The Greek Library Author

Anonymous

De mensibus Macedonicis

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
De mensibus Macedonicis (fragmenta) [Dub.], MPG 95: 236–237.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg046.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

95

236

ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος

καθ' ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ

τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν

δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ

τούτων μῆνες· αʹ, Κριός· μηνὶ Μαρτίῳ καʹ δέχεται

τὸν ἥλιον· βʹ, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγʹ· γʹ,

Δίδυμος Μαΐῳ κδʹ· δʹ, Καρκίνος Ἰουνίῳ κδʹ· εʹ, Λέων

Ἰουλίῳ κεʹ· Ϛʹ, Παρθένος, Αὐγούστῳ κεʹ. ζʹ, Ζυγὸς

Σεπτεμβρίῳ κεʹ· ηʹ, Σκορπίος, Ὀκτωβρίῳ. κεʹ· θʹ,

Τοξότης, Νοεμβρίῳ κεʹ· ιʹ, Αἰγόκερως, Δεκεμβρίῳ

κεʹ· ιαʹ, Ὑδροχόος, Ἰαννουαρίῳ κʹ· ιβʹ, Ἰχθῦς, Φευ-

βρουαρίῳ κʹ. Ἡ δὲ Σελήνη καθ' ἕκαστον μῆνα τὰ ιβʹ

ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύ-

τερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔν-

δον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθή-

σεται. Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας

οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον.

{Περὶ διαφόρων μηνῶν.

Μῆνες κατὰ Ῥωμαίους.}

αʹ. Μάρτιος λαʹ· Γλυκοφάγει, γλυκοπότει. βʹ.

Ἀπρίλλιος λʹ· Ῥαφάνης μὴ φάγῃς. γʹ. Μάϊος λαʹ·

Ποδοκέφαλα μὴ φάγῃς. δʹ. Ἰούνιος λαʹ· Πίνε ὕδωρ

ὀλίγον. εʹ. Ἰούλιος λαʹ· Ἀπέχου ἀφροδισίων. Ϛʹ. Αὔ-

γουστος λαʹ· Ὠμὰ λάχανα μὴ φάγῃς. ζʹ. Σεπτέμ-

βριος λʹ· Γάλα μὴ φάγῃς. ηʹ. Ὀκτώβριος λαʹ· Ἀπ-

έχου ὀξυφαγίας. θʹ. Νοέμβριος λʹ· Ἀπέχου πολυλου-

σίας. ιʹ. Δεκέμβριος λαʹ· Κράμβην μὴ φάγῃς. ιαʹ.

Ἰαννουάριος λαʹ· Ὥρᾳ ιβʹ πίνε ἄκρατον ὀλίγον. ιβʹ.

Φευβρουάριος κηʹ· Σεύτλου μὴ φάγῃς.

237

{Μῆνες κατὰ Ἰουδαίους.}

αʹ. Νισάν. βʹ. Ἰάρ· γʹ. Σιουάν. δʹ. Θαμούζ. εʹ. Ἄβ.

Ϛʹ. Ἀλούλ. ζʹ. Θεσρή. ηʹ. Μαρσουάν. θʹ. Χασλεύ.

ιʹ. Τιβήθ. ιαʹ. Σαβάτ. ιβʹ. Ἀδάρ.

{Μῆνες κατὰ Μακεδόνας.}

αʹ. Ταῦρος. βʹ. Δίδυμος· γʹ. Καρκῖνος. δʹ. Λέων.

εʹ. Παρθένος. Ϛʹ Ζυγός. ζʹ. Σκορπίος. ηʹ. Τοξότης.

θʹ. Αἰγόκερως. ιʹ. Ὑδροχόος. ιαʹ. Ἰχθῦς. ιβʹ. Κριός.

{Μῆνες κατὰ Ἕλληνας.}

αʹ. Ξανθικός. βʹ. Ἀρτεμίσιος. γʹ. Δαίσιος. δʹ. Πάνε-

μος. εʹ. Λῷος. Ϛʹ. Γορπιαῖος. ζʹ. Ὑπερβερεταῖος. ηʹ. Δῖος.

θʹ. Ἀπηλλαῖος. ιʹ. Αὐδυναῖος. ιαʹ. Περίτιος. ιβʹ. Δύστρος.

