The Greek Library Author

Anonymous

Contra Manichaeos

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Contra Manichaeos, ed. Kotter, vol. 4, PTS 22 (1981) 351–398.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

κακία, ἀλλ' ὄντος στέρησις καὶ μὴ ὂν καὶ ὡς στέρησις ἕξει ἀντίκειται τῷ

ἀγαθῷ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Μανιχαῖος· Ἔλθωμεν.

2

Ὀρθόδοξος· Μίαν ἀρχὴν λέγεις τῶν ὄντων ἢ δύο; Μανιχαῖος·

Δύο, μίαν ἀγαθὴν καὶ μίαν πονηράν· καὶ τὴν μὲν ἀγαθὴν ὀνομάζω δέν-

δρον ἀγαθόν, παντὸς ἀγαθοῦ περιεκτικὸν καὶ ποιητικόν, μὴ δυνάμενον

καρπὸν κακὸν ποιεῖν· τὴν δὲ πονηρὰν σκότος, φθοράν, δένδρον πονηρόν,

παντὸς πονηροῦ καὶ πάσης κακίας περιεκτικόν, μὴ δυνάμενον καρπὸν

ἀγαθὸν ποιεῖν. Ὀρθόδοξος· Κοινωνοῦσιν ἀλλήλαις αὗται αἱ δύο ἀρχαὶ

ἢ οὔ; Μανιχαῖος· Παντελῶς ἀκοινώνητοι καὶ ἐναντίαι ἀλλήλαις ὑπάρ-

χουσιν. Ὀρθόδοξος· Ἐν ἀλλήλαις καὶ σὺν ἀλλήλαις εἰσὶν ἢ κεχωρισμέ-

ναι; Μανιχαῖος· Κεχωρισμέναι ἦσαν ἐξ ἀρχῆς, ἑκάστη ἐν τοῖς ἰδίοις

ὅροις. Ὀρθόδοξος· Πῶς οὖν νῦν εἰσι συμμεμιγμέναι; Μανιχαῖος·

Ἦν ὁ ἀγαθὸς ἐν τῷ ἰδίῳ τόπῳ, ἐν πάσῃ ἀγαθοσύνῃ καὶ μακαριότητι,

ἡ δὲ ὕλη ἤγουν ἡ κακία ἄζως, ἀκίνητος, αἰσχρά, σκότος δυσειδές, ἀναί-

σθητος ἐπὶ πολλοὺς αἰῶνας· ὕστερον δὲ ἐστασίασεν ἡ ὕλη πρὸς ἑαυτήν,

καὶ οἱ καρποὶ αὐτῆς ἐπολέμησαν πρὸς ἀλλήλους, καὶ τῶν μὲν διωκόν-

των, τῶν δὲ φευγόντων ἔφθασαν εἰς τὰ ὅρια τοῦ φωτὸς καὶ ἰδόντες τὸ

φῶς ἐπεθύμησαν τοῦ κάλλους αὐτοῦ καὶ ἐπαύσαντο τοῦ πρὸς ἀλλήλους

πολέμου καὶ συμφωνήσαντες πρὸς ἀλλήλους ἐπέθεντο τῷ φωτί· καὶ

ἀπέστειλεν ὁ ἀγαθὸς δύναμιν παρ' αὐτοῦ, καὶ συμπλοκῆς γενομένης

ἔφαγον μέρος τοῦ φωτὸς οἱ ἄρχοντες τοῦ σκότους. Παρεχώρησε γὰρ

ὁ ἀγαθὸς ἁρπαγῆναι δύναμιν ἐξ αὐτοῦ φοβηθείς, ἵνα μὴ κατακυριεύσωσι

τοῦ τόπου αὐτοῦ. Τοῦτο δὲ ἐποίησεν, ἵνα διὰ τῆς μοίρας, ἧς παρέδωκε,

κατακυριεύσῃ τῆς κακίας. Καὶ οὕτως ἐγένετο σύγκρασις τοῦ ἀγαθοῦ καὶ

τοῦ πονηροῦ· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς

οὐσίας τῆς κακίας τὰ σώματα. Ὀρθόδοξος· Τέως περὶ τούτων διασκε-

ψώμεθα. Μανιχαῖος· Διασκεψώμεθα.

3

Ὀρθόδοξος· Ἡ ἀρχὴ ποσαχῶς λαμβάνεται; Μανιχαῖος· Φράσον

σύ. Ὀρθόδοξος· Ἄναρχον μέν ἐστι τὸ μὴ ἐσχηκὸς ἀρχήν, τὸ δὲ τῆς

ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστι· καὶ γὰρ πολλὰ σημαίνει. Λέγεται γὰρ

ἀρχὴ κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἡμέρας τὴν τοῦ ἡλίου ἀνατολήν,

καὶ ἀρχὴν ἐνιαυτοῦ. Λέγεται ἀρχὴ καὶ κατὰ τόπους, ὡς λέγομεν· Ἀρχὴ

ὁδοῦ, καὶ ἀρχὴν τοῦ Φυσὼν τὸν παράδεισον. Λέγεται ἀρχὴ καὶ κατὰ

ἀξίωμα καὶ ἐξουσίαν, ὡς λέγομεν ἀρχὴν εἶναι καὶ τὸν βασιλέα τῶν ὑπη-

κόων. Λέγεται ἀρχὴ καὶ τὸ φύσει πρότερον ὡς ἐπὶ τοῦ ἀριθμοῦ. Δύο

μὲν γὰρ ὄντων ἐξ ἀνάγκης ἔσται τὸ ἕν, ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἐστὶ

δύο· ἔσται γὰρ δύο ἓν καὶ ἕν, τὸ δὲ ἓν οὐ δύο. Ἀρχὴ οὖν τῶν δύο τὸ ἕν.

Λέγεται ἀρχὴ καὶ κατὰ τάξιν ὡς πρῶτον τὸ τοῦ ἀναγνώστου ἀξίωμα,

εἶτα ὑποδιακόνου, εἶτα διακόνου, καὶ οὕτως πρεσβυτέρου, καὶ οὕτως

ἐπισκόπου. Λέγεται ἀρχὴ καὶ κατὰ τὸ αἴτιον καὶ τοῦτο τριχῶς; ἢ γὰρ

φυσικὸν ὡς ἀρχὴ υἱοῦ πατήρ, ἢ ποιητικὸν ὡς ἀρχὴ κτίσεως ὁ κτίστης,

ἢ μιμητικὸν ὡς ἀρχὴ εἰκόνος τὸ εἰκονιζόμενον. Κατὰ τοσούτους οὖν

τρόπους λεγομένης τῆς ἀρχῆς ἐκεῖνό ἐστι τὸ ὄντως ἄναρχον λεγόμενον·

τὸ κατὰ πάντας τοὺς τρόπους ἄναρχον λεγόμενον. Πῶς οὖν δύο ἀρχὰς

σὺ φῂς ἀνάρχους; Μανιχαῖος· Κατὰ πάντας τοὺς τρόπους· οὕτως γὰρ

ἔσονται ἄναρχοι. Ὀρθόδοξος· Ἀλλ' ἐψεύσω κατὰ τῆς σεαυτοῦ κορυφῆς·

ἀπὸ δὲ ψεύδους ἀρξάμενος ἀδόκιμον ἕξεις τὸ τέλος. Μανιχαῖος· Πῶς

τοῦτο λέγεις; Ὀρθόδοξος· Δύο εἰπὼν ἀπὸ ἀριθμοῦ ἤρξω, τὰ δὲ δύο οὐκ

ἀρχή· ἄλλη γὰρ ἀρχὴ τῶν δύο, ἡ μονάς. Περὶ ἀρχῆς οὖν διαλεγόμενος

μίαν ἀρχὴν εἰπέ, ἵνα ᾖ τελεία ἡ ἀρχή· φύσει γὰρ μονὰς ἀρχὴ δυάδος.

Εἰ οὖν δύο ἀρχαί, ποῦ ἡ φύσει προτέρα ἀρχή, τουτέστιν ἡ μονάς;

4

Μανιχαῖος· Σὺ οὖν τρεῖς ὑποστάσεις λέγεις, καὶ πῶς λέγεις, ὅτι

ἀπὸ μονάδος δεῖ ἄρχεσθαι; Ὀρθόδοξος· Εἰ καὶ τρεῖς ὑποστάσεις λέγω,

ἀλλὰ μίαν ἀρχήν φημι· ἀρχὴ γὰρ ὁ πατὴρ υἱοῦ καὶ πνεύματος οὐ κατὰ

χρόνον, ἀλλὰ κατ' αἰτίαν. Ἐκ πατρὸς γὰρ λόγος καὶ πνεῦμα, εἰ καὶ μὴ

μετὰ πατέρα. Ὥσπερ γὰρ ἐκ τοῦ πυρὸς φῶς καὶ οὐ προτερεύει κατὰ χρό-

νον τὸ πῦρ τοῦ φωτός—ἀδύνατον γὰρ εἶναι πῦρ ἀφώτιστον, ἀρχὴ δέ

ἐστι καὶ αἰτία τὸ πῦρ τοῦ ἐξ αὐτοῦ φωτός—, οὕτω καὶ ὁ πατὴρ ἀρχὴ

καὶ αἰτία τοῦ λόγου καὶ τοῦ πνεύματος—ἐκ τοῦ πατρὸς γὰρ λόγος καὶ

πνεῦμα—, οὐ προτερεύει δὲ χρόνῳ· ἀδύνατον γὰρ εἶναι πατέρα ἐκ

τοῦ υἱοῦ ἢ λόγον ἐκ τοῦ πνεύματος. Μίαν οὖν ἀρχὴν ὁμολογῶ ὡς καὶ

αἴτιον φυσικὸν τὸν πατέρα λόγου καὶ πνεύματος. Σὺ δὲ οὐ λέγεις ἐκ τοῦ

ἀγαθοῦ τὸν πονηρὸν οὐδὲ τὸν ἀγαθὸν ἐκ τοῦ πονηροῦ.

