The Greek Library Author

Anonymous

De sancta trinitate

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De sancta trinitate (fragmentum) [Dub.], MPG 95: 9–17.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg035.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

Ἐρώτ. Μεταδοτική ἐστιν ἡ θεία φύσις, ἢ με-ταληπτική; Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστισυναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοιςὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πα-τήρ; Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παν-τοκράτωρ, ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος,ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος,ἀνεξερεύνητος. Εἴρηται Πατὴρ, διὰ τὸ πάντα τηρεῖν.Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Υἱὸς, καὶ κατὰ τίεἴρηται Υἱός; Ἀπόκρ. Εἷς Υἱὸς, ὁ ἅγιος Λόγος,ἄῤῥητον γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτοςνοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα,ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός.Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸἅγιον; κατὰ τί εἴρηται Πνεῦμα; Ἀπόκρ. Ἓν Πνεῦ-μα ἅγιον, κύριον, ζωοποιὸν, φιλάνθρωπον, ἐνού-σιον, ἐνύπαρκτον, ἐνυπόστατον, βέβαιον, ὀξὺ, ἀμέ-ριμνον, δύναμις ἁγιαστικὴ, ὁμοούσιον Πατρὶ καὶΥἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν ἄνω δυνάμεων τοῦ Θεοῦ·Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ' ὃ ἐὰν βουληθῇ νεύεινκαὶ πνεῖν. Ἐρώτ. Τί ἐστιν Ἰησοῦς Χριστός; Ἀπόκρ.Κύριος χωρὶς ἁμαρτίας ἐνανθρωπήσας. Ἐρώτ.Τί ἐστι Χριστός; Ἀπόκρ. Σύμβολον θεότητοςκαὶ ἐμψύχου σαρκὸς, ἄτρεπτος ἕνωσις· Χριστὸς δὲλέγεται, ἐπειδὴ καθ' ἡμᾶς ἐχρήσατο σαρκί. Ἐρώτ.Τί ἐστιν ἅγιος; Ἀπόκρ. Ὁ ἁγιάζων καὶ ἁγια-ζόμενος. Ἐρώτ. Τί ἐστιν, Λόγος; Ἀπόκρ.Λόγος ἐστὶν οὐσιωδὴς, ἀεὶ τῷ Πνεύματι συμ-παρών· Ἐρώτ. Ἐν ποίᾳ ὑποστάσει προσκυνεῖςτὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπόκρ. Ἐν τῇ τοῦ ΘεοῦΛόγου ὑποστάσει μίαν φύσιν σεσαρκωμένην καὶπροσκυνουμένην, μίαν προσκύνησιν, ἐπεὶ ἐκ δύοσυνελθουσῶν ἓν τὸ προσκυνούμενον πρόσωπον. Οὐσίαιδύο, ἐνέργειαι δύο, θελήματα δύο, αὐτεξούσια δύο·πενταχῶς δὲ ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσ-ωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον.{ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥΠΕΡΙΤΩΝ ΟΚΤΩ ΤΗΣ ΠΟΝΗΡΙΑΣ ΠΝΕΥΜΑΤΩΝ.