The Greek Library Author

Anonymous

Disputatio Christiani et Saraceni

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Disputatio Christiani et Saraceni [Dub.], ed. Kotter, vol. 4, PTS 22 (1981) 427–438.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg014.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

σον τοὺς Ἰουδαίους, διότι τὸ θέλημα τοῦ θεοῦ σου ἐποίησαν. Ὁ

Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν· εἰ ἔστι σοι λόγος, ἀποκρίθητί

μοι. Ὁ Χριστιανός· Ὅ τι σὺ λέγεις θέλημα εἶναι, ἐγὼ λέγω ἀνοχὴν καὶ

μακροθυμίαν. Ὁ Σαρακηνός· Πόθεν δύνῃ τοῦτο παραστῆσαι; Ὁ

Χριστιανός· Διὰ πράγματος· διὸ καθημένου ἐμοῦ καὶ σοῦ ἢ ἱσταμένου

δύναταί τις ἐξ ἡμῶν ἄνευ τῆς ἐξουσίας καὶ δεσποτείας τοῦ θεοῦ ἀναστῆναι

ἢ κινηθῆναι; Καὶ ὁ Σαρακηνός· Οὔ. Ὁ Χριστιανός· Τοῦ θεοῦ εἰπόν-

τος· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς», θέλει, ἵνα κλέψωμεν καὶ

πορνεύσωμεν καὶ φονεύσωμεν; Ὁ Σαρακηνός· Οὐχί· εἰ γὰρ ἤθελεν, οὐκ

ἂν εἶπεν· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς.» Ὁ Χριστιανός·

Δόξα τῷ θεῷ, ὅτι σὺ ὡμολόγησας λέγων, ἃ θέλω εἰπεῖν. Ἰδοὺ συνέθου

μοι, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄνευ τοῦ θεοῦ δύναται ἀναστῆναι ἢ κινηθῆναι

καὶ ὅτι οὐ θέλει ὁ θεός, ἵνα κλέπτωμεν ἢ πορνεύωμεν. Ἐὰν ἄρτι ἀναστὰς

ἀπέλθω καὶ κλέψω ἢ πορνεύσω, τί αὐτὸ λέγεις θέλημα θεοῦ ἢ συγχώρησιν

καὶ ἀνοχὴν καὶ μακροθυμίαν;

4

Ὁ Σαρακηνὸς νοήσας καὶ θαυμάσας ἔφη· Ἀληθῶς, οὕτως ἔχει.

Ὁ Χριστιανός· Νόησον καὶ τοῦτο, ὅτι δυναμένου τοῦ θεοῦ πατάξαι

ἀνεχώρησεν πρὸς τὸ παρόν, τουτέστιν ἐμακροθύμησεν ἐπὶ τὴν ἁμαρτίαν.

Ἀλλ' ὅταν θέλῃ, ἂν οὐ μετανοήσω, ἀποδίδωσί μοι, καθάπερ καὶ τοῖς

Ἰουδαίοις ἐποίησεν. Μετὰ γὰρ ἔτη ὀλίγα ἀνέστησεν κατ' αὐτῶν τὸν

Τίτον καὶ Οὐεσπασιανὸν καὶ τοὺς Ἕλληνας καὶ καθεῖλεν τὰ φρυάγματα

αὐτῶν.

5

Ἐὰν ἐρωτηθῇς ὑπὸ Σαρακηνοῦ λέγοντος· Τί λέγεις εἶναι τὸν Χρι-

στόν; εἰπὲ αὐτῷ· Λόγον θεοῦ, μηδὲν ἐν τούτῳ νομίζων ἁμαρτάνειν, ἐπεὶ

καὶ λόγος λέγεται παρὰ τῇ γραφῇ καὶ σοφία καὶ βραχίων καὶ δύναμις θεοῦ

καὶ ἄλλα πολλὰ τοιαῦτα· πολυώνυμος γάρ ἐστιν. Καὶ ἀντερώτησον αὐτὸν

καὶ σὺ λέγων· Τί λέγεται παρὰ τῇ γραφῇ σου ὁ Χριστός; Καὶ ἴσως θελήσει

ἐρωτῆσαί σε ἐκεῖνος ἄλλο τι θέλων ἐκφυγεῖν σε· μὴ ἀποκριθῇς αὐτῷ,

ἕως ἂν λύσῃ τὸ ἐρώτημά σου. Ἀνάγκῃ πάσᾳ ἀποκριθήσεταί σοι λέγων·

Παρὰ τῇ γραφῇ μου πνεῦμα καὶ λόγος θεοῦ λέγεται ὁ Χριστός. Καὶ τότε

εἰπὲ αὐτῷ σὺ πάλιν· Τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος παρὰ τῇ γραφῇ

