Epistula de hymno trisagio
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epistula de hymno trisagio, ed. Kotter, vol. 4, PTS 22 (1981) 304–332.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
θείου κάλλους ὡς ἀρχετύπου παντὸς ἀγαθοῦ ἐκμαγεῖον γενόμενος. Διὸ
σὲ ποθοῦντες ἀρετὴν ποθοῦμεν καὶ θεόν, ἐξ οὗ σοι τὰ τῆς ἀρετῆς προ-
τερήματα.
Ἀλλ', οἴμοι, ὦ πάτερ, οἴμοι. Πῶς ὁ τῆς ἐκκλησίας ἐχθρὸς ταύτην ἀεὶ
κυκᾶν κατεπείγεται, καὶ τὸ δὴ χαλεπόν, εἴγε διὰ τῶν τῆς εὐσεβείας τρο-
φίμων. Γράμμασι γὰρ ἡμῖν κατεμήνυσεν ὁ θεοσεβέστατος ἡμῶν ἀδελφὸς
ὁ ἀββᾶς Σέργιος ὁ ἀστὸς καὶ συνήθης καὶ φίλος, διὰ τοῦ γνησίου αὐτοῦ
ἀδελφοῦ τοῦ ὁσιωτάτου ἀββᾶ Ἰώβ, ὡς ὁ ἱερώτατος ἡμῶν πατὴρ ὁ
κύρις ἀββᾶς Ἀναστάσιος, ὁ κλεινὸς τῆς Εὐθυμίου τοῦ μάκαρος καθηγεμών,
χρήσεις τινὰς τῶν ἁγίων πατέρων προκεκόμικε δῆθεν εἰς τὸν υἱὸν μόνον
ἀναφερούσας τὸν τρισάγιον ὕμνον. Οὗ δοθέντος οὐδὲν κωλύσει τὴν ἐκ
τοῦ κναφέως κακῶς ἐπεισφρήσασαν λύμην πάντας ἄρδην καταλυμήνα-
σθαι. Τεθαύμακα δέ, λίαν τεθαύμακα, εἴγε ταῦτα οὕτως ἔχει. Καὶ πάλιν
τεθαύμακα, εἴγε μὴ ταῦτα οὕτως ἔχει· τὸ μὲν γὰρ τοῦ σεβασμίου ἀνδρὸς
ὀρθόδοξον ἐπιστάμεθα καὶ τὸ εὐπρεπὲς τῆς αὐτοῦ ἐν λόγῳ καὶ ἀρετῇ
τῇ κατὰ πρᾶξιν [.....] οὐκ ἀγνοοῦμεν, τοῦ κυροῦ ἀββᾶ Ἀναστασίου
φημί. Οὐ μὴν ἀλλὰ καὶ τὸ ἀψευδὲς τοῦ κατηγόρου σαφῶς γινώσκομεν.
Θεὸν γὰρ ποθῶν καὶ αὐτῷ ζῶν οὐκ ἄν, οἶμαι, ὡς ψεύσαιτο, καὶ συκοφάν-
της ἔσται ἀθῴου ἀνδρὸς κἂν τοῖς τῆς ἀρετῆς προτερήμασι διαπρέποντος.
Ὃ δὴ οὐ μετρίως ἡμῶν τὸν λογισμὸν ἐβασάνισε. Κατέκρινε δὲ ὅτι πλεῖστα
διὰ τοῦ εὐλαβεστάτου ἀββᾶ Ἰώβ, τοῦ γνησίου αὐτοῦ ἀδελφοῦ, καὶ
κατήπειξε πάσης ἀναβολῆς ἄτερ καὶ ὑπερθέσεως τὴν ἡμετέραν περὶ
τούτου ἐπισημήνασθαι γνώμην.
Γέγραφε δὲ καὶ τοῦτο αὐτὸν βεβαιώσασθαι, ὅτιπερ καὶ ἡμεῖς τῇ γνώμῃ
ταύτῃ καθυπεκύψαμεν, σύναινοι καὶ σύμψηφοι αὐτῷ περὶ τούτου γενό-
μενοι, ὃ καὶ μᾶλλον καὶ μᾶλλον τεθαύμακα—προκεκόμικε γὰρ ἡμῖν τὰς
χρήσεις, οὐ ψεύσομαι, καὶ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων εἶναι ταύτας
ἀπεφηνάμεθα· οὐ μὴν εἰς τὸν υἱὸν μόνον δηλοῦν ἀναφέρεσθαι τὸν τρισά-
γιον ὕμνον τὰς χρήσεις συνῃνέσαμεν—καὶ τὸν τρισμακάριστον δὲ
πατριάρχην τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως Ἰωάννην, τὸν
θειότατον καὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τῆς αὐτῆς αὐτῷ γεγενῆσθαι ἐν-
νοίας· τούτου γε ἕνεκεν γέγραφεν αὐτὸν ἀποφήνασθαι.
Δεῖν οὖν ᾠήθημεν τὰ περὶ τούτων ἀρίδηλα καταστῆσαι τῇ θεοτι-
μήτῳ ὑμῶν ἁγιότητι καί, ὅπως γνώμης ἔχομεν, ἵνα μηδὲν αὐτὴν ἀγνοεῖν
τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν φίλον καὶ σύνηθες.
2
Φαμὲν τοίνυν, ὡς οἱ ὅροι καὶ αἱ κληρώσεις οἱ λόγῳ γινόμενοι πρέπον-
τι βεβαιότατοι τυγχάνουσι. Φησὶ γὰρ ἡ θεία γραφή, ὅτι «ἤγαγεν ὁ θεὸς
πάντα τὰ ζῷα πρὸς τὸν Ἀδὰμ τοῦ ἰδεῖν, τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ
ἐὰν ἐκάλεσεν αὐτῷ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ». Ὁρῶμεν
οὖν ὀνόματα χωρίζοντα εἶδος ἐξ εἴδους καὶ ὀνόματα ἐπιτιθέμενα χωρίζον-
τα ὑπόστασιν ἐξ ὑποστάσεως, καὶ ὅρους δὲ καὶ νόμους τεθέντας καὶ μέχρι
νῦν κεκρατηκότας.
Οὕτω φημὶ ὁριστικῶς ἀποκεκαλύφθαι τῷ Ἡσαΐᾳ ἐκ θεοῦ διὰ τῶν
σεραφὶμ καὶ διὰ τοῦ τρισαγίου ὕμνου τὴν μίαν τρισυπόστατον θεότητά
τε καὶ κυριότητα ὡς διά τινος ἀριθμητικῆς ἐκφαντορίας. Διὰ τί γὰρ οὐ
δὶς ἢ τετράκις ἢ μυριάκις τὸ «ἅγιος» ὕμνησαν, καὶ διὰ τί μὴ δὶς ἢ τρὶς ἢ
τετράκις ἢ μυριάκις τὸ «κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς
δόξης αὐτοῦ», τὰ σεραφὶμ ἐξεφώνησεν, ἀλλὰ τὸ μὲν «ἅγιος» τρὶς «ἅγιος,
ἅγιος, ἅγιος», τὸ δὲ «κύριος» μοναδικῶς, ἢ δεικνύντα τρεῖς μὲν τὰς ἁγίας
ὑποστάσεις, μίαν δὲ κυριότητα τῶν τριῶν καὶ μίαν ἀρχὴν καὶ δόξαν
οὐσίαν τε καὶ θεότητα καὶ ἕνα τὰς τρεῖς ὑποστάσεις εἶναι θεὸν ἅγιον,
ἅγιον μὲν τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ'
ἕνα ἅγιον, οὐ τρεῖς ἁγίους, ἕνα κύριον, οὐ τρεῖς κυρίους; Αἱ μὲν γὰρ τρεῖς
ὑποστάσεις θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοί· ἅγιος,
ἅγιος, ἅγιος, ἀλλ' εἷς ἅγιος καὶ οὐ τρεῖς ἅγιοι· κύριος καὶ κύριος καὶ
κύριος, ἀλλ' εἷς κύριος καὶ οὐ τρεῖς κύριοι. Διὸ καὶ ἐπήγαγε· «Πλήρης ὁ
οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ», καὶ οὐκ αὐτῶν. Ἡ μὲν οὖν θεότης
ἤτοι οὐσία τριαδικῶς ἐξαπλοῦται ἀδιαιρέτως ἐν τρισὶ γνωριζομένη ὑπο-
στάσεσι, καὶ αἱ τρεῖς ὑποστάσεις εἰς μίαν οὐσίαν ἤτοι θεότητα ἑνοῦνταί
τε καὶ συνάπτονται. Καὶ ἡ μὲν θεότης τριαδικῶς ἁγιάζεται καὶ δοξάζεται
«ἅγιος, ἅγιος, ἅγιος», καὶ αἱ τρεῖς ὑποστάσεις μοναδικῶς δοξολογοῦνται
«κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ». Εἷς γὰρ
θεὸς ἐν τρισὶν ὑποστάσεσι, καὶ τὰ τρία ἓν ἤτοι μία φύσις, οὐχ ὑπόστασις
μία, οὐχ ἑκάστη δὲ τῶν ὑποστάσεων τρισσῶς δοξολογεῖται καὶ ἁγιάζεται.
