The Greek Library Author

Anonymous

Sacra parallela

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Vat. gr. 1236), MPG 95 & 96: 95:1040–1588; 96:9–441.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

95

1044

λέγοντας ἐνοχλεῖν τοὺς ἀκούοντας. Μάλιστα δὲ ἐξηύ-

ρηται διὰ τὰ ὁμοιότροπα, ἤγουν τὰ ἐπὶ ἑνὸς πράγμα-

τος πολλαχῶς λεγόμενα. Διάφοροι γάρ εἰσι τίτλοι ἐν

ἑκάστῳ βίβλῳ ἐκ τεσσάρων ὀνομάτων, ἴσως δὲ καὶ

ἐκ πλειόνων τὰς ἐπιγραφὰς ἔχοντες· οἷον, Περὶ

ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ

κενοδόξων. Ταῦτα γὰρ εἰ καὶ ἀπὸ διαφόρου γράμ-

ματος ἔχουσι τὴν ἀρχὴν, ταὐτόν ἐστι τῷ ὑποκειμένῳ.

Διὸ καὶ τὴν τῶν ῥημάτων παράθεσιν ἀπὸ τῆς θείας

Γραφῆς καὶ τῶν ὁσίων Πατέρων κοινῶς ἐδέξαντο.

Καὶ πάλιν, Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ

θυμώδους, καὶ ὀργίλου, καὶ ὀξυχόλου. Καὶ ταῦτα

γὰρ πάντα ἐν τῇ θεωρίᾳ ὑπάρχουσι. Καὶ ἵνα μὴ ἐν

τῷ νέμειν τὰ αὐτὰ ἀναγνώσματα τοῖς ἐν ῥήμασι, καὶ

οὐκ ἐν πράγμασι κεχωρισμένοις, μακροὺς ἀποτείνω-

μεν λόγους, ἀναγκαίως ἡ παραπομπὴ ἐξηύρηται, δι'

ἧς περιγίνεται ἡμῖν ἡ κατὰ στοιχεῖον τῶν τίτλων,

ἤγουν τῶν κεφαλαίων, ἔκθεσις. Προσήκει τοίνυν τοὺς

ἐντυγχάνοντας τῷ πίνακι στοιχείων, καὶ τὰς παρα-

πομπὰς τὰς ὑποτεταγμένας αὐτῷ ἐπισκέπτεσθαι.

Τὸ γὰρ ζητούμενον κεφάλαιον ἐν ἑνὶ τούτων εὑρηθή-

σεται.

1045

{ΠΙΝΑΞ ΑΡΙΣΤΟΣ

ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΠΥΚΤΙΔΟΣ.}

{Στοιχεῖον ἄλφα.}

Αʹ. Περὶ ἀϊδίου θεότητος τῆς ἁγίας καὶ ὁμοουσίου

Τριάδος· καὶ ὅτι εἷς καὶ μόνος ἐν πᾶσι Θεός.

Βʹ. Περὶ τοῦ ἄφευκτον εἶναι Θεόν· καὶ ὅτι πάντα

ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν.

Γʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔρ-

γα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ αὐτοῦ

ζητεῖν ἢ περιεργάζεσθαι· ἀνέφικτος γὰρ καὶ ἀκα-

τάληπτος ἡ τούτων εὕρεσις.

Δʹ. Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγα-

θοῦ ὑπερέχουσι.

Εʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέ-

γειν, ἢ δικαιολογεῖσθαι πρὸς Θεόν.

Ϛʹ. Περὶ ἀγγέλων· ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες

κολάζονται.

Ζʹ. Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας ἐπέστησεν

ὁ Θεός.

Ηʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατα-

σκευῆς.

Θʹ. Περὶ αὐτεξουσίου· ὅτι αὐτεξούσιον δέδοται ἡμῖν

ἀπὸ Θεοῦ, καὶ ἐν ἡμῖν ἔστι σωθῆναι καὶ ἀπολέ-

σθαι.

Ιʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων

πραγμάτων καταστάσεως· καὶ τίνι ἔοικεν ὁ ἄν-

θρωπος καὶ ὁ βίος αὐτοῦ· καὶ ὅτι μάταια τὰ παρ-

όντα, καὶ σκιᾶς ἀδρανέστερα.

ΙΑʹ. Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς

πάντας ποιεῖν· καὶ ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον

φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλὰ ἀντιλαμβάνε-

σθαι, καὶ ἐλέγχειν, μὴ ἀποδιδόναι κακὸν ἀντὶ

κακοῦ.

ΙΒʹ. Περὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν, καὶ ἀδίκων, καὶ

παρανόμων.

ΙΓʹ. Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ

μὴ εἷς ὁ Θεός.

ΙΔʹ. Περὶ ἀποταξαμένων, καὶ ἐξ ὑποστροφῆς ἐκεῖνα

πραττόντων.

ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, καὶ αἰωνίου κο-

λάσεως.

ΙϚʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ

ἀποστόλων γενομένης.

ΙΖʹ. Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς.

ΙΗʹ. Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν, καὶ

πράων ἀνθρώπων.

ΙΘʹ. Περὶ ἀληθείας, καὶ μαρτυρίας πιστῆς.

Κʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρα-

τούντων ἤθεσιν, κἄν τε χρηστοὶ, κἄν τε μοχθηροὶ

τυγχάνωσιν.

ΚΑʹ. Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσε-

σθαι τοῖς ἄρχουσιν καὶ εἴκειν, καὶ παραχωρεῖν,

καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν.

ΚΒʹ. Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα,

καὶ ἄρχοντα.

ΚΓʹ. Περὶ ἀκηδείας καὶ ἀθυμίας.

ΚΔʹ. Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου,

καὶ μωροῦ.

ΚΕʹ. Περὶ ἁπλοῦ, καὶ ἀκάκου τὸν τρόπον.

ΚϚʹ. Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγο-

δείας.

ΚΖʹ. Περὶ ἀπάτης κατ' οἰκονομίαν γινομένης.

ΚΗʹ. Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος ἀπόκρισιν·

καὶ ὅτι ὁ τῶν σταλέντων ἐξουθενῶν, τοῦ πέμψαν-

τος καταφρονεῖ.

1048

ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων.

Λʹ. Περὶ ἀδυνάτων πραγμάτων.

ΛΑʹ. Περὶ ἁγίων καὶ μακαρίων ἀνδρῶν.

ΛΒʹ. Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων· καὶ ὡς

χρὴ προσφέρειν Θεῷ.

ΛΓʹ. Περὶ ἀγγελίας ἀγαθῆς

ΛΔʹ. Περὶ ἀγγελίας κακῆς.

ΛΕʹ. Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν

προξενεῖ.

ΛϚʹ. Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς

κακὰ ἐμπιπτόντων.

ΛΖʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας.

ΛΗʹ. Περὶ ἀποφάσεως καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι

οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ

παρὰ τὰς ἐντολὰς αὐτοῦ φιλανθρωπεύεσθαι.

ΛΘʹ. Περὶ ἀγγαρίας.

Μʹ. Περὶ αἰσχύνης ἀγαθῆς.

ΜΑʹ. Περὶ αἰσχύνης πονηρᾶς.

ΜΒʹ. Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι τὰς ἀδίκους

αἰτήσεις οὐ χρὴ πρὸς πέρας ἄγειν, κἂν μήτηρ

τυγχάνῃ.

ΜΓʹ. Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν

πρὸς τὴν τοῦ πλείονος ὄρεξιν.

ΜΔʹ. Περὶ ἀδελφῶν.

