The Greek Library Author

Anonymous

Epistula ad Theophilum imperatorem de sanctis et venerandis imaginibus

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Theophilum imperatorem de sanctis et venerandis imaginibus [Sp.], MPG 95: 345–385.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg050.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

95

345

δωκα αὐτοῖς, ἵνα ὦσι τετελεσμένοι εἰς ἓν, καὶ ἵνα

γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ

ἠγάπησας· καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι

μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέ-

δωκάς μοι.« Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος

φησί· »Δοὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς, ὡς καὶ

ἡμῖν,« καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς

ἔθνεσι, καθὼς καὶ ἐλάλουν γλώσσαις, καὶ προεφή-

τευον. Καὶ πάλιν ὁ μέγας Παῦλος, καὶ κήρυξ τῆς

οἰκουμένης καὶ διδάσκαλος, φησὶν, ὅτι »Ἔθετο ὁ

Θεὸς ἐν Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον

προφήτας, τρίτον διδασκάλους.« Τοίνυν τῷ ὅρῳ

καὶ κανόνι ἑπόμενοι τῶν θεσπεσίων ἀποστόλων, καὶ

τῶν ἁγίων καὶ μακαρίων Πατέρων, ἐν τῇ μεγάλῃ

τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἔνθα ὁμοφρόνως καὶ ὁμογνωμό-

348

νως ὁ ὅρος καὶ ὁ ἦχος τῶν ἑορταζόντων ἐν φωνῇ

ἀγαλλιάσεως γίνεται, τὰ αὐτὰ τῆς ὀρθοδόξου πίστεως

σύμβολα, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων δογμάτων

τὰς κλεῖς κατέχοντες, τοιαῦτα ὑπεγράφομεν.