} αʹ. Γίνωσκε, ἀδελφὲ, ὅτι ὀκτώ εἰσιν οἱ λογισμοὶ οἱπολεμοῦντες τὸν μοναχὸν, καθὼς λέγουσιν οἱ Πατέ-ρες. Πρῶτον ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆςκακῆς καὶ αἰσχρᾶς ἐπιθυμίας· τρίτος ὁ τῆς φιλ-αργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆςὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδο-ξίας· καὶ ὁ τῆς ὑπερηφανίας ὄγδοος. βʹ. Ὀφείλεις οὖν γινώσκειν, ὦ μοναχὲ, καὶ προσ-έχειν ἀκριβῶς, εἰς ποῖον πάθος παρὰ τῶν ἐχθρῶνἡμῶν καὶ πνευμάτων τῆς πονηρίας ἐκταράττῃ καὶθορυβῇ, καὶ πρὸς ποῖον ἐμπαθὲς νόημα ὁ νοῦς σουσυγκατατίθεται. γʹ. Καὶ εἰ μὲν συνορᾷς, ὅτι ὑπὸ γαστριμαργίας,καὶ ὑπὸ τρυφῆς ταράττῃ, στένωσόν σου τὴν γα-στέρα, περιορίζων ἐν σταθμῷ καὶ μέτρῳ τὴν τρυ-φὴν καὶ τὸ πόμα· ἔχε μνήμην διηνεκῆ τοῦ χωρι-σμοῦ τῆς ψυχῆς, τῆς τε μελλούσης κρίσεως καὶ τῆςφοβερᾶς γεέννης· ὁμοίως δὲ καὶ τοῦ πόθου τῆς βα-σιλείας τῶν οὐρανῶν. Οὕτω γὰρ δυνήσῃ τὴν ἡδονὴνδιὰ γαστρὸς νικῆσαι, καὶ βδελύξασθαι. δʹ. Εἰ δὲ πάλιν ὑπὸ τοῦ πνεύματος τῆς αἰσχρᾶς καὶκακῆς ἐπιθυμίας κατέχῃ, ἄσκησον ἐγκράτειαν σώ-ματος, καὶ συντριβὴν ψυχῆς, καὶ ἀγρυπνίας, μετὰἐκτενοῦς προσευχῆς· πρὸς τούτοις ἔχε καὶ τὸ ἀπ-αῤῥησίαστον, καὶ τὸ μὴ κρίναι τινὰ ἢ καταλαλῆ-σαι, ἢ τὸ παράπαν βδελύξασθαι. Ἐνθυμοῦ δὲ καὶτὸν θάνατον, καὶ ἀγάπησον τὴν δίψαν· καὶ μηδόλωςθέλε παραβάλλειν ταῖς γυναιξὶν, ἢ κἂν ὅλως τὴντούτων ὄψιν ἰδεῖν, καὶ τοῦ πάθους ἀπαλλαγήσῃ. εʹ. Εἰ δὲ θέλεις νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπατὴν ἀκτημοσύνην, καὶ τὴν ἀτέλειαν· καὶ ἐνθυμοῦτὴν τοῦ Ἰούδα κατάκρισιν. καὶ ὅτι δι' αὐτῆς προ-δέδωκε τὸν Κύριον τοῖς ἀνόμοις· καὶ ὅτι πᾶς φιλ-άργυρος καὶ εἰδωλολάτρης καλεῖται παρὰ τῆςθείας Γραφῆς· καὶ ὅτι τῆς ἐλπίδος ἡμᾶς ἀφιστᾷτοῦ Θεοῦ· καὶ ὅτι ἡ ἀπόλαυσις τῶν χρημάτων πρόσ-καιρος, τοῖς δὲ φιλαργύροις ἡ κόλασις ἀθάνατος·ταῦτα οὖν λογιζόμενος, καὶ μηδὲν πλέον τῆς αὐταρ-κείας ζητῶν, τὸ πάθος τοῦτο νικήσεις. Ϛʹ. Εἰ δὲ πάλιν ἐκ τῆς κοσμικῆς λύπης ἐκτα-ράττῃ, καὶ θορυβῇ, ὀφείλεις εὔχεσθαι συνεχῶς, καὶτὴν ἐλπίδα πᾶσαν πρὸς τὸν Θεὸν θεῖναι, καὶ μελέ-την ἀσκεῖν τῶν θείων Γραφῶν, καὶ μετ' εὐλαβῶνμοναχῶν καὶ φοβουμένων τὸν Κύριον συναναστρέ-φεσθαι, καὶ πάντων τῶν παρόντων, ὡς μὴ ὄντωνκαταφρονεῖν, καὶ τὴν χαρὰν τὴν ἐν οὐρανοῖς ἐννοεῖν,τάς τε τῶν δικαίων ἀπολαύσεις. Καὶ ἐὰν τυφθῇςὑπό τινος, ἢ ἀτιμασθῇς, ἢ ἐκδιωχθῇς, μὴ λυπηθῇς,ἀλλὰ μᾶλλον χαῖρε· τότε δὲ μόνον λυποῦ, ὅταν εἰςΘεὸν ἁμάρτῃς· οὕτω γὰρ πνεύματι δυνήσῃ τοῦπάθους ἀπαλλαγῆναι. ζʹ. Ὅταν δὲ πάλιν ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ὀξυ-χολίας ταράττῃ, συμπάθειαν ἀναλαβοῦ, καὶ δού-λωσον πρὸς τοὺς ἀδελφοὺς, καὶ εἰ δυνατὸν, νίπτετοὺς πόδας αὐτῶν συνεχῶς ἐν ταπεινοφρονήματι,καὶ συγχώρησιν ζήτει παρὰ παντὸς ἀνθρώπου, καὶτοὺς ἀσθενοῦντας συνεχῶς ἐπισκέπτου, τήν τε γλῶσ-σαν κίνει πρὸς ψαλμῳδίαν, καὶ τάχιστα τοῦ πάθουςἀπαλλαγήσῃ. ηʹ. Εἰ δὲ τὴν ἀκηδίαν θέλεις νικῆσαι, κάμνε τίποτε μικρὸν ἐργόχειρον, καὶ ἀναγίνωσκε, καὶ προσ-εύχου πυκνῶς μετ' ἐλπίδος βεβαίας τῶν καλῶν·ἐννόει τούς τε ψυχοῤῥαγοῦντας, καὶ τὴν βίαν καὶτὸν πνιγμὸν τῶν ἁμαρτωλῶν, πῶς ἀνηλεῶς τιμω-ροῦνται καὶ βασανίζονται, καὶ οὕτω τοῦ πάθουςἕξεις ἀνάπαυσιν. θʹ. Εἰ δὲ ὑπὸ τῆς κενοδοξίας καὶ τοῦ τῶν ἀνθρώ-πων ἐπαίνου δεινῶς τυραννῇ, ὀφείλεις μηδὲν πρὸςἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖν, ἀλλὰ πᾶσαν τὴνἐργασίαν σου ποιεῖν ἐν κρυπτῷ, μηδενὸς ἄλλου εἰ-δότος, ἢ τοῦ Θεοῦ μόνου· καὶ μὴ ἀγάπα τοὺς ἐπαί-νους, μηδὲ τὰς τιμὰς τῶν ἀνθρώπων, μηδὲ τὰ καλὰἱμάτια, μηδὲ τὴν προτίμησιν, καὶ τὴν πρωτο-καθεδρίαν· μᾶλλον δὲ ἀγάπα ἵνα σε ψέγωσιν οἱἄνθρωποι, καὶ κατηγορῶσι καὶ ἀτιμάζωσι ψευ-δόμενοι· καὶ ἔχε ἑαυτὸν παντὸς ἁμαρτωλοῦ ἁμαρ-τωλότερον. ιʹ. Εἰ δὲ ὑπὸ τοῦ δαιμονιώδους πάθους τῆς κακί-στης ὑπερηφανίας σεαυτὸν ὁρᾷς πολεμούμενον, ὀφεί-λεις μηδένα λοιδορῆσαι, ἢ κρῖναι, ἢ ἐξουδενῶσαι τὸσύνολον, ἀλλ' ἑαυτὸν περίψημα πάντων λογίζεσθαι,καὶ ἐννοεῖν συνεχῶς, ὅτι ἐὰν μὴ Κύριος οἰκοδομήσῃοἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶπάντοτε χρεωφειλέτην λογίζεσθαι ἑαυτὸν, καὶ ἐξ-ουθενεῖν ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων ἀνθρώπων.Καὶ μὴ θάρσει, ἕως οὗ τὴν ἀπόφασιν δέξῃ· ὁρῶνἐκεῖνον, τὸν καὶ μετὰ τὴν ἐν νυμφῶνι κατάκλισιν,χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότοςαἰώνιον ἐξοριζόμενον· ἀλλὰ κἂν νηστεύῃς, κἂνἀγρυπνῇς, κἂν χαμαικοιτῇς, κἂν ψάλλῃς, κἂν δια-μονῇς, κἂν μετανοίας πολλὰς ποιῇς, κἂν ἄλλο τικαλὸν ποιῇς, μὴ λέγου, ὅτι ἐξ ἰδίου μου κόπου, ἢἀπὸ ἰδίας προθυμίας γεγένηται, ἀλλ' ἐκ τῆς Θεοῦβοηθείας καὶ ἀντιλήψεως γίνεται, καὶ οὐχὶ ἐκ τῆςἐμῆς σπουδῆς. Σπούδασον πάντοτε, ἀδελφὲ, ἵναὑπάρχῃς ἀεὶ ἁπλοῦς καὶ ἄμωμος· καὶ μὴ ἔχε ἄλλαἐν τῇ καρδίᾳ, ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρδόλιόν ἐστι· καὶ συνεχῶς μετὰ δακρύων προσεύχου·καὶ οὕτω ποιῶν ἀπαλλαγήσῃ τοῦ ὀλεθρίου καὶ πονη-ροῦ παραπτώματος. Τῶν παθῶν, τὰ μέν ἐστι σωματικὰ, τὰ δὲ ψυχικά·καὶ σωματικὰ μὲν λέγομεν, γαστριμαργίαν, πορ-νείαν, μέθην, ἀσέλγειαν. Ψυχικὰ δὲ, μῖσος πρὸς τὸπλησίον, φθόνον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν.Αὐτὰ δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπού-