The Greek Library Author

Anonymous

De virtutibus et vitiis

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De virtutibus et vitiis (fragmenta) [Sp.], MPG 95: 85–97.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg037.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

95

92

γινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν

σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ' ἐν

παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς

ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον

ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς δια-

γινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρί-

ναμεν.

{Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς.}

Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· λογιστικὸν, θυμικὸν,

καὶ ἐπιθυμητικόν. Ἐκ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήμα-

τά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφη-

μία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις σωματικῶν

ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.

Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδί-

στακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ

ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ

συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ κα-

θαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν

εὐχαριστία.

{Περὶ τοῦ θυμικοῦ.}

Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ

ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκα-

κον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ

τοιαῦτα μελέτη. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία,

ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότης.

{Περὶ τοῦ ἐπιθυμητικοῦ.}

Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα·

ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορ-

νεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλο-

χρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε

καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ δὲ τού-

των ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ

κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς

πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθα-

νάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ

ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.

Δέον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν

ἐμπαθῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία τελεῖ-

ται.

Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λο-

γισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ

τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς

ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφα-

νίας.

93

Τούτους ὀκτὼ λογισμοὺς παρενοχλεῖν μὲν, καὶ μὴ

παρενοχλεῖν, οὐκ ἐφ' ἡμῖν ἐστι· ἐμμένειν δὲ, ἢ πάθος

κινεῖν, ἣ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν ἐστιν.

Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδοιασμὸς,

καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατά-

θεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ

ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία.

Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη παρὰ

τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε.

Ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ

λίθοι οὗτοι ἄρτος γένωνται·» τοῦτο ὡς εἴρηται, οὐκ

ἐφ' ἡμῖν ἐστι.

Συνδοιασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλο-

μένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ' αὐ-

τοῦ μελέτη καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαι-

ρέσεως ἡμῶν. Πάθος δὲ, ἡ ἀπὸ τοῦ συνδοιασμοῦ ἕξις

γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους,

καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ, ἡ

ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν

τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ

πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ

γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ

πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀλλήλοις

ἀντίκεινται.» Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος

τῆς καρδίας ἀπαγωγὴ, ἀπὸ προλήψεως καὶ μακρᾶς

συνηθείας τυραννουμένης· συγκατάθεσις δὲ, ἡ κα-

τάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ,

αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογι-

σμοῦ· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ

ἀντιῤῥήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπό-

μενος, ἤγουν τὴν προσβολὴν, πάντα τὰ ἔσχατα ὑφ'

ἓν περιέκοψε.

Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας ἡ γαστριμαργία·

ὑπὸ δὲ θείου πόθου καὶ τῶν μελλόντων ἀγαθῶν ἐφ-

έσεως, ἡ πορνεία· ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς

πένητας, ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ

τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευ-

ματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπο-

μονῆς καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς θεῶν εὐχα-

ριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς μέντοι τῶν

ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συν-

εχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν

τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ'

ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία.

Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερω-

θεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν

μακαρίαν ζωὴν, τὴν ἀῤῥαβῶνα δεχόμενος τοῦ ἁγίου

Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας, μετὰ

ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ

φωτὶ τῆς ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέ-

λων, εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος.

96

Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή·

τρία γὰρ, ὡς εἴρηται, τὰ μέρη ταύτης εἰσὶ, λογισμὸς,

θυμὸς καὶ ἐπιθυμία· ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη,

καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ

σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. Ἐὰν δὲ

ἐν τῷ θυμικῷ ᾖ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ

ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος· ὁ μὲν οὖν

λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται,

ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους

τῶν κτισμάτων ἁγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μα-

καρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται. Ὁ δὲ θυμὸς τότε

πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους

ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην, ἢ μνησι-

κακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπει-

νοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νε-

κρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρη-

μάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ

πρὸς τὸ θεῖον καὶ ἀθάνατον ἔρωτα· καὶ γὰρ ἡ ἐπι-

θυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν

σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην

χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν

καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν,

καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς

τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει,

καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώ-

τερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προεί-

ρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ

ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μα-

καριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ ἡμεῖς

ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν.

Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας,

ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιά-

σαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵν' εὐχε-

ρῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τού-

των διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων

λεπτομερίᾳ καὶ σαφηνείᾳ. Δι' αὐτὸ γὰρ τοῦτο, καὶ

ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μη-

δεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖ-

σθαι· καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς

ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον

ψυχικὰς, δι' ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε

κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν·

μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύ-

την μετιών· καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευ-

νῶν, ὡς δι' αὐτῆς ἐγγίζων τῷ Θεῷ, καὶ τούτῳ νοερῶς

συγγινόμενος. Τοῦτο γὰρ κυρίως, φρόνησις ....

σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφαί-

ρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀν-

άγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ

αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητὴ, διὰ τὸ αἱρετῶς καὶ

αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως

καὶ ἀναγκαστῶς· φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ

νοῒ φέρειν τὰ ὠφέλιμα.

97

Εἰ βούλει δὲ, προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ,

ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ' εἰκόνα,

καὶ καθ' ὁμοίωσιν, μικρὸν τοῦ τιμιωτάτου πάντων

τῶν τοῦ Θεοῦ κτισμάτων, τὸ νοερὸν καὶ λογικὸν ζῶον

ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ' εἰκόνα ἐστὶ, καὶ

καθ' ὁμοίωσιν Θεοῦ. Κατ' εἰκόνα μὲν λέγεται πᾶς

ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς

ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθά-

νατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχηγὸν, καὶ

τεκνογονικὸν, καὶ οἰκοδομικόν· καθ' ὁμοίωσιν δὲ,

κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους

ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ

τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι·

οἰκτείρειν τε καὶ ἐλεεῖν, καὶ ἀγαπᾷν τὸ ὁμό-

δουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν

ἐνδείκνυσθαι. «Γίνεσθε γὰρ, φησὶ Χριστὸς ὁ Θεὸς,

οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρα-

νοῖς οἰκτίρμων ἐστί.» Καὶ τὸ μὲν κατ' εἰκόνα, πᾶς

ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα

τοῦ Θεοῦ· τὸ δὲ καθ' ὁμοίωσιν, σπάνιοι, καὶ μόνοι

οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα

κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι· οὕτως

ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς,

εὐαρεστήσαντες αὐτῷ δι' ἀγαθοεργίας, καὶ μιμηταὶ

γενόμενοι τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων Χριστῷ·

ὅτι αὐτῷ ἐστιν ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα,

τιμὴ, καὶ προσκύνησις, καὶ τῷ ἀνάρχῳ Πατρὶ, καὶ

τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι,

νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

{ΕΠΙΛΥΣΙΣπρὸς τοὺς λέγοντας, «Εἰ δύο φύσεις ὁ Χριστὸς,ἀνάγκη [Θεοῦ καὶ] ἀνθρώπου τρεῖς φύσεις,καὶ τοσαύτας λέγειν ἐνεργείας,» ὡς ὁ Σεβῆ-ρος ἔφασκεν.} Ὁ γὰρ ἄθλιος οὗτος Σεβῆρος ἁρπάσας τὸν θρόνονἈντιοχείας, τὴν κατὰ Μάνην καὶ Ἀπολινάριον καὶΕὐτυχέα ἐκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύ-ναμις, τὴν τῶν Ἐκκλησιῶν εἰρήνην. Ἐξελασθεὶςδὲ τῆς Ἀντιοχέων ὡς στασιώδης, τῇ Ἀλεξανδρείᾳλαίλαπος δίκην ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καται-γίδος ἀντιπνευσάσης τῷ λαῷ συνέχεε πάντα καὶἐθορύβησεν Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασ-σοῦ τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακο-δοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίανφύσιν λέγοντος εἶναι Χριστὸν, καὶ τὴν ἐν Χριστῷδιαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ, μίαν μὲν κατὰΣεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν δια-φορὰν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασινοἱ ἀνόσιοι, «μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον,μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται·»λαμβάνοντες εἰς παράδειγμα τῆς θείας ἑνώσεωςτὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν·Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις. Ἀλλ' ἴστωσαν οἱἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγο-μεν· οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὲν Θεοῦ καὶ ψυχῆς·ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Οὐδὲ γάρ ἐστι κυρίωςἀνθρώπου φύσις, ἡ τοῦ μέρους φύσις. Μέρη μὲνγὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα· μέρη δὲ τῶν μερῶναἱ περὶ αὐτῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις· καὶμέρη μὲν Χριστοῦ ἀσύγχυτα, θεότης καὶ ἀνθρωπό-της. Ψυχὴ δὲ καὶ σῶμα, οὐ μέρη Χριστοῦ, ἀλλὰμέρη τοῦ μέρους. Μέρη γὰρ τῶν μερῶν τοῦ ἀνθρώ-που, ἐπὶ μὲν τῆς ψυχῆς, οὐσία λογικὴ καὶ ποιότηςἀσώματος ἔχουσα ἐν αὐτῇ νοῦν, καὶ αἴσθησιν, καὶλόγον· ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸδὲ ἐπιθυμ[ητ]ικόν· καὶ τούτων, τὸ μὲν ἐννοηματικὸνκαὶ διανοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν,τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικὸν,καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθωδὲ τὰ νῦν ζητεῖν, πότερον ὡς μέρη ταῦτά εἰσιν ἐνψυχῇ, ἢ ὡς δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλινδιαίρεσις γίνεται εἰς ὁμοιομερῆ [καὶ ἀνομοιομερῆ]·καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας·καὶ ταῦτα, εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα· καὶταῦτα εἰς τέσσαρα στοιχεῖα· καὶ ταῦτα εἰς ὕλην καὶεἶδος. Καὶ πολλὰ δὲ ἕτερα φιλοσοφοῦσι ἰατρῶν παῖ-δες περὶ δυνάμεων φυσικῶν· ὧν τὴν μὲν ἑλκτικὴν,τὴν δὲ καθελκτικὴν, τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲἀποκριτικὴν ὀνομάζουσι· πολλὰ δὲ καὶ περὶ αἰσθή-σεως καὶ φαντασίας, καὶ τοῦ συνέχοντος τὸ ζῶονζωτικοῦ καὶ ὀργανικοῦ πνεύματος, ἑτέρου παρὰ τὸλογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπό-χρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκαεἰπεῖν, ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη ἄνθρωπον,ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί τε καὶπαραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν, ἐν οἷς καὶ γνω-ρίζεται. Οἱ δὲ, οὐχ ἵνα αὐτὸν ἄνθρωπον τέλειον ἀπο-φήνωσιν, ἀλλ' ἵνα τὸν Κύριον συκοφαντήσωσι, καὶτῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢμὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον, ἢ μὴ σῶονφυλάξαντα, ὅπερ ἔσχε παρ' ἡμῶν. Τέλος εἴληφε ἡ βίβλος τοῦ ἁγίου καὶ μακαρίουἸωάννου τοῦ Μανδὰρ τοῦ Δαμασκηνοῦ ἡ λεγο-μένη Πάνδεκτος.{Ἰωάννου μοναχοῦ πρεσβυτέρου Δαμασκηνοῦ,ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκο-νίζει τὸ Θεῖον ἄνθρωπος.} Τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρω-πον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴντούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶλόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρκαὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ,Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πα-τήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢΠατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λό-γος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα,πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγ-χέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰγὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοού-σια συνυπάρχοντα ἀλλήλων ἀεί.{Τοῦ αὐτοῦ. Οὐ τοσοῦτον ἐκ τῆς θείας Γραφῆς τὸνπερὶ τῆς Τριάδος διδασκόμεθα λόγον, ὅσον ἐκ τῆςφυσικῆς ἀκολουθίας.Τοῦ αὐτοῦ, περὶ τῆς θεολογίας.} Ἐπὶ μὲν τῆς θεολογίας εἷς Θεὸς δοξάζεται καὶπροσκυνεῖται ἐν τρισὶν ὑποστάσεσι· μία θεότης, μίαφύσις, μία οὐσία, μία δύναμις καὶ ἐξουσία, ἓν θέλη-μα· τρία δὲ πρόσωπα, καὶ τρεῖς ὑποστάσεις, ἑκάστημετὰ τῆς ἰδιότητος. Ἴδιον γὰρ τοῦ Πατρὸς τὸ ἀγέν-νητον· ἴδιον δὲ τοῦ Υἱοῦ τὸ γεννητόν· καὶ ἴδιον τοῦΠνεύματος τὸ ἐκπορευτόν. Θεὸς ὁ Πατὴρ ἄναρχος·Θεὸς ὁ Υἱὸς συνάναρχος, εἰ καὶ ἐκ τοῦ Πατρός· Θεὸςτὸ Πνεῦμα τὸ ἅγιον, συναΐδιον καὶ συνάναρχον, ἐκτοῦ Πατρὸς προϊὸν, οὐχ υἱϊκῶς γεννώμενον ὡς Υἱὸς,ἀλλ' ἐκπορευτῶς. Ἓν τὰ τρία τῇ Θεότητι, κἀν τρι-σὶν ὑποστάσεσιν. Ἐπὶ δὲ τῆς οἰκονομίας τοῦ Θεοῦ καὶ Λόγου τοῦΘεοῦ, τοῦ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦἁγίου Πνεύματος σαρκωθέντος, δύο φύσεις ὁμολογοῦ-μεν, καὶ μίαν ὑπόστασιν· ἕνα τε Υἱὸν τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶἓν πρόσωπον· δύο δὲ θελήσεις καὶ δύο ἐνεργείας·ἑκάστην φύσιν μετὰ τῆς ἰδιότητος, ἀδιαιρέτως καὶἀσυγχύτως. Ἴδιον μὲν γὰρ τῆς θεότητος, τὸ νεκροὺςἀνιστᾷν, καὶ τὰς θεοσημείας ἐπιτελεῖν· ἴδιον δὲ τῆςἀνθρωπότητος, τὸ πεινῇν καὶ διψῇν καὶ κοπιᾷν, καὶτὰ πάθη ὑπομένειν. Ἀσυγχύτως γὰρ ἡνώθη τῇ σαρκὶ