{Μῆνες κατὰ Αἰγυπτίους.}

αʹ. Φαρμουθί. βʹ. Παχών. γʹ. Παυνί. δʹ. Ἐπιφί. εʹ.

Μεσωρί. Ϛʹ. Θώθ. ζʹ. Φαωφί. ηʹ. Ἀθύρ. θʹ. Χοιάκ.

ιʹ. Τυβί. ιαʹ. Μεχείρ. ιβʹ. Φαμενώθ.

{Ἐπιστολὴ τοῦ μακαριωτάτου καὶ φιλοσοφωτάτουκυρίου Ἰωάννου πρεσβυτέρου τοῦ Δαμασκη-νοῦ, πρός τινα πεμφθεῖσα.Τί ἐστιν ἄνθρωπος;} Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, νοῦ καὶἐπιστήμης δεκτικόν· συνίσταται δὲ ἐκ τεσσάρωνστοιχείων, ἤγουν ἐξ αἵματος, φλέγματος, χολῆς ξαν-θῆς, καὶ χολῆς μελαίνης. Καὶ τῷ μὲν αἵματι ἐν τῇκαρδίᾳ, καὶ ἐν τῇ καρδίᾳ τὸ πνεῦμα· ἡ δὲ χολὴ ἡξανθὴ, ἐν τῷ ἥπατι καὶ ἐν τῷ στομάχῳ· ἡ δὲ μελαί-νη χολὴ, ἐν τῇ σπλήνῃ, καὶ ἐν τῇ ψόᾳ· τὸ δὲ φλέγμα,ἐν τῷ ἐγκεφάλῳ καὶ ἐν τῇ κοίτῃ. Καὶ ὅσοι μὲν ἐξαἵματος καθαροῦ τυγχάνουσιν, οὗτοί εἰσι πάντοτεχαίροντες καὶ παίζοντες καὶ γελῶντες, καὶ εἰσὶνἀνθηροὶ, καὶ καλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς ξανθῆςτυγχάνουσιν, εἰσὶ γοργοὶ καὶ εὔτολμοι, ὀργίλοι καὶπικροὶ καὶ ἀλλόχρωοι· ὅσοι δὲ ἀπὸ χολῆς μελαίνηςτυγχάνουσιν, εἰσὶ ῥᾴθυμοι καὶ ὀλιγόψυχοι, φιλάσθε-νοι καὶ ὀκνηροὶ καὶ δειλοί· ὅσοι δὲ ἀπὸ φλέγματοςτυγχάνουσιν, εἰσὶ λυπηροὶ, καὶ μὴν καὶ ψυχροὶ,ἀμνήμονες καὶ διαλελησμένοι, τὰ πολλὰ κοιμώμενοι,καὶ λευκόχρωοι. Καὶ ἐπὶ μὲν τῆς παιδικῆς ἡλικίαςτὸ αἷμα πληθύνεται ἕως ἐτῶν δεκατεσσάρων· ἐπὶδὲ τῶν νεανίσκων ἡ χολὴ ἡ ξανθὴ πληθύνεται, ἕωςἐτῶν εἴκοσι ὀκτώ· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ χολὴἡ μελαίνη πληθύνεται, ἕως ἐτῶν τεσσαράκοντα δύο·ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται, ἕωςἐτῶν ὀγδοήκοντα. Καὶ τὰ μὲν παιδία ἐκ τοῦ αἵματόςεἰσι θερμὰ καὶ ὑγρά· οἱ δὲ νεανίσκοι ἐκ τῆς ξανθῆςχολῆς, θερμοὶ καὶ ξηροί· οἱ δὲ τέλειοι τῇ ἡλικίᾳἀπὸ τῆς μελαίνης χολῆς εἰσὶ ψυχροὶ καὶ ξηροί· οἱδὲ γέροντες, ἐκ τοῦ φλέγματος εἰσὶ ψυχροὶ καὶ ὑγροί.Ὁ δὲ κρόταφος οὖν τῆς κεφαλῆς ἐστὶν ὁ ἡγεμὼν τοῦσώματος· καὶ ὅσον ὁ ἐγκέφαλος εὐκατασταθείη καὶὑγιαίνοι, καὶ ὅλα τὰ μέλη τοῦ σώματος μετ' εἰρήνηςεἰσίν· ἡ δύναμις δὲ καὶ ἡ φρόνησις ἐκ τοῦ ἥπατοςἀναπέμπεται τῷ ἐγκεφάλῳ, καὶ αὐτὴ ἡ ψυχὴ ἐκεῖἐστιν, καὶ ὁ βυθὸς τῶν νοημάτων. Ἔχει δὲ ἡ κεφαλὴῥαφὰς πέντε· ἔστι δὲ καὶ κεφαλὴ μονόῤῥαφος, καὶἔστιν αὐτὴ πάντοτε ὑγιής. Ὁ δὲ ἐγκέφαλος ἔχειμήνιγγας τρεῖς· ὁ μὲν πρῶτος ὑποζωματίας· ὁ δὲδεύτερος, χαρακοειδής· ὁ δὲ τρίτος, ....τοειδής. Τοῦδὲ ἐγκεφάλου εἰσὶ μέρη τρία· ὁ μὲν εἷς, κυρεβοει-δής· ὁ δεύτερος, ὁ θίτος, καὶ ὁ τρίτος νοερός.Ἔστι δὲ οὐσία θερμώδης. Διαφέρει δὲ τοῦ μυελοῦ ὁἐγκέφαλος καὶ ἀνελυπεὶς καὶ ἀναίματος, ὁ δὲ μυε-λὸς, ῥυπαρὸς καὶ αἱματώδης. Τὸ σῶμα τοῦ ἀνθρώπουἐκ τεσσάρων στοιχείων συνίσταται, ἐπειδὴ ἔχει ἐνἑαυτῷ αἷμα, φλέγμα, χολὴν ξανθὴν, καὶ χολὴν μέ-λαιναν. Ἕκαστον δὲ τούτων τὸν ἴδιον τόπον δημιουρ-γεῖ· τὸ αἷμα εἰς τὸ δεξιὸν μέρος ἐπάνω τοῦ ἥπατος·ἡ χολὴ ἡ ξανθὴ εἰς τὸ ἀριστερὸν μέρος ἐπάνω τῆςσπλήνης· ἡ δὲ χολὴ ἡ μελαίνη εἰς τὰς ψόας ἐπάνωτῶν νεφρῶν· τὸ δὲ φλέγμα εἰς τὸ στῆθος ἐπάνω τοῦπνεύματος. Καὶ τὸ μὲν αἷμα ἐστὶ θερμὸν καὶὑγρὸν καὶ γλυκύ· χολὴ ἡ ξανθὴ ἐστὶ θερμή ....{ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥΠΕΡΙΤΩΝ ΕΝ ΠΙΣΤΕΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝΟΠΩΣ ΑΙ ΥΠΕΡ ΑΥΤΩΝ ΓΙΝΟΜΕΝΑΙ ΛΕΙΤΟΥΡΓΙΑΙ ΚΑΙ ΕΥΠΟΙΙΑΙ ΤΟΥΤΟΥΣ ΟΝΙΝΗΣΙΝ.} αʹ. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμεναπολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκου-σιν, ἀλλ' ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσ-ερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδύ-ποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴνκαὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύ-τως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάληςπεριουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτουςζητεῖν ἀφορμὰς, ὅσαι καθ' ἡμέραν τὸν πλοῦτον τού-τοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώ-τατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες,ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶνθείων λογίων λιμὸς, οὔτε τις δίψα τῶν ἱερῶν μαθη-μάτων, οὔτ' αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸννῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλ' ἔφεσιςὄντως θεοχαριτώτατος προσάγουσα ὑμᾶς ἐκ δυνάμεωςεἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκμνήμης εἰς ἀνάμνησιν. Ὃ γὰρ πολλάκις τελείοις λέ-λοιπε, τοῦτο παιδίον ηὕρατο· καὶ ὃ σοφοὺς παρ-έδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὃ διδασκάλους δι-έλαθε, μαθηταῖς ἐπεφοίτησεν. Ἡμῖν δὲ οὐδὲ τοῦτοεἰπεῖν τολμητέον, ἀλλ' ὥσπερ ἐπιφυλλίδα μετὰ τὸντρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸνἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσανἁπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκ-λελησμένην ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομέ-νους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶτὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦν-τος, δεξιωσόμεθα. βʹ. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆπράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶσφαττόμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳπληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδινεκρούμενος, τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέτισιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλό-τριον, καὶ τῶν ἱερῶν θεσμῶν εἰς ἅπαν ἀντίθετον·