5

Ὅτι δὲ οὐ κατὰ χρόνον ἀνάρχους εἶναι δυνατὸν τὰς καθ' ὑμᾶς δύο

ἀρχάς, οὕτω γνωσόμεθα. Τὸ μὴ ἀρξάμενον τοῦ εἶναι ἄτρεπτόν ἐστιν· εἰ

γὰρ ἐτράπη, οὐ παντελῶς ἐστιν ἄναρχον. Τρεπόμενον γὰρ ἐξ ἀσωμάτου

εἰς σῶμα ἢ ἐξ ἀνειδέου εἰς εἶδος ἢ ἐξ ἀκινήτου εἰς κίνησιν ἢ ἐξ ἡσυχίας

καὶ ἠρεμίας εἰς στάσιν ἄρχεται τοῦ γίνεσθαι, ὅπερ οὐκ ἦν πρότερον.

Καὶ οὐκ ἔστιν ἄναρχον τρεπόμενον ἐξ ἀνάρχου εἰς ἀρχόμενον· τὸ γὰρ

ἀρχὴν λαμβάνον καὶ ἠργμένον οὐκ ἄναρχον. Μανιχαῖος· Τί οὖν; Ὁ

κατὰ σὲ θεὸς οὐκ ἐτράπη γεννήσας υἱὸν καὶ προαγαγὼν πνεῦμα;

Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ λέγω· Μὴ ὢν πρότερον πατὴρ ὕστερον

γέγονε πατήρ, ἀλλὰ ἀεὶ ἦν ἔχων ἐξ αὑτοῦ τὸν αὐτοῦ λόγον καὶ διὰ τοῦ

λόγου αὐτοῦ ἐξ αὑτοῦ τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον.

6

Μανιχαῖος· Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν ἐτράπη δημιουρ-

γὸς γενόμενος; Ὀρθόδοξος· Οὐδαμῶς. Μανιχαῖος· Πῶς τοῦτο λέγεις;

Ὀρθόδοξος· Ὅτι οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ'

ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήματι. Μανιχαῖος· Εἶτα ὅτε ἠθέλησε

γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη θελήσας, ὅπερ οὐκ ἤθελε πρότερον;

Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ πρότερον μὴ θέλων ὕστερον ἠθέλησεν,

ἀλλ' ἀεὶ ἤθελεν ἐν τῷ ὑπ' αὐτοῦ ὡρισμένῳ καιρῷ γενέσθαι τὴν κτίσιν.

7

Ὅτι δὲ οὐδὲ κατὰ τόπον δυνατὸν δύο εἶναι ἀνάρχους, οὕτω γνωσό-

μεθα· Τὰ δύο ἢ ἐν ἀλλήλοις εἰσίν—ἀδύνατον δὲ φῶς καὶ σκότος ἐν ἀλλή-

λοις εἶναι· φωτὸς γὰρ παρουσία σκότος διαλύει—ἢ ἕκαστον αὐτῶν ἐν

τῷ ἰδιάζοντι τόπῳ ἐστί. Περιορίζονται οὖν ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ,

καὶ τὸ τέλος τοῦ τόπου τοῦ ἑνὸς ἀρχὴ τοῦ τόπου τοῦ ἑτέρου γίνεται.

Ἀλλὰ καὶ ἀδύνατον ἄμικτον εἶναι τῷ σκότει τὸ φῶς μὴ ὄντος τινὸς δια-

φράγματος τοῦ κωλύοντος συγκραθῆναι ἀλλήλοις. Χρὴ οὖν εἶναι τὸ

φῶς καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ σκότος καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ

διάφραγμα τὸ διατειχίζον καὶ διορίζον ἑκάστου αὐτῶν τὸν τόπον·

καὶ ἔσονται οὐ δύο ἀρχαί, ἀλλὰ πέντε.

8

Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς καὶ ὁ υἱὸς αὐτοῦ καὶ τὸ πνεῦμα

αὐτοῦ οὐ τοῖς αὐτοῖς περιπεσοῦνται; Ὀρθόδοξος· Οὐδαμῶς. Ἐγὼ

γὰρ οὐκ ἐν τόπῳ φημὶ εἶναι τὸ θεῖον—ἄποσον γὰρ καὶ ἀπερίληπτόν

ἐστιν—οὐδὲ κεχωρισμένας ἀλλήλων φημὶ τὰς τρεῖς ὑποστάσεις, ἀλλ'

ὥσπερ ὁ λόγος ἐκ τοῦ νοῦ γεννώμενος οὐκ ἐκφοιτᾷ ἐξ αὐτοῦ οὐδὲ χωρίζε-

ται, ἀλλ' ἐξ αὐτοῦ γεννᾶται καὶ ἐν αὐτῷ ἐστιν, οὕτως ὁ υἱὸς καὶ τὸ

πνεῦμα ἐκ τοῦ πατρός εἰσι καὶ ἐν αὐτῷ. Μία γὰρ οὐσία καὶ ὑποστάσεις

ἀδιάστατοι, ἐπειδὴ αἱ δυνάμεις τοῦ νοῦ ἀδιάστατοι αὐτοῦ εἰσιν. Ὑπερ-

φυῶς γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα καὶ δυνάμεις εἰσὶ τοῦ πατρὸς ἀνεκφοίτη-

τοι καὶ ὑποστάσεις τελεῖαι, ἐπειδὴ πρέπει τὰς τοῦ ὑπερφυοῦς θεοῦ δυνά-

μεις ὑπερφυῶς εἶναι ὑποστάσεις. Διὸ εἰ καὶ τρεῖς ὑποστάσεις, ἀλλ'

εἷς θεὸς καὶ οὐ τρεῖς. Ὁ γὰρ νοῦς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ εἷς

νοῦς καὶ οὐ τρεῖς νόες, ὡς τὸ φυτὸν τοῦ ῥόδου καὶ τὸ ἄνθος καὶ ἡ εὐωδία

ἑκάστου αὐτῶν ῥόδον λέγεται καὶ ἔστι καὶ οὐ τρία ῥόδα λέγονται ἐν τῇ

συναριθμήσει, ἀλλ' ἓν ῥόδον ἡ ῥίζα καὶ ὁ κλάδος καὶ τὸ ἄνθος.

9

Ὅτι δὲ οὐδὲ κατὰ ἀξίωμα καὶ κράτος ἔσονται δύο ἀρχαί, οὕτω

γινώσκομεν. Δύο μόνων ὄντων, θεοῦ καὶ ὕλης, ἢ ὁ ἕτερος τοῦ ἑτέρου

ἐκράτει καὶ ἦρχεν ἢ οὐδεὶς οὐδενὸς ἦρχεν ἢ καὶ ἄλλα ἦσαν τὰ ὑποτασσό-

μενα καὶ κυριευόμενα ὑπὸ τῶν δύο ἀρχῶν συναΐδια αὐταῖς καὶ οὐ δύο

μόνον ἔσονται, ἀλλὰ πλείονα—δύο μὲν τὰ ἄρχοντα, ἕτερα δὲ τὰ ἀρχό-

μενα—ἢ, εἰ μὴ ἦσαν τὰ ἀρχόμενα συναΐδια ταῖς ἀρχαῖς, ἦν ποτε χρόνος,

ὅτε οὐκ ἦσαν ἀρχαί. Μανιχαῖος· Εἶτα καὶ τῷ σῷ θεῷ οὐ τὰ αὐτὰ συμ-

βήσεται; Ἢ γὰρ συναΐδιος αὐτῷ ἦν ἡ ὑποχείριος αὐτοῦ κτίσις ἢ ἦν

καιρός, ὅτε οὐκ ἦρχεν. Ὀρθόδοξος· Οὐχ οὕτως· ἡ μὲν γὰρ κτίσις οὐ

συναΐδιος αὐτῷ, ἀεὶ δὲ καὶ κύριος ἦν καὶ ἔσται τοῦ εἶναι ἐξουσιάζων ἐκ

τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων οὐσίας τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύ-

ματι τοῦ στόματος αὐτοῦ. Οὔτε δὲ ὁ λόγος αὐτοῦ προφορικός, ἀλλ'

οὐσιώδης καὶ ἐνυπόστατος, οὔτε τὸ στόμα αὐτοῦ μέλος σωματικὸν οὔτε

τὸ πνεῦμα αὐτοῦ πνοὴ λυομένη, ἀλλ' ὑπερούσια πάντα τὰ τοῦ ὑπερου-

σίου, εἰ καὶ ἡμεῖς ἐκ τῶν καθ' ἡμᾶς κατανοοῦμεν τὰ ὑπὲρ ἡμᾶς.

10

Ἀλλ' οὐδὲ κατὰ φυσικὴν καὶ οὐσιώδη αἰτίαν ἔσονται αἱ καθ'

ὑμᾶς δύο ἀρχαί· ὁ γὰρ πατὴρ ὁμοουσίου υἱοῦ γεννήτωρ, ἀΐδιος ἀϊδίου,

ἀσώματος ἀσωμάτου. Εἰ οὖν αἱ καθ' ὑμᾶς δύο ἀρχαὶ κατὰ τὸ φυσικὸν

αἴτιον ἀρχαί εἰσι πάντων τῶν ὄντων, ἔσονται τὰ πάντα ὁμοούσια καὶ

συναΐδια ταῖς καθ' ὑμᾶς ἀρχαῖς. Εἰ δὲ ἀΐδια, καὶ ἄτρεπτα καὶ ἐναντία καὶ

ἀκοινώνητα καὶ ἄρχοντα καὶ οὐκ ἀρχόμενα καὶ κύρια καὶ οὐ δοῦλα.

Εἰ δὲ κατὰ τὸ ποιητικὸν αἴτιον ἀρχαί εἰσι τῶν ὄντων αἱ καθ' ὑμᾶς δύο

ἀρχαί, οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ αἱ ψυχαὶ οὐδὲ ἐκ τῆς οὐσίας τῆς ὕλης τὰ

σώματα, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ οὔτε ἐπολέμη-

σεν ἡ ὕλη μετὰ τοῦ φωτὸς οὔτε ἥρπασεν ἐξ αὐτοῦ μέρος καὶ ἐποίησε

τὰς ψυχάς. Πῶς δὲ καὶ τὰ ἐναντία καὶ ἀκοινώνητα συνεβιβάσθησαν εἰς

ἑνὸς κόσμου ποίησιν; Ἢ πῶς ὁ μὲν πονηρὸς κατεσκεύασε τὸ σῶμα, ὁ δὲ

ἀγαθὸς τὴν ψυχήν, καὶ ἓν ζῷον, τὸν ἄνθρωπον, ἀπετέλεσαν;

Εἰ δὲ κατὰ μίμησιν ὡς πρωτότυπον εἰκόνος αἴτιον τὸ εἰκονιζόμενον,

ἄλλοι κόσμοι εἰσὶν αἱ καθ' ὑμᾶς ἀρχαί, ὧν καθ' ὁμοίωσιν γέγονεν ὁ κόσμος.