ΜΕʹ. Περὶ αἰτοῦντος, ἤγουν προσαιτοῦντος.

ΜϚʹ. Περὶ αἰσχρολογίας· καὶ ὅτι οὐ δεῖ προσφέρειν

λόγον σαπρόν.

ΜΖʹ. Περὶ ἀρᾶς εὐλόγως, ἢ ἀδίκως ἐπαγομένης· καὶ

ὅτι χρὴ εὐλογεῖν, καὶ μὴ καταρᾶσθαι

ΜΗʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν· καὶ κατὰ τρόπους

δυνάμεθα τυχεῖν συγχωρήσεως.

ΜΘʹ. Περὶ ἀπογινώσεως· ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώ-

σκειν τῆς σωτηρίας ἡμῶν.

Νʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ.

ΝΑʹ. Περὶ τῶν ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόν-

των πρὸς ἄλληλα.

{Ἐνταῦθα αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ

τοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ

κειμένων τε καὶ εὑρισκομένων.}

Περὶ ἀσκήσεως· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ

τῆς ἕκτης, οὗ ἡ ἀρχὴ, περὶ γυμνασίου.

Περὶ ἀρετῆς· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς

ΙΔʹ, οὗ ἡ ἀρχὴ, περὶ δικαιοσύνης.

Περὶ ἀκουσίων ἁμαρτημάτων· κεῖται ἐνταῦθα ἐν τῷ

ε στοιχείῳ τῆς ΚΑʹ, οὗ ἡ ἀρχὴ, περὶ ἑκουσίων

καὶ ἀκουσίων ἁμαρτημάτων.

Περὶ ἀνθρωπαρεσκούντων· κεῖται ἐνταῦθα ἐν τῷ κ

στοιχείῳ τῆς Δʹ, οὗ ἡ ἀρχὴ, περὶ κολάκων.

Περὶ ἀσθενούντων· κεῖται ἐνταῦθα ἐν τῷ ν στοιχείῳ

τῆς Βʹ, οὗ ἡ ἀρχὴ, περὶ νοσούντων.

Περὶ ἀρσενοκοιτίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοι-

χείῳ ΙΑʹ· ἡ ἀρχὴ, περὶ πορνείας.

Περὶ ἀπειρίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΙΒʹ, οὗ ἡ ἀρχὴ, περὶ πείρας.

Περὶ ἀναιδοῦς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς

ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετείας.

Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων· κεῖται ἐνταῦθα

ἐν τῷ π στοιχείῳ, τῆς ΙΗʹ· καὶ δείκνυται ἡ ἀρ-

χὴ, περὶ πολιτείας φευκτῆς.

Περὶ ἀγορασίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΛΒʹ· οὗ ἡ ἀρχὴ, περὶ πράσεως.

Περὶ ἀκολουθίας· κεῖται ἐνταῦθα ἐν τῷ τ στοιχείῳ

τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ τάξεως.

Περὶ ἀλαζόνων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς

ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπερηφάνων.

Περὶ ἀγαθότητος Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ φ

στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλανθρωπίας

Θεοῦ.

Περὶ ἀνοσίων πράξεων· κεῖται ἐνταῦθα ἐν τῷ χ

στοιχείῳ τῆς Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ χαλεπῶν.

Περὶ ἀμφισβητούντων περὶ τὴν πίστιν· κεῖται ἐν-

ταῦθα ἐν τῷ λ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ περὶ

λογομάχων.

1049

Περὶ τῶν ἀποστερούντων μισθούς· κεῖται ἐνταῦθα

ἐν τῷ μ στοιχείῳ τῆς ΙϚʹ· οὗ ἡ ἀρχὴ, περὶ μι-

σθωτοῦ.

{Στοιχεῖον Β.}

Αʹ. Περὶ βασιλείας οὐρανῶν.

Βʹ. Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέ-

φικτος ἀνθρώποις ὑπάρχει.

Γʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦν-

τος, πᾶσα ἐπιβουλὴ ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι

πολλῶν κρατοῦσιν.

Δʹ Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λυτροῦ προ-

φητείας.

Εʹ. Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν.

Ϛʹ. Περὶ τοῦ βίου καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν

περισπασμῷ καὶ μόχθῳ, καὶ ἡμεῖς, καὶ ὁ βίος

ἡμῶν.

Ζʹ. Περὶ βιαίου καὶ ἀβιάστου.

Ηʹ. Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος.

Θʹ. Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου.

Ιʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου.

ΙΑʹ. Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ.

ΙΒʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ σκέψεως καὶ βουλῆς

πάντα πράττειν.

ΙΓʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων.

Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ

τοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμέ-

νων τε καὶ εὑρισκομένων.

Περὶ τῶν βλασφημούντων ἐξ ἀνοίας εἰς τὸν Θεόν·

κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρ-

χὴ, περὶ ἐκδικήσεως Θεοῦ.

Περὶ βροχῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς

Ζʹ, περὶ ὑετοῦ.

{Στοιχεῖον Γ.}

Αʹ. Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ

ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς.

Βʹ. Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι Πρόσεχε σεαυτῷ·

καὶ ὅτι χρὴ τὰ οἰκεῖα ἕκαστον περισκοπεῖν, καὶ μὴ

τὰ ἀλλότρια περιεργάζεσθαι κακά.

Γʹ. Περὶ γογγυσμοῦ.

Δʹ. Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ

τιμᾶσθαι αὐτούς.

Εʹ. Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ

ἐργάζεσθαι.

Ϛʹ. Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως.

Ζʹ. Περὶ γνωσιμαχούντων.

Ηʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰ ὑποτάσσεσθαι τοῖς

ἰδίοις ἀνδράσι· καὶ μηδὲν πράττειν ἄνευ τῆς αὐ-

τῶν γνώμης καὶ βουλῆς.

Θʹ. Περὶ γυναικῶν κυϊσκουσῶν· καὶ ὅτι μὲν ἄρσεν

τίκτει, ἐπὶ τεσσαράκοντα ἡμέρας οὐκ εἰσελεύσε-

ται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοή-

κοντα.

Ιʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκαταλύπτως εὔχεσθαι,

ἀλλὰ οὐδὲ λαλεῖν, ἢ διδάσκειν ἐν τῇ ἐκκλησίᾳ

Θεοῦ.

ΙΑʹ. Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος.

ΙΒʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ

πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων.

ΙΓʹ. Περὶ γαστριμαργίας, καὶ κόρου· καὶ ὅτι θάνα-

τον προξενεῖ.

ΙΔʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν φυλαττόντων.

ΙΕʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν μὴ φυλαττόντων.

Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.

Περὶ γέλωτος, καὶ γελοιαστῶν· κεῖται ἐνταῦθα ἐν

τῷ π στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ παρθε-

νίας.

{Στοιχεῖον Δ.}

Αʹ. Περὶ δυνάμεως Θεοῦ.

1052

Βʹ. Περὶ δημιουργίας Θεοῦ, καὶ ὡς οὐδὲν εἰκῆ γέγο-

νεν παρ' αὐτοῦ, ἀλλὰ καλὰ λίαν.

Γʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ

ἁγιάζειν τὸν Θεόν· καὶ ὅτι τοὺς δοξάζοντας αὐ-

τὸν δοξάζει.

Δʹ. Περὶ δικαιολογίας καὶ τίνες ἐδικαιολογήσαντο

πρὸς Θεόν.

Εʹ. Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους

τιμᾷν, καὶ σέβειν, καὶ τὰ πρὸς τὴν χρείαν νέ-

μειν.

Ϛʹ. Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι

ἀπὸ τῶν ἔργων, καὶ οὐκ ἀπὸ τῶν λόγων χρὴ δο-

κιμάζειν.

Ζʹ. Περὶ δικαίων εὐχῆς παρ' αὐτῶν γενομένης· καὶ

ὅτι φυλάττει αὐτοὺς ἐκ πειρασμῶν.

Ηʹ. Περὶ δικαίων· ὅτι περιφρονοῦνται, καὶ διασύρον-

ται.

Θʹ. Περὶ δανείζοντος καὶ δανειζομένου, καὶ περὶ τῶν

κακῶν.

Ιʹ. Περὶ δεσποτῶν, καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ

χρὴ αὐτοὺς φορτικοὺς εἶναι, ἀλλ' ἠπίους τοῖς

νοσοῦσιν.

ΙΑʹ. Περὶ διδασκάλων.

ΙΒʹ. Περὶ διαβολῆς· ὅτι οὐ δεῖ ἀκρίτως δέχεσθαι δια-

βολὴν κατά τινος ἀνθρώπου.

ΙΓʹ. Περὶ διηγήσεως ἀπὸ συνετῶν ἀνδρῶν γινομένης·

καὶ ὅτι χρὴ σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοι-

αύτας ἀκροάσεις, διαδιδράσκειν δὲ τὰς τῶν ἀπί-

στων ἀνδρῶν διηγήσεις καὶ ὁμιλίας.

ΙΔʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς.

ΙΕʹ. Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως ἀν-

θρώπων.

ΙϚʹ. Περὶ δικαίων, καλῶν καὶ ἀγαθῶν ἀνδρῶν.

ΙΖʹ. Περὶ διγλώσσου.

ΙΗʹ. Περὶ δικαστῶν ἀδεκάστων, καὶ καθαρὰς χεῖρας

ἐχόντων, καὶ κρῖμα, καὶ δικαιοσύνην ποιούντων.

ΙΘʹ. Περὶ δικαστῶν ληπτῶν, καὶ δωροδοκουμένων,

καὶ ἀθέσμως κατακρινόντων.

Κʹ. Περὶ δούλων χρηστῶν.

ΚΑʹ. Περὶ δούλων πονηρῶν.

ΚΒʹ. Περὶ δυσαρεστουμένων.

ΚΓʹ. Περὶ διψύχων, καὶ παλιμβόλων, καὶ ἄστατον

γνώμην ἐχόντων, καὶ μεταβατῶν.

ΚΔʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ τὴν ἰδίαν

δόξαν ἑτέρῳ παρέχειν.

ΚΕʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων.

ΚϚʹ. Περὶ δυσπιστίας· καὶ ὅτι ἐπὶ εὐλόγῳ αἰτίᾳ

δυσπιστήσας Θεῷ συγγινώσκεται

ΚΖʹ. Περὶ δείπνου καὶ συνεστιάσεως.

ΚΗʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς ὁ Κύριος.

ΚΘʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος

αὐτῶν.

Λʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρ-

τάνειν εἰς Θεὸν, καὶ τοῦ ἁμαρτάνειν εἰς ἀνθρώ-

πους· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώ-

πων.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ διαστάσεως· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ

τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.

Περὶ δοκήσεως· κεῖται ἐνταῦθα ἐν τῷ στοιχείῳ ο τῆς

Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ οἰήσεως.

Περὶ δήμου πόλεως· κεῖται ἐνταῦθα ἐν τῷ π στοι-

χείῳ τῆς ΚϚʹ· οὗ ἡ ἀρχὴ, περὶ πλήθους.

Περὶ δωρημάτων Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ χ στοι-

χείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ χαρισμάτων.

Περὶ δυσπραγίας· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ

τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ εὐπραγίας.

Περὶ δικαιοσύνης Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ κ

στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ κρίματος.

{Στοιχεῖον Ε.}

Αʹ. Περὶ ἐντολῶν Θεοῦ καὶ τῶν φυλαττόντων αὐτάς.

1053

Βʹ. Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν μὴ φυλαττόντων αὐ-

τάς.

Γʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· καὶ ὅτι οὐ

δεῖ πρὸ τελευτῆς εὐδαιμονίζειν τινὰ, ἢ μακαρί-

ζειν.

Δʹ. Περὶ ἐνυπνίων.

Εʹ. Περὶ ἐλπίδος· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ

εἰς τὰς τῶν ἀνθρώπων προστασίας.

Ϛʹ. Περὶ ἐκκλησίας καὶ οἴκου Θεοῦ, καὶ θυσιαστη-

ρίου, καὶ θυσίας ἱερατικῆς· καὶ ὅτι οὐ δεῖ ἐν ἐκ-

κλησίᾳ ἐσθίειν.

Ζʹ. Περὶ εὐχῆς, καὶ ὅσα δι' εὐχῆς κατορθοῦται ἡμῖν

ἀγαθά.

Ηʹ. Περὶ ἐλεημοσύνης, καὶ εὐποιΐας εἰς πτωχούς.

Θʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεον-

εκτούντων, καὶ περὶ φειδωλῶν, καὶ φιλοπλουτούν-

των, καὶ φιλαργύρων.

Ιʹ. Περὶ ἔργων, καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ,

ταῦτα καὶ ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα καὶ

ὁ μισθὸς ἐξομοιοῦται ἡμῖν παρὰ τοῦ Θεοῦ.

ΙΑʹ. Περὶ εὐπραγίας· καὶ ὅτι οὐ χρὴ ἐπαίρεσθαι ἐν

ταῖς εὐπραγίαις.

ΙΒʹ. Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐ-

πορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνεσθαι.

ΙΓʹ. Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόντων τοῖς

πλησίον· καὶ ὅτι αἱ καθ' ἑταίρων ἐπιβουλαὶ εἰς

τοὺς μηχανησαμένους περιτρέπονται.

ΙΔʹ. Περὶ ἐχθρῶν, καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ

δεῖ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ τῶν ἐχθρῶν.

ΙΕʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινο-

μένη.

ΙϚʹ. Περὶ ἐργολάβων, καὶ ἐντολέων, καὶ τῶν εἰς ἀλ-

λοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων.

ΙΖʹ. Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς

ἐντολὰς τοῦ Θεοῦ.

ΙΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων

τὰς ἐντολὰς τοῦ Θεοῦ.

ΙΘʹ. Περὶ ἐγγύης.

Κʹ. Περὶ ἐπιθυμίας· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἐξακολου-

θεῖν ταῖς πονηραῖς ἐπιθυμίαις.

ΚΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων.

ΚΒʹ. Περὶ εὐχαριστούντων, καὶ εὐγνωμονούντων· καὶ

ὅτι χρὴ τοὺς εὐεργέτας κηρύσσειν.

ΚΓʹ. Περὶ ἐκδικήσεως· καὶ ὡς ἀπηγόρευται δὶς περὶ

αὐτοῦ πράγματος εὐθύνας εἰσπράττεσθαι.

ΚΔʹ. Περὶ ἐπικοίνων πραγμάτων· καὶ ὅτι χρὴ φεύ-

γειν τὰ ἐπίκοινα καταγώγια, διότι μάχας καὶ δια-

στάσεις ποιοῦσι.

ΚΕʹ. Περὶ εὐδοκιμίας· ὅτι εὐχῆς ἄξιον τὸ κατόρ-

θωμα.

ΚϚʹ. Περὶ ἐμπόρων.

ΚΖʹ. Περὶ εὐνούχων, καὶ ὅτι πονηρῶν.

ΚΗʹ. Περὶ ἐγκωμίων τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ

τῶν ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα.

