ. Ἔχει δὲ καὶ τὴν φύσιν

τῆς μητρός, τουτέστιν

τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ,

ἄτρεπτον καὶ ἀσύγχυτον; Ἀν-

αμφιβόλως. Ἡ φύσις τοῦ θεοῦ καὶ

πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας

παρθένου μία ἢ δύο; Δύο πάντως

καὶ οὐ μία. Οὐκοῦν δύο φύσεις

ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν.

Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύ-

σεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία,

ἡ τοῦ πατρός.

Καὶ πάλιν· Ἡ ἐν τῷ Χριστῷ θεότης παθητὴ φύσις ἢ

ἀπαθής; Ἀπαθὴς πάντως. Καὶ ἡ ἐν τῷ Χριστῷ ἀνθρωπό-

της παθητὴ ἢ ἀπαθής; Παθητὴ δηλονότι. Παθητὴ οὖν

φύσις καὶ ἀπαθὴς μία φύσις οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ

δύο φύσεις ἐν τῷ Χριστῷ.

Ἡ θεότης τοῦ Χριστοῦ αὐτή ἐστι τοῦ πατρὸς καὶ

τοῦ πνεύματος ἢ οὔ; Αὐτὴ καὶ οὐκ ἄλλη. Τελεία φύσις

αὕτη ἐν τῷ Χριστῷ ἢ μέρος φύσεως; Τελεία. Ἡ ἀνθρω-

πότης αὐτοῦ τελεία φύσις ἐστὶν ἐν αὐτῷ; Τελεία. Οὐκοῦν

δύο φύσεις τέλειαι ἐν τῷ Χριστῷ.

Εἰ δὲ μίαν φύσιν σύνθετον εἴπῃς τοῦ Χριστοῦ, ἡ θεότης

καὶ ἡ ἀνθρωπότης μέρη εἰσὶ τῆς συνθέτου φύσεως τοῦ

Χριστοῦ, καὶ ἔσται ὁ πατὴρ καὶ θεὸς καὶ ὁ Ἀδὰμ μέρη

τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ καὶ ἔσται ὁ μὲν Χριστὸς

τελεία φύσις, ὁ πατὴρ δὲ μερικὴ καὶ ἀτελὴς φύσις συγκρι-

νόμενος πρὸς Χριστόν.

Καὶ αὖθις· Διὰ τί οὐ λέγετε δύο φύσεις ἐπὶ Χριστοῦ;

Ὅτι ὁ ἀριθμὸς διαίρεσιν παρεισάγει. Οὐκοῦν καὶ τὸ

λέγειν τρεῖς ὑποστάσεις τῆς θεότητος διαιρεῖ τὴν θεότητα.