Ἡ μὲν γὰρ θεότης τριὰς ὑποστάσεων οὖσα οἰκείως καὶ προσηνῶς τριαδι-
κῶς ἁγιάζεται· ἅγιος ὁ πατήρ, ἅγιος ὁ υἱός, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον,
κύριος σαβαώθ. Εἷς γὰρ τὰ τρία θεός τε καὶ κύριος. Ἑκάστη δὲ τῶν
ὑποστάσεων μία οὖσα ὑπόστασις καὶ οὐ τρεῖς τίνος ἕνεκεν τρὶς ἁγιασθήσε-
ται καὶ οὐχ ἅπαξ ἢ δὶς ἢ τετράκις ἢ μυριάκις; Οὐ γὰρ ἑκάστη τῶν τῆς
θεότητος ὑποστάσεων τριάς· οὕτω γὰρ ἂν ἐννὰς ἔσται ἡ θεότης καὶ οὐ
τριάς. Διὰ τί γὰρ μὴ δισάγιον ἢ τετράγιον ἢ μυριάγιον ὕμνον ὕμνησαν,
ἀλλὰ τρισάγιον, κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμόν; Ὥσπερ γὰρ τὸν
πατέρα ὑπόστασίν φαμεν καὶ τὸν υἱὸν ὑπόστασιν καὶ τὸ πνεῦμα τὸ
ἅγιον ὑπόστασιν καὶ τὴν θεότητα ἤτοι οὐσίαν τρισυπόστατον ὡς τὰς
τρεῖς περιέχουσαν ὑποστάσεις καὶ οὔτε τὸν πατέρα τρισυπόστατον
οὔτε τὸν υἱὸν τρισυπόστατον οὔτε τὸ πνεῦμα τὸ ἅγιον τρισυπόστατον
εἰπεῖν θεμιτόν, οὕτως οὐδὲ τρισάγιον μίαν τῶν ὑποστάσεων, ἀλλ'
ἅγιον τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, τρισάγιον
δὲ τὴν τρισυπόστατον θεότητα. Εἰ οὖν μὴ τῶν τριῶν ὑποστάσεών
ἐστιν σημαντικὸς ὁ τρισάγιος ὕμνος, ὑμνήσωμεν δὶς τὸ «ἅγιος» καὶ
ἐπαγάγωμεν τὸ «κύριος σαβαώθ.» Ἀλλ' οὐ θέμις, οὐδ' οὕτω τὰ σεραφὶμ
ὕμνησαν. Μὴ σοφισώμεθα περιττὰ μηδὲ τῶν σεραφὶμ σοφώτεροι εἶναι
δόξωμεν.
3
Εἰ δὲ λέγοιεν οἱ θεοφόροι πατέρες, ὧν νόμος ὁ λόγος, ὅτι τὸν
υἱὸν ὑμνοῦντά φασιν «ἅγιος, ἅγιος, ἅγιος», εἰ μὲν ἔφησαν, ὅτι τὸν υἱὸν
μόνον ὑμνοῦντα, εἶχεν ἂν ὑποψίαν καὶ εἰς τὸν υἱὸν μόνον εἰρῆσθαι τὸν
τρισάγιον ὕμνον. Εἰ δὲ ἀχώριστος ὁ υἱὸς τοῦ πατρὸς καὶ τοῦ πνεύματος,
ἀχώριστος καὶ ὁ ὕμνος· συμπροσκυνεῖται γὰρ τῷ πατρὶ καὶ τῷ πνεύ-
ματι ὁ υἱὸς καὶ συνυμνεῖται καὶ συνδοξάζεται. Τότε εἰς τὸν υἱὸν μόνον
φαμὲν ὕμνον λέγεσθαι, ὅτε τὰ ἐνδεικτικὰ τῆς ὑποστάσεως αὐτοῦ λέγο-
μεν, οἷον «ὁ υἱὸς τοῦ θεοῦ», «ὁ λόγος», ἡ σοφία τοῦ θεοῦ καὶ δύναμις,
ὁ ἐκ πατρὸς γεννηθείς, ὁ σαρκωθείς, ὁ σταυρωθεὶς σαρκί, ὁ ἀναστάς,
ὁ ἀνελθὼν εἰς οὐρανούς, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, καὶ τὰ τοι-
αῦτα. Ὥσπερ οὖν ταῦτα ἐνδεικτικὰ τῆς μιᾶς ὑποστάσεως καὶ οὐδαμῶς
ἐφ' ἑτέρας ὑποστάσεως ἢ ἐπὶ τοῦ κοινοῦ τῆς θεότητος χώραν ἔχει, οὕτω
καὶ ὁ τρισάγιος ὕμνος ἐνδεικτικὸς ὢν τῶν τριῶν ὑποστάσεων ἐπὶ μιᾶς
τῶν ὑποστάσεων χώραν οὐκ ἔχει. Ὥσπερ γὰρ ἑκάστην ὑπόστασιν
τῆς ἀνθρωπότητος ἄνθρωπον λέγομεν, φαμὲν δὲ τὴν πολλοὺς ἀνθρώπους
περιέχουσαν πόλιν πολυάνθρωπον, οὐ δυνάμεθα δὲ εἰπεῖν ἕκαστον
ἄνθρωπον πολυάνθρωπον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου ἑκάστην τῶν
ὑποστάσεων ἅγιον λέγομεν, τρισάγιον δὲ τὴν τρισυπόστατον θεότητα,
μίαν δὲ τῶν ὑποστάσεων τρισάγιον εἰπεῖν οὐ δυνάμεθα· καὶ ὥσπερ
ἀριθμοῦντες ἕνα καὶ ἕνα καὶ ἕνα λέγομεν καὶ οὐ δυνάμεθα ἐφ' ἑκάστου
λέγειν τρισάριθμον, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου· καὶ ὥσπερ φέγγος καὶ
φέγγος καὶ φέγγος λέγομεν καὶ συνάψαντες τριφεγγὲς σέλας φαμέν,
οὐ λέγομεν δὲ ἕκαστον τριφεγγές, οὕτω καὶ ἐπὶ τοῦ τρισαγίου.
Πάντα μὲν ἑνιαίως καὶ ἁπλῶς καὶ ἀπολύτως τὰ ἐφ' ὅλης τῆς θεό-
τητος λεγόμενα καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων λέγονται, ὁ δὲ τρὶς
ἀριθμὸς ἐπὶ τῆς ἁγίας τριάδος τῶν τριῶν ὑποστάσεών ἐστιν δηλωτικός.