ΚΘʹ. Περὶ ἐκδικήσεως ἀπὸ Θεοῦ τοῖς ἀδικουμένοις·

καὶ ὅτι χρὴ Θεῷ ἐπιτρέπειν τὰ τῆς ἐκδικήσεως.

Λʹ. Περὶ εὐθυνομένων, καὶ δίκας εἰσπραττομένων·

καὶ ὡς οὐδαμῶς ἄλλος ἀντὶ ἄλλου εὐθύνας εἰσ-

πράττεσθαι.

ΛΑʹ. Περὶ ἐλεημόνων. καὶ συμπαθῶν ἀνθρώπων.

ΛΒʹ Περὶ ἐλέγχων.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ ἐχθρᾶς· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς

Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.

Περὶ τῶν ἐπιορκούντων· κεῖται ἐνταῦθα ἐν τῷ ο

στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ τῶν τοὺς ὅρκους

τῶν ἀθετούντων.

Περὶ εὐσεβείας εἰς Θεόν· κεῖται ἐνταῦθα ἐν τῷ π

στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ πίστεως.

Περὶ τῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας·

κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Ηʹ· οὗ ἡ

ἀρχὴ, περὶ τῶν προφητῶν.

1056

Περὶ εὐλαβείας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΙϚʹ· οὗ ἡ ἀρχὴ, περὶ πραότητος.

Περὶ ἐξουσίας, καὶ πόθεν γίνεται· κεῖται ἐνταῦθα ἐν

τῷ π στοιχείῳ τῆς ΙϚʹ· οὗ ἡ ἀρχὴ, περὶ παῤῥη-

σίας.

Περὶ εὐσπλαγχνίας· κεῖται ἐνταῦθα ἐν τῷ σ στοιχείῳ

τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ συμπαθείας.

Περὶ τῶν ἐλέγχους δεχομένων· κεῖται ἐνταῦθα ἐν τῷ

σ στοιχείῳ τῆς ΚΒʹ· οὗ ἡ ἀρχὴ, περὶ συμβουλῆς

πονηρᾶς.

Περὶ ἐπάρσεως· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ

τῆς Ζʹ, οὗ ἡ ἀρχὴ, περὶ καυχήσεως.

Περὶ ἐμπρεπείας σώματος· κεῖται ἐνταῦθα ἐν τῷ κ

στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ κάλλους.

Περὶ εὐλαβείας πλαστῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ

στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως.

{Στοιχεῖον Ζ.}

Αʹ. Περὶ τοῦ ζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι, καὶ

ἀκολουθεῖν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ πάντα

χρὴ ἡμᾶς διαπράττεσθαι.

Βʹ. Περὶ ζώων ἀλόγων τῶν φυσικῇ σοφίᾳ κεκοσμη-

μένων.

Γʹ. Περὶ ζυγῶν καὶ σταθμῶν δικαίων.

Δʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων.

Εʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ πονηροῦ.

{Στοιχεῖον Η.}

Αʹ. Περὶ ἡμέρας ἀγαθῆς.

Βʹ. Περὶ ἡμέρας κακῆς.

Γʹ. Περὶ ἡμέρας καὶ νυκτός.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ ἠρωνείας· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ

τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως.

Περὶ ἡσυχίας· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς

ΛΖʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀπραγμοσύνης.

{Στοιχεῖον Θ}

Αʹ. Περὶ τῆς θείας μυσταγωγίας

Βʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ

Θεὸς οὐ προσίεται.

Γʹ. Περὶ θείων λογίων· καὶ ὅτι χρὴ ἀκροᾶσθαι αὐ-

τῶν, καὶ διὰ μελέτης ἔχειν ταῦτα.

Δʹ. Περὶ θείων μυστηρίων.

Εʹ. Περὶ θλιβομένων καὶ φροντιζόντων ἀνθρώπων,

καὶ περὶ λύπης.

Ϛʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.

Ζʹ. Περὶ θανόντων, καὶ περὶ πενθούντων· καὶ ὅτι οὐ

δεῖ ἐπὶ τοῖς προαπελθοῦσι πενθεῖν καὶ κόπτεσθαι.

Ηʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου.

Θʹ. Περὶ θαλάσσης.

Ιʹ. Περὶ θυγατέρων.

ΙΑʹ. Περὶ τοῦ μὴ θαῤῥεῖν τινὶ ὡς ἔτυχεν.

ΙΒʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ.

ΙΓʹ. Περὶ θηρευτῶν.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ θυσιαστηρίων καὶ θυσίας ἱερατικῆς· κεῖται ἐν-

ταῦθα ἐν τῷ ε στοιχείῳ τῆς Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ

ἐκκλησίας, καὶ οἴκου Θεοῦ.

Περὶ θυμώδους· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετοῦς.

{Στοιχεῖον Ι.}

Αʹ. Περὶ ἰαμάτων ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν

γινομένων.

Βʹ. Περὶ ἱερατικῶν· καὶ ὅτι οὐκ ἔξεστι ἰδιωτεύοντι

ἅπτεσθαι ἱερατικοῦ σκεύους.

Γʹ. Περὶ ἱκετευόντων· καὶ ὅτι χρὴ τὰς ἱκεσίας τῶν

δεομένων προσίεσθαι.

Δʹ. Περὶ ἰσότητος· καὶ ὅτι χρὴ τὰ πρὸς ἀξίαν ἑκάστῳ

νέμειν, καὶ μὴ σφάλλειν ἐν τῇ κρίσει τοῦ τοιού-

του.

1057

Εʹ. Περὶ ἰατρῶν, καὶ ἰατρείας σώματος καὶ ψυχῆς.

Ϛʹ. Περὶ ἱματίων ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ

κεχρῆσθαι. ἢ ἄνδρα γυναικεῖαν ἐσθῆτα φορεῖν.

Ζʹ. Περὶ ἰσότητος, καὶ ὅτι ἴση τάξις παρὰ Θεῷ

πλουσίου καὶ πένητος.

{Στοιχεῖον Κ.}

Αʹ. Περὶ κριμάτων Θεοῦ· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν

οἷς ὅσιοι μὲν δυσπραγοῦσιν, ἄδικοι δὲ εὐπραγοῦ-

σιν.

Βʹ. Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος

ψιλὸς ψευδὴς κατά τινος λεγόμενος.

Γʹ. Περὶ καιροῦ· ὅτι δεῖ τὸν καιρὸν ἐξαγορεύειν, καὶ

ὅτι πάντα καιρὸν ἔχει τοῦ καὶ λέγεσθαι, καὶ γί-

νεσθαι.

Δʹ. Περὶ κολάκων καὶ παρασίτων, καὶ γελοιαστῶν·

καὶ ὡς χρὴ φεύγειν αὐτούς.

Εʹ. Περὶ κλεπτῶν.

Ϛʹ. Περὶ κτηνῶν, καὶ προνοίας αὐτῶν.

Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· καὶ ὅτι ἐπ' οὐδ-

ενὶ περὶ τὸν βίον χρὴ καυχᾶσθαι, ἢ ἐπαίρεσθαι.

Ηʹ. Περὶ κάλλους, καὶ εὐπρεπείας σώματος.

Θʹ. Περὶ κομπαζόντων, καὶ φουμιζόντων.

Ιʹ. Περὶ κρειττόνων· ὅτι οὐ δεῖ πρὸς κρείττονας φι-

λονεικεῖν.

ΙΑʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ ὅτι

τὰ πρὸς ἀξίαν ἑκάστων νέμει ὁ Θεὸς, καὶ πρόσ-

ωπον ἀνθρώπου οὐ λαμβάνει.

ΙΒʹ. Περὶ καρδίας καθαρᾶς, καὶ τῶν συνειδὸς καθα-

ρὸν ἐχόντων.

ΙΓʹ. Περὶ κακοῦ συνειδότος, καὶ τῶν λογισμὸν ἄδικον

καὶ πονηρὸν ἐχόντων.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ κόρου· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς

ΙΓʹ· οὗ ἡ ἀρχὴ, περὶ γαστριμαργίας.

Περὶ τῶν καταφρονούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ

στοιχείῳ τῆς Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μισέργων.

{Στοιχεῖον Λ.}

Αʹ. Περὶ λογομαχούντων, καὶ ἀμφισβητούντων περὶ

τὴν πίστιν.

Βʹ. Περὶ λοιδορίας.

Γʹ. Περὶ λιμοῦ, καὶ τῶν σῖτον ἐν ἀνάγκῃ μὴ πω-

λούντων.

Δʹ. Περὶ λουππαίων.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ λύπης· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς

Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων.

{Στοιχεῖον Μ.}

Αʹ. Περὶ μυστηρίων, καὶ τῶν ἐκφερόντων μυστηρία.

Βʹ. Περὶ μισοπονηρίας, καὶ τῶν ἀπαρεσκόντων Θεῷ.

Γʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως.

Δʹ. Περὶ τῶν μὴ μετανοούντων, μηδὲ ἐπιστρεφόν-

των.

Εʹ. Περὶ μεθυόντων.

Ϛʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ ῥᾳθυμούντων,

καὶ καταφρονούντων.

Ζʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ διαστάσεως, καὶ

τῶν μάχας συναπτόντων, καὶ φιλονεικούντων.

Ηʹ. Περὶ μεταμελείας Θεοῦ· καὶ ἐν τίσιν ὁ Δημιουρ-

γὸς μετεμελήθη.

Θʹ. Περὶ μισαδελφίας.

Ιʹ. Περὶ μοναχῶν, καὶ ἀσκήσεως αὐτῶν.

ΙΑʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ αὐτοὺς ἐπιμελῶς,

καὶ σπουδαίως πρὸς τὰς μαθήσεις ἔρχεσθαι καὶ

μὴ ἀποδιδράσκειν τὸ τῆς διδασκαλίας ἐπίπονον·

ἀλλ' ἐρωτᾷν, καὶ μανθάνειν παρὰ τῶν εἰδότων.

ΙΒʹ. Περὶ μεταβατῶν, καὶ μετερχομένων ἀπὸ τόπου

εἰς τόπον.

ΙΓʹ. Περὶ μισθωτοῦ, καὶ τῶν ἀποστερούντων μι-

σθούς.

ΙΔʹ. Περὶ ματαιοπονούντων.

1060

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ τοῦ μὴ μνησικακεῖν· κεῖται ἐνταῦθα ἐν τῷ α

στοιχείῳ τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀγαθοεργίας.

Περὶ μοχθηρῶν ἀνθρώπων· κεῖται ἐνταῦθα τῷ α

στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀσεβῶν.

Περὶ μαρτυρίας πιστῆς· κεῖται ἐνταῦθα ἐν τῷ α

στοιχείῳ τῆς ΙΘʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀληθείας.

Περὶ μύρου· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς

ΚΔʹ· οὗ ἡ ἀρχὴ, περὶ ἁγίων.

Περὶ μεγαλοῤῥήμονος· κεῖται ἐνταῦθα ἐν τῷ β στοι-

χείῳ τῆς Ηʹ· οὗ ἡ ἀρχὴ, περὶ βλασφήμων.

Περὶ μελέτης· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς

Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ γυμνασίων.

Περὶ μεταβατῶν· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ

τῆς ΚϚʹ· οὗ ἡ ἀρχὴ, περὶ διψύχων.

Περὶ τοῦ ὅτι οὐ δεῖ μακαρίζειν πρὸ τελευτῆς· κεῖται

ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΚΓʹ· οὗ ἡ ἀρχὴ,

περὶ εὐδαιμονίας.

Περὶ μέτρων ἀδίκων· κεῖται ἐνταῦθα ἐν τῷ ζ στοι-

χείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν.

Περὶ μερίμνης· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ προσπαθείας.

Περὶ μοιχείας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ πορνείας.

Περὶ μητραλοίων· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΚΓʹ· οὗ ἡ ἀρχὴ, περὶ πατραλοίων.

Περὶ μακροθυμίας· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ

τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπομονῆς.

Περὶ μακροθυμίας Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ φ

στοιχείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλανθρωπίας

Θεοῦ.

Περὶ μοχθηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ

τῆς Ηʹ· οὗ ἡ ἀρχὴ, περὶ φίλων τραπέζης.

Περὶ μεταδοτικῶν· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ

τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλοτιμουμένων.

{Στοιχεῖον Ν.}

Αʹ. Περὶ νεότητος, καὶ τῆς νέας ἡλικίας, καὶ ὅσα

ἕπεται αὐτοῖς.

Βʹ. Περὶ νοσούντων· καὶ ὡς χρὴ ἐπισκέπτεσθαι αὐ-

τούς.

Γʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας

σωτηρίας.

Δʹ. Περὶ νεογάμων.

Εʹ. Περὶ νηστείας καὶ νηστευτῶν.

{Στοιχεῖον Ξ.}

Αʹ. Περὶ ξένων πραγμάτων, καὶ τῶν σπανίως ἔν

τισιν εὑρεθέντων.

Βʹ. Περὶ ξένων κολάσεων ἀπὸ Θεοῦ, καὶ ἀνθρώπων

δικαίως ἐπελεγχθέντων.

Γʹ. Περὶ ξενιτείας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος

πάντη.

{Στοιχεῖον Ο.}

Αʹ. Περὶ ὅρκου· καὶ ὅτι τοῖς ἐπὶ κακῷ καὶ ἀτόπῳ δε-

δομένοις ὅρκοις οὐ χρὴ ἐμμένειν.

Βʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν καὶ ὅτι δεῖ τούτους

οἰκτείρειν.

Γʹ. Περὶ ὁρίων· ὅτι οὐ χρὴ αὐτὰ μετάγειν, ἢ σα-

λεύειν.

Δʹ. Περὶ ὁδοῦ ἀγαθῆς καὶ πονηρᾶς· καὶ ὅτι οὐ χρὴ

τὰ σκολιὰ πράγματα, καὶ τὰς σκολιὰς ὁδοὺς ἐκ-

κλίνειν, καὶ τῇ εὐθείᾳ πορεύεσθαι, καὶ ἀγαθῇ,

καὶ δικαίᾳ ὁδῷ.

Εʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ κακοῦ.

Ϛʹ. Περὶ οἰήσεως καὶ δοκήσεως· καὶ ὅτι κρεῖττον τὸ

εἶναι τοῦ δοκεῖν· ἐμπόδιον γὰρ τοῦτο πρὸς

ἀρετήν.

Ζʹ. Περὶ οἴνου, καὶ τῆς χρήσεως αὐτοῦ.

Ηʹ. Περὶ ὀφθαλμοῦ.

Θʹ. Περὶ ὀνειδισμοῦ· καὶ ὅτι οὐ δεῖ συμφορὰν ὀνει-

δίζειν.

Ιʹ. Περὶ ὀλιγοβίων, καὶ ὀλιγοχρονίων

ΙΑʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ

χρὴ ὀμνύειν.

1061

ΙΒʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων, καὶ ἐπιορ-

κούντων.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ ὀλιγοδείας κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ· τῆς

ΚϚʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀκτημοσύνης.

Περὶ οἰωνισμοῦ· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΚΖʹ· οὗ ἡ ἀρχὴ, περὶ παρατηρήσεως.

Περὶ ὀργίλων, καὶ ὀξυχόλων· κεῖται ἐνταῦθα ἐν τῷ

π στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετοῦς

Περὶ ὀλιγοψυχούντων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοι-

χείῳ τῆς ΙΓ· οὗ ἡ ἀρχὴ, περὶ τῶν μὴ ὑπομενόν-

των.

{Στοιχεῖον Π.}

Αʹ. Περὶ πίστεως, καὶ εὐσεβείας εἰς Θεόν.

Βʹ. Περὶ προκοπῆς πνευματικῆς.

Γʹ. Περὶ προσκαίρων καὶ αἰωνίων· καὶ ὅτι τὰ μέ-

γιστα πλημμελοῦσιν, οἱ τὰ παρόντα τῶν μελλόν-

των προτιμῶντες.

Δʹ. Περὶ προνοίας Θεοῦ· καὶ ὅτι κήδεται καὶ προ-

νοεῖται ἡμῶν ὁ Θεός.

Εʹ. Περὶ προσπαθείας, καὶ μερίμνης· καὶ ὅτι χρὴ

ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα.

Ϛʹ. Περὶ τῶν προφητῶν ἀνδροφονησάντων, καὶ

εὐαρεστησάντων Θεῷ.

Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ

ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπά-

νειν

Ηʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ

παῤῥησίας.

Θʹ. Περὶ προαιρέσεως, καὶ διαθέσεως· καὶ ὅτι τὴν

προαίρεσιν, καὶ ἐπ' ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξ-

ετάζει ὁ Θεός.

Ιʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου

σεμνοῦ.

ΙΑʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοι-

τείας.

ΙΒʹ. Περὶ πείρας, καὶ ἀπειρίας.

ΙΓʹ. Περὶ πραότητος, καὶ εὐλαβείας.

ΙΔʹ. Περὶ πταιόντων, καὶ βλασφημούντων ἐξ ἀνοίας

εἰς Θεόν.

ΙΕʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ

θυμώδους, καὶ ὀξυχόλων.

ΙϚʹ. Περὶ παῤῥησσίας, καὶ ἐξουσίας· καὶ πόθεν

ἡμῖν περιγίνεται ἡ τούτων κτῆσις.

ΙΖʹ. Περὶ πολιτείας σεμνῆς, καὶ καταστάσεως, καὶ

τρόπων χρηστῶν, καὶ ὑπακοῆς· καὶ ὅτι εὐσχη-

μόνως ἡμῶν βιούντων ὁ Θεὸς δοξάζεται, καὶ θε-

ραπεύεται.

ΙΗʹ. Περὶ πολιτείας ψεκτῆς, καὶ ἀνηκόων, ἀνυπο-

τάκτων, καὶ πανούργων, καὶ τὸ ἦθος ἀπόβλητον

ἐχόντων.

ΙΘʹ. Περὶ παραμονῆς καὶ παραμενόντων· ὅτι δεῖ

αὐτοὺς πίστιν καὶ εὔνοιαν σώζειν τοὺς προλα-

βοῦσιν.

Κʹ. Περὶ προϊσταμένων· ὅτι δεῖ αὐτοὺς σπουδαίως

προΐστασθαι.

ΚΑʹ. Περὶ πτωχῶν καὶ πενήτων· καὶ ὅτι οὐ χρὴ

τοὺς πένητας ἐκκλίνειν, καὶ ἐξουθενεῖν, ἢ ἀπο-

στρέφεσθαι.

ΚΒʹ. Περὶ παίδων· ὅτι χρὴ αὐτοὺς φοβεῖσθαι τοὺς

γονεῖς καὶ τιμᾷν, καὶ μηδόλως τούτους κακολο-

γεῖν.

ΚΓʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα

ἕψεται κακὰ τοῖς ἀτιμάζουσι, καὶ ἀπειθοῦσι τοῖς

ἑαυτῶν γονεῦσι.

ΚΔʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα

καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι,

τῆς ἐκείνων γινομένης ἁμαρτίας, καὶ αὐτοὶ μεθ-

έξουσιν.

ΚΕʹ. Περὶ πείρας πρὸς Θεὸν γινομένης· καὶ ὅτι οὐ

δεῖ πειράζειν τὸν Θεόν.

ΚϚʹ. Περὶ πλήθους καὶ δήμου πόλεως.

ΚΖ. Περὶ παρατηρήσεως, καὶ οἰωνισμοῦ· καὶ ὅτι

οὐ δεῖ ἡμᾶς καιροὺς, ἢ ἀνθρώπους παρατηρεῖ-

σθαι.

1064

ΚΗʹ. Περὶ παραθήκης· καὶ ὅτι χρὴ πιστῶς ποιεῖσθαι

τὴν ταύτην φυλακὴν, καὶ μηδαμῶς δόλον, ἢ

ἀποστέρησιν τοῦ παραθεμένου μηχανᾶσθαι.

ΚΘʹ. Περὶ πρεσβυτέρων.

Λʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφυγόντων ἐν

ἱεροῖς τόποις· καὶ ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις

βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι, καὶ

ἐκδιώκειν.

ΛΑʹ. Περὶ πόλεως ἀσεβείας πεπληρωμένης καὶ κα-

κίας.

ΛΒʹ. Περὶ πράσεως, καὶ ἀγορασία.

ΛΓʹ. Περὶ παιδείας Θεοῦ, καὶ τῶν εὐγενῶς φερόντων

τὰ ἐπερχόμενα, καὶ μακροθύμως.

ΛΔʹ. Περὶ παιδείας Θεοῦ, καὶ τῶν μὴ δεχομένων

αὐτήν· καὶ ὅτι οἱ μὴ σωφρονιζόμενοι ἐνταῦθα,

τῇ αἰωνίᾳ κολάσει παραπέμπονται.

ΛΕʹ. Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν

γινομένης.

ΛϚʹ. Περὶ παραμονῆς· καὶ ὅτι ἡ παραμονὴ ἔργον

ἀνύει.

ΛΖʹ. Περὶ πιστοῦ· ὅτι σπάνιον τὸ εὑρεῖν ἄνδρα πι-

στόν.

ΛΗʹ. Περὶ τῶν πεποιθότων εἰς κενὰ καὶ μάταια,

καὶ εἰς τὰς τῶν ἀνθρώπων προστασίας, καὶ μὴ

εἰς τὸν Θεὸν τὴν ἐλπίδα ἐχόντων, καὶ τὴν πε-

ποίθησιν· καὶ ὅτι χρὴ αὐτῷ ἀνακεῖσθαι διὰ παν-

τὸς ὅλον δι' ὅλης ψυχῆς τε καὶ καρδίας.

{Ἐνταῦθα αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ παρανόμων καὶ ἀνόμων· κεῖται ἐνταῦθα ἐν τῷ

α στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀσεβῶν.

Περὶ τοῦ προσέχειν ἑαυτῷ, καὶ μὴ περιεργάζεσθαι

τὰ ἀλλότρια κακά· κεῖται ἐνταῦθα ἐν τῷ γ στοι-

χείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ Γνῶθι σαυτόν.

Περὶ παλαιῶν ἀνδρῶν· κεῖται ἐνταῦθα ἐν τῷ γ στοι-

χείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ γερόντων.

Περὶ πλεονεκτούντων· κεῖται ἐνταῦθα ἐν τῷ ε στοι-

χείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ τῶν ἐλεημοσύνην

μὴ ποιούντων.

Περὶ προσφορᾶς ἐξ ἀδικιῶν γινομένης· κεῖται ἐν-

ταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ

εὐεργεσίας.

Περὶ παιδείας· κεῖται ἐνταῦθα ἐν τῷ σ στοιχείῳ

τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας.

Περὶ περισπωμένων· κεῖται ἐνταῦθα ἐν τῷ σ στοι-

χείῳ τῆς ΙΘʹ· οὗ ἡ ἀρχὴ, περὶ συνοχῆς πραγμά-

των.

Περὶ πτωχῶν τῷ πνεύματι· κεῖται ἐνταῦθα ἐν τῷ τ

στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ ταπεινοφρο-

νούντων.

Περὶ πλαστῆς εὐλαβείας· κεῖται ἐνταῦθα ἐν τῷ υ

στοιχείῳ, τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως.

Περὶ πενθούντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ

τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ θανόντων.

Περὶ παρασίτων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ

τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ κολάκων.

{Στοιχεῖον Ρ.}

Αʹ. Περὶ ῥεμβομένων τῇ διανοίᾳ, καὶ τοῖς ὀφθαλ-

μοῖς.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ ῥᾳθυμούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοι-

χείῳ τῆς Ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μισέργων.

{Στοιχεῖον Σ.}

Αʹ. Περὶ συμπαθείας, καὶ εὐσπλαγχνίας, καὶ ἐλεη-

μοσύνης.

Βʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ μηδένα

λυπεῖν.

Γʹ. Περὶ σοφῶν, καὶ συνετῶν ἀνδρῶν· καὶ ὅτι χρὴ

αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντοτε.

Δʹ. Περὶ συνηθείας.

Εʹ. Περὶ τῶν συμβουλὴν δεχομένων.

Ϛʹ. Περὶ τῶν μὴ συμβουλὴν ἐχόντων, καὶ μισούν-

των ἐλέγχους.

1065

Ζʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν

ἀλλοτρίων κακῶν σωφρονίζεσθαι.

Ηʹ. Περὶ σπουδῆς· ὅτι ἀνόητος πᾶσα σπουδὴ μὴ βου-

λομένου Θεοῦ.

Θʹ. Περὶ σοφίας κοσμικῆς.

Ιʹ. Περὶ σκανδάλων· καὶ ὅτι χρὴ φεύγειν τὰ σκάν-

δαλα.

ΙΑʹ. Περὶ σαρκικῶν ἀνθρώπων.

ΙΒʹ. Περὶ σπάνεως, καὶ ἀφορίας χρηστῶν ἀνδρῶν.

ΙΓʹ. Περὶ συνεδρίου· ὅτι οὐ χρὴ ἐν συνεδρίῳ ἀκροά-

σεως γινομένης διαλέγεσθαι.

ΙΔʹ. Περὶ τῶν συμβαινόντων, καὶ ἐμπιπτόντων ἐκ

παραλόγου.

ΙΕʹ. Περὶ στρατιωτῶν.

ΙϚʹ. Περὶ συναγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ

ἀρίστοις ἀνδράσι κολλᾶσθαι, καὶ μὴ πονηροῖς·

ἐξομοιοῦται γὰρ τοῖς ἐκείνοις μεθ' ὧν τὰς δια-

τριβὰς ποιεῖται Φθείρουσι γὰρ χρηστὰ ἤθη

ὁμιλίαι κακαί.

ΙΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ

φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρίας ὡς ὀλεθρίους.

ΙΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως, καὶ

φρονήσεως.

ΙΘʹ. Περὶ συνοχῆς πραγμάτων, καὶ περισπασμοῦ.

Κʹ. Περὶ τῶν συχναζόντων ἐν ἀλλοτρίοις οἴκοις.

ΚΑʹ. Περὶ συμβουλῆς, καὶ εἰσηγήσεως ἀγαθῆς.

ΚΒʹ. Περὶ συμβουλῆς, καὶ εἰσηγήσεως πονηρᾶς.

ΚΓʹ. Περὶ τοῦ συμπεριφέρεσθαι.

ΚΔʹ. Περὶ τοῦ ἁγίου σταυροῦ.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ σταθμῶν δικαίων· κεῖται ἐνταῦθα ἐν τῷ ζ

στοιχείῳ τῆς Γʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν δικαίων.

Περὶ σταθμῶν ἀδίκων· κεῖται ἐνταῦθα ἐν τῷ ζ

στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν ἀδίκων.

Περὶ σωφροσύνης· κεῖται ἐνταῦθα ἐν τῷ π στοι-

χείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ παρθενίας.

Περὶ συντάξεων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ

τῆς Ιʹ. οὗ ἡ ἀρχὴ, περὶ ὑποσχέσεων.

Περὶ σοβαρῶν· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ

τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπερηφάνων.

Περὶ σπουδαίων· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ

τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλέργων.

Περὶ συκοφαντίας· κεῖται ἐνταῦθα ἐν τῷ ψ στοιχείῳ

τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ ψεύδους

{Στοιχεῖον Τ.}

Αʹ. Περὶ τιμῆς· ὅτι χρὴ ἀλλήλους τιμᾷν.

Βʹ. Περὶ τελωνῶν.

Γʹ. Περὶ ταραχοποιῶν, καὶ τὰ σκάνδαλα ἐμποιούν-

των.

Δʹ. Περὶ τάξεως, καὶ καταστάσεως, καὶ ἀκολουθίας·

καὶ ὅτι χρὴ ταύτας πανταχοῦ φυλάττεσθαι.

Εʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύ-

ματι.

Ϛʹ. Περὶ τεχνῶν, καὶ τίνες τέχνας ἐξηῦρον.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ τόκων· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς Θʹ·

οὗ ἡ ἀρχὴ, περὶ δανείζοντος.

Περὶ τιμῆς· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ

τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς.

Περὶ τρόπων χρηστῶν· κεῖται ἐνταῦθα ἐν τῷ π

στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σε-

μνῆς.

Περὶ τρυγητοῦ· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ

τῆς ΙΒʹ. οὗ ἡ ἀρχὴ, περὶ θερισμοῦ.

{Στοιχεῖον Υ.}

Αʹ. Περὶ ὑβριστοῦ.

Βʹ. Περὶ ὑδροποτούντων.

Γʹ. Περὶ ὕπνου, καὶ ἀϋπνίας.

Δʹ. Περὶ ὑποκρίσεως, καὶ ἠρωνείας, καὶ πλαστῆς

εὐλαβείας, καὶ τῶν ταῦτα νοσούντων.

1068

Εʹ. Περὶ υἱοῦ σοφοῦ.

Ϛʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύ-

του.

Ζʹ. Περὶ ὑετοῦ καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς

οὐρανὸν τὰ ὕδατα ἀνάγονται.

Ηʹ. Περὶ ὑγείας· καὶ ὅτι πάντων διαφέρει.

Θʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς

τὰς τικτούσας ὑπονοίας κακάς.

Ιʹ. Περὶ ὑποσχέσεων, καὶ συντάξεων· καὶ ὅτι δεῖ

πληροῦν αὐτὰς ὡς χρὴ, μετὰ ἀληθείας.

ΙΑʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζό-

νων, καὶ κενοδόξων.

ΙΒʹ. Περὶ ὑπομονῆς, καὶ μακροθυμίας.