βʹ. Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ

ζωοποιὸν Τριάδα, ὁμολογοῦμεν τὴν ἔνσαρκον οἰκο-

νομίαν τοῦ Θεοῦ Λόγου, καὶ τὰς ἁγίας οἰκουμενικὰς

συνόδους· ὡσαύτως καὶ τὰς τιμίας εἰκόνας ἀσπαζό-

μεθα ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ

τῶν θεολέκτων Εὐαγγελίων. Οἱ μὴ οὕτω φρονοῦντες,

ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω πιστεύοντες, πόῤῥω

τῆς Ἐκκλησίας διωχθήτωσαν. Αὕτη ἡ πίστις τὴν

οἰκουμένην ἐφώτισε. Τοὺς οὖν τολμῶντας ἑτέρως φρο-

νεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐκκλησιαστικῶν θεσμῶν ἢ

παραδόσεων, τούτους ἀναθεματίζομεν καὶ ἀποβαλ-

λόμεθα. Οὐδὲν γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σκο-

λιὸν, ἢ στραγγαλιῶδες. »Πάντα γὰρ εὐθεῖα τοῖς

νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ὅλη γὰρ

καλὴ, ὡς εἴρηται, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ.«

γʹ. Καὶ πρῶτος μὲν ὁ τὴν κρηπῖδα τῆς Χριστιανι-

κωτάτης βασιλείας ταξάμενος, ὁ ἐν βασιλεῦσι τοῦ

Χριστοῦ ἀπόστολος Κωνσταντῖνος ὁ μέγας καὶ

δίκαιος, καὶ τὰ μυρία ἀξιέπαινα κατορθώματα τῇ

Ἐκκλησίᾳ τοῦ Θεοῦ βραβεύσας, τόν τε λαβυρίνθιον

ἐκεῖνον καὶ δυσδιεξόδευτον τῆς θεομαχίας Ἀρειανι-

κὸν πύργον εἰς γῆν καταῤῥάξας, ὡς στύλον πυρ-

σοφανῆ τὴν γνῶσιν τῆς ὑπερουσίου καὶ ζωαρχι-

κῆς ὁμοουσίου Τριάδος τοῖς πέρασιν ἐξέλαμψε. Πρώ-

τιστον, καὶ ἐξαίρετον καλλιέρημα τῆς εἰς Χριστὸν τὸν

ἀληθινὸν ἡμῶν Θεὸν εὐσεβείας, γνώρισμα ἐγχαράτ-

τει τῷ βασιλικῷ τῆς πολιτείας νομίσματι, τό τε οὐ-

ρανοφανὲς σημεῖον τοῦ Σωτηρίου σταυροῦ, καὶ

τὸν σεβάσμιον καὶ Θεανδρικὸν Χριστοῦ χαρακτῆρα

ἐν αὐτῷ μετὰ τοῦ ἰδίου ἀνετυπώσατο, ἐνδεικνύντος

τὴν τοῦ ἐπουρανίου βασιλέως αὐθεντείαν πρὸς τὸν

ἐπίγειον γεγονυῖαν, εἰρηνικάς τε σπονδὰς, καὶ βα-

θείας εἰρήνης συναλλάγματα, μιᾶς ποίμνης γινομέ-

νης, καὶ μιᾶς ἐξουσίας, ἀγγέλων καὶ ἀνθρώπων.