σου ἄκτιστα λέγονται ἢ κτιστά; Καὶ ἐὰν εἴπῃ, ὅτι ἄκτιστα, εἰπὲ αὐτῷ·

Ἰδοὺ ὁμοφωνεῖς μοι· καὶ γὰρ τὸ μὴ κτισθὲν ὑπό τινος, ἀλλὰ κτίζον θεός

ἐστιν. Εἰ δὲ ὅλως τολμήσει εἰπεῖν, ὅτι κτιστά εἰσιν, εἰπὲ αὐτῷ· Καὶ

τίς ἔκτισε τὸ πνεῦμα καὶ τὸν λόγον τοῦ θεοῦ; Καὶ ἐὰν ἐξ ἀπορίας εἴπῃ,

ὅτι ὁ θεὸς αὐτὰ ἔκτισεν, εἰπὲ αὐτῷ· Πρὸ μικροῦ ἔλεγες, ἄκτιστα εἶναι,

καὶ ἀρτίως λέγεις, ὅτι ὁ θεὸς αὐτὰ ἔκτισε. Ἰδού, εἰ ἔλεγον ἐγὼ πρός σε

τοιοῦτον, ἔλεγες ἂν πρός με, ὅτι· Ἠφάνισας τὴν μαρτυρίαν σου, καὶ

τοῦ λοιποῦ οὐ πιστεύω σοι, ὅσα ἂν εἴπῃς. Ὅμως οὖν καὶ τοῦτο ἐρωτῶ

σε· Πρὸ τοῦ κτίσαι ὁ θεὸς τὸ πνεῦμα καὶ τὸν λόγον οὐκ εἶχεν πνεῦμα

οὐδὲ λόγον; Καὶ φεύξεται ἀπὸ σοῦ μὴ ἔχων τι ἀποκριθῆναί σοι—

αἱρετικοὶ γάρ εἰσιν οἱ τοιοῦτοι κατὰ Σαρακηνοὺς καὶ πάνυ βδελυκτοὶ

καὶ ἀπόβλητοι—καί, ἐὰν αὐτὸν θελήσῃς δημοσιεῦσαι τοῖς λοιποῖς

Σαρακηνοῖς, φοβηθήσεταί σε πολύ.

6

Καὶ ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Τὰ λόγια τοῦ θεοῦ κτιστά

εἰσιν ἢ ἄκτιστα; Τοῦτο γὰρ προβάλλονται πρὸς ἡμᾶς ἐρώτημα δεινότατον

θέλοντες ἀποδεῖξαι κτιστὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, ὅπερ οὐκ ἔστιν.