ΙΓʹ. Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούν-

των.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ ὑπακοῆς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ

τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς.

{Στοιχεῖον Φ.}

Αʹ. Περὶ φιλοξενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεη-

μοσύνης.

Βʹ. Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ

μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς

χεῖρας Θεοῦ, ἢ εἰς χεῖρας ἀνθρώπων.

Γʹ. Περὶ φυσικῶν.

Δʹ. Περὶ φήμης· ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν.

Εʹ. Περὶ φιλέργων, καὶ σπουδαίων· καὶ ὅτι χρὴ πο-

νεῖν· καὶ ὠφέλειαν γὰρ παρέχει.

Ϛʹ. Περὶ φιλαρχίας· ὅτι οὐ δεῖ ἀπροὔπτως ἐπι-

πηδᾷν ταῖς ἀρχαῖς, καὶ τιμῆς καὶ δόξης ὀρέγε-

σθαι.

Ζʹ. Περὶ φίλων χρηστῶν.

Ηʹ. Περὶ φίλων τραπέζης, καὶ μοχθηρῶν.

Θʹ. Περὶ φιλοτιμουμένων, καὶ μεταδοτικῶν· καὶ

ὅτι φιλοτιμία σωτηρίαν προξενεῖ.

Ιʹ. Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φει-

δωλίαν νοσοῦντες κινδύνοις περιπίπτουσιν.

ΙΑʹ. Περὶ φιλαιτίου, καὶ φιλεγκλήμονος.

ΙΒʹ. Περὶ φθόνου, καὶ ζήλου.

ΙΓʹ. Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ ἑαυτὸν δικαιοῦν,

ἢ ἐπαινεῖν.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ φιλονεικούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοι-

χείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.

Περὶ φρονήσεως· κεῖται ἐνταῦθα ἐν τῷ σ στοιχείῳ

τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας.

Περὶ φουμιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ

τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ κομπαζόντων.

Περὶ φροντιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοι-

χείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων.

{Στοιχεῖον Χ.}

Αʹ. Περὶ χαρισμάτων, καὶ δωρημάτων Θεοῦ· καὶ

ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου

Πνεύματος· καὶ ὡς ἀσύγγνωστα πταίουσιν, οἱ

τὴν χάριν τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι

νομίζοντες.

Βʹ. Περὶ χαιρεκακίας, καὶ τῶν ἀποδεχομένων τὰ

πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δίκαιον.

Γʹ. Περὶ χαλεπῶν, καὶ ἀνοσίων πράξεων.

Δʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν κλήσεως.

Εʹ. Περὶ ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν, ἢ ἀνθρώ-

πους.

{Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.}

Περὶ χηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ ο στοιχείῳ

τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ ὀρφανῶν.

{Στοιχεῖον Ψ.}

Αʹ. Περὶ ψεύδους, καὶ συκοφαντίας.

Βʹ. Περὶ ψιθυριστῶν.

1069

Στοιχεῖον Ω.

Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου

ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς

αὐτὴν, καὶ ἐν ᾧ λαμβάνειν τὴν μετάστασιν.

Ἕως ὧδε ὁ κώδηξ τῶν τῇδε τῇ βίβλῳ ἐντεταγμέ-

νων· ἐπελευσώμεθα λοιπὸν ἐπὶ τὰς ἑκάστου τούτων

κατὰ στροφὴν καὶ συντάξεις, πλατύνοντες, καὶ δια-

τρανοῦντες ταῦτα, ὡς οἷόν τε, ἐκ τῶν διὰ Πνεύματος

ἁγίου ἐμφερομένων ἐν ἱεροῖς προφητῶν, καὶ ἀπο-

στόλων, καὶ εὐαγγελιστῶν, καὶ διδασκάλων δέλτοις,

προαγούσης, καὶ προλαμπούσης πάντων τῆς περὶ

τὴν τρισυπόστατον μίαν, καὶ ἀσύγχυτον, καὶ ὁμοού-

σιον θεότητα θεολογίας· ὅτι ἐξ αὐτῆς ἡ θεία, καὶ

σωτήριος, καὶ ζωοποιὸς ἐχαρίσθη ἡμῖν πίστις καὶ

ὁμολογία, ἡ δὲ κατὰ φύσιν καὶ εἶδος αὐτῆς ἵδρυσις

ἐπ' αὐτῆς εἴσεται μόνῃ τῇ ἁγίᾳ καὶ προσκυνητῇ

Τριάδι, κατὰ τὸ εἰρημένον, οὐδεὶς γινώσκει «Τίς

ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις

ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ, Τὰ Θεοῦ οὐδεὶς

ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ ἐρευνῶν τὰ

βάθη τοῦ Θεοῦ.» Ὧ| πρέπει πᾶσα δόξα, τιμὴ, καὶ

προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ μονο-

γενεῖ καὶ συνάρχῳ Υἱῷ, νῦν τε, καὶ εἰς τοὺς ἀτε-

λευτήτους καὶ ἀπεράντους αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

{ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.}

ΣΤΟΙΧΕΙΟΝ Α.

Τίτλος πρῶτος. —Περὶ ἀϊδίου θεότητος τῆς

ἁγίας καὶ ὁμοουσίου Τριάδος· καὶ ὅτι εἷς καὶ

μόνος ἐπὶ πᾶσιν ὁ Θεός.

«Εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰ-

κόνα τὴν ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.»

«Εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἷς ἐξ

ἡμῶν.»

«Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶσ-

σαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλη-

σίον.»

«Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς

ἐστιν.»

«Ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν

ἐμοῦ.»

1072

«Τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν, ἢ τίς Θεὸς

πλὴν τοῦ Θεοῦ ἡμῶν;»

«Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ

τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις

αὐτῶν.»

«Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων.»

«Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ

ἔστι κατὰ τὰ ἔργα σου.»

«Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ

γενεᾷ.»

«Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων»

καὶ τὸ λοιπόν.

«Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ

βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου

ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δό-

ξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν αὐτοῦ κύκλῳ·

ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ

ταῖς μὲν δυσὶν ἐκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, καὶ

ταῖς δυσὶν ἐκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς

δυσὶν ἐπέταντο. Καὶ ἔκραζον ἕτερος πρὸς ἕτερον,

καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ.

πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.»

«Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα, ἐγώ

εἰμι.»

«Γνῶτε, καὶ πιστεύσατέ μοι, καὶ συνῆτε, ὅτι

εἰμί· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ

μετ' ἐμοῦ οὐκ ἔσται. Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστι

πάρεξ ἐμοῦ σώζων.»

«Οὕτως λέγει Κύριος, Θεὸς βασιλεὺς Ἰσραὴλ, καὶ

ὁ ῥυσάμενος αὐτὸν, Κύριος Σαβαώθ. Ἐγὼ πρῶτος,

καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός.

Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγει-

λάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον

εἰς τὸν αἰῶνα, καὶ τὰ ἐρχόμενα πρὸ τοῦ ἐλθεῖν ἀπαγ-

γειλάτω μοι.»

«Ἐγὼ Κύριος ὁ Θεὸς, τὴν δόξαν μου ἑτέρῳ οὐ

δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.»

«Κύριος ἀληθινός ἐστι, Θεὸς ζώντων, καὶ βασι-

λεὺς αἰώνων.»

«Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς

αὐτόν.»

«Ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξ-

ουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.»

«Καὶ βαπτισθεὶς ὁ Κύριος, ἀνέβη εὐθὺς ἀπὸ τοῦ

ὕδατος. Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ,…

ε…

The complete text is available when the reading interface loads.