Ὡσαύτως δὲ ἐνιδρῦσθαι καὶ ἀναστηλοῦσθαι τὸν σε-

βάσμιον καὶ σεπτὸν χαρακτῆρα τῆς ἐνσάρκου πολι-

τείας αὐτοῦ, τῆς τε ἀχράντου μορφῆς αὐτοῦ τὰ χα-

ρακτηριστικὰ ἰδιώματα, καθὸ ὡράθη ἐπὶ γῆς τέλειος

ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐκ τῆς

ἁγίας ἀχράντου καὶ Θεοτόκου Μαρίας· ἐμφαίνοντος

τὰ γνωρίσματα, καθὼς παρέδωκαν τῇ καθολικῇ

Ἐκκλησίᾳ οἱ μακάριοι ἀπόστολοι· κατακοσμοῦντος

αὐτὴν ζωγραφικαῖς ἱστορίαις καὶ μουσουργικοῖς ψη-

φίσιν, ἔκ τε τῆς τῶν θεοπαραδότων Εὐαγγελίων συγ-

γραφῆς, τὸν θεανδρικὸν χαρακτῆρα τοῦ Χριστοῦ

349

ἐγκαθιδρύοντος. Καὶ γὰρ τὸ κατὰ Ματθαῖον Εὐαγγέ-

λιον μετὰ ὀκτὼ χρόνους τῆς τοῦ Χριστοῦ ἀναλήψεως

συνεγράφη· τὸ κατὰ Μάρκον μετὰ δέκα, τὸ κατὰ

Λουκᾶν μετὰ, ιεʹ τὸ κατὰ Ἰωάννην μετὰ λβʹ, ἐπὶ

Δομετιανοῦ. Διὸ καὶ πρότερον ἐν ταῖς ἐκκλη-

σίαις ἀνιστορεῖσθαι ἐνομοθέτησε, καὶ ταῦτα ἐν ζω-

γραφικοῖς χρώμασι διαχαράττων, τὴν Βηθλεὲμ

γέννησιν, τὴν τῶν ποιμένων αὐτοψίαν, τὴν τῶν μά-

γων δωροφορίαν, τὸν τοῦ ἀστέρος δρόμον, τὴν τοῦ

δικαίου Συμεὼν εἰσδοχὴν, τὴν ὑπὸ Ἰωάννου βάπτισιν,

τὴν τῶν παραδόξων, καὶ θεϊκῶν θαυμάτων ἀνάδειξιν·

τὰ ἑκούσια παθήματα, τὴν ὑπερφυῆ καὶ ζωηφόρον

ἀνάστασιν, τὴν εἰς οὐρανὸν θεϊκὴν ἀνάληψιν, καὶ τὰ

ἀκόλουθα τῶν ἀποστόλων τερατουργήματα. Τοῦτο

γὰρ ὅρος καὶ λόγος τῇ Ἐκκλησίᾳ παραδέδοται, ὅτι-

περ ὁ Μονογενὴς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν,

ὁ ἄναρχος, ὁ ἀΐδιος, ὁ ἄϋλος, ὁ ἄποσος, ὁ ἄποιος, ὁ

ἀπειρομεγέθης, ὁ ἀνέπαφος. ὁ πάντα ἐκ τοῦ μὴ ὄν-

τος εἰς τὸ εἶναι παραγαγὼν, ὁ τὰς ἀγγελικὰς καὶ

οὐρανίους ἀσωμάτους Δυνάμεις τῷ λόγῳ συστησάμε-

νος· ὁ τὸν οὐρανὸν σπιθαμῇ μετρήσας, τὴν δὲ γῆν

κατέχων δρακὶ, καὶ τῇ χειρὶ τὸ ὕδωρ μετρήσας· ὁ

χερσὶν ἀχράντοις τὸν ἄνθρωπον πλάσας, ἄνθρωπος

ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας ἀτρέ-

πτως καὶ ἀναλλοιώτως χρηματίσας, κεκοινώνηκε

σαρκὸς καὶ αἵματος, καθὸ ἄνθρωπος γέγονε, ζῶον

λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τρίπηχυ ἴσως

περιγραφῆς, καὶ σαρκὸς παχύτητι περιγραφόμενος

τῇ καθ' ἡμᾶς ὁρωμένῃ, τῆς μητρῴας ἐμφερείας τὰ

ἰδιώματα χαρακτηρίζων, καὶ τὴν τοῦ Ἀδαμιαίου

μόρφωσιν ἐμφαίνων. Τοῦ χάριν χαρακτηριζόμενος,

καθὼς οἱ ἀρχαιοῖ ἱστορικοὶ διαγράφουσιν αὐτοῦ τὴν

ἐκτύπωσιν, σύνοφρυν, εὐόφθαλμον, ἐπίῤῥινον, οὐλό-

θριξιν, ἐπίκυφον, εὔχρονον, γενειάδα μέλανα ἔχοντα,

σιτόχρουν τῷ εἴδει κατὰ τὴν μητρῴαν ἐμφάνειαν·

μακροδάκτυλον, εὐήφωνον, ἡδύλογον, πραότατον,

ἥσυχον, μακρόθυμον, ἀνεξίκακον, καὶ τὰ παραπλή-

σια τῆς ἀρετῆς πλεονεκτήματα περιφέροντα, ἐν

οἷσπερ ἰδιώμασιν ὁ θεανδρικὸς αὐτοῦ χαρακτηρίζε-

ται λόγος, ἵνα μὴ τροπῆς ἀποσκίασμα, ἢ παραλλα-

γῆς ἀλλοίωσις ἐν τῇ θείᾳ τοῦ Λόγου ἐνανθρωπήσει

φωραθείη, κατὰ τοὺς τῶν Μανιχαίων λήρους.

