The Greek Library Author

Anonymous

De octo spiritibus nequitiae

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De octo spiritibus nequitiae (fragmentum) [Sp.], MPG 95: 80–84.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg036.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

σης ἀγάπης καὶ ἐγκρατείας· τὰ δὲ ὑπὸ νηστείαςκαὶ ἀγρυπνίας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖονφῶς ἀπολαμβάνει, καὶ τὸν Θεὸν ἀπαρεμποδίστωςὁρᾷ.{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝἸωάννου Δαμασκηνοῦ, Περὶ ἀρετῶν καὶ κακιῶν,ψυχικῶν καὶ σωματικῶν.} Ἰστέον οὖν ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος, ἤγουνἐκ ψυχῆς καὶ σώματος, διπλᾶς ἔχει καὶ τὰς αἰσθή-σεις, καὶ τὰς τούτων ἀρετάς· καὶ πέντε μέν εἰσιτῆς ψυχῆς, καὶ πέντε τοῦ σώματος. Καὶ αἱ μὲν ψυ-χικαὶ αἰσθήσεις, ἃς καὶ δυνάμεις αὐτὰς οἱ σοφοὶλέγουσιν, εἰσὶν αὗται· νοῦς, διάνοια, δόξα, φαντα-σία, καὶ αἴσθησις. Αἱ δὲ σωματικαὶ, ὅρασις, ὄσφρη-σις, ἀκοὴ, γεῦσις, καὶ ἁφή· ὅθεν τοι διπλαῖ τούτωναἱ ἀρεταὶ, διπλαῖ καὶ αἱ κακίαι· ὥστε ἀναγκαῖονεἰδέναι σαφῶς πάντα ἄνθρωπον, πόσα μέν εἰσι τὰψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά· καὶ ψυχικὰςμὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως γενικωτά-τας τέσσαρας ταύτας, αἵτινές εἰσιν αὗται, ἀνδρεία,φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη· καὶ ἐκ τού-των ἀποτίκτονται ψυχικαὶ ἀρεταί· πίστις, ἐλπὶς,ἀγάπη, προσευχὴ, ταπείνωσις, πραότης, μακρο-θυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσιςθεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπό-κριτον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον,τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθὲς, τὸ ἐλεημο-νητικὸν, τὸ μεταδοτικὸν, τὸ ἄφοβον, τὸ ἄλυπον, τὸκατανυκτικὸν, τὸ αἰδεστικὸν, ἡ εὐλάβεια, ἡ τῶν μελ-λόντων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖαἀρετῶν, ἐν γνώσει καὶ κατὰ Θεὸν γινόμεναι, ἔξωτε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰςπροκοπὴν ταπεινώσεως, καὶ ἀπαθείας φέρουσαι τὸνἄνθρωπον· ἐγκράτεια, νηστεία, δίψα, ἀγρυπνία,στάσις παννύχιος, κάμψις γονάτων συνεχὴς, ἀλου-σία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυ-φαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνητὸ αὐχμηρὸν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον,μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπρόϊτον, τὸ ἐνδεὲς,τὸ αὐταρκὲς, τὸ σιωπηλὸν, τὸ ταῖς οἰκείαις χερσὶνἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶἄσκησις σωματική· ἅπερ ἅπαντα, τοῦ σώματος ῥω-στοῦντος, καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου,ἀναγκαιότατα καὶ ὠφελιμώτατα· ἀσθενοῦντος δὲ,καὶ Θεοῦ βοηθείᾳ τούτων περιγενομένου, οὐ τοσοῦτονἀναγκαῖά εἰσιν, ὡς τῆς ἁγίας ταπεινώσεως, καὶεὐχῆς τὰ πάντα ἀναπληρούσης. Ὀφείλομεν οὖν εἰπεῖν, καὶ περὶ τῶν ψυχικῶνκαὶ σωματικῶν, ἤγουν παθῶν· καὶ ψυχικὰ μέν εἰσιπάθη ταῦτα, λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ὑφ' ὧνδηλαδὴ τῶν παθῶν τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς,ἤτοι ὁ νοῦς, σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντωντῶν παθῶν, ἅτινά εἰσι ταῦτα, ἀσέβεια, κακοδοξία,ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμὸς, ὀργὴ, πι-κρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, κατα-λαλία, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις,ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις,ψεῦδος, ἀπιστία, πλεονεξία, φιλοϋλία, προσπάθεια,σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογ-γυσμὸς, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλ-αρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναι-σθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία,αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθη-τικοῦ μέρους, καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνηλογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡῥίζα πάντων τῶν κακῶν φιλαργυρία, κακοήθειά τεκαὶ πονηρία. Σωματικὰ δὲ πάθη· γαστριμαργία, λαιμαργία,τρυφὴ, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορ-νεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία,παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ, καὶπάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη, κλεψία,ἱεροσυλία, λῃστεία, φόνος, σωματικὴ ἄνεσις καὶ ἀπό-λαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντοςμᾶλλον τοῦ σώματος, μαντεῖαι, μαγεῖαι, γοητεῖαι,οἰωνισμοὶ, κληδονισμοὶ, φιλοκοσμίαι, περπερεῖαι,βλακεῖαι, καλλωπισμοὶ, ἐπιτρίμματα προσώπων, ἡκατάκριτος ἀργεία, μετεωρισμοὶ, κυβεῖαι, ἡ ἐμπα-θὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις, ἡ φιλοσώ-ματος ζωὴ, ἥ τις παχύνουσα τὸν νοῦν, γεώδη καὶκτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸςΘεὸν, καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεοῦσθαιἐᾷ. Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποιτις προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία,ἀφ' ὧν ἀποτίκτεται πᾶν κακόν. Οὐχ ἁμαρτάνει δὲὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱκραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖςσοφώτατος, Μάρκος περιγένωνται καὶ κατακυριεύ-σωσιν αὐτοῦ· ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ταύ-τας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾷν τὴνδόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν· πρωτ-αίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη,ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἄλογος φιλία τοῦσώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις γὰρ καὶἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας,πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παῤ-ῥησία, καὶ ὁ γέλως. Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν, ὡς ποικίλητίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶπολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ, ὅταν μὴ νή-φουσα πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ, καὶ τῇτοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας ἐπι-μελουμένη. Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰςἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμά-των, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δό-ξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυνα-στείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας· καὶφαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶεὐαρέστους· ἱκαναὶ ἐπισπάσασθαι τοὺς περὶ ταῦταἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας,καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα. Καὶ πᾶσαγὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσ-πάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ,καὶ ἀνόνητον καὶ βλαβεράν. Τὸ τῆς ψυχῆς ἐπιθυμη-τικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν,θυμῷ καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυπο-βάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰἐπικρατήσει συνήθεια, ἀναισθήτως φάναι, καὶ ἀνιά-τως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι,διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόνταπαρασκευάζει. Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυ-μίας ἡδονὴ, ὡς προείρηται· καὶ οὐ μόνον τῇ πορ-νείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπλη-ροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ τὸσωφρονεῖν οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπ-έχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸτῶν λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι. Ἔνθεν καὶ ὁ φιλο-χρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ πλεονεξίαςἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ,οὕτω καὶ οὗτος χρημάτων. Μᾶλλον δὲ οὗτος ἀκολα-στότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύ-σεως συνωθοῦσαν αὐτόν. Καὶ γὰρ ἀμαθὴς ἡνίοχοςἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁτὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ'ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑπο-τάξαι. Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶοὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτεμὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ' ἐκ τῆς μοχθη-ρᾶς προαιρέσεως. Διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνειὁ ταύτῃ ἑκὼν ἡττώμενος· ὥστε χρὴ σαφῶς ἐπι-