Οὐ γὰρ ἓν εἶδος οὐδὲ μία ἢ δύο μορφαὶ ἐν τοῖς οὖσιν, ἀλλὰ ἀναρίθμητοι.

Καὶ πῶς τὰ ἀναρίθμητα εἴδη τῶν δύο παρ' ὑμῖν ἀρχῶν εἰκόνες εἰσίν;

Οὕτως ἀδύνατον καὶ ἀσύστατον τὸ παρ' ὑμῖν περὶ τῶν δύο ἀρχῶν

φρόνημα. Ἐρωτήσατε γὰρ τὴν ἀπειρόκακον τῶν παίδων πληθύν· Ἡ

δυὰς ἀρχὴ ἢ ἡ μονάς; Καὶ ἐροῦσιν, ὡς ἡ μονὰς ἀρχὴ παντὸς ἀριθμοῦ.

Ὢ νηπίων νηπιωδέστεροί τε καὶ ἀφρονέστεροι.

11

Καὶ τοῦτο δὲ ἡμῖν ἐρωτῶσιν εἴπατε· Ἡ πολυαρχία ἐστὶ καλὸν καὶ

στάσιμον καὶ τακτικὸν ἢ ἡ μοναρχία; Πᾶσι δῆλον, ὡς ἡ πολυαρχία

ἀναρχία ἐστὶ καὶ στασιώδης καὶ πολέμου καὶ μάχης καὶ κακῶν αἰτία

καὶ λύσεως, ἡ δὲ μοναρχία βεβαία καὶ ἔννομος καὶ εἰρήνης αἰτία καὶ τάξεως

καὶ γαλήνης καὶ δικαιοσύνης καὶ τῆς ἐπὶ τὸ κρεῖττον αὐξήσεως. Εἰ

οὖν δύο ἀρχαὶ ἄναρχοι καθ' ὑμᾶς, πολυαρχία ἀρχὴ τῶν ὄντων, καὶ ἀρχὴ

τῶν πάντων κακία, καὶ οὕτω μία ἀρχὴ ἡ κακία. Πῶς δὲ καὶ ἀκοινωνήτους

παντελῶς λέγετε τὰς δύο ἀρχάς, ἃς αὐτοὶ ἀνεπλάσατε. Εἰ γὰρ καὶ αὐτή

ἐστι κἀκείνη καὶ ἡ αὐτὴ οὐσία ἐστὶν ἄναρχος ἀρχὴ καὶ ἀίδιος κἀκείνη

ὁμοίως, οὔκ εἰσι παντελῶς ἀκοινώνητοι. Κοινωνοῦσι γὰρ κατά τε τὸ

εἶναι καὶ κατὰ τὸ οὐσία καὶ ἄναρχος ἀρχὴ καὶ ἀίδιος εἶναι, καὶ κατὰ

πάντα ψευδὴς ὁ λόγος ὑμῶν ἀποδέδεικται.

12

Καὶ πάλιν· Εἰ δύο ἀρχαὶ ἄναρχοι, ἕκαστον ἐπὶ τῷ οἰκείῳ χαίρει

καὶ τέρπεται καὶ τὴν ἑαυτοῦ σύστασιν ἀγαθὸν λογίζεται· ἑκάστῳ γὰρ

ἀγαθόν ἐστι, τὸ συστατικὸν τῆς οἰκείας φύσεως. Καὶ ὁ παρ' ὑμῖν οὖν

ἀγαθὸς καὶ ὁ παρ' ὑμῖν πονηρός, ἕκαστος ἐφ' ἑαυτῷ χαίρει καὶ τοῖς οἰκεί-

οις ἐπιτέρπεται καὶ τὰ οἰκεῖα ἀγαθὰ λογίζεται. Τίς οὖν ὁ κρίνας τὸν ἕνα

ἀγαθὸν καὶ τὸν ἕτερον πονηρόν; Κἀκεῖνος μᾶλλόν ἐστι θεός, μείζων ἀμ-

φοτέρων· τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ τὸ ἀρχόμενον ὑπὸ

τοῦ ἄρχοντος κρίνεται.

13

Εἰπὲ δὲ καὶ τοῦτο· Κοινωνοῦσιν ἀλλήλαις αἱ παρ' ὑμῖν δύο ἀρχαὶ

ἢ παντελῶς εἰσιν ἀκοινώνητοι; Μανιχαῖος· Ἀκοινώνητοι ἦσαν παντε-

λῶς· ἡ μὲν γὰρ μία ἐν πληρώματι τῶν ἀγαθῶν ἦν, ἡ δὲ ἑτέρα ἐν πληρώ-

ματι τῶν κακῶν, ἀλλ' ἐγένετο μετὰ ταῦτα σύγκρασις. Ὀρθόδοξος·

Ἀναβαλοῦ τέως τὸν τῆς συγκράσεως λόγον. Φράσον δὲ ἡμῖν πρότερον·

Τὸ ὂν τῷ ὄντι κατὰ τὸ εἶναι ἐναντίον ἢ τὸ μὴ ὂν τῷ ὄντι; Μανιχαῖος·

Τὸ ὂν κακὸν τῷ ὄντι ἀγαθῷ ἐναντίον. Ὀρθόδοξος· Οὐκ ἠρώτησα, εἰ

κατὰ τὸ κακὸν καὶ ἀγαθόν εἰσιν ἐναντία, ἀλλὰ τὸ εἶναι. Τὰ γὰρ ὄντα οὐ

παντελῶς ἐναντία· κατὰ γὰρ αὐτὸ τὸ εἶναι κοινωνοῦσιν ἀλλήλοις, τῷ

δὲ ὄντι τὸ μὴ εἶναι ἐναντίον. Ὥστε, εἰ παντελῶς ἐναντίον τῷ ἀγαθῷ

τὸ κακόν, ἔστι δὲ τὸ ἀγαθόν, οὐκ ἔστι τὸ κακόν. Ὥστε τὸ κακὸν στέρησίς

ἐστι τοῦ εἶναι καὶ κακὸν λέγεται· καὶ εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ

κακὸν ἢ οὐ πάντη ἐναντία.

14

Μανιχαῖος· Εἶτα· Οὐχ ὁρᾶται κακία ἐν τοῖς οὖσιν; Ὀρθόδοξος·

Ἡ παντελὴς κακία οὐχ ὁρᾶται ἐν τοῖς οὖσιν· οὔτε γὰρ ὁ θεὸς ὁ ὄντως

ὢν καὶ τοῦ εἶναι αἴτιος κακία οὔτε τι τῶν γεγονότων, καθὸ γέγονε, κακόν,

ἀλλὰ τό τε τῶν πάντων αἴτιον ἀγαθὸν καὶ πάντα τὰ γενόμενα ὑπ'

αὐτοῦ ἀγαθά. Πάντα δὲ τὰ ὄντα ὑπ' αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι

παρήχθη καὶ πάντα καλὰ καὶ λίαν καλά.

Τὸ δὲ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀποβολὴ καὶ στέρησις ἑκούσιος τῶν

ὑπὸ θεοῦ τῇ λογικῇ φύσει δεδωρημένων, ὥσπερ πενία πλούτου ἀπο-

βολή· πλοῦτος μὲν γάρ ἐστιν ὄντων κτῆσις χρυσοῦ καὶ ἀργύρου καὶ

λίθων διαυγῶν καὶ ἐσθῆτος διαφόρου, παίδων καὶ παιδισκῶν, ἀλόγων

καὶ ἀρουρῶν καὶ τῶν τοιούτων, ὧν ἕκαστον οὐσία ἐστί. Διὸ καὶ πλούσιος

λέγεται ὁ ταῦτα κτησάμενος· οἷόν τις πολυούσιος πολλὴν ἔχων περὶ

ἑαυτὸν οὐσίαν. Ἡ δὲ πενία μερικὴ μὲν μερικὴ τούτων ἀποβολή, παντελὴς

δὲ παντελὴς τούτων στέρησις, καὶ ὥσπερ ἡ ὁλοκληρία τοῦ σώματος

καλόν, ἡ δὲ ἑνὸς μέλους ἀποβολὴ μερικὸν κακὸν οὐχ ὑπάρχον, ἀλλ'

ὑπάρχοντος στέρησις. Ὁρᾶται δὲ ἤτοι νοεῖται ἐν τῷ ὄντι οὐχ ὡς ὄν,

ἀλλ' ὡς ἀπογενόμενον, οἷον ὁ ὀφθαλμὸς καὶ ἡ ὅρασις ὑπάρχει καὶ ἔστιν,

ἡ δὲ τύφλωσις οὐκ ἔστιν οὐσία, ἀλλὰ τοῦ ὑπάρξαντος ὀφθαλμοῦ ἀπώ-

λεια. Θεωρεῖται δὲ ἐν τῷ συνισταμένῳ καὶ ὄντι σώματι οὐχ ὡς ὄν, ἀλλ'

ὡς ὑπάρξαντος ὀφθαλμοῦ στέρησις. Καὶ οὕτως κατὰ μέρος ἡ προσθήκη

τῆς τῶν μελῶν στερήσεως προσθήκη κακοῦ λέγεται· οὐ γὰρ ἔστι τὸ

κακόν, ἀλλὰ λέγεται καὶ θεωρεῖται ἐν τῷ ὑπολελειμμένῳ σώματι ἡ τῶν

ἀποβληθέντων ἀνυπαρξία οὐχ ὡς ὄν, ἀλλ' ὡς μὴ ὄν, οὐχ ὡς ἕξις, ἀλλ'

ὡς στέρησις. Οὕτω καὶ ἡ κακία ἤτοι ἁμαρτία ἑκούσιός ἐστι τῶν ἐκ θεοῦ

δεδωρημένων τῇ λογικῇ φύσει ἀγαθῶν· ἐπὶ γὰρ τῶν ἀλόγων καὶ ἀψύχων

οὐκ ἔστιν εἰπεῖν ἑκούσιον, ἀλλ' ἐπὶ τῶν λογικῶν.