Ἐὰν γὰρ εἴπῃς· Κτιστά εἰσιν, λέγει σοι, ὅτι ἰδοὺ λέγεις κτιστὸν τὸν

λόγον τοῦ θεοῦ. Εἰ δὲ εἴπῃς· Ἄκτιστον, λέγει, ὅτι ἰδοὺ πάντα τὰ

λόγια τοῦ θεοῦ ὑπάρχοντα ἄκτιστα μέν εἰσι, θεοὶ δὲ οὔκ εἰσιν. Ἰδοὺ

σὺ ὡμολόγησας, ὅτι ὁ Χριστὸς λόγος ὢν τοῦ θεοῦ οὐκ ἔστι θεός. Διὸ

μηδὲ κτιστὰ μηδὲ ἄκτιστα ἀποκριθῇς αὐτῷ, ἀλλ' οὕτως ἀποκρίθητι αὐτῷ·

Ἐγὼ ἕνα μόνον λόγον τοῦ θεοῦ ἐνυπόστατον ὁμολογῶ ἄκτιστον ὄντα,

καθάπερ καὶ σὺ ὡμολόγησας, τὴν δὲ πᾶσαν γραφήν μου οὐ λέγω λόγια,

ἀλλὰ ῥήματα θεοῦ. Καὶ ἐὰν εἴπῃ ὁ Σαρακηνός· Καὶ πῶς λέγει ὁ Δαυίδ·

«Τὰ λόγια κυρίου λόγια ἁγνά,» καὶ οὐχί· Τὰ ῥήματα κυρίου ῥήματα

ἁγνά; εἰπὲ αὐτῷ, ὅτι ὁ προφήτης τροπολογικῶς ἐλάλησεν καὶ οὐ κυ-

ριολογικῶς.

Καὶ ἐάν σοι εἴπῃ· Τί ἐστιν τροπολογία καὶ κυριολογία; εἰπὲ αὐτῷ·

Κυριολογία μέν ἐστιν βεβαία ἀπόδειξις πράγματος, τροπολογία δέ

ἐστιν ἀβέβαιος ἀπόδειξις. Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἐνδέχεται

προφήτην εἰπεῖν ἀβέβαιον ἀπόδειξιν; εἰπὲ αὐτῷ· Ἔθος ἐστὶ τοῖς προφή-

ταις τὰ ἄψυχα προσωποποιεῖν, καὶ ὀφθαλμοὺς καὶ στόματα τιθέασιν

αὐτοῖς, ὡς τὸ «ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν». Ἰδοὺ καὶ θάλασσα ὀφθαλμοὺς

οὐκ ἔχει· οὐ γάρ ἐστιν ἔμψυχος. Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἔμψυχον

αὐτὴν διαλέγεται· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες;» καὶ τὰ ἑξῆς. «Καὶ

ἡ μάχαιρά μου φάγεται κρέα», λέγει ἡ γραφή· τὸ γὰρ φαγεῖν ἐπὶ στόμα-

τος λέγεται τρώγοντος καὶ καταπίνοντος, ἡ δὲ μάχαιρα τέμνει μέν, οὐ

καταπίνει δέ. Οὕτως καὶ τὰ ῥήματα τροπολογήσας ἐλάλησε λόγια,

ἅπερ κυρίως οὔκ εἰσιν λόγια, ἀλλὰ ῥήματα.

7

Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Πῶς κατῆλθεν ὁ θεὸς εἰς κοιλίαν

γυναικός; εἰπὲ αὐτῷ· Χρησώμεθα τῇ γραφῇ σου καὶ τῇ γραφῇ μου·

ἡ γραφή σου λέγει, ὅτι προεκάθηρεν ὁ θεὸς τὴν παρθένον Μαρίαν ὑπὲρ

πᾶσαν σάρκα γυναικός, καὶ κατέβη τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος

εἰς αὐτήν, καὶ τὸ εὐαγγέλιόν μου λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ

σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» Ἰδοὺ μία φωνὴ ἀμφοτέρων

τῶν λέξεων καὶ ἓν νόημα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι πρὸς τὴν ἡμετέραν

ἰδιότητα λέγει ἡ γραφὴ κατάβασιν θεοῦ καὶ ἀνάβασιν τροπολογικῶς καὶ

οὐ κυριολογικῶς· κυρίως γὰρ κατάβασις καὶ ἀνάβασις ἐπὶ σωμάτων

λέγεται κατὰ φιλοσόφους, ὁ δὲ θεὸς τὰ πάντα περιέχει καὶ οὐ περιέχεται

ὑπό τινος τόπου. Ἔφη γάρ τις τῶν προφητῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ

αὐτοῦ τὸ ὕδωρ τῆς θαλάσσης καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν

τὴν γῆν δρακί;» Καὶ ὅλως, πάντα τὰ ὕδατα ὑπὸ χειρῶν εἰσιν τοῦ θεοῦ

καὶ πᾶς ὁ οὐρανὸς σπιθαμὴ καὶ πᾶσα ἡ γῆ δράξ. Πῶς ἐνδέχεται αὐτὸς

ἐν ἰδίᾳ χειρὶ τῇ κατεχούσῃ τὰ πάντα καταβῆναι καὶ ἀναβῆναι;