Ἀλλ' οὐκ ἔστι τοῦτο· ὁ γὰρ ἀριθμὸς τὴν διαφορὰν καὶ

τὴν ποσότητα τῶν ἀριθμουμένων δηλοῖ καὶ μόνον, εἴτε

ἡνωμένα εἰσὶ τὰ ἀριθμούμενα, εἴτε διῃρημένα. Τρεῖς γὰρ

ὑποστάσεις λέγοντες τῆς θεότητος οὐ διαιροῦμεν αὐτὰς

ἀπ' ἀλλήλων—ἥνωνται γὰρ κατ' οὐσίαν—, ἀλλὰ τὴν

διαφορὰν τῶν ὑποστάσεων σημαίνομεν καὶ τὸ μὴ συγχεῖ-

σθαι αὐτὰς καὶ συναλείφεσθαι εἰς μίαν ὑπόστασιν. Ὁμοίως

δύο φύσεις τοῦ Χριστοῦ λέγοντες οὐ διαιροῦμεν αὐτάς—

ἥνωνται γὰρ καθ' ὑπόστασιν—, ἀλλὰ τὴν διαφορὰν

τῶν φύσεων σημαίνομεν καὶ τὸ μὴ τετράφθαι καὶ συγκε-

χύσθαι αὐτάς. Ὑμεῖς γὰρ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν

λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος οὔτε τῷ πατρὶ

αὐτὸν λέγετε ὁμοούσιον οὔτε ἡμῖν· οὔτε γὰρ ὁ πατὴρ

συνθέτου φύσεως οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος

σύνθετοι. Ἀλλὰ καὶ παθητὴν τὴν θεότητα ὁμολογεῖτε·

εἰ γὰρ μιᾶς φύσεως ὁ Χριστὸς συνθέτου ἐκ θεότητός τε

καὶ ἀνθρωπότητος, ἔπαθε δὲ ὁ Χριστός, δηλονότι ἡ μία

φύσις αὐτοῦ ἡ σύνθετος, ἡ θεανθρωπότης, ἔπαθεν. Ἀλλὰ

δῆλον, ὅτι ἀρειανίζετε· ὡς γὰρ ἐκεῖνοι, καὶ ὑμεῖς ταυτὸν

λέγετε φύσιν καὶ ὑπόστασιν καὶ παθητὴν τὴν τοῦ Χριστοῦ

θεότητα καὶ τὴν φύσιν αὐτοῦ σύνθετον λέγετε, ἵνα ἑτε-

ροούσιον αὐτὸν τοῦ πατρὸς βλασφημήσητε. Ἡμᾶς δὲ

μὴ γένοιτο οὕτω φρονεῖν· οἴδαμεν γὰρ διαφορὰν φύσεώς

τε καὶ ὑποστάσεως κατὰ τοὺς ἁγίους πατέρας. Διὸ καὶ

τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς

φύσεως ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν καὶ ἐν τῷ κυρίῳ

ἡμῶν Ἰησοῦ Χριστῷ κατὰ τὸν θεολόγον Γρηγόριον

«ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος» τὸ μοναδικὸν τῆς ὑποστά-

σεως καὶ τὸ διττὸν καὶ διάφορον τῶν φύσεων κηρύττομεν

καὶ σύνθετον μίαν ὑπόστασιν αὐτὸν ὁμολογοῦμεν, ὁμοού-

σιον τῷ πατρὶ καὶ ἀπαθῆ κατὰ τὴν τῆς θεότητος φύσιν,

ὁμοούσιον ἡμῖν καὶ παθητὸν κατὰ τὴν φύσιν τῆς ἀνθρω-

πότητος τὸν αὐτόν.

Ἀδύνατον γὰρ τὴν μίαν καὶ

τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι

καὶ ἄκτιστον, ἠργμένην καὶ ἄν-

αρχον. Εἰ

γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ

ἄκτιστός ἐστιν, οὐκ ἐκτίσθη.

Ὥστε οὐ μία φύσις ὁ Χριστός,

ἀλλὰ μία ὑπόστασις δύο ἔχουσα

φύσεις, μίαν ἄκτιστον καὶ μίαν

κτιστήν, μίαν ἄναρχον καὶ μίαν

ἠργμένην, μίαν ἀπαθῆ καὶ μίαν

παθητήν.

8, col. 1

Καὶ πάλιν· Εἰ ἐκ διαφόρων φύσεων συντεθειμένη ἡ

φύσις, οὐδὲ μία αὐτῶν ἐστιν ὁμοούσιος. Ἡ μὲν γὰρ

ἑκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον, ἡ δὲ σύνθετος ἄλλον

ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτερον καὶ ἕτερον ὅρον

δεχόμενα ὁμοούσια εἶναι. Εἰ οὖν μία φύσις ὁ Χριστός,

πῶς τῷ πατρὶ ἔσται ὁμοούσιος καὶ τῇ μητρί; Ὁ μὲν γὰρ

θεός, ἡ δὲ ἄνθρωπος. Θεὸς δὲ καὶ ἄνθρωπος οὐ μία φύσις·

οὐ γὰρ εἷς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ

κτίστης, ὁ δὲ κτίσμα.

Καὶ πάλιν· Μία καὶ ἡ αὐτὴ φύσις ἑτεροουσίοις ὁμοούσιος

εἶναι οὐ δύναται.

Καὶ πάλιν· Φύσις φύσει ὁμοούσιος οὐ λέγεται οὐδὲ ὑπό-

στασις μονοφυὴς ἑτεροουσίοις ὑποστάσεσιν ὁμοούσιος. Εἰ

οὖν μία φύσις ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, πῶς τῷ πατρὶ

καὶ τῇ μητρὶ ἑτεροουσίοις οὖσιν ἔσται ὁμοούσιος;

Ὅτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ καὶ οὐ δύο,

ἐντεῦθεν γνωσόμεθα· Εἷς υἱὸς ὁ Χριστὸς ἢ δύο; Εἷς πάντως.

Καὶ πῶς δύο ὑποστάσεις, εἰ εἷς ὁ υἱός; Εἰ δύο ὑποστάσεις,

ἄλλος καὶ ἄλλος, καὶ ἢ ἔσονται δύο Χριστοὶ ἢ ἄλλος ὁ

Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος καὶ οὐκέτι εἷς υἱός.