δʹ. Καὶ γὰρ ὁ θεσπέσιος ἀπόστολος καὶ εὐαγγελι-

στὴς Λουκᾶς, τὸν θεῖον καὶ σεβάσμιον χαρακτῆρα τῆς

παναγίου Θεομήτορος Μαρίας, ἔτι ἐν σαρκὶ αὐτῆς

ζώσης ἐν Ἱερουσαλὴμ, καὶ τὰς διατριβὰς ποιουμένης

ἐν τῇ ἁγίᾳ Σιὼν, ζωγραφικαῖς τε μίξεσι τὴν τῆς

πανάγνου στήλην ἐν πίναξι διεχάραξε, [καὶ] ὡς ἐν

κατόπτρῳ τῇ μετέπειτα γενεᾷ ἐγκαταλελοιπώς. Καὶ

ταύτην αὐτῇ ὑποδείξαντος, »Ἡ χάρις μου μετ' αὐ-

τῆς ἔσται.« Καὶ ἕτερον δὲ παραδοξότερον· οἱ θεό-

πται κορυφαῖοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης ἐν

Λυδδῇ τῇ καλουμένῃ Διοσπόλει πρὸ μιλίων δεκαοκτὼ

τῆς Ἱερουσαλὴμ, τὰς διατριβὰς ποιούμενοι. εὐκτή-

352

ριον οἶκον ἐπ' ὀνόματι τῆς μητρὸς τοῦ Κυρίου καὶ

Θεομήτορος οἰκοδομήσαντες, καὶ ταύτην παραγενέ-

σθαι εἰς τὴν τοῦ ναοῦ ἐνθρονίασιν ἐκλιπαροῦντες,

ἔφησε πρὸς αὐτούς· »Καὶ αὐτόθι μεθ' ὑμῶν εἰμι.«

Καὶ δὴ θείᾳ τινὶ καὶ ἀοράτῳ ἐνεργείᾳ ὁ χαρακτὴρ

αὐτῆς κίονι ἑνὶ ἐνίδρυστο· ἐν ᾧ καὶ αὐτὴ ἡ Θεομή-

τωρ παραγενομένη καὶ θεασαμένη τὸ ἴδιον ἐκτύπω-

μα, χαρᾶς τε καὶ θάμβης ἀναπλησθεῖσα, θαυμάσαι

δὲ καὶ ἐκπλαγῆναι ἐπὶ τῇ τοῦ ἐξ αὐτῆς ἐνανθρωπή-

σαντος μητρικῇ εὐκλείᾳ καὶ εὐκληρίᾳ τὸ σέβας ἀπο-

νείμαντος. Ὅνπερ χαρακτῆρα μέχρι Ἰουλιανοῦ τοῦ

Παραβάτου ἀποσωζόμενον, Ἑβραίους τινὰς ζωγρά-

φους ἀποστείλας, καὶ διὰ τὸ, τὸ ἐκτύπωμα ἐφ' ἑνὶ

τῶν κιόνων τοῦ ναοῦ καθιδρυμένον ὁρῶντες, ὅλην

ἐκτετυπωμένην τὴν ἡλικίαν· ἥ τε πορφύρα καὶ ὁ

στολισμὸς, ὡς ἤδη ὁρῶσαν καὶ φθεγγομένην βλέπον-

τες, μαρμαρικοῖς τεχνάσμασι ταύτην κατορύξαι πει-

ρώμενοι, ἔτι μᾶλλον λαμπροτέραν καὶ ἀπαράλλακτον

ἐν τῷ βάθει τοῦ κίονος ἐφεύρισκον. Καὶ ἄλλα δὲ πολλὰ

σημεῖα καὶ θαυμαστὰ τέρατα ἐν τῇ τῆς παναγίας

Θεομήτορος εἰκόνι, τῇ αὐτῇ θείᾳ ἐνεργείᾳ διαδείκνυν-

ται· δι' ἧς καὶ δαίμονες ἐλαύνονται, νόσοι θεραπεύον-

ται, λεπροὶ καθαρίζονται, δυνάμεις ἐνεργοῦνται,

πᾶσα μαλακία καὶ ἀσθένεια ῥώννυται

εʹ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπὶ

γῆς ἔτι πολιτευόμενος, τὸ ἐκμαγεῖον τῆς ἁγίας μορ-

φῆς αὐτοῦ ἐν σουδαρίῳ ἀπομαξάμενος, Αὐγάρῳ τινὶ

τοπάρχῃ τῆς Ἐδεσσηνῶν μεγαλοπόλεως διὰ Θαδδαίου

τοῦ θεσπεσίου ἀποστόλου ἐκπέμψας, καὶ τὸν θεῖον

ἱδρῶτα τοῦ προσώπου ἐναπομάττεται, τὰ χαρακτηρι-

στικὰ ἰδιώματα αὐτοῦ ἀποσώζων ἐν τούτῳ. Ὅπερ ἐκ-

μαγεῖον μέχρι τῆς σήμερον ἡ λαμπροτάτη καὶ με-

γαλώνυμος τῶν Ἐδεσσηνῶν πόλις ὥσπερ σκῆπτρον

βασιλικὸν κατέχουσα, αὐχεῖ καὶ κομπάζει· σημεῖα

ἐν τῷ λαῷ δεικνύοντος, τοῦ ταύτην αὐτῇ τὴν χάριν

παρασχομένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἐν

ᾗ καί ποτε Χοσρόου τοῦ Περσῶν βασιλέως τῷ τείχει

αὐτῆς πυρκαϊὰν ἐλαίων ξύλα περιανάψαντος κυκλό-

θεν κύκλῳ, καὶ ταῦτα εἰς γῆν κατατεφρώσοντος, ὁ

κατὰ καιρὸν ἁγιώτατος μητροπολίτης ἰδὼν τὸν λαὸν

ἐκ τῆς ἄγαν πυρκαϊᾶς ἤδη μέλλοντα ἐναποθνήσκειν,

τοῦτον τὸν σεβάσμιον χαρακτῆρα τοῦ θεοτυπώτου

σουδαρίου διάρας, καὶ τὰ τείχη περιπολεύσας, θεία

τις δύναμις ἐξελθοῦσα ἐν ἀνέμῳ καὶ πνοῇ βιαίᾳ τὴν

πυρκαϊὰν ἐνέστρεψε τοῖς ὑπεναντίοις, καὶ διώδευσε

καὶ ἐνεπύρισε τοὺς πέριξ, ὡς τοὺς Χαλδαίους τοὺς

Ἀσσυρίους.

