The Greek Library Author

Anonymous

Sacra parallela

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Berol. B.N. gr. 46 [= parallela Rupefucaldina]), MPG 96: 441–544.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg019.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

96

444

τήματα προξενοῦσι, καὶ ἄγουσιν ἐφ' ἡμᾶς τὰ

κακά.

ΚΒʹ. Περὶ ἀνθρωπαρέσκων, καὶ προσποιητῶς καὶ

ὑπούλως διακειμένων.

ΚΓʹ. Περὶ αὐταρέσκων, καὶ ἑαυτοὺς συνιστώντων,

καὶ ἑαυτοὺς ἀποδεχομένων.

ΚΔʹ. Περὶ ἀποκρίσεως ἀπολογίας· ὅτι χρὴ ἐν συνέσει

καὶ ὀνόματι Κυρίου τὰς ἀπολογίας τῶν ἐπερω-

τήσεων ποιεῖσθαι· μάλιστα δὲ, περὶ σωτηριώδους

ἡμῶν πίστεως· ἀνατιθέμενοι γὰρ τῷ Θεῷ τὰς

διασαφήσεις τῶν ἐπερωτήσεων, τὸ μέγιστον μετὰ

καὶ τῆς ἀληθείας ἑαυτοῖς περιποιούμεθα κλέος.

ΚΕʹ. Περὶ τῶν ἀποκρινομένων θρασέως.

ΚϚʹ. Περὶ αἰτουμένων· ὅτι χρὴ τὰς ἐν προσευχαῖς

τοῦ Θεοῦ αἰτήσεις κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ μὴ

κατὰ τὸ ἡμέτερον αἰτεῖν θέλημα. Οὐκ ἴσμεν γὰρ

τὸ συμφέρον ἡμεῖς. Αὐτὸς δὲ, ἅτε πατὴρ ἀγαθὸς,

καὶ πάντων προγνώστης, πρὸς μὲν τὰ λυσιτε-

λοῦντα ἑτοιμότατα ἐπινεύει, πρὸς δὲ τὰ βλάβην

φέροντα οὐ συνεργεῖ αἰτούμενος.

ΚΖʹ. Περὶ ἀποβεβλημένων καὶ ἀπροσδέκτων πραγ-

μάτων παρὰ Θεῷ.

ΚΗʹ. Περὶ ἀδυνάτων καὶ δυσχερῶν πραγμάτων παρ'

ἡμῖν.

ΚΘʹ. Περὶ ἀγορᾶς, καὶ τῆς περὶ ταύτην τῶν ἐφ-

όρων καταστάσεως.

Λʹ. Περὶ ἁρμοδίων καὶ ὡραίων πραγμάτων.

ΛΑʹ. Περὶ ἀναρμόστων καὶ ἀπρεπῶν πραγμάτων.

ΛΒʹ. Περὶ ἀπειλῆς· ὅτι χρὴ φοβεῖσθαι τοῦ Θεοῦ τὰς

ἀπειλὰς, καὶ μὴ καταφρονητικῶς ἐπ' ὀλέθρῳ δια-

κεῖσθαι.

ΛΓʹ. Περὶ ἀνωφελῶν καὶ ἀντιθέτων πραγμάτων.

ΛΔʹ. Περὶ τῶν ἑαυτοὺς ἀτιμαζόντων.

ΛΕʹ. Περὶ τῶν ἀσεβῶς ἀπρονόητον εἶναι τὸν κό-

σμον, καὶ τὰ κατὰ τοῦτον πράγματα λεγόν-

των.

ΛϚʹ. Περὶ ἀρᾶς ἀκαίρου, καὶ ματαίας, καὶ εὐδαί-

μονος.

ΛΖʹ. Περὶ ἀκροάσεως· ὅτι χρὴ σπουδαίους πρὸς τὰς

ἐπωφελεῖς εἶναι ἀκροάσεις, ἀποδιδράσκειν δὲ τὰς

τῶν ἀνονήτων.

ΛΗʹ. Περὶ τῶν παρακροωμένων ἐπιβούλως τὰ ἀλ-

λότρια.

ΛΘʹ. Περὶ ἀργολόγων, καὶ βαττολόγων, καὶ αἰσχρο-

λόγων.

Μʹ. Περὶ ἀκοινωνήτων, καὶ ἀσυμφώνων πραγμά-

των.

ΜΑʹ. Περὶ ἀπληστίας· ὅτι ἀπλήστως ἔχομεν πρὸς

τὴν τοῦ πλείονος ὄρεξιν.

ΜΒʹ. Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ

αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγ-

χοντι.

ΜΓʹ. Περὶ ἀστρολόγων.

ΜΔʹ. Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ' οἷς

δρῶσι, καὶ ὑπὲρ ὧν τετυχήκασι· καὶ ὅτι τοῖς

ἁγίοις ἐπαναπαύεται ὁ Θεός.

ΜΕʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν, καὶ κατὰ πόσους τρό-

πους κεχάρισται ἡμῖν παρὰ Θεοῦ τοῦ μόνου δυνα-

μένου ἀφιέναι ἁμαρτίας, ὁ ἱλασμὸς τῶν πλημμε-

λημάτων.

ΜϚʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ· καὶ ποσα-

χῶς τὸ ἀνάθεμα λαμβάνεται.

445

ΜΖʹ. Περὶ τοῦ ἄφυκτον εἶναι τὸν Θεὸν, καὶ ἀπερί-

γραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ

ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέληθε.

ΜΗʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ

τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ

καὶ ἐπέκεινα τῶν διατεταγμένων ἡμῖν ζητεῖν, ἢ

περιεργάζεσθαι. Ἀνέφικτος γὰρ ἡμῖν, καὶ ἀκα-

τάληπτος ἀνθρώποις οὖσιν ἡ τούτων εὕρεσις, καὶ

ἀλυσιτελής.

ΜΘʹ. Περὶ ἀγάπης καὶ φόβου πρὸς τὸν Θεόν· καὶ

ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν.

Νʹ. Περὶ τῶν μὴ ἀγαπώντων τὸν Θεὸν, μηδὲ φο-

βουμένων αὐτόν.

ΝΑʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ

ἀντιλέγειν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ

πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν.

ΝΒʹ. Περὶ τοῦ, ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολά-

ζονται.

ΝΓʹ. Περὶ τοῦ, ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστη-

σεν ὁ Θεός.

ΝΔʹ. Περὶ ἀποφάσεως παρὰ Θεοῦ γινομένης·

καὶ ὅτι οὐ δεῖ παρὰ τὰς ἐντολὰς τοῦ Θεοῦ φιλαν-

θρωπεύεσθαι.

ΝΕʹ. Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων· λέγω δὲ

οὐρανοῦ καὶ γῆς.

ΝϚʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρω-

πίνων καταστάσεως· καὶ ὅτι ἐπίμοχθος καὶ

ἐπώδυνός ἐστιν ὁ τῶν ἀνθρώπων βίος.

ΝΖʹ. Περὶ ἀναμαρτησίας· καὶ ὅτι οὐδεὶς ἀναμάρ-

τητος, εἰ μὴ εἰς ὁ Θεός.

ΝΗʹ. Περὶ τῶν ἁμαρτανόντων καὶ νομιζομένων λαν-

θάνειν τὸν Θεόν.

ΝΘʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ προφητῶν, καὶ

ἀποστόλων γινομένης.

Ξʹ. Περὶ ἀγάπης καὶ εἰρήνης, καὶ ὁμονοίας, καὶ

εἰρηνοποιῶν.

ΞΑʹ. Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.

ΞΒʹ. Περὶ ἀκηδίας καὶ ἀθυμίας.

ΞΓʹ. Περὶ ἄφρονος καὶ ἀνοήτου.

ΞΔʹ. Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτι-

μαζόντων καὶ ψεγόντων τὸ δίκαιον.

ΞΕʹ. Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον.

ΞϚʹ. Περὶ αἰσχύνης ἀγαθῆς.

ΞΖʹ. Περὶ αἰσχύνης πονηρᾶς.

ΞΗʹ. Περὶ ἀπογνώσεως· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἀπογι-

νώσκειν ἑαυτῶν σωτηρίας.

ΞΘʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ

ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ.

Οʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν· ὅτι δεῖ ταῦτα προσ-

φέρειν τῷ Θεῷ.

ΟΑʹ. Περὶ ἀπαντημάτων καὶ τῶν ἀπὸ κακῶν εἰς

κακὰ ἐμπιπτόντων.

ΟΒʹ. Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ

κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ

ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ

κολαστήρια.

ΟΓʹ. Περὶ ἀμοιβῆς τῶν εὖ καὶ κατ' ἀρετὴν βιωσάν-

των ἐν ἀπεράντῳ μακαριότητι.

ΟΔʹ. Περὶ τῆς φοβερᾶς ἀναστάσεως.

ΟΕʹ. Περὶ τῆς ἁγίας, καὶ ἀκτίστου, καὶ συναϊδίου,

καὶ ὁμοουσίου Τριάδος.

ΟϚʹ. Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ μα-

καριότητι διάγουσι, λειτουργοῦντες τῇ σεβασμίῳ

Τριάδι.

ΟΖʹ. Περὶ αἱρετικῶν, καὶ τῶν περὶ πίστιν λογομα-

χούντων, καὶ ἀμφισβητούντων· καὶ ὅτι οὐ χρὴ τὰς

συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν

νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων.

Στοιχεῖον Β.

Αʹ. Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι βα-

σιλέα εἰς πόλεμον, καὶ βέλτιον διὰ μισθοφόρων,

448

ἢ δώρων τοὺς πολεμίους ἀμείβεσθαι, οὐ δι'

ἑαυτοῦ.

Βʹ. Περὶ βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισο-

πονήρου.

Γʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου.

Δʹ. Ὅτι χρὴ εὔχεσθαι ὑπὲρ τοῦ βασιλέως.

Εʹ. Περὶ βλασφημούντων καὶ μεγαλοῤῥημούντων.

Ϛʹ. Περὶ βασκάνων.

Ζʹ. Περὶ βιαίων καὶ ἀβιάστων πραγμάτων· καὶ ὅτι

τὸ κατὰ δύναμιν φίλον Θεῷ ἐπὶ παντί.

Ηʹ. Περὶ βοηθείας καὶ ἀντιλήψεως ἀδικουμένων·

ὅτι λίαν εὐάρεστον Θεῷ.

Θʹ. Περὶ βουλῆς Θεοῦ· ὅτι ἄτρεπτος καὶ ἀνέφικτος

ἀνθρώποις, καὶ ἀπαράβατος διαμένει.

Ιʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος

πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ,

καὶ ὀλίγοι πολλῶν κρατοῦσιν.

ΙΑʹ. Περὶ βαπτίσματος καὶ τῆς τοῦ θείου λουτροῦ

προφητείας.

ΙΒʹ. Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός.

ΙΓʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως

πάντα πράττειν.

ΙΔʹ. Περὶ βραδυβουλῆς καὶ ἀβουλίας· καὶ ὅτι τὸ ἀπε-

ρίσκεπτον βλαβερόν.

ΙΕʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγ-

καίων.

ΙϚʹ. Περὶ βασιλείας οὐρανῶν.

Στοιχεῖον Γ.

Αʹ. Περὶ γεωργίας καὶ γεωργῶν· ὅτι καλὸν τὸ ἐργά-

ζεσθαι.

Βʹ. Περὶ γλυκολάλων.

Γʹ. Περὶ γέλωτος καὶ γελοιαστῶν.

Δʹ. Περὶ γογγυστῶν καὶ μεμψιμοίρων.

Εʹ. Περὶ γενεᾶς ἀγαθῆς.

Ϛʹ. Περὶ γενεᾶς σκολιᾶς καὶ πονηρᾶς.

Ζʹ. Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς κατα-

μεμφομένων.

Ηʹ. Περὶ τοῦ γνῶναι ἑαυτὸν καὶ τὰ οἰκεῖα μέτρα,

καὶ μὴ ἐπαίρεσθαι.

Θʹ. Περὶ γνωστικῶν ἀνδρῶν· καὶ ποῖα ἀγαθὰ ἕψεται

αὐτοῖς.

Ιʹ. Περὶ γερόντων ἐν ἀρετῇ καὶ συνέσει κοσμου-

μένων.

ΙΑʹ. Περὶ γερόντων ἐν ἀνοίᾳ καὶ κακίᾳ βιούντων.

ΙΒʹ. Περὶ γονέων χρηστῶν· καὶ ὅτι χρὴ διὰ σπουδῆς

καὶ προσηκόντως τὰς τῶν τέκνων ἀναγωγὰς

ποιεῖσθαι.

ΙΓʹ. Περὶ γονέων καταφρονητικῶς ἐχόντων τὰς τῶν

τέκνων ἀναγωγάς.

ΙΔʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι

τοῖς ἰδίοις ἀνδράσιν.

ΙΕʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχε-

σθαι αὐτάς.

ΙϚʹ. Περὶ γυναικῶν κυϊσκουσῶν ἄρσεν ἢ θῆλυ· καὶ

πόσας ἡμέρας οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν

Κυρίου.

ΙΖʹ. Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ

συνετῆς.

ΙΗʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ

πορνευουσῶν, καὶ πάσης κακίας πεπληρω-

μένων.

Στοιχεῖον Δ.

Αʹ. Περὶ διαθηκῶν καὶ κληρονόμων.

Βʹ. Περὶ διδασκαλίας· καὶ ὅτι οὐ πάντων τὸ διδά-

σκειν, ἀλλὰ σοφῶν καὶ πεπαιδευμένων.

Γʹ. Περὶ διδασκάλων αἱρετικῶν· καὶ ὅτι χρὴ φεύ-

γειν αὐτούς.

Δʹ. Περὶ διηγουμένων καὶ διδασκόντων μάταια.

Εʹ. Περὶ διανοουμένων καὶ ἐνθυμουμένων κακά.

Ϛʹ. Περὶ τῶν δικαιούντων ἑαυτοὺς, καὶ κατοφρυω-

μένων ἑτέρων.

449

Ζʹ. Περὶ δειλῶν, καὶ διψύχων, καὶ ἀκαταστάτων,

καὶ ἀνάνδρων.

Ηʹ. Περὶ δικολόγων, καὶ τῶν κρίσεις ἀλλοτρίας ἀνα-

δεχομένων.

Θʹ. Περὶ δείπνου καὶ συνεστιάσεως.

Ιʹ. Περὶ διαφορᾶς ἡδίστων καὶ ἡδυτέρων κατὰ

σύγκρισιν.

ΙΑʹ. Περὶ διαφορᾶς καταστάσεως καὶ τρόπων, καὶ

ἀνομοιότητος γνωμῶν· ὅτι οὐ πάντες τοῖς αὐτοῖς

ἀρέσκονται.

ΙΒʹ. Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι

εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται καὶ

κατορθοῦται, ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλ-

μένων, καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ

πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς.

ΙΓʹ. Περὶ διακρίσεως· ὅτι χρὴ ἐπὶ παντὶ πράγματι

διάκρισιν καὶ φόβον Θεοῦ ἔχειν.

ΙΔʹ. Περὶ διαγνώσεως, καὶ πείρας ἠθῶν, καὶ κρυφίων

τρόπων ἀνδρός.

ΙΕʹ. Περὶ δωροδοκίας.

ΙϚʹ. Περὶ δημηγερτῶν λοιμῶν· καὶ ὅτι χρὴ φεύγειν

καὶ ἐκκλίνειν τὰς τοῦ δήμου ἀνασοβὰς καὶ ἀσυμ-

φωνίας.

ΙΖʹ. Περὶ δυσκινήτων καὶ ἀργοφάγων, λουππαίων, καὶ

ἀνασεσοβημένων, καὶ πεφαντασμένων ἐπ' ὀλέθρῳ.

ΙΗʹ. Ὅτι χρὴ τὰ δεύτερα ἐν πᾶσι προθεωρεῖν καὶ

περισκοπεῖν· τρεπτὰ γὰρ τὰ ἀνθρώπινα ἅπαντα

καὶ ἄδηλα.

ΙΘʹ. Περὶ δομάτων καὶ δωρεῶν ἀγαθῶν· ὅτι παρὰ

Θεῷ πᾶν ἀγαθόν.

Κʹ. Περὶ τῶν δουλευόντων Θεῷ· ὅτι χρὴ τούτους

τιμᾷν καὶ σέβειν, καὶ τὰ πρὸς χρείαν προσάγειν.

ΚΑʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς Κύριος ἐκ

πειρασμῶν, καὶ ἐν εὐφροσύνῃ ἔτη πολλὰ ζῶσι·

καὶ ὅτι ὑπὸ Θεοῦ ἀγαπῶνται, καὶ εὐλογοῦνται οἱ

οἶκοι τῶν δικαίων.

ΚΒʹ. Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομέ-

νης· ὅτι δεκτὴ καὶ τιμία παρὰ Θεῷ.

ΚΓʹ. Περὶ δικαίων· καὶ ὅτι περιφρονοῦνται ὑπὸ

ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται.

ΚΔʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος

αὐτῶν, καὶ ὡς ἡ μνήμη αὐτῶν ἐγκωμιάζεται.

ΚΕʹ. Περὶ τῶν τοὺς δικαίους καὶ ἀγαθοὺς ἄνδρας

τιμώντων.

ΚϚʹ. Περὶ τῶν δικαίους καὶ ἀγαθοὺς ἄνδρας ἀτιμα-

ζόντων.

ΚΖʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς.

ΚΗʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ, καὶ δαιμόνων.

ΚΘʹ. Περὶ δυνάμεως Θεοῦ.

Λʹ. Περὶ δημιουργίας τοῦ κόσμου· καὶ ὅτι πάντα

ὑπὸ Θεοῦ γεγένηται, καὶ οὐδὲν ὑπ' αὐτοῦ εἰκῆ ἢ

περιττὸν γέγονεν.

ΛΑʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν

αὐτὸν καὶ ἁγιάζειν· ὁ δὲ μὴ τοῦτο δρῶν, εὐθύνας

εἰσπράττεται· καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν

δοξάζει ὁ Θεός.

ΛΒʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι

πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ

ἁμαρτάνειν εἰς Θεόν· καὶ ὅτι οὐ χρὴ δυσπιστεῖν

ἔν τινι τῷ Θεῷ. Πάντα γὰρ δυνατὰ αὐτῷ.

ΛΓʹ. Περὶ δυσπιστίας.

ΛΔʹ. Περὶ διγλώσσου.

ΛΕʹ. Περὶ δικαστῶν ἀδικάστων, καὶ καθαρὰς ἐχόν-

των τὰς χεῖρας.

ΛϚ. Περὶ δικαστῶν δωροδεκουμένων, καὶ ἀθέσμως

κρινόντων.

ΛΖʹ. Περὶ δεσποτῶν χρηστῶν.

ΛΗʹ. Περὶ δεσποτῶν μοχθηρῶν.

ΛΘʹ. Περὶ δούλων χρηστῶν.

Μʹ. Περὶ δούλων πονηρῶν.

ΜΑʹ. Περὶ δυσαρεστουμένων.

ΜΒʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ χρὴ τὴν

ἰδίαν δόξαν ἑτέρῳ παρέχειν.

ΜΓʹ. Περὶ δανειστῶν χρηστῶν.

ΜΔʹ. Περὶ δανειστῶν πονηρῶν.

452

ΜΕʹ. Περὶ δανειζομένων· καὶ ὅτι χρὴ εὐγνωμονεῖν

τοῖς κυριοχρέοις.

ΜϚʹ. Περὶ δανειζομένων καὶ εὐγνωμονούντων.

Στοιχεῖον Ε.

Αʹ. Περὶ ἐντολῶν Θεοῦ· ὅτι σωτήριοι καὶ ζωοποιοὶ,

καὶ κατὰ πάντα εὐθεῖαι, καὶ ἁγίαι, καὶ δίκαιαι.

Βʹ. Περὶ τῶν μὴ φυλασσόντων τὰς ἐντολὰς τοῦ

Θεοῦ.

Γʹ. Περὶ εὐοδουμένων ἐν τοῖς ἔργοις αὐτῶν.

Δʹ. Περὶ τῶν οὐκ εὐοδουμένων.

Εʹ. Περὶ ἔργων καὶ πράξεων· ὅτι χρὴ πρὸ πάσης

ἐργασίας τῇ τοῦ Θεοῦ μνήμῃ καὶ εὐχαριστίᾳ

ἁγιάζεσθαι.

Ϛʹ. Περὶ ἐξουσίας καὶ δυναστείας· ὅτι παρὰ Κυρίου

πᾶν κράτος.

Ζʹ. Περὶ ἐπαίνων καὶ ἐγκωμίων, καὶ τῶν χαιρόντων

ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν

τινα.

Ηʹ. Περὶ ἐγκαταλείψεως· ὅτι τὸ ἐρημωθῆναι τῆς

τοῦ Θεοῦ βοηθείας καὶ σκέπης, παντὸς δεινοῦ

χαλεπώτερον.

Θʹ. Περὶ ἐνδείας καὶ ἀπορίας.

Ιʹ. Περὶ ἐπαγωγῶν κατὰ κρίσιν δικαίαν Θεοῦ

ἐπιφερομένων ἡμῖν.

ΙΑʹ. Περὶ ἐκδικήσεως καὶ εἰσπράξεως ἁμαρτιῶν· ὅτι

οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐφ' ἁμαρτίαις ὁ

φιλάνθρωπος ἡμῶν Κύριος διορθούντων ἑαυτούς.

ΙΒʹ. Περὶ ἐπαιτίας.

ΙΓʹ. Περὶ ἐπιθυμίας· ὅτι οὐ χρὴ ἀκρίτως καὶ ἀνεξ-

ετάστως ταῖς οἰκείαις ἐξακολουθῆσαι ἐπιθυμίαις,

κἂν δοκῶσιν ἀγαθαὶ εἶναι. Ἐκ τούτων γὰρ

δελεαζόμεθα, οἷα ἀσθενέστεροι πρὸς τὰ μὴ λυσι-

τελοῦντα.

ΙΔʹ. Περὶ ἐπιθυμιῶν ἁγίων ἀνδρῶν.

ΙΕʹ. Περὶ ἐπικουρείας· ὅτι καλὸν τὸ ἐπικουρεῖν τοῖς

δεομένοις.

ΙϚʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινο-

μένης· ὅτι ἀπρόσδεκτος παρὰ Θεῷ.

ΙΖʹ. Περὶ ἐπιχειρούντων ἀλλήλοις.

ΙΗʹ. Περὶ ἐπινοήτου, καὶ εὐμηχάνου, καὶ ἐμπείρου,

καὶ εὐμαθοῦς.

ΙΘʹ. Περὶ ἐγγυῆς καὶ ἐγγυητοῦ.

Κʹ. Περὶ ἐνεχύρων.

ΚΑʹ. Περὶ ἐχθρῶν· ὅτι οὐ δεῖ ἀδιαλλάκτως μεῖναι

πρὸς τοὺς ἐπταικότας, οὐδὲ χαίρειν ἐπὶ τῇ κακο-

πραγίᾳ καὶ πτώμασιν αὐτῶν.

ΚΒʹ. Περὶ ἐγκρατείας.

ΚΓʹ. Περὶ ἐπικοίνων πραγμάτων.

ΚΔʹ. Περὶ ἐλέγχοντος καὶ ἐπιτιμῶντος· ὅτι χρεὼν

τῷ τοιούτῳ συνεσκιασμένως καὶ μὴ ἐμβριθῶς

προσάγειν τὸν ἔλεγχον, ὅτι διαβρωτικόν· ἀναβι-

βάζειν δὲ πρὸς τὰ βέλτιστα ἡμερότητι τὸν ὑπεύ-

θυνον.

ΚΕʹ. Περὶ εὐπραγίας καὶ δυσπραγίας.

ΚϚʹ. Περὶ ἐνόχων θανάτου· καὶ ὅτι οὐδεὶς ὑπὲρ

ἑτέρου ἀποθανεῖται, οὐ γονεῖς ὑπὲρ τέκνων, οὐ

τέκνα ὑπὲρ γονέων.

ΚΖʹ. Περὶ ἐνεδρεύοντος εἰς ἐπιβουλὴν τοῦ πλησίον·

καὶ ὅτι αὐτὸς ἐμπεσεῖται.

ΚΗʹ. Περὶ ἐμπορίας· καὶ ὅτι αἱ περὶ τὰ βιωτικὰ

ἐνδελεχεῖς ἀσχολίαι συγχέουσιν ἡμῶν τὴν ζωὴν,

καὶ ἀποστεροῦσι τῶν πνευματικῶν καὶ αἰωνίων

ἀγαθῶν.

ΚΘʹ. Περὶ ἐνυπνίων, καὶ μαντειῶν, καὶ οἰωνισμῶν.

Λʹ. Περὶ τῶν ἑαυτοὺς διεκδικούντων· ὅτι οὐ χρή.

ΛΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων, εἴτε κατορθω-

μάτων, εἴτε ἁμαρτημάτων ἐν γνώσει καὶ ἀγνοίᾳ

γινομένων.

ΛΒʹ. Περὶ εὐχαριστίας πρὸς Θεόν· ὅτι οὐ χρὴ

ἀνεπιληθήτως ἔχειν τὰς εὐεργεσίας αὐτοῦ.

ΛΓʹ. Περὶ τῶν μὴ εὐχαριστούντων, ἀλλὰ ἀχαρι-

στούντων καὶ ἀγνωμούντων.

ΛΔʹ. Περὶ εὐνούχων καὶ ἀγάμων.

453

ΛΕʹ. Περὶ ἐγγαστριμύθων, καὶ ἐπαοιδῶν, καὶ

οἰωνιζομένων.

ΛϚʹ. Περὶ εἰδώλων καὶ εἰδωλολατρῶν.

ΛΖʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ

πρὸ τελευτῆς μακαρίσαι τινά.

ΛΗʹ. Περὶ ἐλπίδος εἰς Θεόν· ὅτι χρὴ εἰς Θεὸν ἐλπί-

ζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας·

ὅτι οὐδεὶς ἐλπίσας εἰς Θεὸν κατῃσχύνθη.

ΛΘʹ. Περὶ τῶν μὴ εἰς Θεὸν τὴν ἐλπίδα καὶ πεποί-

θησιν ἐχόντων· ἀλλὰ πεποιθότες ἐπὶ πλούτῳ καὶ

ἀνθρώποις.

Μʹ. Περὶ ἐκκλησίας Θεοῦ, καὶ θυσιαστηρίου· καὶ ὅτι

οὐ δεῖ ἐν ἐκκλησίᾳ ἐσθίειν.

ΜΑʹ. Περὶ ἑορτῆς.

ΜΒʹ. Περὶ εὐλογίας ὑπὸ Κυρίου, καὶ τῶν προφη-

τῶν, καὶ τῶν ἀποστόλων γινομένης.

ΜΓʹ. Περὶ εὐχῆς· ὅσα δι' εὐχῆς κατορθοῦται ἡμῖν.

ΜΔʹ. Περὶ ἐλεημοσύνης καὶ εὐποιίας εἰς πτωχούς.

ΜΕʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ

πλεονεκτούντων καὶ ἀδικούντων.

ΜϚʹ. Περὶ ἐργολαβητῶν, καὶ εἰς ἀλλοτρίας δίκας

ἑαυτοὺς ἐμβαλλόντων.

ΜΖʹ. Περὶ ἐπισκόπων χρηστῶν καὶ φυλασσόντων τὰς

ἐντολὰς τοῦ Θεοῦ.

ΜΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων

τὰς ἐντολὰς τοῦ Θεοῦ.

ΜΘʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων χρη-

στῶν, καὶ μισθίων χρηστῶν.

Νʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων πονηρῶν.

Στοιχεῖον Ζ.

Αʹ. Περὶ τοῦ ἐπιζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι,

καὶ ἀκολουθεῖν, καὶ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ

διαπράττεσθαι.

Βʹ. Περὶ ζώων ἀλόγων, φυσικῇ σοφίᾳ κεκοσμη-

μένων.

Γʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ μιμήσεως χρηστῆς.

Δʹ. Περὶ ζήλου καὶ μιμήσεως πονηρᾶς.

Εʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων δικαίων.

Ϛʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων.

Στοιχεῖον Η.

Αʹ. Περὶ ἡμέρας ἀγαθῆς καὶ ἑορταστικῆς.

Βʹ. Περὶ ἡμέρας σκληρᾶς καὶ θλιβερᾶς.

Γʹ. Περὶ ἡμέρας καὶ νυκτός.

Δʹ. Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ ἀντιχρίστου.

Στοιχεῖον Θ.

Αʹ. Περὶ θρασέων καὶ ἀνδρείων.

Βʹ. Περὶ θρασέων καὶ τολμηρῶν.

Γʹ. Περὶ θεληματαρίων καὶ πεισματικῶν, καὶ αὐτ-

αρέσκων· ὅτι βαρὺ τὸ πάθος

Δʹ. Περὶ τοῦ μὴ θαῤῥῆσαι, μηδὲ ἐμπιστεῦσαι ἑκά-

στῳ τὰ καθ' ἑαυτούς.

Εʹ. Περὶ θείας μυσταγωγίας.

Ϛʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ

Θεὸς οὐ προσδέχεται.

Ζʹ. Περὶ θείων λογίων· ὅτι χρὴ σπουδαίους εἶναι

εἰς τὴν τούτων ἀκρόασιν.

Ηʹ. Περὶ τῶν θείων, καὶ κατὰ Χριστὸν μυστηρίων.

Θʹ. Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης.

Ιʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.

ΙΑʹ. Περὶ θανόντων, καὶ πενθούντων· καὶ ὅτι οὐ

δεῖ ἐπὶ τοῖς ἀπελθοῦσι πενθεῖν.

ΙΒʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου.

ΙΓʹ. Περὶ θαλάσσης.

ΙΔʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ.

ΙΕʹ. Περὶ θηρευτῶν.

ΙϚʹ. Περὶ θυγατρὸς σεμνῆς καὶ κοσμίας.

ΙΖʹ. Περὶ θυγατρὸς ἀσέμνου καὶ ἀκόσμου.

Στοιχεῖον Ι.

Αʹ. Περὶ ἰσότητος· ὅτι ἰσότης φιλαδελφίας ἐστὶ

456

μήτηρ καὶ τροφὸς, ἔν τε τοῖς πνευματικοῖς, ἔν

τε τοῖς σαρκικοῖς.

Βʹ. Περὶ ἱματισμοῦ· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυ-

τελεῖ κεχρῆσθαι.

Γʹ. Περὶ ἰατρῶν καὶ ἰατρείας.

Δʹ. Περὶ ἱερατικῶν, καὶ τῶν τῷ Θεῷ ἀνακειμένων·

ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντα ἅπτεσθαι ἱερατικοῦ

σκευῆς.

Εʹ. Περὶ ἰσότητος· ὅτι ἴση παρὰ Θεῷ τάξις πλου-

σίου καὶ πένητος.

Στοιχεῖον Κ.

Αʹ. Περὶ τοῦ κόσμου, καὶ τῆς παρὰ Θεοῦ γενομέ-

νης παγκάλλου καὶ ποικίλης κτίσεως αὐτοῦ·

καὶ ὅτι οὐδὲν αὐτόματον, ἢ αὐτοσχέδιον ἐν αὐτῷ,

οὔτε ἐν ὁρατοῖς, οὔτε ἐν ἀοράτοις.

Βʹ. Περὶ καιροῦ· ὅτι καιρὸς τῷ παντὶ πράγματι.

Γʹ. Περὶ καρτερίας καὶ παραμονῆς· ὅτι ἀνυτικὸν

τῶν ζητουμένων τὸ καρτερικόν.

Δʹ. Περὶ κάλλους καὶ εὐπρεπείας σώματος· ὅτι

οὐκ ἐν τούτοις, ἀλλ' ἐν τῇ τῆς ψυχῆς ὡραιότητι

ὁ Θεὸς ἐπαναπαύεται.

Εʹ. Περὶ καλλωπιζομένων· ὅτι βδέλυγμα παρὰ Κυ-

ρίῳ τοῦ σώματος καλλωπισμὸς, ὅτι ἑταιρικόν.

Ϛʹ. Περὶ κομπαζόντων καὶ φανταζομένων.

Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· ὅτι ἐπιβλαβὲς

τὸ πρᾶγμα. Χρῆναι γὰρ μὴ ἑαυτοῖς ἐπιγράφειν

τὰ ὡς εἰκὸς κατωρθωμένα, ἀλλὰ τῷ αἰτίῳ, συν-

εργῷ τῶν ἀγαθῶν Θεῷ, καὶ αὐτῷ ἀναπέμπειν

τὰ εὐχαριστήρια.

Ηʹ. Περὶ κακοφρόνων καὶ κακοβούλων.

Θʹ. Περὶ κακοποιῶν.

Ιʹ. Περὶ κατηφείας καὶ σκυθρωπότητος.

ΙΑʹ. Περὶ καλοηθῶν καὶ καταστάσεως τρόπων αὐ-

τῶν.

ΙΒʹ. Περὶ κακοηθῶν καὶ κακοτρόπων.

ΙΓʹ. Περὶ καταλαλιᾶς καὶ διαβολῆς· ὅτι βαρύτατον

τὸ πάθος, καὶ τῷ κεκτημένῳ, καὶ τῷ ἐπικοινω-

νοῦντι.

ΙΔʹ. Περὶ κωφῶν.

ΙΕʹ. Περὶ καθαρᾶς καρδίας, καὶ τῶν συνειδὸς καθαρὸν

ἐχόντων.

ΙϚʹ. Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν

ἄδικον ἐχόντων.

ΙΖʹ. Περὶ κακουργῶν· ὅτι χρὴ τάχιστα κατὰ τὸν

νόμον καταστέλλειν τούτους, πρὸς εἰρήνην καὶ

εὐνομίαν τοῦ λαοῦ, καὶ ἀναχαιτισμοῦ τοῦ κακοῦ.

ΙΗʹ. Περὶ τῶν καταφρονητικῶς περὶ τὴν σωτήριον

τοῦ Κυρίου εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διακειμέ-

νων μακροθυμίαν.

ΙΘʹ. Περὶ κρείττονος· ὅτι οὐ δεῖ πρὸς κρείττονας

φιλονεικεῖν.

Κʹ. Περὶ τοῦ μὴ κρίνειν, καὶ κατακρίνειν, καὶ κα-

ταγινώσκειν ἀλλήλων, καὶ ψόγους παρατιθέναι.

ΚΑʹ. Περὶ κλεπτῶν, καὶ τῶν συγκοινωνούντων αὐ-

τοῖς.

ΚΒʹ. Περὶ κινδύνων καὶ περιστάσεων· ὅτι χρὴ

ἐκκλῖναι καὶ διαδράναι τὰς τούτων ἐπιδρομάς.

ΚΓʹ. Περὶ κριμάτων Θεοῦ ἀνεκφράστων καὶ ἀνεκ-

διηγήτων· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἢ ἰλιγγιᾶν

ἐφ' οἷς δίκαιοι πολλάκις δυσπραγοῦσιν, ἄδικοι δὲ

ἔσθ' ὅτε κατὰ τὸν βίον εὐπραγοῦσιν. Ἄῤῥητος

γὰρ ἡ τῶν τοιῶνδε αἰτία, καὶ μόνῳ Θεῷ ἐγνω-

σμένη.

ΚΔʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ τὰ

πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμει ὁ Θεὸς, καὶ πρόσ-

ωπον οὐ λαμβάνει.

ΚΕʹ. Περὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν.

Στοιχεῖον Λ.

Αʹ. Περὶ λοιδορίας.

Βʹ. Περὶ λόγου, καὶ τοῦ ἐν τούτῳ ἐπαίνου καὶ

ψόγου.

457

Γʹ. Περὶ λιμοῦ, καὶ τῆς ἐκ τούτου ἀνάγκης.

Δʹ. Περὶ λύπης, καὶ λυπουμένων, καὶ πενθούντων.

Οὐ καλὸν δὲ τὸ ὑπερμετρεῖν.

Στοιχεῖον Μ.

Αʹ. Περὶ μεθυστῶν καὶ ἀσώτων.

Βʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ σπουδαίως ἐρω-

τᾷν, καὶ μανθάνειν τὰ ψυχωφελῆ, καὶ γνῶσιν

πνευματικήν.

Γʹ. Περὶ μισομαθῶν.

Δʹ. Περὶ μυστηρίων· ὅτι προδοσία πρὸς θάνατον τὸ

ἐκφερομυθεῖν τὰ φίλων μυστήρια.

Εʹ. Περὶ μάχης, καὶ τῶν ἐν μάχαις συμβαινόντων.

Ϛʹ. Περὶ μεταχειριζομένων καὶ μεταβαλλόντων

τοὺς ταρασσομένους, καὶ τεθυμωμένους, καὶ

ἐξηγριωμένους.

Ζʹ. Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ

κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν,

τουτέστι βδελυγμάτων· ὅτι ἄθεσμα καὶ ἐκκή-

ρυκτα, καὶ ἀπηγορευμένα τῇ ἱερᾷ Γραφῇ ταῦτα

πάντα, καὶ τὰ ὅμοια.

Ηʹ. Περὶ ματαιοπονούντων, καὶ μάταια φρονούντων.

Θʹ. Περὶ μεταβολῆς πραγμάτων· καὶ ὅτι οὐδὲν

ἐπίμονον ἐν βίῳ, ἀλλὰ πάντα ἐν βουλήσει καὶ

χειρὶ Θεοῦ.

Ιʹ Περὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μα-

καρίζειν τινά.

ΙΑʹ. Περὶ μισοπονηρίας Θεοῦ, καὶ τῶν ἀπαρεσκόντων

αὐτῷ.

ΙΒʹ. Περὶ μισοπονηρίας, καὶ τῶν τὰ ἄτοπα ἀποστρε-

φομένων.

ΙΓʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως.

ΙΔʹ. Περὶ τῶν εἰς μετάνοιαν μὴ ἐπιστρεφόντων.

ΙΕʹ. Περὶ μισαδελφίας.

ΙϚʹ. Περὶ μοναχῶν χρηστῶν, καὶ ἡγουμένων ἀγα-

θῶν.

ΙΖʹ. Περὶ μοναχῶν παλιμβούλων, καὶ παλινδρο-

μούντων εἰς κακίαν.

ΙΗʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ καταφρο-

νούντων, καὶ ῥᾳθυμούντων.

ΙΘʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ τὰς μάχας συν-

απτόντων.

Στοιχεῖον Ν.

Αʹ. Περὶ νέων παιδείᾳ καὶ συνέσει κοσμουμένων.

Βʹ. Περὶ νέων ἐν ἀφροσύνῃ καὶ ἀνοίᾳ ζώντων.

Γʹ. Περὶ νέων καὶ ἀγαθῶν ἀρχόντων.

Δʹ. Περὶ νέων καὶ πονηρῶν ἀρχόντων.

Εʹ. Περὶ νοσούντων, καὶ ἀσθενούντων· ὅτι χρὴ

ἐπισκέπεσθαι αὐτούς.

Ϛʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας

σωτηρίας· καὶ ὅτι πειρατήριον καὶ ἐπικίνδυνον

βίον ζῶμεν.

Ζʹ. Περὶ νεογάμων.

Ηʹ. Περὶ νηστείας καὶ ἐγκρατείας.

Στοιχεῖον Ξ.

Αʹ. Περὶ ξένων καὶ φιλοξενίας· καὶ ὅτι ἀπαῤῥη-

σίαστος ὁ ξένος πάντοτε.

Στοιχεῖον Οʹ.

Αʹ. Περὶ οἴκου καὶ οἰκειακῆς καταστάσεως· καὶ

ὅτι οὐ καλὸν ἀλλοτρίοις συχνάζειν οἴκοις, καὶ

ἀκροᾶσθαι ἀλλότρια.

Βʹ. Περὶ ὀνειδισμοῦ ἀγαθοῦ κατὰ Θεὸν, καὶ ὀνει-

δισμοῦ ἐπὶ κακοπραγίᾳ· καὶ ὅτι οὐδὲ συμφέρον

ὀνειδίζειν.

Γʹ. Περὶ ὁδοῦ ἀγαθῆς.

Δʹ. Περὶ ὁδοῦ κακῆς.

Εʹ. Περὶ ὁμοιοτρόπων, καὶ ὁμοιογενῶν, καὶ ὁμοιο-

ηθῶν.

Ϛʹ. Περὶ ὁροθεσιῶν.

460

Ζʹ. Περὶ ὅρκων καὶ ὅρων οὐκ ἀγαθῶν· ὅτι οὐ δεῖ ἐμ-

μένειν αὐτοῖς.

Ηʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ

χρὴ μάταιον λαμβάνειν ὅρκον, ἢ ὅλως ὀμνύειν.

Θʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορ-

κούντων.

Ιʹ. Περὶ ὀλιγοδείας, καὶ ἀκτημοσύνης, καὶ αὐταρ-

κείας.

ΙΑʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν.

ΙΒʹ. Περὶ οἴνου καὶ χρήσεως αὐτοῦ.

ΙΓʹ. Περὶ οἰήσεως καὶ φυσιώσεως.

ΙΔʹ. Περὶ ὀλιγοβίων καὶ μακροβίων.

ΙΕʹ. Περὶ ὀφθαλμῶν καὶ ὁράσεως.

ΙϚʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ χάριν ἔχοντος.

ΙΖʹ. Περὶ ὀνόματος οὐ χρηστοῦ καὶ χάριν μὴ ἔχοντος.

ΙΗʹ. Περὶ τοῦ, ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ

Θεός· καὶ ὅτι οὔτε ὂν, οὔτε ἐνυπόστατον φύσει

τὸ κακόν.

ΙΘʹ. Περὶ ὀνόματος Θεοῦ.

Στοιχεῖον Π.

Αʹ. Περὶ πολιτείας ἀνεπιλήπτου καὶ θεαρέστου.

Βʹ. Περὶ παιδείας παρὰ Θεοῦ, καὶ τῶν εὐχαρίστως

καὶ εὐγενῶς δεχομένων, καὶ φερόντων τὰ ἐπερ-

χόμενα· οὕτως γὰρ χρεών.

Γʹ. Περὶ τῶν παιδείαν Θεοῦ σωτήριον πρὸς διόρθωσιν

μὴ δεχομένων.

Δʹ. Περὶ παῤῥησίας· καὶ πῶς δυνατὸν εὐπαῤῥη-

σίαστόν τινα γενέσθαι.

Εʹ. Περὶ προσφορῶν εὐαγῶν, καὶ εὐπροσδέκτων,

καὶ ἐναγῶν, καὶ ἀπροσδέκτων.

Ϛʹ. Περὶ πείρας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ πειράζειν

τὸν Θεόν.

Ζʹ. Περὶ πειρασμῶν· καὶ ὅτι οἱ μὲν ἔξωθεν εἰς

φανέρωσιν τῆς κατὰ τὸ κρυπτὸν ἡμῶν προαιρέ-

σεως ἐπιφύονται, οἱ δὲ ἔξω ἡμῶν αὐτῶν ἀναφυό-

μενοι, ἡμᾶς αὐτοὺς αἰτίους, εἴτε πρὸς ἔπαινον,

εἴτε πρὸς ψόγον ἔχουσιν.

Ηʹ. Περὶ παραχωρητικῶν καὶ εὐείκτων ἀνθρώπων·

ὅτι εἰρηνικὸν καὶ ψυχωφελὲς τοῦτο.

Θʹ. Περὶ πεισματικῶν, καὶ μὴ ἀνεχομένων ὑπεί-

κειν βραχὺ καὶ ἡττᾶσθαι.

Ιʹ. Περὶ περιστάσεων· ὅτι οὐ χρὴ ἀντιμάχεσθαι

ταῖς περιστάσεσιν, εἰ καὶ δυνατοὶ ὦμεν, καὶ μὴ

κατοφρυοῦσθαι τῶν κατεξανισταμένων. Οὐ γὰρ

λυσιτελές.