Καὶ πάλιν· Εἰ δύο ὑποστάσεις τοῦ Χριστοῦ, κάθηται

δὲ ἐν δεξιᾷ τοῦ πατρὸς ἐπὶ τοῦ χερουβικοῦ θρόνου καὶ

λατρεύεται ὑπὸ πάσης κτίσεως σὺν τῷ πατρὶ καὶ τῷ

πνεύματι· οὐκοῦν τετράδι καὶ οὐ τριάδι λατρεύομεν.

Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν,

πῶς ὀνομάζεται; Χριστότης δηλαδὴ ἡ θεανθρωπότης.

Ποίᾳ φύσει; Εἰ μία, δηλονότι τῇ μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν

ἡ θεανθρωπότης αὐτοῦ, καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης

παθητή.

Καὶ πάλιν· Ἔπαθεν ὁ Χριστός; Πάντως. Ἡ θεότης

αὐτοῦ ἔπαθεν ἢ ἡ ἀνθρωπότης αὐτοῦ, ποία φύσις; Ἡ

ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινεν;

Ναί. Ἡ παθοῦσα αὐτοῦ φύσις καὶ ἡ μὴ παθοῦσα ἡ αὐτή

ἐστιν ἢ ἄλλη καὶ ἄλλη; Ἄλλη πάντως καὶ ἄλλη. Καὶ εἰ

ἄλλη καὶ ἄλλη, πῶς μία αἱ δύο; Ἀλλ' αἱ μὲν δύο φύσεις

ἢ ἄλλη καὶ ἄλλη μία φύσις οὔκ εἰσιν, ἀλλὰ μία ὑπόστασις,

δύο δὲ φύσεις, μία ἀπαθὴς καὶ μία παθητή. Καὶ ἔσται ὁ

λόγος εὔδρομος.

9

Ὑπόστασιν δὲ μίαν σύνθετον τὸν Χριστὸν λέγομεν·

μία γὰρ οὖσα τῶν τῆς θεότητος ὑποστάσεων εὐδοκίᾳ

πατρὸς ἐσαρκώθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς

ἀειπαρθένου καὶ θεοτόκου καὶ γέγονεν ἄνθρωπος τέλειος

οὐ κατὰ τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν, ἀλλὰ κατὰ

πρόσληψιν σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ,

μείνας, ὃ ἦν, θεὸς τέλειος, καὶ γενόμενος, ὃ οὐκ ἦν, ἄνθρωπος

τέλειος, φύσιν προσλαβών, οὐχ ὑπόστασιν, φύσιν οὐκ

ἀνυπόστατον, ἀλλ' ἐν αὐτῷ ὑποστᾶσαν καὶ αὐτὸν ἐσχη-

κυῖαν ὑπόστασιν· οὐ γὰρ γέγονε τοῦδε ἢ τοῦδε, ἀλλὰ

τοῦ θεοῦ λόγου. Πᾶσα γὰρ σὰρξ καὶ πᾶσα ψυχὴ τινὸς

λέγεται καὶ τινός ἐστι καὶ αὐτὸν ἔχει ὑπόστασιν· ἡ γὰρ

σὰρξ καὶ ἡ ψυχὴ τοῦ Πέτρου τὸν Πέτρον ἔχει ὑπόστασιν,

καὶ οὐκ ἄλλην ἔχει ὑπόστασιν ἡ ψυχὴ τοῦ Πέτρου καὶ

ἄλλην ἡ σὰρξ αὐτοῦ. Ἄλλην μὲν γὰρ φύσιν ἔχει ἡ ψυχὴ

καὶ ἄλλην ἡ σάρξ, ἡ ψυχὴ ἀσώματον καὶ ἄυλον, τὸ

σῶμα ὑλικήν, ἀλλ', ἐπειδὴ ἑνός εἰσι, μίαν ἔχουσιν ὑπόστα-

σιν.

Τίνος οὖν ἐγένετο ἡ ἐκ παρθένου ἐψυχωμένη σάρξ;

Εἰ μὲν τοῦ θεοῦ λόγου, αὐτὸν ἔχει ὑπόστασιν. Εἰ δὲ ἄλλου

παρ' αὐτόν, οὐ προσκυνητέον αὐτῷ οὔτε λατρευτέον·

οὐ γὰρ κτίσει οὐδὲ ἑτέρῳ παρὰ τὴν ἁγίαν τριάδα λατρεύο-

μεν. Ἀλλ' οὐκ ἐγένετο ἑτέρου· οὐκ ἄγγελος γάρ, οὐ πρέ-

σβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς. Καὶ «ὁ

πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός· ὁ δεύτερος Ἀδάμ, ὁ κύριος,

ἐξ οὐρανοῦ.»