Καλῶς γὰρ ἔφη καὶ λίαν καιρίως ὁ θεοφόρος Ἐπιφάνιος, ὅτι «διὰ τί μὴ
δὶς ἢ τετράκις τὸ ‘ἅγιος’ λέγει τὰ σεραφίμ, ἀλλὰ τρίς, εἰ μὴ ὅτι τὸν τῶν
ὑποστάσεων ἀριθμὸν καταμηνύουσιν εἰς μίαν κυριότητά τε καὶ θεότητα
ἑνούμενον;» «Ἅγιος ὁ θεὸς» καὶ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς
τὸ πνεῦμα τὸ ἅγιον, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ἡ ἐνυπόστατος τοῦ θεοῦ
δύναμις, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιόν, καθώς
φησιν ὁ ἀπόστολος· «Ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς.» Οὐχ ὅτι οὐκ
ἔστι θεὸς ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἰσχυρὸς ὁ πατὴρ
ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐδ' ὅτι οὐκ ἔστιν ἀθάνατος ὁ πατὴρ ἢ ὁ υἱός,
ἀλλά, καθὼς ὁ ἀπόστολος τὰς ὑποστάσεις δεῖξαι βουλόμενός φησιν·
«Ἡμῖν δὲ εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς
Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα», οὕτω
κἀνταῦθα. Τοῦτο δὲ καὶ Δαυὶδ προανεφώνησεν εἰπών· «Ὃν τρόπον
ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή
μου πρός σε, ὁ θεός.» Ἰδοὺ κοινῶς τὴν θεότητα εἰπὼν ἐπήγαγε καὶ
τὰς ὑποστάσεις σημᾶναι βουλόμενος· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς
τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τουτέστιν τὸν ἀθάνατον, τὸν ἀεὶ
ζῶντα· ὁ γὰρ ἀεὶ ζῶν ἀθάνατος. Εἰπών· «Ἐπιποθεῖ ἡ ψυχή μου πρός
σε, ὁ θεός», ἐσήμανεν τὴν μίαν θεότητα. Εἶτα εἰπών· «Ἐδίψησεν ἡ ψυχή
μου πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα», τὸ τριαδικὸν τῶν ὑποστά-
σεων ἔδειξε. Καὶ πάλιν ἐπανῆλθεν εἰς τὸ ἑνιαῖον τῆς φύσεως· «Πότε ἥξω
καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;»
4
Εἰ δέ τις εἴποι, ὅτι πολλάκις καὶ ἐπὶ μιᾶς ὑποστάσεως λέγεται τὸ
τρισόλβιος καὶ τριπόθητος καὶ τρισμακάριστος, γινωσκέτω, ὅτι τὸ
τρεῖς, ὅτε μὲν διὰ τῆς ε̅ι̅ διφθόγγου γράφεται, τὸν τριαδικὸν ἀριθμὸν
σημαίνει, ὅτε δὲ διὰ ψιλοῦ τοῦ ἰῶτα, ἀντὶ τοῦ πολλάκις τάττεται, ὥς
φαμεν τρεῖς ἄνθρωποι καὶ «τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ ὕδωρ καὶ τὸ
αἷμα καὶ τὸ πνεῦμα», καὶ τρὶς διὰ τοῦ ἰῶτα ἐπιρρηματικῶς ἀντὶ τοῦ
πολλάκις, ὥς φησιν ὁ ἀπόστολος· «Περὶ τούτου τρὶς τὸν κύριον παρεκάλε-
σα,» ἀντὶ τοῦ πολλάκις.
Ἰστέον δέ, ὅτι ἐπὶ τοῦ τριαδικοῦ ἀριθμοῦ, ὅταν ἐπιρρηματικῶς λέγηται,
διὰ ψιλοῦ τοῦ ἰῶτα γράφεται, οἷον ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ τετράκις.
Καὶ ἐν τῇ συνθέσει δέ, εἴτε τὸν τριαδικόν, εἴτε τὸν πολὺ ἀριθμὸν σημαίνει,
διὰ τοῦ ἰῶτα γράφεται· τριώνυμος ὁ τρία ὀνόματα ἔχων, τριπόθητος
ὁ πολυπόθητος, τρισμακάριστος ὁ πολλάκις μακαριστός, τρισόλβιος
ὁ πολλάκις ὄλβιος. Καὶ ταῦτα μὲν καὶ ἐφ' ἑνὸς προσώπου πολυποθήτου
καὶ πολυολβίου καὶ πολυμάκαρος χώραν ἔχει. Τὸ δὲ σημαντικὸν τοῦ
τριαδικοῦ ἀριθμοῦ οὐ δυνατὸν εἰ μὴ ἐπ' αὐτοῦ κυρίως τοῦ ἀριθμοῦ
λεχθῆναι, οἷον ἀδύνατον μὴ δύο ὀνόματα ἔχοντα διώνυμον εἰπεῖν καὶ
τὸν τρεῖς χρόας μὴ ἔχοντα τρίχροον. Ὅταν οὖν λέγωμεν τριώνυμον,
δηλοῦμεν τρία μόνον ἔχειν ὀνόματα τὸν τριώνυμον προσαγορευόμενον.
Ἐὰν εἴπωμεν τρισάγιον, ἐπὶ μὲν τῆς ἁγίας τριάδος χώραν ἔχει· τρεῖς
γὰρ μόνας ὑποστάσεις ἔχουσα ἑκάστης ἁγίας οὔσης καὶ ὑμνουμένης,
οἰκείως ἂν λεχθείη τρισάγιος. Εἰ δὲ ἐπὶ μιᾶς ὑποστάσεως ῥηθείη, ὑποτο-
πάσει τις ἢ ὡς τρεῖς ἁγίας οὐσίας ἢ τρεῖς ἁγίας ὑποστάσεις κέκτηται·
ὧν ἑκάτερον ἀθέμιτόν τε καὶ ἀσεβὲς ἐπὶ μιᾶς τῶν τῆς θεότητος εἰπεῖν
ὑποστάσεων.
Καὶ τοῦτο δὲ φαίημεν, ὡς τὸν τρισάγιον ὕμνον ἐκφαντορικὸν ὄντα τῶν
τριῶν τῆς θεότητος ὑποστάσεων ἄτοπον μιᾷ τῶν αὐτῶν ὑποστάσεων
ἀνατιθέναι. Εἰ μὲν γὰρ τοῦ κοινοῦ τῆς οὐσίας εἴη σημαντικός, ἐλέγετο
ἂν ἐφ' ἑκάστης τῶν ὑποστάσεων· σημαντικὸν δὲ ὄντα τοῦ ἀριθμοῦ τῶν
τριῶν ὑποστάσεων οὐκ εὔκαιρον ἐπὶ μιᾶς αὐτὸν λέγειν, ἵνα μὴ ἐννάγιον
τὴν ἁγίαν τριάδα ἀποφηνώμεθα. Ὁ γὰρ τρεῖς ἀριθμὸς ἐφ' ἑαυτὸν
πολυπλασιαζόμενος τὸν ἐννέα ἀπογεννᾶν ἀριθμὸν πέφυκεν.
5
Εἴπομεν, ὡς ὁ δύο κεκτημένος ὀνόματα διώνυμος λέγεται, καὶ
τριώνυμός ἐστιν ὁ τρία ἔχων ὀνόματα καὶ οὔτε πλείονα οὔτε ἐλάττω. Τί
οὖν τρίτον μόνον ἅγιος ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον ἢ τρισ-
υπόστατος ὁ πατὴρ μόνος ἢ ὁ υἱὸς μόνος ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον,
ἵν' ἕκαστος λεχθείη τρισάγιος; Μὴ γένοιτο. Ἀλλὰ καὶ ἀπειράκις ἀπείρως.
Ἡ δὲ ἁγία θεότης ὡς τρεῖς μόνας ὑποστάσεις ἔχουσα ἁγίας εἰκότως
ἂν ῥηθείη τρισάγιος. Ὥστε οὐκ ἐπὶ μιᾶς τῶν ὑποστάσεων χρὴ λέγειν
τὸν τρισάγιον ὕμνον ἐνδεικτικὸν ὑπάρχοντα τῶν τριῶν τῆς θεότητος
ὑποστάσεων· ὡρισμένον γὰρ ἀριθμὸν οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς ἀορίστου
θεότητος εἰ μὴ μονάδα μὲν οὐσίας, τριάδα δὲ ὑποστάσεων. Εἴ τις ἡμᾶς
ἔροιτο, ἀνθ' ὅτου βαπτίζοντες τρίτον ποιούμεθα τὴν κατάδυσιν, τί
ἂν ἄλλο φαίημεν, ἢ ὅτι καθ' ἑκάστην τῶν τῆς θεότητος ὑποστάσεων
μίαν κατάδυσιν καὶ τρεῖς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων καὶ οὐ τρεῖς
καταδύσεις καθ' ἑκάστην τῶν ὑποστάσεων ἢ οὕτω γε ἐννέα τὰς κατα-
δύσεις ποιησόμεθα, ὅπερ ἀθέμιτον; Διὸ καθ' ἑκάστην τῶν καταδύσεων
τὸ ὄνομα μιᾶς τῶν τριῶν ὑποστάσεων ἐπιλέγομεν. Οὕτω καί, ἐὰν ἐρωτώ-
μεθα, τίνος χάριν τρίτον τὸ «ἅγιος» λέγεται καὶ οὐ δὶς ἢ τετράκις, διὰ
τὴν τρισυπόστατον θεότητα ἀληθεύοντες φαίημεν. Πῶς οὖν τὸν τρισάγιον
ὕμνον ἐπὶ μιᾶς τῶν ὑποστάσεων εἴποιμεν; Ψεύστας γὰρ ἑαυτοὺς καὶ
παραβάτας τῶν ἡμετέρων συνιστάνομεν λόγων· «ἑκάστη τῶν τῆς
θεότητος ὑποστάσεων», ὥς φησιν ὁ θεῖος Βασίλειος, «μοναδικῶς ἐξαγ-
γέλλεται.» Εἷς πατὴρ ὁ πατὴρ καὶ εἷς ἅγιος, ὅτι μία ὑπόστασις· μία
τρισάγιος φύσις ἡ θεότης, ὅτι τρεῖς ὑποστάσεις. Οὐ τρισάγιος ὁ πατήρ,
ὅτι μία ὑπόστασις· οὐ τρισάγιος ὁ υἱός, ὅτι μία ὑπόστασις· οὐ τρισάγιον
τὸ πνεῦμα τὸ ἅγιον, ὅτι μία ὑπόστασις. Τὸ πνεῦμα τὸ ἅγιον καὶ παν-
άγιον σύμπας ὁ τῶν θεοφόρων καὶ θεοπνεύστων πατέρων χορὸς ἀεὶ σὺν
ἀναπνοῇ πάσῃ ἐξεφώνει. Τρισάγιον δὲ τοῦτο οὔπω καὶ νῦν ἔν τινι
λόγῳ τῶν ἱερῶν πατέρων εὑρήκαμεν. Τοῦ κναφέως τοῦτο τὸ λήρημα
ἐξ ἀπονοίας ὅτι πλείστης τολμήσαντος γυμνῇ τὸ δὴ λεγόμενον κεφαλῇ,
ὃ τῶν ἀκολάστων γυναίων μηνύει τὸ ἀναιδές, ὡς σοφωτέρου δῆθεν
τῶν σεραφὶμ καὶ ὑψηλοτέρου τὴν μύησιν, οἷόν τι ἀφιλοκάλητον ὕφασμα
κναφεῦσαι τὸν τρισάγιον ὕμνον. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον τὸν τρισάγιον
φήσομεν ὕμνον, λέλυται τὸ ἀμφίβολον ἀνενδοιάστως, καὶ ἡμεῖς μαρωνήσω-
μεν, προσθῶμεν τῷ τρισαγίῳ τὴν σταύρωσιν. Ἀλλὰ μή μοι γένοιτο διὰ
χειλέων τοῦτο ἀγαγεῖν, ἱλέῳ τυχόντι θεῷ, θάνατος αἱρετώτερος. Ἆρον
ἀπ' ἐμοῦ τὸν θάνατον τοῦτον. «Θάνατος ἐν τούτῳ τῷ λέβητι.»
6
Εἰ δέ τις ἐρεῖ· Ὃ πολλῶν λεγόντων ἀκήκοα, ὅτι τίνος ἕνεκα «δόξα
πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγοντες ἐπιλέγομεν πολλάκις «τῷ
σταυρωθέντι βουλήσει καὶ ἐκ νεκρῶν ἀναστάντι» ἤ τι τοιουτότροπον
ἕτερον, τὸ δὲ τρισάγιον λέγοντες μὴ ἐπενέγκωμεν τὸ «ὁ σταυρωθεὶς δι'
ἡμᾶς», φήσομεν πρὸς αὐτόν, ὅτι τὰ ἔθη καὶ αἱ παραδόσεις τῆς ἐκκλησίας
κρατείτωσαν. «Μὴ μέταιρε» γάρ, φησίν, «ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες
σου.» Καὶ «πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον,» ὁ μέγας Βασίλειος
ἀπεφήνατο. Τῇ οὖν ἐκκλησίᾳ ἔθος ἐστὶν ἄνωθεν παραδεδομένον εἰς ῥητοῦ
τάξιν λέγεσθαι τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Ὥσπερ οὖν
ῥητὸν λέγοντες ψαλμοῦ τυχὸν ἢ ᾠδῆς ἐπιλέγομεν πολλάκις τροπάριν
μελῴδημα μὴ τῆς τοῦ ῥητοῦ διανοίας ἐχόμενον, οὕτως, ὅταν ἐν ῥητοῦ
τάξει εἰς τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» λέγωμεν, ἐπιλέγο-
μεν τροπάριν ἁρμόζον τῷ υἱῷ μόνῳ μὴ ἐχόμενον τῆς διανοίας ἢ τῆς
συντάξεως τοῦ «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Καὶ γὰρ τὸ
μὲν «δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι» πρὸς δοτικὴν εἴρηται, τὸ
δὲ μελῴδημα πολλάκις πρὸς γενικὴν ἢ αἰτιατικὴν ἢ εὐθεῖαν ἢ κλητικήν.
Κἀντεῦθεν δῆλον, ὡς οὐ τῆς ἐννοίας ἔχεται τὸ μελῴδημα τοῦ «δόξα πατρὶ
καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι». Ὅτε δὲ μόνον τὸ «δόξα πατρὶ καὶ υἱῷ καὶ
ἁγίῳ πνεύματι» οὐχ ὡς ἐν ῥητοῦ τάξει φαμέν, οὐδαμῶς τὸν σταυρὸν
ἤ τι τῶν ἀφοριστικῶν τῆς τοῦ πατρὸς μόνης ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου
πνεύματος ὑποστάσεως ἐπιλέγομεν.
«Ἅγιος ὁ θεὸς» ὁ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς ὁ σαρκωθεὶς καὶ σταυ-
ρωθεὶς σαρκὶ καὶ ἀναστάς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον. Τὰς
ὑποστάσεις εἰπὼν καὶ ἕνα θεὸν εἶναι τὰς τρεῖς ὑποστάσεις δεῖξαι βουλόμε-
νος συνάπτω καὶ λέγω· «Ἐλέησον ἡμᾶς», ὥς φησιν ὁ θεὸς νομοθετῶν
τῷ Μωσῇ· «Κύριος, ὁ θεός, κύριος εἷς ἐστι», καὶ τὰ σεραφὶμ «ἅγιος, ἅγιος,
ἅγιος, κύριος σαβαώθ». Θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ
ἅγιον, ἀλλ' εἷς θεός, ἔφησαν οἱ θεηγόροι πατέρες, καὶ ἅγιος ὁ πατὴρ καὶ
ἅγιος ὁ υἱὸς καὶ ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' εἷς τὰ τρία ἅγιος, καὶ
κύριος καὶ κύριος καὶ κύριος, ἀλλ' εἷς κύριος. Θεὸς δὲ καὶ θεὸς καὶ θεὸς ὁ
πατὴρ ἢ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ υἱὸς ἢ θεὸς καὶ θεὸς καὶ θεὸς τὸ πνεῦμα
τὸ ἅγιον ἢ ἅγιος, ἅγιος, ἅγιος ἢ κύριος, κύριος, κύριος, ἐπὶ μιᾶς τῶν
ὑποστάσεων οὐδείς πω τῶν ἐγκρίτων πατέρων ἡμῶν διηγόρευσεν.
Ὥσπερ γὰρ τὴν τριάδα ἀδύνατον λέγειν μίαν ὑπόστασιν, οὕτως οὐδεμίαν
τῶν ὑποστάσεων τριάδα λέγειν ὅσιον. Οὕτω καὶ ἐπὶ Πρόκλου τοῦ
τρισμάκαρος ἐξ ἀποκαλύψεως θείας τὸν τρισάγιον ὕμνησαν ὕμνον «ἅγιος
ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», ὅτε τὸ παιδίον ἐκ
μέσης τῆς πληθύος τῶν λιτανευόντων ἡρπάχθαι φασὶ καὶ μεμυῆσθαι
τὸν ὕμνον ἐν ἀέρι γενόμενον ἔκ τινος ἀγγελικῆς δυνάμεως καὶ μαρτυρίαν
τῆς τοῦ ὕμνου θειότητος γεγενῆσθαι τῆς ἐπαγωγῆς τὴν λώφησιν.