Ἔστιν οὖν κακία ἡ τῶν φυσικῶν δυνάμεων παράχρησις. Εἰ γὰρ

χρησόμεθα ταῖς παρὰ θεοῦ δεδωρημέναις τῇ ψυχῇ δυνάμεσιν, ἐφ' ᾧ

ἐλάβομεν, τουτέστι κατὰ τὸν νόμον τοῦ δεδωκότος, καλόν. Εἰ δὲ οὔκ,

ἐφ' ᾧ ἐλάβομεν, ἀλλὰ παρὰ τὸν νόμον τοῦ δεδωκότος χρησόμεθα, κακόν·

καὶ οὐκ αὐταὶ αἱ δυνάμεις οὐδὲ ἡ χρῆσις αὐτῶν ἐστιν ἡ κακή, ἀλλ' ὁ

κακὸς τρόπος τῆς χρήσεως ὁ παρὰ τὸν νόμον τοῦ δεδωκότος θεοῦ. Εἰ

γὰρ ἀγαθὸς ὁ θεός, ἀγαθὸς καὶ ὁ νόμος αὐτοῦ φυσικὸς καὶ ὢν ἐξ ὄντος.

Ἡ δὲ τούτου παρακοὴ στέρησις τοῦ ὑπάρξαντος ἡμῖν νόμου, οἷον ἡ

ἐπιθυμία καὶ ὁ θυμὸς καὶ ἡ πρᾶξις καὶ ἐνέργεια καὶ πρὸ τούτων ὁ λογισμὸς

οὐ κακά, ἀλλὰ καλά, ἐάν, ἐφ' ᾧ ἐλάβομεν, χρησώμεθα κατὰ τὸν νόμον

τοῦ δεδωκότος· κακὰ δὲ οὐκ αὐτά, ἀλλὰ τὸ μὴ κατὰ τὸν νόμον τοῦ

δεδωκότος χρήσασθαι. Εἰ γὰρ πρὸς σύστασιν τῆς ζωῆς χρησόμεθα βρώ-

σει, πόσει, ὕπνῳ καὶ τοῖς τοιούτοις, καλὸν τούτων ἕκαστον. Καὶ εἰ τῇ

ἐπιθυμίᾳ καὶ τῇ ἀγάπῃ χρησόμεθα πρὸς τὸν θεὸν τὸν μόνον φύσει ἐπιθυμη-

τὸν καὶ πρὸς τὸν πλησίον κατὰ τὸν νόμον τοῦ θεοῦ καλόν. Καὶ εἰ τῇ μίξει

χρησόμεθα ταῖς ἑαυτῶν γυναιξὶ πρὸς τεκνογονίαν κατὰ τὸν νόμον τὸν

δοθέντα τῇ φύσει παρὰ θεοῦ, καλόν· εἰ δὲ χρησόμεθα τῇ ἐπιθυμίᾳ πρὸς

τὰ ἀλλότρια παρὰ τὸν νόμον τοῦ θεοῦ, κακόν. Εἶπε γὰρ ὁ θεός· «Οὐκ

ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου οὐδὲ τὴν γυναῖκα αὐτοῦ οὐδὲ

ὅσα αὐτῷ ἐστιν.» Ἡ πορνεία οὐ διὰ τὴν συνάφειάν ἐστι κακή, ἀλλὰ διὰ

τὸ τῇ ἀλλοτρίᾳ συναφθῆναι. Ἡ κενοδοξία, οὐ διὰ τὸ ἀγαπᾶν τὴν δόξαν

κακή, ἀλλὰ διὰ τὸ μὴ τὴν ἐκ θεοῦ δόξαν ἀγαπᾶν. Τὸ μῖσος καὶ ὁ θυμός,

εἰ μὲν κατὰ τῶν κωλυόντων τὴν σωτηρίαν τῆς ψυχῆς καὶ τὴν πρὸς

θεὸν δι' ὑπακοῆς αὐτοῦ συνάφειαν καὶ ἀφιστώντων ἐκ θεοῦ, τουτέστι

κατὰ τοῦ διαβόλου καὶ τῶν θεραπόντων αὐτοῦ, καλόν. Φησὶ γάρ·

«Οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετη-

κόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ οἱ

ἅγιοι μάρτυρες ἐθυμοῦντο κατὰ τῶν τυράννων δικαίως θυμούμενοι.

Καὶ ἐὰν κατὰ τοῦ οἰκείου λογισμοῦ θυμωθῶ χωρίζοντός με ἐκ τοῦ θεοῦ,

καλόν. Ἐάν τις ἀποστερῇ με τῆς σωτηρίας, καλὸν θυμωθῆναι καὶ μισῆ-

σαι· ἐὰν δὲ λυπῇ κατὰ κόσμον καὶ ὠφελείας γίνηται πρόξενος ἀποστερῶν

τῶν ὑλικῶν, ἀγαπήσω μᾶλλον ἤπερ μισήσω. Ὁ φόνος κακόν· μόνου γὰρ

θεοῦ τὸ χωρίζειν τὴν ψυχὴν ἐκ τοῦ σώματος, τοῦ καὶ συνδήσαντος· εἰ

δὲ φονεύσω ὑπὸ θεοῦ κελευόμενος, καλόν· πᾶν γὰρ τὸ ἐκ τοῦ ἀγαθοῦ

ἀγαθόν. Κακὸν οὖν τὸ ἐπιθυμεῖν ἁρπάζειν, ὃ οὐκ ἔστιν ἡμέτερον, ἀλλὰ

τοῦ θεοῦ. Ἡ κατάκρισις κακή· θεοῦ γὰρ μόνου τὸ κρίνειν, καὶ κακὸν

ἁρπάζειν τὸ τοῦ θεοῦ ἀξίωμα, οἷς μὴ δέδοται παρὰ θεοῦ τὸ κρίνειν. Ἡ

κενοδοξία καὶ ἡ ὑπερηφανεία κακή· θεῷ γὰρ μόνῳ πρέπει τὸ ἔπαρμα καὶ

ἡ δόξα.

Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ κακία εἰ μὴ τὸ παρὰ φύσιν καὶ τὸν νόμον

κεχρῆσθαι ταῖς φυσικαῖς δυνάμεσιν, ὃ οὐκ ἔστιν οὐσία, ἀλλ' ἡμέτερον

ἐπιτήδευμα.

15

Χρὴ γὰρ εἰδέναι, ὡς διττῶς λέγεται τό τε ἀγαθὸν καὶ τὸ κακόν·

ἀγαθὸν γὰρ κυρίως λέγεται τὸ ἐκ τοῦ φύσει ἀγαθοῦ θεοῦ δεδωρημένον.

Ὥσπερ πᾶν φῶς ἐξ ἡλίου ἤτοι πυρὸς φωτίζεται, οὕτω πᾶν ἀγαθὸν ἐκ

τοῦ ἀορίστου καὶ ἀκαταλήπτου πελάγους τῆς ἀγαθότητος τὴν ὕπαρξιν

ἔχει καί, ὅσα παρὰ θεοῦ, ἀγαθὰ κυρίως καὶ ἀληθῶς. Λέγεται δὲ ἀγαθὸν

οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς καὶ καθ' ἡμετέραν συνήθειαν τὸ τῇ

αἰσθήσει ἡμῶν καὶ τῇ ἐφέσει φαινόμενον ἡδύ, ὃ πρὸς καιρὸν μὲν τέρπει,

ὕστερον δὲ πικρὸν καρπὸν ἀποδίδωσι, παρὰ τὸν νόμον τοῦ κτίσαντος

γινόμενον καὶ δοκοῦν ἀγαθὸν εἶναι, ὅπερ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κυρίως

κακόν.

Καὶ τὸ κακὸν ὁμοίως· κυρίως μὲν κακὸν ἔστι καὶ λέγεται τὸ παρὰ τὸν

νόμον τοῦ κτίσαντος γινόμενον. Λέγεται κακὸν οὐ κυρίως, ἀλλὰ κατὰ τὴν

ἡμετέραν συνήθειαν τὸ καθ' ἡμετέραν αἴσθησιν ἐπίπονον καὶ ἀλγεινόν,

ὅπερ πρὸς μὲν τὸ παρὸν ὀδύνας, ὕστερον δὲ καρπὸν σωτηρίας καὶ ἀεν-

νάου εὐφροσύνης ἀναδίδωσιν.

16

Εἰπὲ δέ· Ἀρχὴ παντὸς πράγματος μία ἢ δύο, οἷον ἡ ἀρχὴ καὶ

αἰτία τῆς ψυχῆς μία ἢ δύο; Μανιχαῖος· Μία. Εἰ γὰρ δύο, πῶς ἐκ δύο

ἐναντίων ἓν καὶ τὸ αὐτὸ προέρχεται; Τὰ γὰρ παντελῶς ἐναντία ἀκοινώνη-

τον ἔχουσι τὴν ἐνέργειαν· πῶς γὰρ ἡ ἄυλος ψυχὴ ἐξ ἀύλου καὶ ὕλης

ἔσται; Ἢ πῶς τὸ αὐτὸ τὰ ἐναντία παρήγαγον μὴ ὁμονοήσαντα;

Παντελῶς γὰρ ἀκοινώνητα τὰ κατὰ φύσιν ἐναντία. Ὀρθόδοξος·

Καλῶς ἔφης· ἑκάστου τῶν ὄντων πάντων μία ἀρχή; Μανιχαῖος·

Παντὶ τρόπῳ. Ὀρθόδοξος· Τὸ εἶναι ἀρχὴ τῶν δύο ἀρχῶν τῶν κατὰ

σέ ἐστιν ἢ αἱ δύο ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι; Μανιχαῖος· Πρὸς τί γὰρ

συντείνει τοῦτο; Ὀρθόδοξος· Εἰ μὲν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο

ἀρχῶν, ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ γὰρ τὸ εἶναι ἀρχὴ τοῦ εἶναι, ἐν

μιᾷ οὖν ἀρχῇ· οὐ γὰρ τὸ τοιῶσδε εἶναί φημι, τουτέστι κακὸν εἶναι ἢ

καλόν, ἀλλ' αὐτὸ τὸ ἁπλῶς εἶναι. Εἰ οὖν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο

ἀρχῶν, μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ αἱ κατὰ σὲ ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι,

ἔσονται δύο ἐναντία τοῦ αὐτοῦ πράγματος. Ὥσπερ γὰρ ἡ ἁπλῶς

οὐσία μία οὖσα δεκτική ἐστι διαφόρων ποιοτήτων καὶ κατὰ τοῦτο λέγον-

ται πολλαὶ οὐσίαι, οὕτω καὶ τὸ ἁπλῶς εἶναι ἕν ἐστι, εἰ καὶ ἐν διαφόροις

θεωρούμενον πολλὰ τὰ ὄντα παρωνύμως ἐξ ἑαυτοῦ ποιεῖ κατονομάζεσθαι.