Τριὰς λέγεται, διότι τρεῖς ὑποστάσεις εἰσὶν τῆς θεότη-

τος, πατὴρ καὶ ὁ μονογενὴς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Εἰ οὖν ἑτέρα ὑπόστασίς ἐστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ

καὶ ἑτέρα ὑπόστασις τοῦ υἱοῦ τῆς παρθένου, ἢ ἐξεβλήθη

ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς καὶ ἀντεισήχθη ὁ τῆς παρθένου

ἢ οὐ προσκυνεῖται ὁ υἱὸς τῆς παρθένου ἢ τέσσαρες κάθηνται

ἐπὶ τοῦ θρόνου καὶ τετράδι λατρεύομεν. Ἀλλ' ἡμᾶς μὴ

γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ καὶ προσκυνη-

τῇ, ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ

σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ,

ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ

δεδοξασμένῃ.

Καὶ πάλιν· Ὅτι μία τοῦ Χριστοῦ ὑπόστασις, ἐντεῦθεν

γνωσόμεθα. Ἀρχὴ τῆς ἑκάστου βρέφους ὑπάρξεως καὶ

ὑπόστασίς ἐστιν ἡ ἐκ πατρὸς καταβαλλομένη σπορὰ

ἐν τῇ μήτρᾳ τῆς γυναικός, ἣν συλλαμβάνουσα ἡ γυνὴ

χορηγεῖ τὰ οἰκεῖα αἵματα, καὶ οὕτως συνίσταται τὸ

βρέφος. Μία ὑπόστασις τῆς σπορᾶς καὶ τῶν ἐκ τῆς μητρὸς

ἐν αὐτῇ ὑφισταμένων εἰς σάρκα αἱμάτων, καὶ ἡ σύλληψις

τῆς σπορᾶς ἐστι. Συλλαμβάνει δὲ ἡ γυνὴ ἐκ τῆς τοῦ

ἀνδρὸς μίξεως τὸν ἐξ αὐτοῦ καταβαλλόμενον σπόρον, καὶ

αὐτός ἐστι τοῦ βρέφους ὑπόστασις. Τί οὖν συνέλαβεν ἡ

ἁγία παρθένος; Σάρκα; Οὐκοῦν οὐκ ἐξ αὐτῆς ἡ σάρξ·

οὐ γὰρ ἐξ ἑαυτῆς συλλαμβάνει γυνή. Τί οὖν συνέλαβεν;

Τὸν τοῦ θεοῦ λόγον; Πνεῦμα γὰρ ἅγιον ἐμεσίτευσεν ἀντὶ

συναφείας καὶ ἐνῴκησεν ἐν αὐτῇ, καὶ συνελήφθη ὁ υἱὸς

καὶ λόγος τοῦ θεοῦ καὶ αὐτὸς ἐγένετο σὰρξ ἐψυχωμένη

ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ αὐτὸς οἱονεὶ θεῖος σπόρος

γέγονε τῇ σαρκὶ ὑπόστασις, μία ὑπόστασις δύο φύσεων,

θεότητός τε καὶ ἀνθρωπότητος. Ὢν γὰρ θεὸς τέλειος γέγο-

νεν ἄνθρωπος τέλειος, καὶ ἔστιν εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου,

ἀμήτωρ ἐκ πατρὸς ὡς θεός, ἀπάτωρ ἐκ μητρὸς ὡς ἄνθρωπος,

ὁ αὐτὸς δύο φύσεις, μία ὑπόστασις· εἷς γὰρ ὁ Χριστὸς

υἱὸς καὶ οὐ δύο. Εἰ δὲ εἷς υἱός, πῶς δύο ὑποστάσεις;

Ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ καὶ ἄλλον ἐξ ἄλλου ἀφορί-

ζει· εἰ γὰρ δύο ὑποστάσεις ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρὸς

δίδυμοι γενόμενοι οὐχ εἷς υἱός, ἀλλὰ δύο, πῶς ἡ ἐξ ἑτεροου-

σίου πατρὸς γεγεννημένη καὶ ἐξ ἑτεροουσίου μητρὸς

γεγεννημένη ὑπόστασις εἷς υἱὸς ἔσονται; Οὐ γὰρ τῆς αὐτῆς

οὐσίας ὁ πατὴρ καὶ θεὸς καὶ ἡ παρθένος. Καὶ εἰ δύο ἀνθρώ-

πων ὑποστάσεις ὁμοούσιοι τυγχάνουσαι οὐκ ἔσονται

εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι εἷς υἱὸς ἔσονται;

Ἀνάγκη οὖν ἢ δύο υἱοὺς λέγειν τὸν Χριστὸν καὶ τὸν

θεὸν λόγον ἢ μίαν ὑπόστασιν καὶ ἕνα υἱόν.