Ϛʹ. Ποτὲ γάρ τινος καταφρονητικῶς λίθον διάραν-

τος ἐν τῇ τοῦ Σωτῆρος εἰκόνι, εὐθὺς περιστερὰ ἐκ τοῦ

στόματος αὐτοῦ ἐξελθοῦσα, κόραξ ἀντεισάγεται· προ-

δήλως ἀντὶ τοῦ ἁγίου Πνεύματος ὁ ἐζοφωμένος διά-

βολος κατοικιζόμενος, καὶ ἀντὶ φωτὸς μελανεμβαφὲς

353

σκότος ὑποδυόμενος. Καὶ ἄλλος γὰρ ἐν Ἀλεξανδρείᾳ

τῇ πόλει ὕπαρχος τῇ τάξει, τὴν ἐν τῷ προαυλίῳ τῆς

Μεγάλης ἐκκλησίας ἁγίαν τῆς Θεομήτορος εἰκόνα

περιερχόμενος πολλάκις φενακίζων καὶ διαμωκίζων,

ἐν μιᾷ ὀφθεῖσα αὐτῷ ἔτι γρηγοροῦντι, ἔχουσα μετ'

αὐτῆς δύο εὐνούχους, καὶ τούτου τὰς χεῖρας καὶ τοὺς

πόδας διατείναντες, καὶ τῷ ἁγίῳ αὐτῆς δακτύλῳ δια-

χαραξάσης τὰ μέλη, αἱ ἁρμογαὶ τῶν χειρῶν ἐξ ἀγ-

κόνων καὶ τῶν ποδῶν ἐξ ἀστραγγάλων θραυσθέντες,

ὡς φύλλα ἀπὸ συκῆς διαῤῥαγέντες ἐκπεπτώκασι.

Καὶ ἄλλον δέ τινα ἐν αὐτῇ τῇ πόλει τοιαῦτα τετολ-

μηκότα καὶ ὑπὸ στρατιωτῶν διωκόμενον, πρόσφυγόν

τε γεγονότα τῇ τῆς Θεομήτορος σεπτῇ εἰκόνι, καὶ

τοῦτον ἐν ὀφθαλμοῖς πάντων ἀποστραφεῖσα, προὔ-

χειρον εἰς σφαγὴν ὡς ἐπίβουλον παραδέδωκε. Καὶ

πολλοὺς γὰρ πολλάκις τολμηρῶς προσκρούσαντας,

οὐχ ἡ τυχοῦσα δίκη ἐκόλασεν.