Ὁρίσω οὖν ἀκοινώνητον παντελῶς εἶναι τὴν τῶν ἐναντίων ἐνέργειαν,

οὐκ ἐκ δύο ἀρχῶν τὸ εἶναι μάλιστα καὶ ἐναντίων, ἀλλ' ἐκ μιᾶς. Οὐ γὰρ

τὸ εἶναι αἴτιον τοῦ ὄντος· οὐ γὰρ προῆν τὸ εἶναι τοῦ ὄντος. Ἐν τίνι

γὰρ ἐθεωρεῖτο; Ἀλλ' ἐν τῷ ἀνάρχῳ ὄντι τὸ εἶναι θεωρούμενον, ἐν αὐτῷ

καὶ ἐξ αὐτοῦ ὡς αἰτίου ὑφέστηκε. Μία οὖν ἀρχὴ τοῦ εἶναι, καὶ τὸ ἐναντίον

ταύτης οὐκ ἔστι.

17

Καὶ πάλιν· Ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεως μία ἢ δύο,

ὑπαρκτική τε καὶ χρονικὴ καὶ τοπικὴ καὶ ἐνεργητική—ὑπαρκτικὴ μὲν

τῆς ἑκάστου γενέσεως, —χρονικὴ δέ, ἀφ' οὗ χρόνου ἤρξατο, —τοπικὴ

δέ, ἀφ' οὗ τόπου ἤρξατο τὰ ἀπὸ τόπου ἀρχόμενα, —ἐνεργητικὴ δέ, ἐξ

ἧς ἐνεργείας ἐνεργεῖ τὸ ἐνεργούμενον, οἷον ἡ πρώτη ὕπαρξις τοῦ

ἀνθρώπου, καὶ ἀφ' οὗ χρόνου ἐγένετο καὶ ἀφ' οὗ τόπου ἤρξατο κινεῖσθαι,

βαδίζειν τυχόν, καὶ τῆς βαδιστικῆς ἐνεργείας; Μανιχαῖος· Μία. Ὀρθό-

δοξος· Ἀληθῶς ἔφης· ἀδύνατον γὰρ δύο ἀρχὰς εἶναι τῆς τοῦ ἑνὸς ὑπάρ-

ξεως. Μανιχαῖος· Οὕτως ἔχει. Ὀρθόδοξος· Τοῦτο ἐφ' ἑκάστου τῶν

ὄντων θεωρεῖται ἢ οὔ; Μανιχαῖος· Ἐφ' ἑκάστου τῶν ὄντων ἁπάν-

των. Ὀρθόδοξος· Ὅπερ οὖν ἐφ' ἑκάστου τῶν ἁπάντων θεωρεῖται, καὶ

ἐπὶ πάντων κοινῶς θεωρηθήσεται, οἷον, ὅπερ ἕκαστος τῶν ἀνθρώπων

ἔχει, καὶ πᾶσα ἡ ἀνθρωπότης ἔχει, ὡς τὸ ζῆν καὶ τὸ λογίζεσθαι, καὶ

ὅπερ ἑκάστη οὐσία ἔχει, καὶ ἡ κοινὴ οὐσία ἔχει, ὡς τὸ αὐθύπαρκτον καὶ

μὴ ἐν ἑτέρῳ ἔχειν τὸ εἶναι. Οὕτω τοίνυν καὶ εἰ ἕκαστον τῶν ὄντων ἐκ

μιᾶς ἀρχῆς συνέστηκε, καὶ πάντα τὰ ὄντα ἐκ μιᾶς ἀρχῆς συνέστηκε καὶ

οὐκ ἐκ δύο, καὶ οὐκ ἔσονται δύο ἀρχαί, ἀλλὰ μία.

18

Μανιχαῖος· Διὰ τί ἄναρχος ὁ θεός; Ὀρθόδοξος· Ὅτι τὸ μὴ

ὂν οὐκ ἔχει ἀφ' ἑαυτοῦ τὸ εἶναι. Τὸ οὖν ἀφ' ἑαυτοῦ μὴ ἔχον τὸ εἶναι,

πῶς ἀφ' ἑαυτοῦ ἔσται; Καὶ χρὴ οὖν ἔκ τινος ὄντος τὸ μὴ ὂν τὸ εἶναι λα-

βεῖν· τὸ δὲ πρῶτον μεταδοτικὸν τοῦ εἶναι ἐξ ἑαυτοῦ ἔχον τὸ εἶναι, ἄναρχον

ἀεὶ ἔσται.

19

Μανιχαῖος· Διὰ τί μία ἀρχὴ καὶ οὐ δύο; Ὀρθόδοξος· Ὅτι δυὰς

ἐκ μονάδος προέρχεται ὡς μονάδος γέννημα καὶ ἀρχὴ δυάδος μονὰς καὶ

πρὸ τῆς δυάδος πάντως μονὰς καὶ ὅτι παντὸς πράγματος ἀρχὴ μία

καί, εἰ ἑκάστου τῶν ὄντων μία ἀρχή, καὶ πάντων ἔσται ἀρχὴ μία· ὁ γὰρ

ἐφ' ἑκάστου τῶν ὄντων ἀποδεδομένος λόγος καὶ ἐπὶ πάντων ἀποδοθήσε-

ται.

20

Καὶ πάλιν· Εἰ δύο ἀρχαί, πολυαρχία· εἰ δὲ πολυαρχία, στάσις·

εἰ δὲ στάσις ἀρχὴ τῶν ὄντων, κακία τῶν ὄντων ἀρχή· στάσις γὰρ κακία

ἐστί. Πρέπει οὖν τῷ θεῷ ἁπάντων τῶν λεγομένων καὶ νοουμένων μείζονι

εἶναι καὶ ἔχειν. Ποῖον οὖν μεῖζον, τὸ ἐξ οὐκ ὄντων θεοπρεπῶς ποιεῖν

οὐσίας ἢ ἀνθρωπίνως τῇ δημιουργικῇ, μᾶλλον δὲ τεκτονικῇ τέχνῃ περὶ

τὴν ὕλην καταγίνεσθαι; Μανιχαῖος· Πάντως, ὅτι τὸ ἐκ μὴ ὄντων.

Ὀρθόδοξος· Οὐκοῦν πρέπει θεῷ ἐκ μὴ ὄντων ποιεῖν οὐσίας, καὶ οὐκ ἦν

ὕλη, ἀλλ' ὑπὸ θεοῦ ἐγένετο.

21

Μανιχαῖος· Ὁ θεὸς κατὰ πάντα ἐστὶν ἄναρχος ἢ κατὰ τὶ μέν,

κατὰ τὶ δὲ οὔ; Ὀρθόδοξος· Εἰ οὐ κατὰ πάντα ἄναρχος, καὶ ἄναρχος

καὶ οὐκ ἄναρχος. Εἰ δὲ κατὰ πάντα ἄναρχος, ὄντως ἄναρχος καὶ φύσει

ἄναρχος. Τὸ δὲ ἄναρχον καὶ ἀπέραντον· ἓν γὰρ ἀρχῆς εἶδος καὶ τὸ

τέλος. Πᾶν οὖν ἔχον ἀρχὴν καὶ τέλος ἔχει κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ

πᾶν τέλος ἔχον καὶ ἀρχὴν ἔχει. Καὶ οἱ ἄγγελοι γοῦν ἀρχὴν ἔχοντες καὶ

τέλος ἔχουσι κατὰ τὴν ἑαυτῶν φύσιν, εἰ καὶ τῇ θείᾳ χάριτι πάλιν ἄρχονται

τοῦ εἶναι καὶ ἀνακαινίζονται. Ὥσπερ γὰρ τὸ ἀκίνητον σῶμα ἀρξάμενον

τοῦ κινεῖσθαι ἐκ τόπου ἤρξατο, τουτέστι τὸ κυκλικόν, φθάνον δὲ τὸν

τόπον, ὅθεν ἤρξατο, ἐπλήρωσε τὴν περιφέρειαν καὶ τὸν κύκλον, πάλιν

δὲ ἄρχεται τῆς κινήσεως καὶ νέαν ἀρχὴν κινήσεως ποιεῖται καὶ οὕτω

διαμένει κινούμενον, ἕως ἂν ὁ κελεύων αὐτὸ κινεῖσθαι θέλῃ, οὕτω καὶ οἱ

ἄγγελοι κινούμενοι ζωτικῶς καὶ φθάνοντες τὸ φυσικὸν τέλος τῆς ἑαυτῶν

ὑπάρξεως ἄρχονται τῆς ζωτικῆς κινήσεως, ἕως πάλιν προστάξει τοῦ

ποιήσαντος αὐτοὺς παύσονται τῆς κινήσεως. Ἀεὶ γὰρ παρὰ θεοῦ τὸ

εἶναι καὶ ζωτικῶς καὶ νοερῶς κινεῖσθαι λαμβάνουσιν οὐκ ἐξ ἑαυτῶν

ἔχοντες τοῦτο. Ὥσπερ δὲ τροχὸς κινηθεὶς κινεῖται καὶ παύεται—ἐὰν

δὲ ἔχῃ τὸ ἀεικίνητον, ἀεὶ κινεῖται οὐκ ἐξ ἑαυτοῦ ἔχων τὴν κίνησιν—,

οὕτω καὶ οἱ ἄγγελοι οὐκ ἐξ ἑαυτῶν ἔχοντες τὸ εἶναι, ὅσον κινεῖ αὐτοὺς

ὁ ποιήσας, κινοῦνται· ἂν μέντοι ἐκεῖνος μὴ κινήσῃ, παύονται τῆς κινή-

σεως. Ὥστε τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος, καὶ τὸ τέλος ἔχον πάντως

καὶ ἀρχήν. Καὶ τὸ φύσει ἄναρχον κατὰ πάντα ἄναρχόν ἐστι, κατά τε

αἰτίαν καὶ χρόνον καὶ τόπον καὶ ἐξουσίαν.