Πῶς δὲ καὶ δύο φύσεων λέγετε τὸν Χριστόν, εἰ ἄλλος

ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος· ἔσται γὰρ καθ' ὑμᾶς

μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ θεὸς λόγος καὶ μιᾶς

φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ Χριστός. Εἰ δὲ τοῦτο

δοθείη, ψευδεῖς ἔσονται πάντως αἱ διαγορεύουσαι γραφαὶ

τὸν ἐν ἀρχῇ λόγον καὶ θεὸν σάρκα γεγονέναι καί, ὥσπερ

ἕνα θεὸν πατέρα, οὕτω καὶ κύριον Ἰησοῦν Χριστὸν ἕνα

καὶ τὸν ἴδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ὑπὸ τοῦ πατρὸς

ὑπὲρ τοῦ κόσμου δεδόσθαι καὶ πεπονθέναι καὶ τὸν ἐξ

Ἰσραηλιτῶν ὁρμώμενον κατὰ σάρκα Χριστὸν ἐπὶ πάντων

εἶναι θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ θεοῦ δύναμιν

καὶ θεοῦ σοφίαν καὶ κληρονόμον πάντων καὶ τῶν αἰώνων

ποιητὴν καὶ τῆς τοῦ πατρὸς δόξης ἀπαύγασμα καὶ

χαρακτῆρα τῆς ὑποστάσεως καὶ μέγαν θεὸν ἐν μορφῇ

τε θεοῦ ὄντα μορφὴν εἰληφέναι δούλου καὶ τὰ τούτοις συγγε-

νῆ· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγε-

ται Χριστοῦ καὶ οὐ περὶ ἄλλου καὶ ἄλλου προσώπου ἢ περὶ

ἄλλης καὶ ἄλλης ὑποστάσεως ἤγουν ἄλλου καὶ ἄλλου

υἱοῦ καὶ Χριστοῦ.

Πῶς δὲ καὶ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν ἀληθεύσοι

φάσκων ἑαυτὸν τοῦ Ἀβραὰμ προγενέστερον καὶ τῆς

τοῦ κόσμου καταβολῆς ἀρχαιότερον καὶ ἐξ οὐρανοῦ

καταβεβηκέναι καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν πεφυκέναι

καὶ βοῶν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς

ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὰ τούτοις παραπλήσια,

δι' ὧν οὐκ ἄνθρωπος ψιλὸς καὶ προσφάτως ὑποστὰς

δείκνυται, ἀλλὰ θεὸς σεσαρκωμένος καὶ εἷς Χριστὸς υἱὸς

τοῦ θεοῦ ἐν δύο φύσεσι, θεότητί φημι, καθ' ἣν ἓν πρὸς

τὸν πατέρα καὶ θεὸν ἐγινώσκετο, καὶ ἀνθρωπότητι,

καθ' ἣν ἑτεροούσιος πρὸς τὸν πατέρα, ἡμῖν δὲ τοῖς γηίνοις

ὁμοούσιος καὶ κατ' οὐδὲν ἡμῶν παρηλλαγμένος κατὰ

τὴν φύσιν καὶ οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ

ὑπόστασις, ἄλλην καὶ ἄλλην ἐν ἑαυτῇ φύσιν συγχύσεως

δίχα καὶ τροπῆς φέρουσα, τὴν μὲν ἄκτιστον καὶ προαιώ-

νιον καὶ δημιουργικὴν τῶν κτισμάτων, τὴν δὲ κτιστὴν

καὶ πρόσφατον. Οὐ γὰρ ἡ ἀνθρωπότης συνάναρχος

καθέστηκεν ὁμοειδής τε καὶ ὁμοούσιος τῇ θεότητι οὐδὲ

ἐξ οὐρανοῦ κατελήλυθεν, ἀλλ', ἐπείπερ εἷς καὶ ὁ αὐτὸς

ὑπῆρχε θεὸς λόγος ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν τὴν

ἀνθρωπότητα, διὰ τοῦτο ποτὲ μὲν ὑψηλὰ καὶ θεοπρεπῆ,

ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ περὶ ἑαυτοῦ ἐφθέγγετο.

Ὅθεν καὶ κύριος τοῦ Δαυὶδ καὶ υἱὸς ἤθελε νοεῖσθαι καὶ

τοὺς υἱὸν θεοῦ καλοῦντας αὐτὸν καὶ υἱὸν Δαυὶδ ὀνομάζον-

τας ὡς εὐσεβεῖς ἀπεδέχετο, τοὺς μὲν ὡς τὴν ἀόρατον

αὐτοῦ θεότητα καὶ προαιώνιον ἐκ θεοῦ καὶ πατρὸς γέννη-

σιν σημαίνοντας, τοὺς δὲ τὴν ὁρωμένην αὐτοῦ τῆς ἀνθρω-

πότητος οὐσίαν καὶ φύσιν ἀληθῆ κηρύττοντας.

Τούτων ἁπάντων ἀθετουμένων δύο μονογενεῖς ἀναγκα-

σθησόμεθα λέγειν, ἕνα μὲν τοῦ θεοῦ καὶ πατρός, ἕνα δὲ

τῆς παρθένου καὶ μητρός. Καὶ μονογενὴς ὁ μονογενὴς

οὐκέτι ῥηθήσεται ἑτέρου καθ' υἱοθεσίαν ἐπεισαχθέντος

αὐτῷ, καὶ ὁ μὲν πρεσβύτερος ἔσται, ὁ δὲ νεώτερος, ὁ μὲν

φυσικὸς καὶ γνήσιος, ὁ δὲ θετὸς καὶ νόθος.

Ἔπειτα δέ, εἰ καὶ τετάρτην ἐπεισάγειν ὑπόστασιν

καὶ συμπροσκυνεῖν τῇ τρισυποστάτῳ θεότητι τολμήσαι-

μεν τὴν ἐκ τῆς παρθένου Μαρίας τεχθεῖσαν, εὑρεθησό-

μεθα θεὸν σέβοντες ἀλλότριον καινόν τε καὶ πρόσφατον,

ὅπερ πράττειν παντελῶς ἀπηγόρευται, καὶ τῷ τῆς

ἀνθρωπολατρείας ἑλληνικῶς ὑποβληθησόμεθα ἐγκλήματι

καὶ τῇ τοῖς ἀνθρωπολάτραις ἐπιφερομένῃ κατάρᾳ κατα-

δικασθησόμεθα· «ἐπικατάρατος» γάρ, γέγραπται, «πᾶς

ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ' ἄνθρωπον». Ἀλλ'

ἡμεῖς οὔτε ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσι μόναις

προσκυνηταῖς καὶ σεπταῖς ὑπαρχούσαις ἑτέραν ἀσεβῶς

ἐπεισκομίζομεν ὑπόστασιν, ἐπεὶ μήτε δύο υἱοὺς καὶ Χριστοὺς

τὸν ἕνα υἱὸν καὶ Χριστὸν ἐκ τῶν θεοπνεύστων λέγειν

πεπαιδεύμεθα λογίων οὔτε λατρεύειν ἀνθρώπῳ ψιλῷ

θεοστυγῶς ἀνεχόμεθα, ἀλλ' ἕνα Χριστὸν σύνθετον ἐκ

θεότητός τε καὶ ἀνθρωπότητος καὶ τέλειον ἐν ἀμφοτέ-

ραις ταῖς οὐσίαις, ἐξ ὧν καὶ ἐν αἷς συνετέθη, τὸν συμπροσ-

κυνούμενον ἀεὶ τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι

λατρεύομέν τε καὶ προσκυνοῦμεν μιᾷ τιμῶντες προσκυνή-

σει τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, ὡς ἀχωρίστως

καὶ δίχα παντὸς μερισμοῦ καθ' ὑπόστασιν ἡνωμένας καὶ

ἓν ἀποτελεσάσας πρόσωπον.

Ἀλλ' ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ· ἑνὶ πατρί,

μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει

μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι πανα-

γίᾳ καὶ δεδοξασμένῃ. Ὥσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία ἐστὶ

καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ Χριστὸς εἷς ἐστι καὶ μία

ὑπόστασις καὶ μετὰ τὴν σάρκωσιν. Καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς

πεπυρωμένης μαχαίρας, οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν τοῦ

ἑνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω προσκυνῶ τῷ σαρκωθέντι θεῷ

λόγῳ καὶ συμπροσκυνῶ τῇ σαρκί, οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ

διὰ τὸν ἑνωθέντα αὐτῇ θεὸν λόγον. Προσκυνῶ τῷ βασιλεῖ μετὰ τῆς ἁλουρ-

γίδος καὶ τιμῶ τὴν ἁλουργίδα διὰ τὸν βασιλέα. Καὶ μὴν ὅτι ἐπὶ μὲν

τοῦ βασιλέως καὶ τῆς ἐσθῆτος οὐ καθ' ὑπόστασιν ἡ ἕνωσις οὐδὲ ἀδιά-

σπαστος οὐδὲ διαιωνίζουσα, ἐπὶ δὲ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καθ' ὑπόστα-

σιν ἀδιάσπαστος καὶ διαιωνίζουσα ἡ ἕνωσις. Διὸ ὡς ἑνὶ τῆς ἁγίας τριάδος

συμπροσκυνῶ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι Χριστῷ τῷ σαρκωθέντι

υἱῷ τοῦ θεοῦ καὶ θεῷ.

10

Δέδεικται τοίνυν, ὅτι δύο φύσεις τοῦ Χριστοῦ καὶ μία ὑπόστασις.

Εἰ οὖν δύο φύσεις ἔχει, ἀνάγκη ὁμολογεῖν ἐν αὐτῷ τὰ τῶν δύο φύσεων

φυσικὰ ἰδιώματα τελείως καὶ ἀνελλιπῶς, εἴπερ γινώσκομεν αὐτὸν θεὸν

τέλειον καὶ ἄνθρωπον τέλειον.

11

Ἔχει μὲν ἐκ τῆς θείας καὶ πατρικῆς φύσεως τὸ ἄκτιστον, τὸ ἄχρο-

νον, τὸ ἄναρχον· οὐ γὰρ πρότερον οὐκ ὢν ἤρξατο τοῦ εἶναι, ἀλλ' ἀεὶ

ἦν γεννητῶς τὸ θεὸς εἶναι, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ παντοδύνα-

μον, τὸ ἀπειροδύναμον, τὸ δημιουργικόν, τὸ παντουργικόν, τὸ ἄπειρον,

τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀνεξερεύνητον, τὸ ἀθάνατον, τὸ

παντοκρατορικόν, τὸ συνεκτικόν, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ

σωστικόν, τὸ ἁπλοῦν κατὰ φύσιν καὶ ἀσύνθετον, τὸ ἄτρεπτον, τὸ ἀναλ-

λοίωτον, τὸ παντεποπτικόν, τὸ τῶν μελλόντων προγνωστικόν, τὸ

περιεκτικὸν τῶν πάντων ἤτοι περιληπτικόν, τὸ ἀμέτοχον, μεθεκτὸν δὲ

τῆς ἐνεργείας, οὐ φύσεως· τὸ αὐτεξούσιον καὶ παντεξούσιον, τὸ εὐεργετι-

κόν, τὸ μεταδοτικὸν, τὸ φωτιστικόν, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ ὑπέρθεον,

τὸ ὑπερούσιον, καὶ ἁπλῶς εἰπεῖν, πάντα, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ εἰσιν

πλὴν τῆς ἀγεννησίας. Καὶ μάρτυς τούτου ἀληθὴς αὐτὸς ὁ κύριος ἡμῶν καὶ

θεὸς εἰπών· «Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι.» Καὶ πρὸς αὐτὸν τὸν πατέ-

ρα λέγει· «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.»

12

Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ

πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ

γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ

πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν

ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει. Διὸ καὶ λέγει· «Ὁ πατήρ μου μείζων

μού ἐστιν·» ἐγὼ γὰρ ἐξ αὐτοῦ, εἰ καὶ μὴ μετ' αὐτόν, οὐκ αὐτὸς ἐξ ἐμοῦ.

Διὸ καὶ τιμᾷ τὸν πατέρα.

13

Εἰπόντες τοίνυν τὰ τῆς θείας φύσεως τοῦ Χριστοῦ ἰδιώματα, ἃ

ἔσχεν ἐκ τοῦ πατρός, εἴπωμεν καὶ τὰ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως φυσικὰ

ἰδιώματα, ἅπερ ἐκ τῆς ἐξ ἡμῶν ἔσχε προσλήψεως. Εἰ γὰρ θεὸς ὢν τέλειος

γέγονε δι' ἡμᾶς καθ' ἡμᾶς ἄνθρωπος τέλειος, δῆλον, ὡς πάντα ἔχων τὰ

φυσικὰ τῆς θεότητος ἰδιώματα καὶ κατὰ τοῦτο θεὸς ὢν τέλειος καὶ πάντα

ἕξει τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα, τουτέστι πάσας τὰς φυσικὰς

δυνάμεις τῆς ἀνθρωπότητος, τὰς ἐνεργητικάς τε καὶ παθητικάς, ἵνα τέλειος

ᾖ ἄνθρωπος· εἰ γάρ τι τῶν φυσικῶν οὐκ ἀνέλαβεν, οὐ τέλειος, ἀλλ'

ἐλλιπής ἐστιν ἄνθρωπος.