Οὕτω δὲ καὶ ὁ θείῳ βεβακχευμένος πνεύματι τῶν ἑξακοσίων τριάκοντα
θειότατος θίασος ὕμνησε. Καὶ τίς ἡ καινὴ καὶ κενὴ διδαχὴ αὕτη ἡ νῦν
κυκῶσα τὸν τοῦ θεοῦ λεὼν καὶ ἀτάκτως διαταράττουσα;
7
Ἀλλ' ἐρεῖ τις αὖθις τυχόν· Διὰ τί ὑπόστασιν καὶ ὑπόστασιν καὶ
ὑπόστασιν λέγοντες τρεῖς ὑποστάσεις φαμέν, θεὸν δὲ καὶ θεὸν καὶ θεὸν
λέγοντες οὐ τρεῖς θεοὺς λέγομεν; Πρὸς ὅπερ ἀποκρινούμεθα, ὅτι τὰ
μερικὰ οὐ κοινοποιοῦνται, τὰ δὲ κοινά, εἰ καὶ ὑφ' ἑκάστου τῶν μερικῶν
μετέχεται, ἀλλ' ἑνιαίως καὶ κοινῶς, καὶ ἑκάστη μὲν ὑπόστασις ἰδιαζόντως
θεωρεῖται, οὐκ ἔστιν δὲ αὐτῶν κοινὴ μία ὑπόστασις. Ἡ δὲ θεότης καὶ
ὁ ἁγιασμὸς καὶ ἡ κυριότης, εἰ καὶ ὑφ' ἑκάστης τῶν ὑποστάσεων μετ-
έχεται, ἀλλὰ κοινὴ τῶν τριῶν ἐστιν ὑποστάσεων μία τυγχάνουσα. Οὐ
γὰρ ἄλλη θεότης πατρὸς καὶ ἄλλη υἱοῦ καὶ ἄλλη ἁγίου πνεύματος οὐδὲ
ἁγιασμὸς ἢ κυριότης, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὁλικῶς καὶ ἀδιαιρέτως ἐν
ἑκάστῃ τῶν ὑποστάσεων οὖσα, πᾶσα πατρός, πᾶσα υἱοῦ, πᾶσα ἁγίου
πνεύματος, μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Αἱ δὲ ὑποστάσεις
οὐχ οὕτως, ἀλλ' ἑτέρα πατρός, ἑτέρα υἱοῦ, ἑτέρα ἁγίου πνεύματος.
Ἑκάστη μὲν οὖν ὑπόστασις καθ' αὑτὴν θεὸς καὶ ἅγιος καὶ κύριος λέγεται
καὶ εἴ τι τοιοῦτον· ὅτε δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοὶ ἢ ἅγιοι ἢ κύριοι,
ἀλλ' εἷς θεὸς τὰ τρία, εἷς κύριος, εἷς ἅγιος, ὅτι θεὸς καὶ αἱ αὐτοῦ δυνάμεις,
λόγος καὶ πνεῦμα, εἷς θεός, εἷς ἅγιος, εἷς κύριος, καὶ οὐ τρεῖς. Ἀλλὰ θεὸς
μὲν καὶ θεὸς καὶ θεὸς διὰ τὸ τέλειον τῆς ἑκάστου ὑποστάσεως καὶ ἅγιος καὶ
ἅγιος καὶ ἅγιος καὶ κύριος καὶ κύριος καὶ κύριος, οὐ τρεῖς δὲ θεοὶ ἢ ἅγιοι
ἢ κύριοι. Διότι ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, δυνάμεις
δὲ ἐνυπόστατοι ἀχώριστοι τοῦ πατρός, τοῦ ἐξ οὗ καὶ ἐν ᾧ εἰσι καὶ πρὸς
ὃν ὡς αἴτιον ἀναφέρονται· οὔτε γὰρ τόπῳ ἢ βουλήσει ἢ ἐνεργείᾳ ἢ
ἰσχύϊ ἢ ἐξουσίᾳ χωρίζονται ἤ τινι τῶν ὅσα ἐπὶ θεοῦ λέγεται, εἰ μὴ μόνον
ταῖς ὑποστάσεσι καὶ τοῖς χαρακτηριστικοῖς ἑκάστης ὑποστάσεως ἰδιώμα-
σιν. Ἡμεῖς γὰρ γεννώμενοι τεμνόμεθα διαμπὰξ τῶν πατέρων καὶ
χωριζόμεθα, καὶ τοῦτο δηλῶν ἔφη ὁ θεολόγος Γρηγόριος· «Ἀφιέντες καὶ
ἀφιέμενοι.» Οὐ γὰρ δύναμις τοῦ πατρὸς ὁ υἱὸς ἐφ' ἡμῶν καθέστηκεν οὐδὲ
λόγος ἢ σοφία, ἐπὶ δὲ θεοῦ τὰ δύο συντρέχουσι, τὸ καὶ δυνάμεις εἶναι
τοῦ πατρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς λόγον νοῦ καὶ πνεῦμα, καὶ
ὑποστάσεις τελείας, ὅπερ πρέπον μόνῳ τῷ ὑπερουσίῳ θεῷ. Ἡμεῖς δὲ
καὶ γνώμῃ τεμνόμεθα καὶ δυνάμει καὶ τόπῳ. Διὸ καὶ ἄνθρωποι, οὐκ ἄνθρω-
πος ὁ δεῖνα καὶ ὁ δεῖνα λεγόμεθα· ἐπὶ δὲ θεοῦ οὐχ οὕτως, καθὼς προειρή-
καμεν.
Ἀλλά γε δὴ καί, ἃς προφέρουσι χρήσεις, ἐπισκεψώμεθα καὶ τὴν ἀκριβῆ
τούτων ἐξέτασιν ποιησώμεθα. Πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀντεροῦ-
μεν. Ἀλλὰ χρὴ συμφώνους καὶ μὴ ἀλλήλοις, οὐδὲν δὲ ἔλαττον ἑαυτοῖς
ἀντιλόγους καὶ μαχομένους ἀποδεικνύειν τοὺς ἁγίους πατέρας καὶ
διδασκάλους, ὧν τὸ περὶ πίστεως φρόνημα ἑνιαῖον καὶ ἀπαράλλακτον
ἔδειξεν ἡ μία τοῦ πνεύματος δύναμίς τε καὶ ἔλλαμψις.
8
Ὁ μὲν οὖν ἐν μακαρίᾳ τῇ λήξει Ἀθανάσιος ὁ θεσπέσιος ἐν τῷ περὶ
σαρκώσεως καὶ τριάδος λόγῳ τάδε φησί·
Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς καὶ γενόμενος ἄνθρωπος, καὶ ἡμεῖς φαμεν,
ὅτι θεός ἐστιν ὁ δι' ἡμᾶς γενόμενος ἄνθρωπος. Ἀλλ' οὐ θεὸς καὶ θεὸς καὶ
θεὸς ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἅγιος, ἀλλ' οὐχ ἅγιος καὶ
ἅγιος καὶ ἅγιος, οὐδὲ τρὶς μόνον ἅγιος, ἀλλ' ἀορίστως καὶ ἀπειράκις
ἅγιος καὶ ὑπεράγιος.
Καὶ πάλιν ἀλλαχοῦ λέγει·
«Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.» Ἦν γὰρ αὐτὸν πρὸ
τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ μορφῇ καθήμενον ἐπὶ θρόνου
ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε τὰ χερουβὶμ ἐδοξολόγουν αὐτὸν λέγοντα·
«Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν «μορφὴν
δούλου λαβόντα» καὶ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον».
Ταῦτα προφέρουσιν, ἃ καὶ ἡμεῖς ἀσπαζόμεθα. Ἀλλ' εἰπάτωσαν·
Μόνον εἶδε τὸν υἱὸν καθήμενον ἐπὶ θρόνου ἢ τῷ πατρὶ συνεδρεύοντα;
Μόνον δοξολογούμενον ἢ σὺν πατρὶ καὶ τῷ πνεύματι; Εἰ μὲν οὖν μόνον,
νειμάτωσαν τῷ υἱῷ μόνῳ καὶ τὸν τρισάγιον ὕμνον. Εἰ δὲ σὺν τῷ πατρὶ
καὶ τῷ πνεύματι, ἐπιγνώτωσαν τῆς τριάδος εἶναι ἀχώριστον τὸν ἐμφαν-
τικὸν τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς οὐσίας καὶ κυριότητος αἶνον.