22

Τὰ οὖν δύο ἢ ἐν ἀλλήλοις ἔσονται ἢ τόπῳ περιγραφήσονται καὶ

οὐκ ἄναρχοί εἰσι. Πῶς οὖν ἐν ἀλλήλοις τὸ φῶς καὶ τὸ σκότος; Τὸ γὰρ

φῶς τοῦ σκότους ἀναιρετικόν. Εἰ οὐ μεθόριά εἰσι τοῦ φωτὸς καὶ μεθόρια

τοῦ σκότους, οὐδὲ τὸ φῶς ἀπερίγραπτον ὡς μὴ πανταχοῦ ὂν οὐδὲ τὸ

σκότος. Καὶ οὐ παντελῶς ἄναρχα ἔχοντα τοπικὴν ἀρχήν. Ἀμήχανον

γὰρ μὴ ὄντος τινὸς διατειχίσματος καὶ μεσοτοίχου ἀνεπίμικτον παντελῶς

εἶναι τὸ φῶς καὶ τὸ σκότος. Εἰ γὰρ ἐν νυκτὶ λύχνον ἀνάψωμεν, ὁ μὲν περὶ

τὸν λύχνον τόπος φωτεινότερος ἔσται, κατὰ μικρὸν δὲ διάστημα ἔσται

σκοτεινότερον, μέχρις ἂν τελείως ἐκλίπῃ τὸ φῶς καὶ καθαρὸν σκότος

γένηται φωτὸς ἀνεπίμικτον. Ἢ γὰρ ἐξ ἀρχῆς ἐμίγνυτο τῷ φωτὶ τὸ

σκότος, καὶ οὐκ ἐναντία ταῦτα παντελῶς καὶ ἀκοινώνητα, ἢ ἕτερόν τι

μεσότοιχον ἦν ἀπ' ἀρχῆς τὸ ταῦτα χωρίζον, καὶ οὐκέτι δύο ἀρχαί, ἀλλὰ

τρεῖς. Τὸ φύσει πεφυκὸς οὐ μεθίσταται, τὸ δὲ μεταβαλλόμενον οὐ φύσει.

Εἰ οὖν φύσει ἀκοινώνητα τὸ φῶς καὶ τὸ σκότος, πῶς ἐκοινώνησαν μετὰ

ταῦτα; Πῶς ἐξ ἀγαθοῦ καὶ πονηροῦ ἓν ζῷον ἀπετελέσθη, ὁ ἄνθρωπος;

Εἰ γὰρ συνεβιβάσθησαν, ἐκοινώνησαν ἀλλήλοις· ὁ γὰρ συμβιβασμὸς

κοινωνία γνώμης ἐστί. Καὶ οὔτε ὁ ἀγαθὸς καθαρῶς καὶ τελείως ἔμεινεν

ἀγαθὸς οὔτε ὁ πονηρός, ἀλλ' ἀμφότεροι ἐτράπησαν. Τὸ δὲ τρεπόμενον

οὐκ ἄναρχον οὐδὲ θεός· ὁ γὰρ θεὸς πάντα προειδὼς τὰ ἐφ' ἡμῖν πάντα τὰ

οὐκ ἐφ' ἡμῖν ὁρίζει.

Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον ἢ τὸ εἶναι τῷ μὴ εἶναι;

Μανιχαῖος· Τὸ εἶναι τῷ μὴ εἶναι. Ὀρθόδοξος· Οὐκοῦν τῶν κατὰ σὲ

δύο παντελῶς ἐναντίων ἀρχῶν ἡ μία ἔσται, ἡ δὲ ἑτέρα οὐκ ἔσται.

23

Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον; Μανιχαῖος· Τὸ εἶναι

κακὸν τῷ εἶναι ἀγαθὸν ἐναντίον. Ὀρθόδοξος· Οὐκοῦν ἑνὶ καὶ τῷ αὐτῷ

συνυπάρχουσι καὶ συνουσίωνται τὰ ἐναντία. Καὶ πῶς ἐναντία; Μα-

νιχαῖος· Τὸ μὴ ὂν ἀκατωνόμαστον· δεῖ γὰρ εἶναι καὶ οὕτως ὀνομάζεσθαι.

Πῶς οὖν τὸ μὴ ὂν ἐναντίον τῷ ὄντι; Τὰ γὰρ ἐναντία ἀλλήλοις δεῖ πρῶτον

εἶναι καὶ τότε ἐναντία εἶναι καὶ τότε ὀνομάζεσθαι ἐναντία· ὅπερ γὰρ οὐκ

ἔστι τι, οὐκ ὀνομάζεται. Ὀρθόδοξος· Μὴ ὂν εἰπὼν ὠνόμασας ἢ οὔ;

Μανιχαῖος· Ὠνόμασα κατὰ ἀπόφασιν, οὐ κατὰ κατάφασιν. Ὀρθό-

δοξος· Ἡ κατάφασις ἕξιν δηλοῖ καὶ ἡ ἀπόφασις στέρησιν; Μανιχαῖος·

Ναί. Ὀρθόδοξος· Ἐναντία ἡ ἕξις τῇ στερήσει; Μανιχαῖος· Ναί.

Ὀρθόδοξος· Ἐναντίον ἄρα τὸ μὴ ὂν τῷ ὄντι ὡς ἕξις στερήσει; Μανι-

χαῖος· Ναί. Ὀρθόδοξος· Τὸ κακὸν καθ' ἕξιν λέγεται ἢ κατὰ στέρησιν;

Μανιχαῖος· Καθ' ἕξιν. Ὀρθόδοξος· Τὸ καλὸν καθ' ἕξιν λέγεται ἢ κατὰ

στέρησιν; Μανιχαῖος· Καθ' ἕξιν. Ὀρθόδοξος· Οὐκοῦν οὐ πάντη

ἐναντίον τὸ κακὸν τῷ ἀγαθῷ· ἕξις γὰρ ἕξει οὐκ ἐναντίον. Μανιχαῖος·

στέρησις καὶ ἔλλειψις ὁλοκληρίᾳ. Μανιχαῖος· Καὶ τί φῄς; Ὀρθόδοξος·

Οὕτω καὶ τὸ κακὸν στέρησις μᾶλλον ἔσται καὶ οὕτως ἐναντίον τῷ ἀγαθῷ

ὡς ἕξει στέρησις· τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ

στέρησις καὶ τὸ παντελὲς κακὸν παντελὴς τοῦ ἀγαθοῦ στέρησις. Διὸ τὸ

κακόν φαμεν μὴ ὂν μᾶλλον ὡς στέρησιν τῆς φυσικῆς ἕξεως ἤπερ ὄν.

24

Τί οὖν φῂς τὴν ὕλην, ζωὴν ἢ φθορὰν καὶ θάνατον, κίνησιν καὶ

κινουμένην ἢ ἀκινησίαν καὶ κινητόν, φῶς ἢ σκότος; Μανιχαῖος·

Φθορὰν καὶ θάνατον, ἀκινησίαν καὶ ἀκίνητον, σκότος καὶ οὐ φῶς. Ὀρθό-

δοξος· Εἰ οὖν φθορά, πῶς καρποὺς προήγαγε; Πῶς ἔζησεν; Ἡ γὰρ φθορὰ

οὐ ζῇ οὐδὲ ζωὴν ἔχει οὐδὲ ζωῆς μεταδίδωσιν· ὃ γάρ τις οὐκ ἔχει, πῶς

μεταδίδωσι; Πῶς δὲ καὶ ἀκίνητος οὖσα ἐκινήθη καὶ μέχρι τῶν ὁρίων τοῦ

φωτὸς ἔφθασε; Τίς ὁ ταύτῃ δοὺς τὴν ζωὴν καὶ τὸ κινητόν; Εἰ μὲν ὁ ἀγαθός,

οὐκ ἀγαθὸς οὐδὲ σοφός· —οὐκ ἀγαθὸς μὲν τὴν κακίαν ζωώσας καὶ

κινήσας, οὐ σοφὸς δὲ οὐδὲ γνωστικὸς ἑαυτῷ παρεσχηκὼς πολέμους

καὶ πράγματα καὶ καθ' ἑαυτοῦ κινήσας τὴν κακίαν ἠρεμοῦσαν καὶ ἡσυ-

χάζουσαν· στάσεως γὰρ καὶ κακῶν ἐγένετο πρόξενος—, εἰ δὲ οὐχ ὁ

θεός, ἕτερος, καὶ οὐκέτι δύο, ἀλλ' ἢ τρεῖς· ὃ γάρ τις οὐκ ἔχει, οὐ δύναται

ἀφ' ἑαυτοῦ κτήσασθαι. Μανιχαῖος· Ἀλλὰ δυνάμει εἶχε τὸ ζῆν καὶ

τὴν κίνησιν. Ὀρθόδοξος· Εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, δυνάμει

ἦν ἀγαθή, εἴπερ ζωὴ καὶ κίνησις ἀγαθή. Μανιχαῖος· Ἡ τῆς κακίας

ζωὴ καὶ κίνησις οὐκ ἀγαθόν, ἀλλὰ κακόν. Ὀρθόδοξος· Τὸ ἐκ δυνάμεως

ἐρχόμενον εἰς ἐνέργειαν τρεπτὸν καὶ ἀρχόμενον καὶ οὐκ ἄναρχον καί,

εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, ἐνέργειαν ἔσχεν ὕστερον· εἰ μὲν κακὴ

ἡ ταύτης ζωή τε καὶ κίνησις, δυνάμει ἦν κακὴ καὶ οὐκ ἐνεργείᾳ, καὶ

ἔσται ἡ κακία οὐκ ἄναρχος. Εἰ δὲ ἀγαθὸν ἡ ταύτης ζωή τε καὶ κίνησις,

ἐκ κακίας ἦλθεν εἰς ἀγαθόν. Μανιχαῖος· Τί δαί; Οὐχ ἡ ἑτέρου φθορὰ

ἑτέρου γένεσις; Ὀρθόδοξος· Οὐχ ἡ φθορὰ γίνεται γένεσις, ἀλλ' ἡ ὑπὸ

θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προστάξει θεοῦ δημιουργηθεῖσα, τρεπτὴ

οὖσα ὡς ἀπὸ τροπῆς ἀρξαμένη. Τροπὴ γάρ ἐστι τὸ ἐκ τοῦ μὴ ὄντος εἰς

τὸ εἶναι ἐλθεῖν· ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ πάντως καὶ

ἀλλοιωτά. Τρεπτὴ οὖν οὖσα ἡ ὕλη τῷ θείῳ προστάγματι ζωοῦται καὶ

φθείρεται καὶ πάλιν ζωοῦται· ὥστε οὐχ ἡ φθορὰ δημιουργεῖ γένεσιν,

ἀλλὰ τὸ θεῖον πρόσταγμα ζωοῖ καὶ γενεσιουργεῖ.