8

Ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Καὶ εἰ θεὸς ἦν ὁ Χριστός,

πῶς ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν καὶ τὰ ἑξῆς; εἰπὲ αὐτῷ, ὅτι ὁ προαιώ-

νιος λόγος τοῦ θεοῦ ὁ κτίσας τὰ σύμπαντα, καθὼς μαρτυρεῖ ἡ γραφή

μου καὶ ἡ γραφή σου, αὐτὸς ἔκτισεν ἐκ τῆς σαρκὸς τῆς ἁγίας παρθένου

Μαρίας ἄνθρωπον τέλειον ἔμψυχον καὶ ἔννουν· ἐκεῖνος ἔφαγεν καὶ ἔπιεν

καὶ ὕπνωσεν, ὁ δὲ λόγος τοῦ θεοῦ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν οὐδὲ ὕπνωσεν

οὐδὲ ἐσταυρώθη οὐδὲ ἀπέθανεν, ἀλλ' ἡ ἁγία σάρξ, ἣν ἔλαβεν ἐκ τῆς

ἁγίας παρθένου, ἐκείνη ἐσταυρώθη. Γίνωσκε δέ, ὅτι ὁ Χριστὸς διπλοῦς

μὲν λέγεται ταῖς φύσεσιν, εἷς δὲ τῇ ὑποστάσει. Εἷς γάρ ἐστιν ὁ προαιώνιος

λόγος τοῦ θεοῦ καὶ μετὰ τὴν πρόσληψιν τῆς σαρκὸς ὑποστατικῶς ἤτοι

προσωπικῶς καὶ οὐ φυσικῶς· οὐ γὰρ προσετέθη τῇ τριάδι τέταρτον

πρόσωπον μετὰ τὴν ἀπόρρητον ἕνωσιν τῆς σαρκός.

9

Ἐάν σε ἐρωτήσῃ ὁ Σαρακηνός, ὅτι, ἣν λέγετε θεοτόκον, ἀπέθανεν

ἢ ζῇ; εἰπὲ αὐτῷ· Οὐκ ἀπέθανεν, θαρρῶν τῇ γραφικῇ ἀποδείξει. Λέγει

γὰρ ἡ γραφὴ περὶ τούτου· «Ἦλθεν καὶ ἐπ' αὐτὴν ὁ φυσικὸς τῶν ἀνθρώ-

πων θάνατος, οὐ μὴν καθείρξας ἢ χειρωσάμενος ὡς ἐν ἡμῖν—ἄπαγε—,

ἀλλ' ὡς φέρε εἰπεῖν· Ὁ πρῶτος ἄνθρωπος ὕπνωσεν καὶ τὴν πλευρὰν

ἀφῃρέθη.»

10

Ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἰδοὺ πέπληγμαι ἔν τινι τόπῳ τῆς

σαρκός μου, καὶ πληγεῖσα ἡ σὰρξ μώλωπα ἀπετέλεσεν, καὶ ἐν τῷ μώλωπι

ἐγένετο σκώληξ. Τίς οὖν αὐτὸν ἔπλασεν; εἰπὲ αὐτῷ, ὡς προείπομεν, ὅτι

μετὰ τὴν πρώτην ἑβδομάδα τῆς κοσμοποιίας οὐχ εὑρίσκομεν οἱονδηπο-

τοῦν πρᾶγμα πλάσαντα τὸν θεὸν ἢ πλάττοντα, ἀλλὰ τῷ προστάγματι

τοῦ θεοῦ, ὃ προσέταξεν ἐν τῇ πρώτῃ ἑβδομάδι, γίνονται τὰ γινόμενα.

Μετὰ γὰρ τὴν παράβασιν κατεκρίθη ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἀνα-

τέλλειν. Καὶ μέχρι τὸ δεῦρο καὶ μὴ σπερομένη ἀκάνθας καὶ τριβόλους

ἀνατέλλει. Τότε δὲ καὶ ἡ σὰρξ ἡμῶν κριθεῖσα μέχρι τῆς σήμερον φθεῖρας

καὶ σκώληκας ἀνατελεῖ.

11

Ὁ Σαρακηνὸς ἐρώτα τὸν Χριστιανὸν λοιπόν· Τίς ἐστι παρὰ σοὶ

μείζων, ὁ ἁγιάζων ἢ ὁ ἁγιαζόμενος; Γνοὺς δὲ ὁ Χριστιανὸς τὴν ἔνοπλον

αὐτοῦ ἐρώτησιν εἶπεν· Ὃ θέλεις εἰπεῖν, γινώσκω. Ὁ Σαρακηνός·

Καὶ εἰ οἶδας, ἀνάγγειλόν μοι. Ὁ Χριστιανὸς ἔφη, ὅτι· Ἐάν σοι εἴπω·

Ὁ ἁγιάζων μείζων τοῦ ἁγιαζομένου, ἐρεῖς μοι· Ἄπελθε, προσκύνησον τὸν

βαπτιστὴν Ἰωάννην ὡς βαπτίσαντα καὶ ἁγιάσαντα τὸν Χριστόν σου.

Ὁ δὲ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν. Αἰνιγματωδῶς ἔφη

ὁ Χριστιανὸς πρὸς τὸν Σαρακηνόν· Ἀπερχομένου σου μετὰ τοῦ δούλου

σου ἐν τῷ βαλανείῳ καὶ λουόμενος ὑπ' αὐτοῦ καὶ καθαιρόμενος, τίνα

ἔχεις εἰπεῖν μείζονα, ἐκεῖνον τὸν οἰκτρὸν δοῦλον καὶ ἀργυρώνητον ἢ

σὲ τὸν καθαρθέντα ὑπ' αὐτοῦ ὥς τε καὶ δεσπότην αὐτοῦ ὄντα; Ἐμαυ-

τὸν λέγεις μείζονα τὸν κτισάμενον ἢ ἐκεῖνον τὸν ὑπὲρ ἐμοῦ κτισθέντα,

εἶπεν ὁ Σαρακηνὸς πρὸς τὸν Χριστιανόν. Ὁ δὲ Χριστιανὸς ἀπεκρίθη·

Εὐχαριστῶ τῷ θεῷ. Οὕτως μοι νόει καὶ τὸν Ἰωάννην ὡς δοῦλον καὶ

οἰκέτην ὑπουργήσαντα τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ βαπτισθεὶς ὁ

σωτήρ μου τῶν ἐκεῖσε ἐμφωλευόντων πονηρῶν δαιμόνων τὰς κεφαλὰς

συνέτριψεν.

Ὁ δὲ Σαρακηνὸς σφόδρα θαυμάσας καὶ ἀπορήσας καί τι ἀποκριθῆναι

μὴ ἔχων τῷ Χριστιανῷ ἀνεχώρησεν μηκέτι προσβάλλων αὐτῷ.

{ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΛΛΗΛΩΝ.} Κτῆμα τίμιον ἡ ἀρετὴ, Θεῷ συνάπτουσα, καὶβασιλείας οὐρανῶν προξενοῦσα. Πορισμὸς δὲ ταύτηςἡ τῶν θείων ἐντολῶν τήρησις γίνεται. Φησὶ γὰρ ὁΚύριος ἐν ἐπαγγελίαις πρὸς τὸν ἐν Αἰγύπτῳ λαόν·Ἐὰν ἀκούσητέ μου, καὶ φυλάξητε τὰς ἐντολάςμου, ἔσεσθέ μοι λαὸς περιούσιος, βασίλειον ἱε-ράτευμα, ἔθνος ἅγιον. Καὶ υἱοὺς Θεοῦ γενέσθαιτοὺς πειθαρχοῦντας τοῖς προστάγμασιν ἀπεφήνατο.Ἡλίκον δὲ τοῦτο ἀγαθὸν λόγος ἑρμηνεῦσαι οὐ δύνα-ται. Ὑπὲρ γὰρ τὴν ἡμετέραν φύσιν ἡ χάρις· ὑπὲρἐλπίδα τὸ τῆς υἱοθεσίας ἀξίωμα. Προσήκει τοίνυνἡμᾶς ὑπὲρ τῶν τοιούτων ἀγαθῶν τὰ ἐντεταλμέναπροθύμως ἐκτελεῖν. Ῥᾳδίαν δὲ τὴν τοῦ συμφέροντοςαἵρεσιν ἕξομεν, παραλλήλους θέντες τὰς ἀρετὰς,καὶ τὰς ἀντιζύγους καὶ ἀντιθέους αὐτῶν κακίας,καὶ ὅσα περὶ αὐτῶν λέλεκται τῇ θείᾳ Γραφῇ καὶ τοῖςἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν. Εἰσόμεθα γὰρἐντεῦθεν καὶ τὰς λαμπρὰς τῶν δικαίων διανομὰς,καὶ τὰς ἠπειλημένας κατὰ τῶν ἀθετούντων κο-λάσεις. Ἰστέον δὲ, ὅτι καὶ ἀπὸ τῶν Φίλωνος καὶ Ἰωσήπ-που συνταγμάτων ἠθροίσθησαν γνῶμαι εἰς κλέοςτῆς παρ' ἡμῶν ἀληθείας. Ἑβραῖοι δὲ ἄμφω καὶ λό-γιοι ἄνδρες· διὸ προσήκειν δεῖ μετὰ πάσης ἀκριβείαςτοῖς διηγήμασι, καὶ ἀποφθέγμασι τούτων, ὡς οὐ μό-νον τοῦ σκοποῦ τῶν παρ' ἡμῖν πιστοτάτων καὶ μα-καρίων ἀνδρῶν οὐδ' ὅλως διαμαρτάνουσιν· ἀλλά γεκαὶ πολλὴν τὴν ἰσότητα, καὶ ὁμοιολεξίαν ἔν τε λό-γοις καὶ ἤθεσι ἐπιδείκνυνται, βεβαιοῦντα μᾶλλον,οὐκ ἐλαττοῦντα τούτων παρὰ τοῦ Πατρὸς ῥηθησόμεναλόγια.{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥΕΙΣ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.} Τῆς θεοπνεύστου Γραφῆς ἡ ἄσκησις, πλούτου δό-ξης καὶ ἀρχῆς, καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεταιγένος, ὑπερέχει, σωτηρίας ἡμῖν ἐφόδια χαριζομένη.Τὸ δὲ ῥᾷον φέρειν τοὺς ἐξ αὐτῆς πόνους, τὸ παρὸνἡμῖν πραγματεύεται σύνταγμα. Τῶν γὰρ λίαν θαυ-μαζομένων, τὰ ἔτι καθ' ὑπερβολὴν ἀμείνω ἔστιν εὑ-ρεῖν ἐν αὐτῷ, καὶ κόρος οὐδεὶς ἀκοῆς τοῖς ἐπισκή-πτουσι γίνεται. Ἡ γὰρ τοῦ κάλλους τῶν ἐγκειμένωνἐκλογὴ πρὸς ἑαυτὴν ἕλκει τοὺς ἐντυγχάνοντας, οὐκἐῶσα καμεῖν τὸ μέλλον ἀκοῦσαι ποθοῦντας, καὶ ὡςἐν στιχηραῖς ᾄδεται ῥήσεσιν· «Οἱ ἐσθίοντές με,ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με, ἔτι διψήσουσιν.»