ζʹ. Ἐκλείψει με ὁ χρόνος διηγούμενον τὰ διηγή-

ματα, ἅπερ ἐξ ἀρχαίων, καὶ ἄνωθεν ἁγίων προφη-

τῶν καὶ ἀποστόλων, καὶ Πατέρων καὶ διδασκάλων

νενομοθέτηται· οὐδὲν γὰρ λέληθε τοὺς πνευματοφό-

ρους καὶ θεόπτας ἀποστόλους· ἀλλ' ἅπερ τὸ Πνεῦμα

τὸ ἅγιον ἐλάλησεν ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγ-

γελίοις, ταῦτα καὶ ἐδίδαξαν, ταῦτα καὶ παρέδωκαν·

ταῦτα καὶ ἐκόσμησαν τὴν ἁγίαν Ἐκκλησίαν ἀπὸ

περάτων τῆς οἰκουμένης, ἀπὸ τῆς ἐνδόξου Χριστοῦ

παρουσίας, μέχρι τερμάτων αἰῶνος. Ἀλλά γε ὁ πο-

λέμιος καὶ ἀρχαῖος τοῦ γένους ἐπίβουλος διάβολος,

φθόνῳ καὶ βασκανίᾳ τῶν καλῶν τετηκὼς, οὐκ ἐπαύ-

σατο τὴν πολυτάραχον αὐτοῦ καταιγίδα, ὡς λαίλαπα

ἀγρίαν, τῶν αἱρέσεων ἀνακινῶν. Καὶ Κωνστάντιος

μὲν, ὁ τὰ σκῆπτρα διαδεξάμενος τῆς βασιλείας τοῦ

μεγάλου Κωνσταντίνου, ὁ τῆς μεγάλης ῥίζης σεσα-

θρωμένος ὄρπαξ, οὐ μέτριον κλόνον καὶ τάραχον τῆς

πατρικῆς κρηπῖδος εἰσβαλὼν, πόλεμον τῇ Ἐκκλησίᾳ

χείρονα τῆς εἰδωλικῆς δεισιδαιμονίας, τῇ τῶν Ἀρεια-

νικῶν φρενῶν φενακιζόμενος ἀπάτῃ, τοὺς προβόλους

καὶ στύλους τῶν Ἐκκλησιῶν κατασείσας κατέῤῥαξε.

Λιβέριον μὲν Πάπαν Ῥώμης, Ἀθανάσιον τὸν μέγι-

στον Ἀλεξανδρείας, Παῦλον ἄλλον Κωνσταντινουπό-

λεως τὸν ὁμολογητὴν, Εὐστάθιον τὸν περιώνυμον

Ἀντιοχείας, καὶ τοὺς σὺν αὐτοῖς λογάδας καὶ ἁγίους

Πατέρας ἐξοστρακίστους κατεδίκασεν· ἀνθρώποις

ἀσεβέσι καὶ ἐναγέσι τὰ τῶν ἁγίων ἅγια ἐνεχειρίσα-

το. Αὖθις ὀπαδοὶ καὶ συνεργοὶ Ἰουλιανὸς ὁ πρωτό-

τοκος υἱὸς τοῦ Σατανᾶ, ὁ ἀποστάτης καὶ παραβάτης,

ὡσαύτως καὶ ὁ Οὐάλης, εἰ καὶ οὐκ ἀποστάτης, ἀλλά

γε Χριστοδιώκτης καὶ Χριστόμαχος· ἀλλ' αὐτίκα

γοῦν ἀνατέταλκεν ὁ τῆς δυτικῆς λαμπαδηφορίας

πνευματικὸς ἀστὴρ ὁ μέγας Θεοδόσιος, κατὰ τοῦ

πνευματομάχου Μακεδονίου ἐκ τοῦ πατριαρχικοῦ

θρόνου ἐξοστρακισθέντος, συνόδοις καὶ συνδρομαῖς

τῶν ἁγίων Πατέρων, τὸ μέγιστον τῆς εὐσεβείας Χρι-

στοῦ ἅγιον σύμβολον τῇ Ἐκκλησίᾳ ἀπαρεγχείρητον

ἐμπήξας ἡδραίωσε.

ηʹ. Τούτου τῆς βασιλείας διάδοχοι, Ἀρκάδιος καὶ

356

Ὁνώριος, καὶ τούτων αὖθις Θεοδόσιος ὁ τοῦ Ἀρκα-

δίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦ-

σα, Νεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ

Διοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·

ἀλλ' ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὁ γὰρ μέγιστος

τῆς βασιλικῆς εὐσεβείας νομοφύλαξ Μαρκιανὸς τῇ

τῶν ἁγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν

κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἁλμυρὰν τῆς

θεοπασχίας κατεῤῥάτισαν αἵρεσιν, Σέβηρος, Ἰάκω-

βος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουρ-

γίας ἀποπτυελίσματα, μεθ' ὧν ἡ βασιλικὴ Ζήνωνος

τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν

εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν

ἁγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώτ-

τοντας κύνας τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐξ-

ήλασεν. Εἶτα πάλιν οἱ πρόβολοι κατὰ τῶν ἐκκλησια-

στικῶν πυργοβάρεων, Ὁνώριος Ῥώμης, Σέργιος ὁ

τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξαν-

δρείας, Μακάριος Ἀντιοχείας, Θεόδωρος ὁ τῆς Φα-

ρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κα-

κῶν εἰς γῆν τῆς αἱρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ

εὐσεβοῦς μεγάλου Ἰουστίνου τῇ τῶν ἁγίων Πατέ-

ρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα

κληρωσάμενοι.

