The Greek Library Author

Anonymous

De theologia

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De theologia (fragmentum) [Dub.], MPG 95: 228–229.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg040.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

καὶ ἀδιαιρέτως, μεθ' ἧς σαρκὸς ἀνελήφθη, καὶ ἐκάθ-ισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἥξει μετὰ δόξης ἐντῇ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς,Θεὸς σεσαρκωμένος{Περὶ ἐμψύχου.} Ἔμψυχον λέγεται τὸ τρεφόμενον, καὶ αὖξον, καὶτίκτον ὅμοιον ἑαυτῷ. Τοῦτο δὲ διαιρεῖται εἰς τρία·εἰς ζῶον· τὸ δὲ ζῶον οὐκ ἔχει μόνον τὰς τρεῖς φυσι-κὰς ταύτας κινήσεις, ἀλλὰ καὶ τὸ ἐκ τόπου εἰς τόπονμεθίστασθαι· εἰς φυτόν· τοῦτο τὰς τρεῖς μόνας ἔχει·εἰς ζωόφυτον· τὸ ζωόφυτον μέσον ἐστὶ τοῦ ζώου καὶτοῦ φυτοῦ. Τοῦ γὰρ φυτοῦ τὰς τρεῖς ἔχοντος, τοῦ δὲζώου πρὸς ταῖς τρισὶν καὶ τὴν ἐκ τόπου κίνησιν,τοῦτο μέσον ὑπάρχει. Ἔχει γὰρ καὶ αὐτὸ κίνησιν,καὶ οὐ τὴν ἀπὸ τόπου εἰς τόπον, ἀλλὰ τὴν τῆς συστο-λῆς, εἴ τις αὐτοῦ ἐφάψαιτο. Τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· τὸἔμψυχον εἰς αἰσθητικὸν ζῶον καὶ ἀναίσθητον· τὸἄψυχον εἰς ζωόφυτον καὶ φυτόν· τὸ ζωόφυτον εἰςσυκῆν· τὸ φυτὸν εἰς πόαν, θάμνον, δένδρον· τὸ ζῶονεἰς λογικὸν καὶ ἄλογον· τὸ λογικὸν εἰς θνητὸν καὶἀθάνατον· τὸ ἀθάνατον εἰς ἄγγελον, δαίμονα· τὸθνητὸν εἰς ἄνθρωπον, βοῦν, κύνα, καὶ τὰ τοιαῦτα. Καινοτομία ἐστὶ πρᾶγμα παρὰ τοὺς τῆς φύσεωςὅρους καὶ νόμους παρηλλαγμένον. Οἰκονομία ἐστὶ πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γί-νεται καὶ κατὰ συγκατάβασιν καὶ ὠφέλειάν τινων. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία· τὰ δὲ ἐπιτηδειό-της· τὰ δὲ ἐνέργεια. Τῆς δὲ ψυχῆς μέρη γʹ. Ἐπιθυμητικὸν, θυμικὸν, λογιστικόν. Ἀρεταῖς δὲ τέσσαρσι τεθρόνισται ὁ ἱερώτατοςνοῦς· φρονήσεως, ἀνδρείας, δικαιοσύνης, σωφροσύ-νης. Τρισσὸς ὁ νόμος. Φυσικὸς, γραπτὸς, καὶ ὁ ἐν χάριτι πνευματικός. Τετραμερές ἐστι τὸ σῶμα, ὥσπερ τις κόσμος συν-ιστάμενον· τριμερὴς δὲ ἐν αὐτῷ ἡ ψυχὴ, προτυποῦσατὴν ἁγίαν Τριάδα, καὶ τοῦτο ταῖς ἐνεργείαις ζωο-ποιοῦσα. Τριμερῆ δὲ λέγομεν τὴν ψυχὴν, ἔχουσανλογικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν· ἵνα διὰ μὲν τοῦλογικοῦ λογίζηται· διὰ δὲ τοῦ θυμικοῦ ὀργίζηταιτοῖς δαίμοσιν, ἀνδριζομένη κατ' αὐτῶν· διὰ δὲ τοῦἐπιθυμητικοῦ ἀγαπᾷ τὸν Θεόν. Τοῦτο δὲ τὸ ἐπιθυμη-τικὸν διαιρεῖται εἰς τρία· εἰς θεϊκὸν, φυσικὸν, καὶμέσον τὸ σαρκικὸν, ὅπερ ἐστὶ τὸ διαβολικόν. Θεϊκὸνμὲν, τὸ ἀγαπᾷν τὸν Θεόν· φυσικὸν δὲ, τὸ ἀγαπᾷντὰ κατὰ φύσιν· σαρκικὸν δὲ τὸ ἀγαπᾷν τὰ παρὰ φύ-σιν· οἷον, κατὰ φύσιν μὲν ὁ γάμος· παρὰ φύσιν δὲ,ἡ πορνεία, καὶ τὰ τοιαῦτα. Ἐν ἄλλῳ εὗρον. Τῆς ψυχῆς εἰσι δυνάμεις πέντε·νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις. Νοῦς ἐστινοερὰ αἴσθησις τῆς ψυχῆς, καθ' ἣν δύναται αὐτοπτι-κῶς ὁρᾷν τὰ πράγματα, καὶ δίχα ζητήσεων. Διάνοιάἐστι δύναμις τῆς ψυχῆς, καθ' ἣν μετὰ συλλογισμοῦδύναται γινώσκειν τὰ πράγματα· διὸ καὶ λέγεταιδιάνοια, παρὰ τὸ ὁδόν τινα διανοίγειν. Δόξα ἐστὶ δύ-ναμις τῆς ψυχῆς, καθ' ἣν ἄνευ αἰτίας γινώσκει τὸπράγματα. Φαντασία δύναμίς ἐστι τῆς ἀλόγου ψυ-χῆς. Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς, ἀντιληπτικὴτῶν ὑλῶν.{Περὶ ἑνώσεως, τοῦ Δαμασκηνοῦ.} Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴσυνδρομή.Γίνεται δὲ κατὰ ιβʹ τρόπους· κατὰ κρᾶσιν κατὰσωρείαν, κατὰ φύσιν, κατὰ ἀνάμιξιν, κατὰ σύγχυσιν,κατὰ ἁρμονίαν, κατὰ παράθεσιν, κατὰ συναλοιφὴν,κατὰ οὐσίαν, κατὰ σχέσιν, κατὰ σύνθεσιν, καθ' ὑπό-στασιν μόνως. Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνουκαὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύ-ρου, κηροῦ καὶ πίσσης. Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸςπροερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου,ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων. Κατὰ σχέσιν, ὡς ἐπὶ φίλων καὶ γνωμῶν εἰς ἓν θέ-λημα συνερχομένων. Κατὰ σύνθεσιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. Καθ' ὑπόστασιν δὲ ἐπὶ μόνης λέγεται τῆς ἐν Χρι-στῷ θεότητος καὶ ἀνθρωπότητος. Ἓν γὰρ πρόσωπονἔσχον αἱ δύο φύσεις, καὶ οὐ δύο, κατὰ τὸν λῆρονΝεστόριον. Λέγεται δὲ καὶ οὐσιώδης ἡ τοιαύτη ἕνωσις, καὶἀληθὴς, καὶ οὐ κατὰ φαντασίαν. Καὶ ἄλλως δὲ, καθ'ὑπόστασιν ἕνωσίς ἐστιν ἡ τῶν ἑτεροουσίων εἰς μίανὑπόστασιν σύνοδος, σωζομένης ἑκάστῳ μετὰ τὴνἕνωσιν τῆς φυσικῆς ἰδιότητος.{Τοῦ Δαμασκηνοῦ.} Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθὸ Πατὴρ θέλει,ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ, ἄλλο τὸ αὐ-τοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸΠνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυ-σικόν· καὶ σὺ γοῦν κατὰ τοῦτο συλλογισάμενος, ἐρώ-τησον· Ὁ τῶν ὅλων Θεὸς, καθὸ Πατὴρ προσεδέξατοτὸ τοῦ Μονογενοῦς αἷμα, ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲνκαθὸ Πατὴρ, ἄλλη αὐτοῦ ἔσται παρὰ τὴν τοῦ Υἱοῦδύναμίς τε καὶ ἐνέργεια· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰδὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸἅγιον· ἄρα τὸ τοῦ Μονογενοῦς αἷμα, τοῦ ἑνὸς τῆςἁγίας Τριάδος, ἡ αὐτὴ ἁγία Τριὰς καθὸ Θεὸς προσ-εδέξατο.{Τοῦ Δαμασκηνοῦ.} Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸςγάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. Διὰτοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς, ἐπειδὴ ἐνεἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθη-τὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν, ἢ διὰ τὸ τοῦμέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνοτελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναι-ρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύε-ται· κολάζον δὲ ἀτελεύτητα.{Τοῦ Δαμασκηνοῦ.} Ἐπειδὴ πολλαχῶς τὸ πνεῦμα νοεῖται, λεκτέον τὰσημαινόμενα. Πνεῦμα τοίνυν εἴρηται τὸ ἅγιον Πνεῦ-μα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ ἁγίου Πνεύμα-τος, πνεῦμα· ὡς τὸ, «Ἐπαναπαύσεται ἐπ' αὐτὸνἑπτὰ πνεύματα.» Αἱ γὰρ ἐνέργειαι τοῦ Πνεύματος,πνεύματα οἶμαι φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Πνεῦμα καὶὁ ἄγγελος ὁ ἀγαθὸς, ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλουςαὐτοῦ πνεύματα.» Πνεῦμα καὶ ὁ δαίμων, ὡς τὸ,«Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν.» Πνεῦμα καὶ ἡψυχὴ, ὡς τὸ, «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμάμου.» Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται.Πνεῦμα καὶ ὁ ἄνεμος, ὡς τὸ, «Τὸ Πνεῦμα, ὅπου θέ-λει, πνεῖ.» Πνεῦμα καὶ ὁ ἀήρ.{Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνωνμηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως.} Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέ-ρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τεἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις,καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά.Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα·Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη,Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναν-τίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲκαθ' ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανη-τῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον·ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα·ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴνἈφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