ΙΑʹ. Περὶ πολέμου καὶ πολεμικῶν νόμων· καὶ ὅτι

ἐξ ἡμετέρων ἁμαρτιῶν κινοῦνται οἱ πόλεμοι καθ'

ἡμῶν.

ΙΒʹ. Περὶ πολέμου ἐμφυλίου.

ΙΓʹ. Περὶ πραίδας καὶ προνομῆς.

ΙΔʹ. Περὶ παροξύνοντος καὶ παραπικραίνοντος.

ΙΕʹ. Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ.

ΙϚʹ. Περὶ προθέσεως ἀγαθῆς, καὶ προαιρέσεως, καὶ

πολιτείας σεμνῆς· ὅτι βούλεται ὁ Θεὸς μετὰ τῆς

αὐτοῦ ἀντιλήψεως πρόθεσιν ἀγαθὴν περὶ τὰ καλὰ

ἔργα, εἰς ἃ καὶ ἔπλασεν ἔχειν ἡμᾶς, ἵνα ὡς ἀγα-

θῶν ἐργάται τιμῶν ἀξιωθείημεν παρ' αὐτοῦ.

ΙΖʹ. Περὶ πλανώντων καὶ πλανωμένων.

ΙΗʹ. Περὶ πλαστολόγων.

ΙΘʹ. Περὶ πλαστογράφων.

Κʹ. Περὶ πόλεως ἀσεβείας καὶ ἀνομίας πεπληρωμέ-

νης.

ΚΑʹ. Περὶ πολυπείρων καὶ πολυμαθῶν.

ΚΒʹ. Περὶ παραθήκης.

ΚΓʹ. Περὶ πιστοῦ, καὶ ἰσοψύχου, καὶ μυστηριακοῦ

ἀνθρώπου· ὅτι σπάνιον εὑρεῖν.

ΚΔʹ. Περὶ παραμονῆς, καὶ παραμενόντων· ὅτι παρα-

μονὴ ἔργον ἀνύει· καὶ χρὴ οὐ μόνον εὐνοϊκῶς,

ἀλλὰ καὶ παραμονητικῶς διακεῖσθαι πρὸς τοὺς

προσλαβόντας, καὶ μηδένα ὡς ἔτυχε, καὶ ἀνεξ-

ετάστως εἰς ὑπηρεσίαν παραμονῆς εἰσδέχεσθαι.

461

ΚΕʹ. Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν.

ΚϚʹ. Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ

πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων.

ΚΖʹ. Περὶ πονηρῶν, καὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν

ἀνδρῶν.

ΚΗʹ. Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας.

ΚΘʹ. Περὶ πλησμονῆς, καὶ κόρου, καὶ γαστριμαρ-

γίας.

Λʹ. Περὶ πνευματικῆς προκοπῆς.

ΛΑʹ. Περὶ τῶν προσκαίρων καὶ τῶν αἰωνίων ἀγα-

θῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προ-

τιμᾷν.

ΛΒʹ. Περὶ προνοίας· ὅτι κήδεται καὶ προνοεῖται ἡμῶν

ὁ Θεός.

ΛΓʹ. Περὶ προσπαθείας καὶ μερίμνης· ὅτι χρὴ ἀπροσ-

παθῶς διακεῖσθαι περὶ τὰ πράγματα.

ΛΔʹ. Περὶ προφητῶν ἀνδροφονησάντων καὶ εὐαρε-

στησάντων Θεῷ.

ΛΕʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ

παῤῥησίας.

ΛϚʹ. Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ

ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπά-

νειν. Πάντα γὰρ αὐτῷ μόνῳ γνωστά.

ΛΖʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου

σεμνοῦ.

ΛΗʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοι-

τίας.

ΛΘʹ. Περὶ πείρας καὶ ἀπειρίας.

Μʹ. Περὶ πραότητος καὶ εὐλαβείας.

ΜΑʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ

θυμώδους, καὶ ὀξυχόλου.

ΜΒʹ. Περὶ πολιτείας ψεκτῆς ἀνηκόων, καὶ ἀνυποτά-

κτων, καὶ κακοηθῶν, καὶ πανουργῶν.

ΜΓʹ. Περὶ πτωχῶν, καὶ πενήτων εὐγενῶς τὸν τῆς

πτωχείας ζυγὸν φερόντων· καὶ ὅτι οὐ χρὴ αὐτοὺς

ἐκκλίνειν ἢ ἐξουθενεῖν.

ΜΔʹ. Περὶ πτωχῶν καὶ πενήτων ἀχαρίστων καὶ

βλασφήμων.

ΜΕʹ. Περὶ παίδων τιμώντων γονεῖς, καὶ ὅσα ἕπεται

ἀγαθὰ τοῖς ὑπακούουσιν αὐτοῖς.

ΜϚʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα

ἕψεται αὐτοῖς ἀπειθοῦσι κακά.

ΜΖʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα

καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι, τῆς

ἐξ ἐκείνων γινομένης ἁμαρτίας καὶ αὐτοὶ μεθ-

έξουσι.

ΜΗʹ. Περὶ πρεσβυτέρων.

ΜΘʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν

ἱεροῖς τόποις· ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοη-

θεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι.

Νʹ. Περὶ πράσεως καὶ ἀγορασίας.

ΝΑʹ. Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν

προαίρεσιν, καὶ ἐπὶ ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξ-

ετάζει ὁ Θεός.

ΝΒʹ. Περὶ παιδείας Θεοῦ κατὰ δοκιμὴν καὶ πεῖραν

γινομένης.

ΝΓʹ. Περὶ πλουσίων εὖ καὶ προσηκόντως βιούν-

των.

ΝΔʹ Περὶ πλουσίων οὐκ εὖ βιούντων.

ΝΕʹ. Περὶ τοῦ πλησίον· ὅτι χρὴ τὰ βάρη τοῦ πλη-

σίον φέρειν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ· καὶ

ἐλέγχειν ἀγαπητικῶς τὰ ὡς εἰκὸς γενόμενα παρ'

αὐτοῦ κακῶς, καὶ μὴ μνησικακεῖν αὐτῷ.

Στοιχεῖον Ρ.

Αʹ. Περὶ ῥᾳθυμούντων, καὶ ἀμελούντων, καὶ κατα-

φρονούντων.

Βʹ. Περὶ ῥεμβομένων, καὶ πλανωμένων.

Στοιχεῖον Σ.

Αʹ. Περὶ συγγενῶν· ὅτι χρὴ φιλοτίμως ἔχεσθαι τῆς

τούτων κηδεμονίας.

Β. Περὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλοις, καὶ τὴν ἑνό-

τητα ποθεῖν. Τὸ γὰρ ἀπεσχισμένον τάχος ἐπιβου-

λεύεται.

464

Γʹ. Περὶ τῶν ἑαυτοὺς συνιστανόντων· ὅτι μάτην

κοπιῶσι. Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα

τέλειον ἄνωθεν ἐκ θείας ψήφου τὸ βέβαιον καὶ

καθαρὸν ἔχει.

Δʹ. Περὶ σαρκικῶν ἀνθρώπων τῶν τοῖς σαρκικοῖς

πάθεσι καταδεδουλωμένων.

Εʹ. Περὶ συνηθείας πονηρᾶς· καὶ ὅτι δυνατὸν ἀπο-

συνηθίσαι τῶν κακῶν, ὅτι μὴ ἐκ φύσεως, ἀλλ' ἐκ

προαιρέσεως τὸ κακόν.

Ϛʹ. Περὶ σκανδάλων· ὅτι χρὴ πάσῃ δυνάμει φυλάττε-

σθαι, μὴ δοῦναι πρόσκομμα σκανδάλου μηδενί.

Τῷ γὰρ αἰτίῳ τὸ κακὸν ἐπιγράφεται.

Ζʹ. Περὶ συνεδρίου· ὅτι ἐπικίνδυνον καὶ ἐπιβλαβὲς

τὸ συνελθεῖν καὶ ἐπικοινωνῆσαι συνεδρίῳ πονη-

ρῶν καὶ ἐπιβούλων.

Ηʹ. Περὶ συνειδήσεως ἀγαθῆς, καὶ εὖ συνειδότων.

Θʹ. Περὶ συνειδήσεως πονηρᾶς, καὶ αὐτοκατακρί-

των.

Ιʹ. Περὶ τῶν τῇ οἰκείᾳ συνειδήσει ἀμαυρουμένων.

ΙΑʹ. Περὶ συμβούλου.

ΙΒʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον δεχομένων

χρὴ δὲ γινώσκειν ποταπὸς ὁ σύμβουλος.

ΙΓʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον μὴ δεχομένων.

ΙΔʹ. Περὶ σκληροτραχήλων.

ΙΕʹ. Περὶ σχηματαρίων.

ΙϚʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ, μηδὲν

ἄγαν.