«Ἅγιος γάρ, ἅγιος, ἅγιος,» ὕμνουν τὰ σεραφὶμ καὶ τῇ τριάδι τὸν ὕμνον
προσάγοντα ὑμνοῦσιν τὸν υἱόν· εἷς γὰρ τῆς τριάδος ὁ υἱός. Οἱ δὲ τῷ υἱῷ
μόνῳ τὸν τρισάγιον ἀνατιθέντες ὕμνον ἀμέτοχον τοῦ ὕμνου τὸν πατέρα
καὶ τὸ πνεῦμα τιθέασι. Τὰ μὲν γὰρ κοινὰ συμπεριλαμβάνει τὰ μερικά,
τὰ δὲ μερικὰ τὰ καθόλου οὐκέτι. Ὁ μὲν γὰρ ἄνθρωπον εἰπὼν πάντας
τοὺς ἀνθρώπους τοὺς κατὰ μέρος ἐσήμανεν, ὁ δὲ Πέτρον εἰπὼν αὐτὸν
μόνον ὑπέφηνεν, ἀφεὶς τὰς λοιπὰς ὑποστάσεις τῆς ἀνθρωπότητος.
9
Πάλιν προβάλλονται τοῦ ἁγίου Ἐπιφανίου ἐκ τοῦ εἰς τὴν ἁγίαν
θεοτόκον λόγου·
Ἡ μακαρία ἐν γυναιξὶν ἡ τὸν λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, λόγον
τὸν τοῦ πατρὸς υἱόν, λόγον τὸν προαιώνιον θεόν, λόγον τὸν ἄναρχον καὶ
ἀΐδιον, λόγον τὸν ὁμοούσιον τῆς ἀχωρίστου τριάδος, λόγον τὸν σὺν
πατρὶ καὶ ἁγίῳ πνεύματι προσκυνούμενον, λόγον τὸν σύνθρονον τοῦ
πατρός, λόγον τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον, λόγον, ὃν τὰ τετρά-
μορφα ζῷα δοξολογοῦσι λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ·
πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.»
Εἰ μὲν ἑτέρα ἡ δόξα αὐτοῦ παρὰ τὴν τοῦ πατρός, αὐτοῦ μόνου καὶ
τὸν ὕμνον φήσομεν. Εἰ δὲ μία ἡ δοξολογία καὶ κοινὴ τῆς ἁγίας τριάδος,
εἷς καὶ κοινὸς καὶ ὁ ὕμνος. «Ἅγιος γάρ, ἅγιος, ἅγιος» λέγοντα δοξολογοῦσι
τὸν υἱόν, ἀλλ' οὐ τὸν υἱὸν μόνον, ἀλλ' ὡς ἕνα τῆς ἁγίας τριάδος, μέσον
πατρός τε καὶ πνεύματος.
10
Εἶτα τοῦ Χρυσοστόμου εἰς τὸν εὐλογημένον, οὗ ἡ ἀρχή· Ἐκ θαυ-
μάτων εἰς θαύματα·
Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται καὶ κοινω-
νοὺς τῆς ἐπουρανίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ,
ὅτι αὐτός ἐστι κύριος ἀμφοτέρων ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνού-
μενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες
ἔψαλλον· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ
τῆς δόξης αὐτοῦ», οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρί-
ζοντες ἐκραύγαζον· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ Δαυίδ.»
Καὶ τίς εἴποι εὐφρονῶν τὸ υἱὸν Δαυὶδ κεχωρίσθαι τῆς τρισαγίου ὑμνο-
λογίας; Εἷς γὰρ τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι,
ἀλλ' οὐ τὸ τρισάγιον εἰς αὐτὸν μόνον ἀναφέρεται. Οὐ γὰρ «ἅγιος, ἅγιος,
ἅγιος» λέγοντα τὰ σεραφὶμ μόνον τὸν πατέρα ἢ μόνον τὸν υἱὸν ἢ μόνον
τὸ πνεῦμα τὸ ἅγιον ἐσήμανεν, ἀλλὰ τὴν τρισυπόστατον θεότητα ὡς
μίαν τρισάγιον κυριότητα. Ὁ αὐτὸς τοίνυν ἄνω μετὰ πατρὸς καὶ
πνεύματος ἐδοξολογεῖτο τῶν σεραφὶμ αὐτὸν οὐ μόνον, ἀλλὰ σὺν τῷ
πατρὶ καὶ τῷ πνεύματι ὑμνούντων καὶ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος.»
Αὐτὸς καὶ ἐπὶ τῆς γῆς ἀνυμνείτω· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ
τῷ υἱῷ Δαυίδ», μονονουχὶ διὰ τοῦ ὕμνου μία τῶν τῆς θεότητος ὑψίστων,
εἰ καὶ υἱὸς Δαυὶδ ἐχρημάτισεν, ἀποδεικνύμενος ὑποστάσεων.
11
Εἰ δὲ καὶ λέγοι ὁ θεοφόρος πατήρ, ὅτι «οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς
σωτηρίαν καταμηνύοντες ἔψαλλον», λίαν ἄριστα καὶ ἐνθεαστικώτατά
φησιν. Ἴσμεν γάρ, ὡς ἀεὶ μὲν τῆς θείας δόξης πεπλήρωτο ὁ οὐρανός τε
καὶ ἡ γῆ. Πάντα γὰρ τὰ ἔργα κυρίου εὐλογεῖ τὸν κύριον καὶ διηγεῖται
τὴν δόξαν αὐτοῦ. Ἀλλ' ἐπεὶ ἐν οὐρανοῖς μὲν οἱ ἄγγελοι τὴν τοῦ ὄντος
θεοῦ ἐπεγίνωσκον δόξαν, ἐξώκειλε δὲ ἡ ἀνθρωπίνη φύσις ἡ τῆς γῆς εἰλη-
χυῖα τὴν οἴκησιν, καὶ ἠλλάξατο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώ-
ματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων, πεπληρῶ-
σθαί φησιν ὁ θεοφόρος ἀνὴρ τὴν γῆν κατ' ἐπίγνωσιν τῶν τὴν γῆν κατοι-
κούντων θείας δόξης, ὅπερ—καὶ οὐκ ἄλλο—τοῖς ἐπὶ γῆς σωτηρία
γεγένηται. Ἡ δὲ θεία δόξα δῆλον, ὡς πατρός ἐστιν καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος. Οὕτω γὰρ καὶ ὁ ἀψευδὴς ἔφησε κύριος πρὸς τὸν πατέρα·
«Πάτερ, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐπλήρωσα· ἐφανέρωσά σου τὸ ὄνομα,»
καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀλη-
θινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν.» Οὕτως, ὥσπερ ἡ φύσις, οὕτω καὶ
ἡ δόξα κοινὴ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων.
12
Ἔτι τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἕκτου λόγου
τοῦ περὶ τῆς ἁγίας τριάδος, οὗ ἡ ἀρχή· Ἰσότητος μὲν οὖν·
Ἡσαΐας μὲν οὖν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν υἱόν.
«Εἶδον» γάρ, ἔφη, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ
καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἰστή-
κεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς
μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς
πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον»,
τὸν ἐν τριττῇ μὲν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα
μίαν ἁγιασμόν.
Ἰδοὺ τρανῶς ἔφη, ὅτι «τὸν κύριον σαβαὼθ» ὑμνοῦντα, ὅς ἐστιν εἷς
θεὸς ἐν τρισὶν ὑποστάσεσιν δοξαζόμενος, ἔλεγον τὸν ὕμνον, «τὸν ἐν
τριττῇ μὲν ἀρχῇ», τουτέστι τὸν ἐν ἀρχῇ μὲν τριττὸν ὕμνον τῶν τριῶν
ὑποστάσεων, «καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν»,
τουτέστιν, ὅτι ἑνὰς οὐσίας καὶ μία κυριότης τῷ τρισσῷ ἁγιασμῷ δηλου-
μένη ἡ τριττὺς τῶν ὑποστάσεών ἐστιν. Ὥστε τὸ «ἅγιος, ἅγιος, ἅγιος»
τῶν τριῶν ὑποστάσεών ἐστιν ἐνδεικτικόν, οὐ μιᾶς, τὸ δὲ «κύριος σαβαὼθ»
τῆς μιᾶς θεότητος καὶ κυριότητος ἐμφαντικόν.