25

Εἰπὲ δὲ καὶ τοῦτο· Τὰ ἐκ τοῦ φωτὸς ὅρια φωτὸς πεπλήρωται ἢ

οὔ; Μανιχαῖος· Παντί που δῆλον, ὡς φωτὸς πεπλήρωται. Ὀρθό-

δοξος· Τὸ φῶς καὶ τὸ σκότος δεκτικὰ ἀλλήλων εἰσὶν ἢ ἀνεπίδεκτα;

Μανιχαῖος· Δεκτικά. Ὀρθόδοξος· Οὐκοῦν οὔκ εἰσι φύσει, ὅ εἰσι· τὸ

γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται, καὶ ἡ φύσει ζωὴ ἀνεπίδεκτος θανάτου.

Πῶς οὖν ὡμίλησε φωτὶ τὸ σκότος καὶ οὐ διελύθη; Εἶτα ὁ τόπος τοῦ φωτὸς

ἐπεπλήρωτο τοῦ ἀγαθοῦ καὶ τοῦ φωτὸς ἢ οὔ; Μανιχαῖος· Ἐπεπλή-

ρωτο. Ὀρθόδοξος· Πῶς οὖν ἐχωρήθη τὸ σκότος; Οὐ γὰρ μεδιμναῖον

ἀγγεῖον χωρήσει διμέδιμνον, τουτέστιν ἀγγεῖον ἑνὸς μοδίου χωρητικὸν

οὐκ ἂν δύο χωρήσει μοδίους.

26

Εἶτα εἰσελθόντες οἱ τοῦ σκότους καρποὶ εἰς τὰ τοῦ φωτὸς ὅρια τί

πεποιήκασιν ἢ τί πεπόνθασιν; Μανιχαῖος· Εἶδον τὸ φῶς καὶ ἠγάσθησαν

καὶ προσεκίσσησαν αὐτῷ καὶ εἰς ἔρωτα αὐτοῦ ἦλθον. Ὀρθόδοξος·

Ὢ σκοτεινοὶ καὶ ἀνόητοι. Τυφλὸν τὸ σκότος ἢ φωτεινόν; Μανιχαῖος·

Τυφλόν. Ὀρθόδοξος· Καὶ πῶς ὁρᾶν δύναται τὸ τυφλὸν ἢ πῶς τὸ

παντελῶς κακὸν θαυμάσει ἢ ἐρασθήσεται τοῦ ἀγαθοῦ;

27

Ὅμως αὗται αἱ δύο ἀρχαὶ φθαρτικαὶ ἀλλήλων εἰσί; Μανιχαῖος·

Ναί. Ὀρθόδοξος· Οὐκοῦν οὐ μόνη ἡ κακία ἐστὶ φθορά, ἀλλὰ καὶ ὁ ἀγα-

θός. Μανιχαῖος· Ἡ μὲν κακία φθορά, ὁ δὲ ἀγαθὸς ζωή. Ὀρθόδοξος·

Οὐκοῦν ἡ μὲν κακία φθείρει τὸν ἀγαθὸν καὶ οὐχ ὑφίσταται, ὁ δὲ ἀγαθὸς

ζωοῖ τὴν κακίαν, καὶ ὑποστήσεται μὲν ἡ κακία, ἀπωλεῖται δὲ ὁ ἀγαθός.

Ὡς οὖν ἔφης, ἡ ὕλη κακὸν καὶ φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν

ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνίσταται μὲν ἑαυτῷ, οὐ παντελῶς

κακόν, οὐ παντελῶς φθορά· συνιστῶν γὰρ ἑαυτῷ, κατὰ τοῦτο οὐκ ἔσται

κακόν. Εἰ δὲ παντελῶς κακὸν καὶ παντελῶς φθορά, καὶ ἑαυτοῦ ἔσται

ἀναιρετικὸν καὶ ἀνύπαρκτον. —Ἔκθου δὲ ἡμῖν καί, ὃν ἔφης, συγκράσεως

λόγον.

28

Μανιχαῖος· Ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, ἕκαστον ἐν τοῖς οἰκείοις

ὅροις, ὁ μὲν ἀγαθὸς θεός, ζωή, φῶς, κίνησις, γνῶσις, νόησις καὶ πᾶν ἀγαθόν,

ἡ δὲ ὕλη κακία, φθορά, σκότος, θάνατος, ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ καὶ

ἀκινησίᾳ παντελεῖ. Εἶτα μετὰ πολλοὺς αἰῶνας ἐστασίασεν ἡ ὕλη πρὸς

ἑαυτὴν καὶ οἱ ταύτης καρποὶ πρὸς ἀλλήλους, καὶ οὕτω τῶν μὲν διωκόν-

των, τῶν δὲ διωκομένων, καὶ ἦν, ὡς ἔφην, θεὸς καὶ ὕλη, τουτέστι δύο ἀρχαί·

καὶ τοῦ μὲν φωτὸς μέρος ἐστὶν ἡ ψυχή, τοῦ δὲ σκότους καὶ τῆς ὕλης

δημιούργημα τὸ σῶμα. Ἡ δὲ μίξις οὕτως ἐγένετο. Καὶ ἕκαστον αὐτῶν

ἀνὰ μέρος ἦν, καὶ ὁ μὲν ἀγαθὸς ἐν ἑνὶ μέρει ἦν, ὁ δὲ πονηρὸς ἐν τρισίν.

Εἶτα ἐκινήθη ὁ πονηρὸς ἀτάκτῳ ὁρμῇ ἐκ τῶν ὁρίων αὐτοῦ καὶ ἦλθεν εἰς

τὰ ὅρια τοῦ ἀγαθοῦ, καὶ γνοὺς ὁ ἀγαθὸς προέβαλεν ἐξ ἑαυτοῦ δύναμιν

λεγομένην μητέρα ζωῆς, καὶ ἡ μήτηρ τῆς ζωῆς προεβάλετο τὸν πρῶτον

ἄνθρωπον, τοῦτον δὲ τὸν πρῶτον ἄνθρωπον λέγω τὰ πέντε στοιχεῖα,

ἅτινά ἐστιν ἀήρ, ἄνεμος, φῶς, ὕδωρ καὶ πῦρ. Ταῦτα οὖν ἐνδυσάμενος

ἀπῆλθε καὶ ἐπολέμησε τῷ σκότει. Οἱ δὲ τοῦ σκότους ἄρχοντες ἔφαγον

ἐκ τῆς πανοπλίας αὐτοῦ μέρος, ὅ ἐστι ψυχή· κατέσχον δὲ καὶ τὸν πρῶτον

ἄνθρωπον, καὶ ἐβασανίζετο ὑπ' αὐτῶν ὢν ἐν τῷ σκότει καὶ ἐβόησε πρὸς

τὸν ἀγαθόν, καὶ προεβάλετο ἄλλην δύναμιν λεγομένην ζῶν πνεῦμα.

Καὶ κατῆλθε καὶ ἔδωκε δεξιὰν τῷ πρώτῳ ἀνθρώπῳ καὶ ἀνήγαγεν αὐτόν.

Ἀφῆκε δὲ κάτω τὸ μέρος, ὃ ἔφαγον οἱ ἄρχοντες, τουτέστι τὴν ψυχήν·

ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς

κακίας τὰ σώματα.

29

Ὀρθόδοξος· Εἰ κατὰ τὸν θεῖον ἀπόστολον οὐκ ἔστι κοινωνία φωτὶ

πρὸς σκότος, πῶς ἐγένετο σύγκρασις ψυχῆς καὶ σώματος; Καὶ αὐτὴ δὲ

ἡ πεῖρα, ἥτις ἐστὶ τῶν ματαίων λόγων ἰσχυροτέρα, διδάσκει. Εἰσῆλθε

τὸ σκότος εἰς τὰ ὅρια τοῦ φωτός, καὶ οὐκ ἐλύθη; Καὶ πάλιν· Πῶς ἐχω-

ρήθη τὸ σκότος ἐν τοῖς τοῦ φωτὸς ὁρίοις; Καὶ πάλιν· Εἰ μὲν σοφὸς ἦν ὁ

ἀγαθός, πῶς οὐ προέγνω τὴν ἐπιδρομὴν τοῦ πονηροῦ καὶ προωχύρωσεν

ἑαυτὸν καὶ τὸν τόπον αὐτοῦ; Εἰ γὰρ μὴ ἦν σοφὸς μηδὲ προγνώστης,

μωρός· τὸν δὲ μωρὸν πῶς λέγεις ἀγαθόν;

Καὶ πάλιν· Εἰ ὅλον τὸ σκότος εἰσῆλθεν εἰς τὰ ὅρια τοῦ φωτός, κενὸς

ἔμεινεν ὁ τόπος αὐτοῦ· εἰ δὲ μέρος αὐτοῦ, πῶς μέρος αὐτοῦ ἐνίκησε τὸν

ὑπὸ τοῦ ἀγαθοῦ ἀποσταλέντα πολεμῆσαι αὐτῷ; Ἄσοφος γὰρ ὁ ἀπο-

στέλλων ἀσθενέστερον πρὸς ἰσχυρότερον. Ἢ ἀσθενὴς ὁ ἀγαθός, ὁ δὲ

πονηρὸς ἰσχυρότερος.