ΙΖʹ. Περὶ συναντημάτων καὶ ἀπροσδοκήτως συμ-

βαινόντων τισίν· ὧν ἡ γνῶσις ἡμῖν μὲν ἴσως

ἄγνωστος, Θεῷ δὲ εὔγνωστος.

ΙΗʹ. Περὶ συγκαταβάσεως, καὶ συμπαθείας εἰς ἀλλή-

λους· ὅτι ὑπὲρ θυσίας τῷ φιλανθρώπῳ καὶ ἀνεν-

δεεῖ Θεῷ ἀρεστά.

ΙΘʹ. Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν καὶ ὅτι χρὴ

αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντων.

Κʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλ-

λοτρίων κακῶν σωφρονίζεσθαι.

ΚΑʹ. Περὶ σπουδῆς· ὅτι ἀνόνητος πᾶσα σπουδὴ μὴ

βουλομένου Θεοῦ· καὶ ὅτι ὑπὸ Θεοῦ κατευθύνονται

αἱ ὁδοὶ τῶν ἀνθρώπων, αἵ τε πρὸς τὸ ἀγαθὸν, αἵ

τε πρὸς ἄμυναν τῶν ἀτακτούντων πολεμίων.

ΚΒʹ. Περὶ τοῦ ἁγίου σταυροῦ προφητεῖαι.

ΚΓʹ. Περὶ σοφίας κοσμικῆς Ἡσαΐου προφήτου.

ΚΔʹ. Περὶ τῶν συμβαινόντων καὶ ἐμπιπτόντων ἐκ

παραλόγου.

ΚΕʹ. Περὶ στρατιωτῶν.

ΚϚʹ. Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι

χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι καὶ μὴ πονηροῖς·

ἐξομοιοῦται γάρ τις ἐκείνοις μεθ' ὧν τὰς διατρι-

βὰς ποιεῖται.

ΚΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ

φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρείας, ὡς ὄλεθρον

προξενούσας.

ΚΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως,

καὶ φρονήσεως.

ΚΘʹ. Περὶ σιωπώντων καὶ βραχυλόγων· καὶ ὅτι μὴ

χρὴ ἀποκρίνασθαι, πρὶν ἀκοῦσαι λόγον.

Στοιχεῖον Τ.

Αʹ. Περὶ ταχυλόγων καὶ πολυλόγων.

Βʹ. Περὶ τιμῆς· ὅτι χρὴ τιμητικοὺς εἶναι.

Γʹ. Περὶ τάξεως καὶ καταστάσεως.

Δʹ. Περὶ τελειότητος· καὶ ὅτι οὐδεὶς ἄρτιος, καὶ

τελειότατος, καὶ ἀνεπιδεὴς ἐν ἀνθρώποις τὸ σύν-

ολον.

Εʹ. Περὶ τυφλῶν.

Ϛʹ. Περὶ τεχνιτῶν καὶ τίνες τέχνας ἐφεῦρον.

465

Ζʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύ-

ματι.

Ηʹ. Περὶ τοῦ, ὅτι Κύριος ταπεινοῖ καὶ ὑψοῖ.

Στοιχεῖον Υ.

Αʹ. Περὶ ὑγείας καὶ εὐρωστίας.

Βʹ. Περὶ ὑποκρίσεως καὶ ὑποκριτῶν.

Γʹ. Περὶ ὑποδειγμάτων καὶ ὑπογραμμῶν θείων

καὶ σωτηρίων τοῖς ἐθέλουσι ζῇν εὐσεβῶς.

Δʹ. Περὶ ὕπνου· ὅτι σκιὰν μὲν θανάτου, σημεῖον δὲ

ἐναργέστατον ἀναστάσεως φέρει ἡ πρὸς ὕπνον

ἔκστασις, καὶ αὖθις ἔκνηψις.

Εʹ. Περὶ ὑπακοῆς καὶ ὑποταγῆς.

Ϛʹ. Περὶ ὑβριστῶν.

Ζʹ. Περὶ ὑπολήψεως πονηρᾶς.

Ηʹ. Περὶ τῶν ὑπισχνουμένων μὲν ἐπικουρεῖν, μὴ

πληρούντων δὲ τὰς ἰδίας ὑποσχέσεις.

Θʹ. Περὶ τῶν ὑπούλως πρός τινα διακειμένων.

Ιʹ. Περὶ ὑδροποτούντων.

ΙΑʹ. Περὶ ὕπνου καὶ ἀϋπνίας.

ΙΒʹ. Περὶ υἱοῦ σοφοῦ.

ΙΓʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαι-

δεύτου.

ΙΔʹ. Περὶ ὑετοῦ καὶ βροχῆς.

ΙΕʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς

τὰς τικτούσας ὑπονοίας κακάς.

ΙϚʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων,

καὶ κενοδόξων.

ΙΖʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας.

ΙΗʹ. Περὶ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων.

Στοιχεῖον Φ.

Αʹ. Περὶ φιλαρχίας.

Βʹ. Περὶ φθόνου καὶ ζήλου.

Γʹ. Περὶ φαρμάκων.

Δʹ. Περὶ φονέων.

Εʹ. Περὶ φιλαμαρτούντων.

Ϛʹ. Περὶ φιλομέμπτων, καὶ φιλεγκλημόνων, καὶ

μεμψιμοίρων, καὶ φιλοδικασίμων.

Ζʹ. Περὶ φήμης· ὅτι οὐ χρὴ ἐν πάσῃ φήμῃ ταράσ-

σεσθαι.

Ηʹ. Περὶ τῶν φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν.

Θʹ. Περὶ τῶν μὴ φυλαττόντων τὴν ἑαυτῶν γλῶσ-

σαν.

Ιʹ. Περὶ φλυαρῶν.

ΙΑʹ. Περὶ φορῶν δημοσίων· ὅτι θείᾳ κρίσει ἐπὶ

κοινῇ σωτηρίᾳ ἐτάχθησαν, ὅπως ἐκ κοινοῦ ἐρά-

νου σύστασιν ἔχῃ τὸ πολιτικόν. Διὸ καὶ εὐσεβεῖς

εἰσφοραὶ ἀνηγορεύθησαν.

ΙΒʹ. Περὶ φιλανθρωπίας, καὶ ἀγαθότητος, καὶ μα-

κροθυμίας, καὶ πραότητος Θεοῦ· καὶ ὅτι κρεῖσσον

ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀν-

θρώπων.

ΙΓʹ. Περὶ φυσικῶν.

ΙΔʹ. Περὶ φιλέργων καὶ σπουδαίων· ὅτι χρὴ ποιεῖν·

ὠφέλειαν γὰρ ἔχει.

ΙΕʹ. Περὶ φίλων χρηστῶν.

ΙϚʹ. Περὶ φίλων μοχθηρῶν.

ΙΖʹ. Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι

ἡ φιλοτιμία σωτηρίαν προξενεῖ.

ΙΗʹ. Περὶ φειδωλῶν, καὶ ἀμεταδότων, καὶ κνιπῶν·

καὶ ὅτι κινδύνοις περιπίπτουσιν οἱ τοιοῦτοι.

ΙΘʹ. Περὶ φιλαδελφίας.

Στοιχεῖον Χ.

Α. Περὶ χαρίσματος· ὅτι χρὴ σπουδάζειν διὰ τῆς

καλλίστης ἀναστροφῆς χάριν ἔχειν πρὸς Θεὸν,

καὶ πρὸς πάντας οἰκοδομήν.

Βʹ. Περὶ χρημάτων, καὶ τῆς περὶ ταῦτα σπουδῆς.

Γʹ. Περὶ χαρᾶς καὶ θυμηδίας.

Δʹ. Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ

ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου

Πνεύματος.

Εʹ. Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων.

Ϛʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλη-

σίας.

468

Ζʹ. Περὶ τοῦ, ὅτι χρὴ Θεὸν φοβεῖσθαι μᾶλλον, ἢ

τοὺς ἀνθρώπους, καὶ αὐτῷ ἐν πᾶσι πειθαρχεῖν.

Στοιχεῖον Ψ.

Αʹ. Περὶ ψυχῆς καὶ νοῦ.

Βʹ. Περὶ ψόγου.

Γʹ. Περὶ ψιθυρισμοῦ καὶ ψιθυριστῶν.

Δʹ. Περὶ ψεύδους καὶ συκοφαντίας.

Στοιχεῖον Ω.

Περὶ ὥρας θανάτου· ὅτι ἡ πρὸς τὴν θείαν καὶ

σωτήριον ἐντολὴν παρακοὴ τῆς κατὰ χάριν τοῦ

Δημιουργοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἀπεστέ-

ρησεν ἡμᾶς, καὶ τῷ μόχθῳ παρέδωκε καὶ θα-

νάτῳ.

ΣΤΟΙΧΕΙΟΝ Α.

ΤΙΤΛ. Αʹ. —Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως

καὶ κατασκευῆς.

Εἰρηναίου ἐκ τῶν κατὰ αἱρέσεων ἐλέγχων τῆς

ψευδωνύμου γνώσεως. —Ἐν τοῖς πρόσθεν χρόνοις

ἐλέγομεν, κ. τ. ε.

Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. —Ῥη-

τέον τοίνυν, ὅτι πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρω-

πος εἰς τὸν βίον παρήχθη, ἐμπορευσόμενος ἕτερον

οὐδὲν, ἢ μόνον εὐσέβειαν καὶ ἀρετήν. Ταῦτα γὰρ

κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον·

ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη

πλανώμενος.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δ' ἐλέγχου καὶ

ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Πάντα

συνέστηκεν, κ. τ. ε.

ΤΙΤΛ. Βʹ. —Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξού-

σιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν

ἐπιγείων ἁπάντων.

Τοῦ ἁγίου Ἰγνατίου. —Τέλειοι ὄντες, τέλεια

φρονεῖτε. Θέλουσι γὰρ ἡμῖν εὖ πράττειν, Θεὸς ἕτοι-

μος εἰς τὸ παρέχειν.

Τοῦ ἁγίου Ἀντιπάτρου Βοστρῶν. —Ἀΐδιος οὐσία

τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται. Οὔτε γὰρ

δύναται. Τὸ γὰρ ἅπαξ, καὶ μὴ παρ' ἑτέρου ἔχον τὸ

εἶναι, μήτε ἐξ αὐτομάτου πως γεγονὸς, τοῦτο γενέ-

σθαι, ἢ μετασκευασθῆναι, ἢ μετατραπῆναι ἀδύνα-

τον. Ἐπειδὴ ἀποθέσθαι τὸ εἶναι ὅπερ ἐστὶ κατὰ φύ-

σιν ἀδύνατον· ὃ γὰρ οὐκ ἔλαβεν, οὐκ ἀποτίθεται,

καὶ ὃ ὕστερον οὐκ ἔσχεν, οὐκ ἀποβάλλεται· ἀλλ' ἡ

ἀΐδιος οὐσία, ἢ μόνος ἐστὶ Θεὸς, τουτέστι Πατὴρ,

καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ἦν τε καὶ ἔστι, καὶ

ἔσται, τροπὴν, ἢ μεταβολὴν, ἢ ἀλλοίωσιν οὐκ ἐπι-

δεχομένη.

ΤΙΤΛ. Γʹ. —Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ' ἀφθαρ-

σίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ

Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυ-

λαττούσης τὴν χάριν.

Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων

ἐλέγχου, καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώ-

σεως. —Τί τὸ κωλύον τὴν σάρκα, κ. τ. ε.

Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. —Τί

ἐστιν, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς

ἐλήφθης; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρω-

469

πος, ἀλλὰ καὶ θείου πνεύματος. Ἐπειδὴ δὲ οὐ δι-

έμεινεν ἀδιάστροφος, προστάξεως θείας ἠλόγηκε, καὶ

τοῦ κρείττονος μέρους ἀποτεμνόμενος οὐρανομίμη-

τον πολιτείαν, ὅλον ἑαυτὸν προσένειμε τῇ γῇ. Εἰ μὲν

γὰρ ἀρετῆς, ἥτις ἀθανατίζει, ἐραστὴς ἐγένετο,

πάντως ἂν ἐλάμβανε κλῆρον τὸν οὐρανόν· ἐπειδὴ δὲ

ἡδονὴν ἐζήτησε, δι' ἧς ψυχικὸς θάνατος ἐπιγίνεται,

τῇ γῇ προσενεμήθη.

ΤΙΤΛ. Δʹ. —Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος,

καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς

παρακοῆς.

Φίλωνος ἐκ τῶν ἐν Γενέσει ζητουμένων. —

Ἤγαγεν ὁ Θεὸς τὰ ζῶα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν

τί καλέσει αὐτά. Οὐ γὰρ ἐνδοιάζει Θεὸς, ἀλλ' ἐπειδὴ

νοῦν ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρωτογενεῖ καὶ σπου-

δαίῳ, καθ' ὃ ἐπιστημονικὸς ὢν, πέφυκε λογίζεσθαι,

καθάπερ ὑφηγητὴς γνώριμον κινεῖ πρὸς ἐπίδειξιν

οἰκείαν, καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγ-

γονα. Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ

ἑκούσιον καὶ ἐφ' ἡμῖν διατυποῖ, τοὺς πάντα κατ'

ἀνάγκην εἶναι λέγοντας δυσωπῶν, ᾗ ἐπεὶ ἔμελλον οἱ

ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι

προσέταττεν. Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ

φρονήσει διαφέροντος οἰκειότατον τοῦτο τὸ ἔργον·

οὐ σοφῷ μόνον, ἀλλὰ καὶ τῷ πρώτῳ εὐγενεῖ τῶν

ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ ἡγεμόνα μὲν τοῦ ἀν-

θρωπείου, βασιλέα δὲ τῶν γηγενῶν πάντων, καὶ

τοῦτο λαχεῖν γήρας ἐξαίρετον, ἷνα ὥσπερ πρῶτος

ᾔδει τὰ ζῶα, καὶ πρῶτος ἀξιωθῇ τῆς ἐπὶ πᾶσιν

ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρέτης γένηται

τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν, ἀνώνυμα αὐτὰ κα-

ταλειφθέντα, ὑπό τινος νεωτέρου προσονομασθῆναι,

ἐπὶ καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ

εὐκλείας. Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς

γυναικὸς, ὡς προφήτης φησὶν, οὔτε γεγονέναι ἐκ

συνομιλίας, οὔτε ἐκ γυναικὸς, ὡς οἱ μετέπειτα, ἀλλά

τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ ἀμπέλου κλη-

ματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου γέννησιν,

διό φησιν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος

τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσ-

κολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ

ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἔφη τὸ εὐαφέστα-

τον καὶ αἰσθητικώτατον, ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ

ἥδεσθαι.

Ἐκ τοῦ αὐτοῦ, ἤτοι τοῦ τελευταίου τῶν

ἐν Ἐξόδῳ ζητουμένων. —Ἄβατος καὶ ἀπροσπέλα-

στος ὄντως ἐστὶν ὁ θεῖος χῶρος, οὐδὲ τῆς καθαρω-

τάτης διανοίας τοσοῦτον ὕψος προσαναβῆναι δυναμέ-

νης· ὡς θίξει μόνον ἐπιψαῦσαι ἀμήχανον ἀνθρω-

πίνῃ φύσει τὸ τοῦ ὄντος πρόσωπον θεάσασθαι. Τὸ

δὲ πρόσωπον οὐ κυριολογεῖται· παραβολὴ δέ ἐστιν,

εἰς δήλωσιν τῆς καθαρωτάτης καὶ εἰλικρινεστάτης

472

τοῦ ὄντος ἰδέας· ἐπειδὴ καὶ ἄνθρωπος οὐδενὶ γνω-

ρίζεται μᾶλλον, ἢ προσώπῳ κατὰ τὴν ἰδίαν ποιό-

τητα καὶ μορφήν. Οὐ γάρ φησιν ὁ Θεὸς, ὅτι Οὐκ

εἰμὶ ὁρατὸς τὴν φύσιν· τίς δὲ μᾶλλον ὁρατὸς ἢ ὁ τὰ

ἄλλα πάντα γεννήσας ὁρατά; πεφυκὼς δὲ τοιοῦτος

εἰς τὸ ὁρᾶσθαι, ὑπ' οὐδενὸς ἀνθρώπων ὁρῶμαι, φησί.

Τὸ δὲ αἴτιον ἡ ἀδυναμία τοῦ γενητοῦ, καὶ ἵνα μὴ

περιπλέκων μηκύνω, Θεὸν γενέσθαι δεῖ πρότερον·

ὅπερ οὐδὲ οἷόν τε· ἵνα Θεὸν ἰσχύσῃ τις καταλαβεῖν.

Ἐὰν δὲ ἀποθάνῃ μέν τις τὸν θνητὸν βίον, ζήσῃ δὲ

ἀντιλαβὼν τὸν ἀθάνατον, ἴσως ὃ μηδέποτε εἶδεν,

ὄψεται. Αἱ φιλοσοφίαι πᾶσαι κατά τε τὴν Ἑλλάδα

καὶ βάρβαρον ἀκμάσασαι, ζητοῦσαι τὰ φύσεως,

οὐδὲ τὸ βραχύτατον ἠδυνήθησαν τηλαυγῶς ἰδεῖν. Σα-

φὴς δὲ πίστις. Αἱ διαφωνίαι, αἱ διαμάχαι καὶ ἑτε-

ροδοξίαι, τῶν ἑκάστης αἱρέσεως ἀνασκευαζόντων

καὶ ἀνασκευαζομένων μέρη, καὶ πᾶσιν ὁρμητήρια

πολέμων γεγόνασιν αἱ τῶν αἱρεσιομάχων οἰκίαι,

τυφλοῦσαι τὸν δυνάμενον βλέπειν ἀνθρώπινον νοῦν

ταῖ…

The complete text is available when the reading interface loads.