13
Ἔτι τοῦ αὐτοῦ Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἐνάτου λόγου περὶ
τῆς ἐν πνεύματι προσκυνήσεως·
Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἐντενές τε καὶ ἀκόρεστον εἰς
θεοπτίαν ὑποφαίνειν ἔοικεν τὸ βλέπειν ἀεὶ τὰ χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον
ἐν τῷ τοιῷδε σχήματι. Γράφει δὲ καὶ ὁ προφήτης Ἡσαΐας λέγων· «Εἶδον
τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ
σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπε-
φυκέναι φησί, καλύπτειν δὲ αὐτὰς ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ
δυσὶ τὰ πρόσωπα, πετᾶσθαι δὲ ταῖς ἑτέραις.
Καὶ μετὰ βραχέα·
Τὸ ἱλαστήριον ἄρα Χριστός, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς οὐδὲν ἧττόν ἐστι
θεὸς καὶ κύριος φύσει τε καὶ ἀληθείᾳ, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς,
καὶ αὐτὸς ἔχων τὰς ἀνωτάτω δυνάμεις.
Εἴ γε μὴ πεπήρωταί τις τὰς τοῦ νοῦ αἰσθήσεις, εἰδέναι ἔχοι τὸ «καὶ
αὐτὸς» ἐνδεικτικὸν ὑπάρχειν τοῦ μὴ μόνον αὐτὸν ἔχειν κύκλῳ τὰς δυνάμεις
ᾀδούσας μηδὲ μόνῳ ἀναπέμπεσθαι τὸν τρισάγιον ὕμνον. Τὸ γὰρ λέγειν
«καὶ αὐτὸς» διὰ τοῦ «καὶ» συνδέσμου δηλοῖ, ὡς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα·
τὸ γὰρ «καὶ» προσθήκην δηλοῖ συναπτικὸς ὂν σύνδεσμος. Ὁμολογου-
μένως οὖν τοῦ πατρὸς ἔχοντος κύκλῳ τὰς δυνάμεις ᾀδούσας ἔφη, ὡς καὶ
αὐτὸς ὁ Χριστὸς σὺν πατρὶ ἔχει τὰς αὐτὰς δυνάμεις κύκλῳ ᾀδούσας.
Εἰ δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κύκλῳ ἔχει τὰς δυνάμεις
ᾀδούσας «ἅγιος, ἅγιος, ἅγιος», οὐ προσακτέον τῷ υἱῷ μόνῳ τὸν τρισά-
γιον ὕμνον ἐμφαντικώτατον ὄντα τῶν τριῶν ὑποστάσεων. Εἰ μὲν γὰρ
ἅπαξ ἢ δὶς ἢ τετράκις ὕμνησαν τὸ «ἅγιος» τριῶν οὐσῶν τῶν ὑποστάσεων,
καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων μόνης ἐλέγομεν ἀναφέρεσθαι τὸν
ὕμνον· τὰ γὰρ κοινὰ καθ' ἑκάστου τῶν μερικῶν φέρεται. Ἀλλ' ἐπειδὴ
κατάλληλος ὁ τρισάγιος ὕμνος καὶ ἐνδεικτικὸς τῶν τριῶν ὑποστάσεων,
ἀπρεπὲς τὸ τῶν τριῶν ἐνδεικτικὸν ἐφ' ἑνὸς λέγεσθαι. Εἰ γὰρ ἐφ' ἑνὸς λέγοι-
το, οὐ τριῶν ὑποστάσεων ἐνδεικτικόν· εἰ δὲ τριῶν πάντως ἐνδεικτικόν, οὐκ
ἐφ' ἑνὸς λεχθήσεται.
14
Ἔτι τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν τετάρτου λόγου,
οὗ ἡ ἀρχή· Τὸν δὴ θεὸν ἐκ θεοῦ·
Κἂν γοῦν ἐν ἰσότητι τεθέντος τοῖς ἀγγέλοις, ἀνθ' ὅτου δὴ οὖν ὁ μὲν πατρι-
κοῖς ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ πατρί, οἱ δὲ οἷον παρεστᾶσιν
ἐν κύκλῳ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες τὸ μέτρον, καὶ ὁ μὲν
ἔστι τε καὶ λέγεται κύριος σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγεραί-
ρουσιν εὐφημίαις πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς
δόξης αὐτοῦ; Ἆρα οὐ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ
πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας τῆς ἀνωτάτω, οὐ ψυχρᾶς καὶ ἑώλου
νόσημα φρενός.
Καὶ τίς ἀντερεῖ, μὴ παρεστάναι τῷ υἱῷ τὰ σεραφὶμ ἢ μὴ συνευφημεῖ-
σθαι τοῦτον τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ σὺν πατρὶ καὶ πνεύματι τὸν
ὕμνον δέχεσθαι καὶ ἅγιον εἶναι καὶ κύριον σαβαὼθ καὶ πλήρη εἶναι τὸν
οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἀλλ' οὐχ ὁ ταῦτα λέγων μόνῳ
τῷ υἱῷ τὸν τρισάγιον ἀνατίθησιν ὕμνον· ὥσπερ εἴ τις ὑμνήσοι τὴν δωδε-
κάδα τῶν θείων ἀποστόλων λέγων αὐτὴν δωδεκάχορδον λύραν τοῦ
πνεύματος οὐδένα μὲν τῶν ἀποστόλων ἀφῆκεν ἀγέραστον—ἕκαστος
γὰρ μία χορδὴ τοῦ πνεύματος εἴρηται—, οὐκ εἰς ἕκαστον δὲ μόνον ὁ
ὕμνος ἀναφέρεται—οὐ γὰρ ὁ Πέτρος μόνος δωδεκάχορδος λύρα τοῦ
πνεύματος οὐδὲ μὴν Ἀνδρέας, ἀλλ' ἡ δωδεκὰς ἅπασα, κἄν τις ὑμνῶν
τὸν Πέτρον τυχὸν ἐρεῖ μὲν τὸν ὕμνον, ἀλλ' οὐκ αὐτὸν μόνον ὁ ὕμνος αἰνί-
ξοιτο, ἀλλὰ συνυμνήσοι σὺν αὐτῷ ἅπαντα τὸν τῶν ἀποστόλων χορόν·
εἰ δέ γε εἴποι· Ἡ τῶν ἀποστόλων δωδεκάχορδος λύρα ὁ ἐκ Βηθσαϊδὰ
Ἰωνᾶ υἱὸς ὁ ἐν Ῥώμῃ μαρτυρήσας ἐπὶ Νέρωνος, ψεύστην ἑαυτὸν ἀποδεί-
ξειεν—, οὕτως, εἴ τις εἴποι· Ἅγιος, ἅγιος, ἅγιος, ὁ σταυρωθεὶς δι' ἡμᾶς,
βλάσφημος ἀποφανθήσεται, ὁμοίως καὶ ὁ φάσκων· Τρισάγιος ὁ σταυρω-
θεὶς δι' ἡμᾶς.
15
Ἔτι τοῦ αὐτοῦ Κυρίλλου ἀπὸ τοῦ πέμπτου λόγου τοῦ πρὸς
Ἑρμείαν, οὗ ἡ ἀρχή· Εἶεν ἐκ παντὸς ἡμῖν·
Καὶ μὴν ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον περιεστᾶσι θρόνον δοξο-
λογοῦντα τὰ σεραφὶμ ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι καὶ κύριον τῶν δυνά-
μεων ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς
δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων ἰσόχειρ τε καὶ ἰσοσθενὴς
τῷ πατρὶ καὶ οὐ μεῖον εὐκλεής· ἔμπλεα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ.
Καὶ ταῦτα τῆς προτέρας ἐννοίας ἔχεσθαί φαμεν ἀληθῆ λέγοντες.
16
Ἔτι τοῦ αὐτοῦ ἀπὸ τοῦ προγεγραμμένου λόγου·
Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ
σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθιζάνοντα τὸν υἱὸν κύκλῳ περι-
εστᾶσιν ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα, καὶ κύριον σαβαὼθ
ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς
δόξης αὐτοῦ;
Ἴσμεν ταῦτα καὶ ἡμεῖς καὶ σύμφαμεν, ἀλλ' οὐ ταῦτα τὸν υἱὸν τρισά-
γιον νομοθετεῖ.
17
Τοῦ μακαρίου Πρόκλου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ
εἰς τὴν ἁγίαν θεοτόκον·
Ἐπὶ σταυροῦ ἐπήγνυτο καὶ ὁ θρόνος αὐτοῦ ἐν οὐρανοῖς οὐκ ἐγυμνοῦτο,
ἐν τάφῳ κατεκλείετο καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡσεὶ δέρριν, ἐν νεκροῖς
ἐλογίζετο καὶ τὸν ᾅδην ἐσκύλευσε, κάτω πλάνος ἐσυκοφαντεῖτο καὶ
ἄνω «ἅγιος, ἅγιος, ἅγιος» ἐδοξολογεῖτο.