Καὶ πάλιν· Εἰ μὲν ἑκουσίως προέδωκεν ὁ ἀγαθὸς μέρος ἑαυτοῦ, τουτέστι

τὴν ψυχήν, οὐκ ἀγαθὸς ὁ ἀγαθὸν κακῷ ἐκδιδούς. Πῶς δὲ αὐτὸς ἔκδοτον

δέδωκε τὴν ψυχὴν τῷ πονηρῷ; Κρίνειν τοὺς δουλεύοντας τῷ πονηρῷ;

Ἐροῦσι γὰρ αὐτῷ· Σὺ παρέδωκας ἡμᾶς, ἀνῄρηται ἡ κρίσις. Εἰ δὲ αὐτοῦ

μὴ θέλοντος ἀφήρπασαν μέρος αὐτοῦ οἱ ἄρχοντες τῆς κακίας, ἀσθενέ-

στερός ἐστι καὶ ἀμαθέστερος, πρῶτον μὲν ἀπολέσας μέρος αὐτοῦ, δεύτερον

μὴ δυνηθεὶς ἀφαρπάσαι τὸ ἐξ αὐτοῦ ἁρπαγέν· εἰ γὰρ ἐξ ἀρχῆς οὐκ ἠδυνή-

θη, οὐδὲ μετὰ ταῦτα δυνηθήσεται.

Πῶς δὲ παραλαβὼν τοὺς ἄρχοντας τῆς κακίας ἐσταύρωσε καὶ ἐκ τῶν

σαρκῶν αὐτῶν ἐποίησε τοὺς οὐρανούς, ἐκ δὲ τῶν ὀστῶν αὐτῶν τὰ ὄρη,

τὸ δὲ μέρος αὐτοῦ ἁρπαγὲν οὐ παρέλαβε; Καὶ οὕτως δὲ ἀναιρεῖται ἡ

κρίσις. Ἀναίτιοι γὰρ οἱ ἁμαρτάνοντες· εἰ γὰρ αὐτὸς οὐκ ἠδυνήθη τὸ

μέρος αὐτοῦ ἀπολαβεῖν, πῶς ἡ ψυχὴ ἡ κατακυριευθεῖσα δυνήσεται μὴ

ἁμαρτάνειν καὶ ἀναίτιος ἔσται; Καὶ εἰ τελευταῖον δεσμήσει ὁ ἀγαθὸς τὴν

κακίαν, ἀπολήψεται τελείως τὴν ψυχήν, καὶ οὐ κολασθήσεται ἄνθρωπος.

Καὶ πάλιν· Εἰ ἐκ τοῦ σώματος τῇ ψυχῇ ἡ κακία, ἀναίτιος ἡ ψυχή.

Καὶ πάλιν· Τὸ σῶμα νεκρὸν κείμενον οὐχ ἁμαρτάνει. Οὐκοῦν οὐκ ἐκ

τοῦ σώματος ἡ κακία, ἀλλ' ἐκ τῆς ψυχῆς.

30

Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι, ἡ παρ' ὑμῖν ἄναρχος κακία, ἣν ὕλην

ὀνομάζετε, ἀσώματός ἐστιν ἢ σῶμα ἢ σύνθετον;

Καὶ εἰ μὲν ἀσώματος, πῶς ὕλη; Ἡ γὰρ ὕλη οὐκ ἀσώματος. Ἀλλ'

ἴσως ἐρεῖτε, ὅτι ἀσώματος μέν ἐστιν, ἐποίησε δὲ τὸ σῶμα. Εἴπατε οὖν

ἡμῖν· Ἐκ τῆς οὐσίας αὐτοῦ ἢ ἐκ τοῦ μὴ ὄντος;

Καὶ εἰ μὲν «ἐκ τῆς ἑαυτοῦ οὐσίας» εἴπητε, ψεύδεσθε. Ἐκ γὰρ ἀσωμάτου

οὐσίας σῶμα οὐ προέρχεται—τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται οὔτε

ἐξ ἀσωμάτου εἰς σῶμα οὐσία τραπήσεται—οὐδὲ ἐκ σώματος εἰς ἀσώμα-

τον οὐδὲ ἐκ λογικοῦ εἰς ἄλογον οὐδὲ ἐξ ἀλόγου εἰς λογικόν. Ἡ γὰρ οὐσιώ-

δης ποιότης ἀκίνητος, τὰ δὲ μεταβάλλοντα καὶ τρεπόμενα κατὰ συμβεβη-

κὸς τρέπεται, ἅτινα γίνονται καὶ ἀπογίνονται δίχα τῆς τοῦ ὑποκειμέ-

νου φθορᾶς.

Εἰ δὲ εἴπητε «ἐκ τοῦ μὴ ὄντος», εἴπατε ἡμῖν, διὰ τί ἀσώματος ὢν καὶ

πονηρὸς μὴ ἐποίησε καὶ τὴν σύμμιξιν ἀπὸ πονηρῶν, διὰ τί μὴ ἐποίησε

καὶ ψυχὰς φύσει πονηρὰς ὡς καὶ τὸ σῶμα, ὡς λέγετε, φύσει κακόν, διὰ τί

συνεκέρασε τῇ ἑαυτοῦ κακίᾳ μέρος τοῦ ἀγαθοῦ; Ὁ γὰρ ἀγαθὸς τοῦτο

οὐκ ἐποίησεν· ὥστε οὐ τελέως ἐστὶ πονηρός, ἀλλ' ἔχει μέρος ἀγαθόν.

Καὶ ταῦτα μέν, εἰ ἀσώματον λέγετε.

Εἰ δὲ σῶμα, πῶς ἐκινήθη; Πᾶν γὰρ σῶμα καθ' ἑαυτὸ ἀπροαίρετον καὶ

νεκρόν. Πῶς οὖν ἐκινήθη; Τίς αὐτῷ δέδωκε τὴν κίνησιν; Ὁ ἀγαθός;

Οὐκοῦν οὐκ ἀγαθὸς ἢ οὐ σοφὸς οὐδὲ προνοητικὸς κινήσας τὴν κακίαν.

Εἰ δὲ σύνθετον εἴπητε, γνῶτε, ὅτι πᾶν τὸ σύνθετον εὐδιάλυτον, καὶ

ἀνάγκη, πρῶτον εἶναι τὰ ἁπλᾶ, ἐξ ὧν ἡ σύνθεσις γέγονεν, ὡς ἀνάγκη,

πρῶτον εἶναι τὴν πίσσαν καθ' ἑαυτὴν καὶ τὸν κηρὸν καθ' ἑαυτὸν καὶ

τότε γενέσθαι τὴν τοῦ κηροπίσσου σύνθεσιν. —Ἔσονται οὖν αἱ ἀρχαὶ

τῆς κακίας δύο καὶ οὐ μία.

31

Εἴπατε οὖν, ὦ Μανιχαῖοι· Αἱ παρ' ὑμῖν δύο ἀρχαὶ παντελῶς εἰσιν

ἀκοινώνητοι ἢ ἔν τισι κοινωνοῦσι καὶ ἔν τισι διαφέρουσι καί, εἰ μὲν παντε-

λῶς εἰσιν ἀκοινώνητοι, ἡ μία ἔσται καὶ ἡ μία οὐκ ἔσται. Εἰ δὲ κοινωνοῦσι

κατὰ τὸ εἶναι ὡς οὐσία καὶ συμβεβηκός, τὸ ἓν ἐν τῷ ἑτέρῳ ἔχει τὴν ὕπαρ-

ξιν· τὸ γὰρ συμβεβηκὸς καθ' αὑτὸ οὐχ ὑφίσταται, ὡς τὸ χρῶμα οὐ

δύναται συστῆναι ἄνευ σώματος. Ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ δὲ

χρῶμα συμβεβηκός· τὸ δὲ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς

τῆς φθορᾶς τοῦ ὑποκειμένου, τοῦ χρώματος ἀλλασσομένου τὸ σῶμα τὸ

αὐτὸ μένει. Οἵαν οὖν θέλετε, εἴπατε οὐσίαν καί, οἷον θέλετε, συμβεβηκός·

εἰ δὲ ἀμφότεραι οὐσίαι, γνῶτε, ὅτι οὐσία οὐ διαφέρει μὲν οὐσίας, οὐκ ἔστιν

δὲ ἐναντία οὐσία οὐσίας εἰ μὴ κατὰ συμβεβηκός. Εἰ ἔστιν ὁ ἀγαθός, καὶ

ἔστιν ὁ πονηρός, καὶ οὐσία ἐστὶν ἀίδιος καὶ ἄτρεπτος, ἐνεργητική, δημιουρ-

γητικὴ ἑκάτερον αὐτῶν· ἕν εἰσι τῇ οὐσίᾳ ἀμφότεροι, ποιότητι δὲ διαφέ-

ρουσι.

Καὶ πάλιν· Ὁρῶμεν τὰ στοιχεῖα καὶ τοὺς καιρούς, οὐρανόν τε καὶ

γῆν καὶ θάλασσαν ἀεὶ ὡσαύτως ἔχοντα, καὶ νύκτα καὶ ἡμέραν ἡλίου τε

καὶ σελήνης καὶ ἄστρων κινήσεις καὶ ὄμβρους καὶ τὰ τῆς γῆς ἐκφόρια

κατὰ λόγον καὶ καθ' εἱρμὸν τεταγμένα καὶ ῥυθμιζόμενα. Εἰ οὖν δύο ἀρχαὶ

ἀλλήλαις ἐναντίαι, πῶς εὐθέτως τὰ πάντα διεξάγεται, εἰ μὴ συνεβιβάσθη-

σαν φιλικῷ τρόπῳ;

Εἰ ἑαυτὴν ἀνήλωκεν ἡ ὕλη, πῶς ἐκινεῖτο; Εἰ δὲ πρὸς τὴν ἑαυτῆς ἀνά-

λωσιν ἐκινεῖτο, πῶς ἦλθεν ἐπὶ τὰ τοῦ φωτὸς ὅρια;

Εἰ κατωφερὴς ἡ ὕλη καὶ φυσικὸς τόπος αὐτῆς τὰ κατώτερα καὶ σκο-

τεινότερα, πῶς ἐλθοῦσα ἐπὶ τὰ τοῦ φωτὸς ὅρια ἐξῆλθεν ἐκ τῆς…

φ…

The complete text is available when the reading interface loads.