Ἐπέραστος γὰρ ὡς ἀληθῶς ἡ γλυκύτης τῶν πνευ-ματικῶν μαθημάτων ἁγιάζουσα, καὶ αὐξάνουσα, καὶτρέφουσα τὰς ψυχάς· περιείληφεν δὲ ὅσα ἠθικῶς,ἢ γνωμικῶς, ἢ παραινετικῶς [ἡ μνήμη ἀγκναία]πρὸς πᾶσαν αἰτίαν τε, καὶ ὑπόθεσιν τῇ τε Παλαιᾷ,καὶ Νέᾳ τῶν ἱερῶν λογίων Γραφῇ λέλεκται, τοῖς δὲἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν· ὧν τὸ μέγακλέος, κατὰ πᾶσαν τὴν οἰκουμένην διαβεβόηταικαὶ ὕμνηται· καὶ τὰ περὶ τούτων σποράδην κείμεναἀποφθέγματα ἠνθολόγηνται, καὶ ἰδίοις τίτλοις παρα-τέθεινται. Πᾶσα δὲ ἡ πραγματεία ἐν τρισὶ βίβλοιςἀναγέγραπται· καὶ τούτων ἡ μὲν πρώτη σύγκειταιἀφ' ὧν μάλιστα προσήκοι Χριστιανοῖς τὴν ἀρχὴνἀεὶ ποιεῖσθαι, ἀπὸ Θεοῦ, τὴν τριαδικὴν μονάδα φωτί-ζουσαν ἐκ προοιμίων ἡμᾶς. Ἡ δὲ δευτέρα, περὶ συ-στάσεως καὶ καταστάσεως τῶν ἀνθρωπίνων πραγμά-των φησίν· ἡ δὲ τρίτη, ἰδίως τὰ περὶ ἀρετῆς καὶκακίας περιείληφεν. Διὰ τὸ εὔληπτον δὲ, καὶ ῥᾳ-δίως εὑρίσκειν τὰ ζητούμενα, ὁ πίναξ τῶν κεφα-λαίων, ἤγουν οἱ τίτλοι, κατὰ στοιχεῖον σύγκειται·καὶ ἕκαστον ζητούμενον κεφάλαιον εὑρεθήσεται κεί-μενον ἐν τῷ γράμματι ἀφ' οὗ καὶ ἄρχεται· οἷον, τὸἀπὸ τοῦ ἄλφα. εἰς τὸ ἄλφα στοιχεῖον· καὶ τὸ ἀπὸτοῦ βῆτα, εἰς τὸ βῆτα· ὁμοίως καὶ τὰ ἑξῆς ἅπανταστοιχεῖα. Ἐν τέλει δὲ ἑκάστου γράμματός εἰσιτίτλοι παραπεμπόμενοι, περὶ ὧν μικρὸν ὕστερον ἐντοῖς τόποις γενόμενος βραχέα ἐρῶ, σαφῶς τὸ ἐξ αὐ-τῶν χρήσιμον παριστῶν. Ὃν δὲ τρόπον οἶνος ὕδατισυγκραθεὶς, ἡδύς ἐστι καὶ ἐπιτερπῆ τὴν χάριν ἀπο-τελεῖ· οὕτως καὶ ἡ κατασκευὴ ὅλου τοῦ συγγράμμα-τος, σύμμικτος οὖσα ἀπὸ τῆς θείας Γραφῆς, καὶ τῶνὁσίων καὶ θεοφόρων ἀνδρῶν, πολλὴν ἔχει, τοῖς μὲνβουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλο-πονοῦσιν, εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐμάρειαν·πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν, ὠφέλειαν. Καὶ εἰ μὲνκαλῶς καὶ προσηκόντως συντέτακται, τοῦτο τῆς ἄνω-θεν ὑπάρχει ῥοπῆς. Εἰ δὲ βαναύσως, καὶ οὐ λίαν εὐ-στόχως, τοῦτο τὸ τῆς ἐμῆς ἀσθενείας. Ὄνομα τῷὅλῳ συντάγματι τὰ ἱερά. Ἰστέον δὲ ὡς καὶ ἀπὸ τῶν τοῦ Φίλωνος καὶ Ἰω-σήππου συνταγμάτων ἠθροίσθησαν γνῶμαι, εἰςκλέος τῆς παρ' ἡμῖν ἀληθείας, καὶ ὑπὸ δυσμενῶνἀνευφημουμένης.{Ἡ λύσις τῶν παραπομπῶν.} Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸτοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμέ-νων τε, καὶ εὑρισκομένων. Λεχθήσεται δὲ τί ἐστιπαραπομπὴ, καὶ δι' ἣν αἰτίαν ἐξεύρηται. Παραπομπήἐστι λέξις ὁδηγοῦσα, καὶ ἕλκουσα ἡμᾶς ἔνθα ἕκαστοντῶν ζητουμένων εὑρίσκεται. Πολλὴν δὲ χρεῖαν εἰσ-φέρει τῷ συντάγματι. Οὐ μόνον γὰρ σύντομον κατά-ληψιν χαρίζεται, ἀλλὰ καὶ μῆκος λόγου ὑποτέμνεται,μὴ συγχωροῦσα παλιλλογεῖν, καὶ τὰ αὐτὰ πολλάκις