14

Ἔστω δὲ προδιωρισμένον, ὅτι πάσης ἐνεργείας καὶ χρήσεως

καὶ πράξεως καὶ πάθους τὴν δύναμιν φυσικῶς παρὰ τοῦ δημιουργοῦ

εἰλήφαμεν καὶ ταῦτα φυσικά ἐστιν· ἀδύνατον γὰρ οἱανοῦν φύσιν χρήσα-

σθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν ἢ παθεῖν πάθος, ὧν τὴν δύναμιν οὐ

κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται ἡ γῆ βλαστῆσαι μὴ κατὰ φύσιν

λαβοῦσα παρὰ τοῦ δημιουργοῦ τὴν βλαστικὴν δύναμιν, οὐδὲ τὸ ὕδωρ

ζωοβλαστεῖν, ἵν' οὕτως εἴπω, τὴν τῶν ἰχθύων γέννησιν καὶ πρὸς βλά-

στησιν τῶν τῆς γῆς συντελεῖν ἐκφορίων, εἰ μὴ παρὰ τοῦ δημιουργοῦ

τὴν τοιαύτην εἴληφε δύναμιν, οὐδὲ φυτὸν αὐξῆσαι δύναται, εἰ μὴ τὴν

αὐξητικὴν ἔλαβε δύναμιν, οὐ τὸ πτηνὸν πέτασθαι μὴ τὴν τοῦ πέτασθαι

λαβὸν δύναμιν, οὐ χερσαῖον βαδίζειν, οὐχ ἑρπετὸν ἕρπειν, εἰ μὴ ἕκαστον

τὴν τοιαύτην ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ὁρᾶν

ἢ νοεῖν ἢ αὐτεξουσίως θέλειν ἢ ἐνεργεῖν, εἰ μὴ ἑκάστου τὴν δύναμιν ἔλαβε

φυσικῶς παρὰ τοῦ δημιουργοῦ.

15

Ὁ ἄνθρωπος τοίνυν μικρὸς κόσμος ἐστίν. Ἔχει γὰρ ψυχὴν καὶ

σῶμα καὶ μέσος ἕστηκε νοῦ καὶ ὕλης· σύνδεσμος γάρ ἐστιν ὁρατῆς καὶ

ἀοράτου ἤτοι αἰσθητῆς καὶ νοητῆς κτίσεως. Ὀφθαλμὸς γὰρ καὶ τὸ

καθαρώτατον τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις

σώμασι κατὰ τὴν ἐκ τῶν τεσσάρων στοιχείων κρᾶσιν καὶ σύνθεσιν,

τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύνα-

μιν, ἔτι δὲ καὶ τὴν σπερματικήν, τοῖς δὲ ἀλόγοις ζῴοις καὶ ἐν τούτοις μέν,

ἀλλὰ καὶ κατὰ τὸ ζωτικὸν καὶ κατὰ τὴν ἄλογον ὄρεξιν ἤγουν θυμὸν

καὶ ἐπιθυμίαν, κατά τε τὸ φανταστικὸν καὶ μνημονευτικὸν καὶ κατὰ τὴν

αἴσθησιν καὶ τὴν καθ' ὁρμὴν κίνησιν—καθ' ὁρμὴν δὲ κίνησίς ἐστιν ἡ

κίνησις ὅλου τοῦ σώματος—καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικὸν καὶ

ἐκ τόπου εἰς τόπον μεταβατικόν. Συνάπτεται δὲ ταῖς ἀσωμάτοις καὶ

νοεραῖς δυνάμεσι διὰ τοῦ λογικοῦ καὶ τῆς λογικῆς τοῦ νοῦ ὀρέξεως,

ἥτις ἐστὶ θέλησις, ἡ πρώτη τοῦ νοῦ κίνησις· ὀρεγόμενος γὰρ κινεῖται

πρὸς νόησιν καὶ ὀρεγόμενος λογίζεται καὶ ὀρεγόμενος κρίνει. Αὕτη δὲ

ἡ ὄρεξις αὐτεξούσιός ἐστιν· αὐτεξουσίως γὰρ ὀρεγόμενος νοεῖ καὶ λογίζε-

ται καὶ κρίνει.

16

Ἴδια μὲν τοῦ σώματος τομὴ καὶ ῥεῦσις καὶ μεταβολὴ ἡ κατὰ

ποιότητα ἤτοι ψύξιν, θέρμανσιν, ὑγρότητα καὶ ξηρότητα, καὶ ἡ τῶν

μελῶν διοργάνωσις. Ἴδια δὲ ψυχῆς λογικῆς μόνης αὐτῆς καθ' αὑτὴν

ζωή, νόησις καὶ ἡ λογικὴ ὄρεξις, ἥτις κυρίως ἐστὶ θέλησις. Καὶ πρὸ τούτων

ἰδικώτατον ψυχῆς χωρίζον αὐτὴν ἐκ τῆς τῶν…

The complete text is available when the reading interface loads.