θʹ. Εἶτα τούτων καὶ πλειόνων αἱρέσεων, ὡς ἄχυρα

ἀπὸ ἅλωνος θερινῆς ἀναῤῥιφθέντων, καὶ ὡς κύματα

ἄγρια θαλάσσης διαλυθέντων, τί νῦν ὁ ἕρπων σκολιὸς

ὄφις, ὁ ἀντίδικος τοῦ γένους ἡμῶν διάβολος, ὁ σπο-

ρεὺς τῶν ζιζανίων, ὁ ἄλλον τινὰ βουρκανὸν τῆς ἀσε-

βείας καὶ τῆς αἱρέσεως ... καὶ τῆς τοῦ Θεοῦ Λόγου

ἀτρέπτου καὶ ἀναλλοιώτου σαρκώσεως ἤδη περὶ ρλʹ

χρόνους τὴν ἀνίατον ταύτην καὶ ἀθεράπευτον νομὴν

διανέμων τοιᾷδε προφάσει· Θεοδοσίου τοῦ γένους

Ἀδραμυτίου, καὶ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρι-

σμένου· Ἰεζά τε τῆς τῶν Ἀράβων ἡγεμονεύοντος

ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες, οἱ ἀεὶ

καὶ πάντοτε τραχηλιοῦντες κατὰ τοῦ Κυρίου, καὶ

κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι, τερατείαις

καὶ συμβολομαχίαις, καὶ φαρμακείαις καὶ δαιμονιώ-

δεσιν οἰωνίσμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογι-

κήν τινα μεταδιώκοντες ἐπιστήμην, ἐξ ἀγχιστείας

τῶν Ἰσαυρικῶν Ἰουδαίων ὑπάρχοντες, πλανώμενοι

καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν·

καὶ μὴν καταμηνύονται τῷ προῤῥηθέντι Ἰεζά· καὶ

τούτῳ χρησμῳδίαις πολυευζωΐας καὶ πολυχρόνου

διαμονῆς μυοῦνται, εἰ ἄρα γε τὴν τῶν Χριστιανῶν

καταῤῥάξαι διακόσμησιν δυνηθείη, τὸν τοῦ Σωτῆρος

ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα, καὶ τῆς

αὐτὸν τεκούσης Θεομήτορος, ἐκ τῶν ἐκκλησιαστικῶν

περιβόλων ἀπαλεῖψαι. Καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ

χοιρόβιος ἄνθρωπος, ὑπεῖξε τῇ συμβουλῇ τῶν ἀπα-

τεώνων, καὶ πάσας τὰς Ἑώας Ἐκκλησίας ἐσάλευ-

357

σεν· ἀλλ' ἠπατήθη ὁ δείλαιος. Οὐ μικρὸς γὰρ χρόνος

παρῆλθε, καὶ τοῦτον ἡ θεία δίκη ἐχειρώσατο. Ὁ δὲ

υἱὸς αὐτοῦ διαδεξάμενος τὴν ἡγεμονίαν, τούτους βου-

ληθεὶς ὡς ψευδομάντεις ἀποκτεῖναι, φυγάδες ᾤχοντο

ἀνακάμψαντες πάλιν ἐν τοῖς Ἰσαυρικοῖς μεθορίοις.