Ἐγὼ μὲν οὖν καὶ ἐν μιᾷ καὶ ἐν δυσὶ καὶ πλείοσι παλαιαῖς βίβλοις ἅπαξ
τὸ ἅγιος ἀνέγνων τὸν ἱερώτατον Πρόκλον λέγοντα. Εἰ δὲ καὶ τρὶς αὐτὸν
φάναι τὸ ἅγιος δώσομεν, τῆς αὐτῆς ἐννοίας ἔχεται τοῖς προγεγραμμένοις,
ὅτιπερ ὡς εἷς τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι
τῶν σεραφὶμ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ.»
18
Τοῦ αὐτοῦ ἁγίου Πρόκλου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὴν ἁγίαν
θεοτόκον, οὗ ἡ ἀρχή· Πᾶσαι μὲν αἱ μαρτυρίαι καὶ πανηγύρεις·
Οὐδὲν τοίνυν ἐν βίῳ οἷον ἡ θεοτόκος Μαρία. Περίελθε, ὦ ἄνθρωπε, πᾶσαν
τὴν κτίσιν τῷ λογισμῷ καὶ βλέπε, εἰ ἔστιν ἴσον ἢ μεῖζον τῆς ἁγίας θεοτό-
κου. Περινόστησον τὴν γῆν, περίβλεψαι τὴν θάλασσαν, πολυπραγμόνη-
σον τὸν ἀέρα, τοὺς οὐρανοὺς τῇ διανοίᾳ ἐρεύνησον, τὰς ἀοράτους πάσας
δυνάμεις ἐνθυμήθητι καὶ βλέπε, εἰ ἔστιν τοιοῦτον θαῦμα ἐν πάσῃ τῇ κτίσει.
Οὐρανοὶ μὲν γὰρ δόξαν διηγοῦνται θεοῦ, ἄγγελοι λειτουργοῦσι μετὰ
φόβου, ἀρχάγγελοι προσκυνοῦσι μετὰ τρόμου, τὰ χερουβὶμ μὴ φέροντα
φρίττει, τὰ σεραφὶμ οὐ πλησιάζουσι περιιπτάμενα καὶ κεκραγότα τρόμῳ·
«Ἅγιος, ἅγιος, ἅγιος· πλήρης ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ.»
Καὶ τοῦτο δῆλον, ὡς τῆς τῶν προτέρων ἐννοίας ἤρτηται, ἀλλ' ἀκουέ-
τωσαν οἱ ταῦτα προφέροντες καὶ ἐπιγινωσκέτωσαν. Πέπεισμαι δέ,
ὡς ἐπιγνώσονται καὶ τὴν περὶ τούτων φωτισθήσονται πληροφορίαν,
εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς.
19
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως καὶ τριάδος λόγου,
οὗ ἡ ἀρχή· Οἱ κακοτέχνως·
Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ λέγοντα τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος,
κύριος σαβαώθ», πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δοξολογοῦσι.
20
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου
πνεύματος·
Πῶς εἴποι τὰ σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος», μὴ διδαχθέντα παρὰ
τοῦ πνεύματος, ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν;
Ἀπήλλαξεν ἡμᾶς ὁ πατὴρ λογολεσχίας ἀριδήλως εἰπών, «ποσάκις
ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν». Οὐ γὰρ εὐσεβὲς δὶς
ἢ τετράκις, ἀλλὰ τρὶς καὶ ἅπαξ· τρὶς μὲν τὸ «ἅγιος» διὰ τὸ τριαδικὸν τῶν
ὑποστάσεων, ἅπαξ δὲ τὸ «κύριος» διὰ τὸ μοναδικὸν τῆς οὐσίας καὶ
τὴν μοναρχίαν. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον, διὰ τί μὴ ἅπαξ τὸ «ἅγιος» καὶ
ἅπαξ τὸ «κύριος», διὰ τί μὴ δὶς ἢ τετράκις; Οὐ γὰρ ὁ τρὶς ἀριθμὸς τῇ
μιᾷ ἀφιέρωται ὑποστάσει ἢ πλέον τῶν ἄλλων ἀριθμῶν ᾠκείωται.
21
Τοῦ αὐτοῦ ἁγίου Βασιλείου ἐκ τοῦ τετάρτου λόγου τοῦ κατ'
Εὐνομίου, οὗ ἡ ἀρχή· Εἰ φύσει θεὸς ὁ υἱός·
Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία κεχωρισμένως πατρὸς καὶ υἱοῦ καὶ
ἁγίου πνεύματος. Ἡσαΐας ὁ προφήτης· «Εἶδον», ἔφη, «κύριον σαβαὼθ
καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ σεραφὶμ εἱστήκεισαν
κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί.» Καὶ μετ' ὀλίγα
φησίν· «Καὶ εἶπε κύριος πρός με· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ·
Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ
ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ τὰ ἑξῆς. Ὅσον
μὲν οὖν κατὰ ταύτην τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ
γράμματος, ὁ ἐπὶ πάντων ἐστὶν πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ
προφήτῃ. Ὁ μέντοι τῆς βροντῆς υἱὸς ἐξαίσια φθεγξάμενος καὶ βροντῆς
εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ «οὐκ ἦν», ἀλλὰ τὸ «ἦν ὁ λόγος»,
τὸν υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ
ἐν τῷ ἰδίῳ συγγράμματι· «Διὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν
εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ
ὀφθαλμοὶ καὶ πεπώρωται ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ
συνῶσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν
Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Ὁ δὲ Παῦλος τοῦ πνεύματος ἀπεφήνα-
το τὴν ὀπτασίαν καὶ τὴν χρησμῳδίαν εἶναι λέγων· «Καλῶς ἔφη τὸ
πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν·
Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ
ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Ὁ προφήτης τοῦ
πατρὸς εἰσηγεῖται τὸ πρόσωπον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου,
ὁ εὐαγγελιστὴς τοῦ υἱοῦ, ὁ Παῦλος τοῦ πνεύματος, ἕνα κύριον σαβαὼθ
τὸν ὀφθέντα κοινῶς ὀνομάζοντες. Διῄρηται αὐτοῖς ὁ περὶ τῆς ὑποστά-
σεως λόγος ἀδιαιρέτου μένοντος ἐν αὐτοῖς τοῦ περὶ ἑνὸς θεοῦ φρονήματος.
Διῄρηται γὰρ ἀδιαιρέτως ὁ περὶ τῆς ὑποστάσεως τρόπος καὶ λόγος.
Διὸ «ἅγιος, ἅγιος, ἅγιος» τριαδικῶς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων,
«κύριος» δὲ ἅπαξ διὰ τὸ μοναδικὸν τῆς θεότητος.
22
Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ λόγου τοῦ εἰς τὰ
γενέθλια·
Θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὔτε
ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε
ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν ἢ διὰ
τὴν μοναρχίαν ἰουδαΐζοντες ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες· τὸ γὰρ
κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν
οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξά-
ζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα, ὃ καὶ
ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται, κάλλιστά τε καὶ ὑψηλότατα.
23
Καὶ ὁ ἅγιος δὲ Κύριλλος Ἀλεξανδρείας ἐν τῷ περὶ τοῦ πνεύματος
λόγῳ πρὸς Ἑρμείαν, οὗ ἡ ἀρχή· Πόνων ἀγαθῶν·
Τί δέ, οὐχὶ καὶ αὐτοὺς τοὺς τοῦ θεοῦ λόγους πνεύματος εἶναί φησιν ἡ
γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος τὴν ἐξαίσιον ἡμᾶς καὶ φρικωδεστά-
την ἐκείνην θεοπτίαν ἀφηγούμενος· «Εἶδον», φησίν, «τὸν κύριον σαβαὼθ
καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ διὰ μέσου τούτοις
ἐπενεγκών· «Ἤκουσα», φησίν, «κυρίου σαβαὼθ λέγοντος· Τίνα ἀποστεί-
λω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ,
ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ
ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.»
Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ μονογενοῦς φησιν· «Ταῦτα εἶπεν
Ἡσαΐας, ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ». Στέφανός
γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν·…
ἀπερίτμητο…
The complete text is available when the reading interface loads.