ιʹ. Εἶτα εἰς πηγήν τινα ἀναψύχοντες τῇ φλεγμονῇ

τοῦ καύματος, ἰδοὺ νεανίσκος τις τοὔνομα Λέων, κα-

λὸς τῷ εἴδει, ὡραῖος τῷ προσώπῳ, εὐμήκης τῷ σώ-

ματι, βάναυσος τὴν ἐπιστήμην ἐξ αὐτῆς τὴν ζωὴν

ποριζόμενος. Καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον

περιελόμενος, ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ἀνα-

ψυχόμενος. Ὥρα ἦν ὡσεὶ ἕκτη. Εἶτα οἱ τῶν ἐγγαστρι-

μύθων μύσται μυοῦνται αὐτῷ κατάρξαι αὐτὸν τῆς

Ῥωμαϊκῆς βασιλείας τὰ σκῆπτρα· καὶ δὴ τοῦ Λέον-

τος ἀναβαλλομένου καὶ διαποροῦντος πρὸς τὸ ἀκρό-

τατον τῆς ἑαυτοῦ εὐτελείας ἀφορῶντα, ὅρκοις πληρο-

φορεῖται ὑπὸ τῶν μισοχρίστων, ὅτι ταῦτα οὕτως δεῖ

γενέσθαι. Καὶ δὴ αἰτοῦνται αὐτὸν ὁρκωμοσίας λόγοις

πληροφορηθῆναι παρ' αὐτοῦ, ἵνα εἰ ἄρα γε εἰς πέρας

τοῦτο ἄγοιτο, πᾶν ὁτιοῦν αἰτηθείη αὐτοῖς, παρ' αὐτοῦ

ἀνυπερθέτως δοθείη αὐτοῖς. Ἧν δὲ παραπλησίον ναὸς

τοῦ ἁγίου μάρτυρος Θεοδώρου· καὶ εὐθὺς ἑτοιμότατα

εἰσελθὼν ὁ βάναυσος Λέων, καὶ περικρατὴς γενόμε-

νος τῶν ἁγίων καγκέλλων τοῦ θυσιαστηρίου, ἔδωκεν

ἐγγυητὴν τὸν μάρτυρα Χριστοῦ, ἑστώτων τῶν Ἰου-

δαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ. Καὶ δέχονται τὸν

ὅρκον παρ' αὐτοῦ, καὶ εὐθὺς ᾤχετο ἕκαστος εἰς τὰ

ἴδια.

ιαʹ. Ἦν δὲ τότε τις τῶν Ἀνατολικῶν στρατηγίας

τὴν ἡγεμονίαν περιέχων πατρίκιος, τοὔνομα Μασι-

σίννιος, στρατολογίαις τὴν χώραν περιπολεύων· ἐν

οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς, ἐν ὀλίγῳ

χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθα-

ρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοκράτο-

ρος Θεοδοσίου· καὶ δὴ ὑπ' αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη

ἐκπεμφθεὶς, Καμπανίαν, καὶ Ἀμαλφίαν, καὶ Νεά-

πολιν, τότε βαρβαρησάντων, καὶ καταλαβὼν τὰ

ἐκεῖσε ἐν πλωτορσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ, καὶ

τροπαιοφόρον νίκην εἰρήνην βραβεύσας, καταλαμβά-

νει τὰ βασίλεια· καὶ εὐθὺς ὑπὸ τῶν στρατιωτῶν

ἀνηγόρευται Καῖσαρ καὶ αὐτοκράτωρ βασιλεύς. Καὶ

δὴ Θεοδόσιος ὁ πραότατος βασιλεὺς, προϋπαντᾷ χα-

ροποιός· καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κορυφῆς,

περιτίθησι τῷ Λέοντι, καὶ οὕτως ἀκλονήτως ὁ Λέων,

καὶ ἀνενοχλήτως τὰ βασίλεια ἐγχειρίζεται. Περιβοή-

του δὲ ἐπιφημίαις γενομένου τοῦ Λέοντος, οὐκ »ἰδοὺ

Μάγοι ἀπὸ Ἀνατολῶν ἦλθον προσκυνῆσαι μετὰ δώ-

360

ρων Χριστὸν,« ἀλλ' ἰδοὺ Μαγουδαῖοί τινες φαρμα-

κοὶ καὶ ἐπαοιδοὶ Γαζαρηνοὶ δρομαῖοι εἰσελαύνονται

εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μαν-

τευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ

νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιν-

νύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἑτοιμότατα ἐπαγγελλο-

μένου διδόναι· Τί ἄρα, ἔφη, ἔστι ταῦτα; Οἱ δέ φασι·

Τοῦτο αἰτούμεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα

τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ, καὶ τῆς

μητρὸς αὐτοῦ Μαρίας, ἐκ πάσης ἐκκλησιαστικῆς ἱστο-

ρίας ἀπαλείψῃς· ὅπως τοῦτο ποιῶν, μέλλεις ἄρχειν

καὶ βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου·

εἰ δὲ τοῦτο ὑπερθήσῃ, μέλλεις τάχιον, ὡς ὁ Ἀρτέμιος,

ὁ Ἀψίμαρος, ὁ Ἀναστάσιος, ἀναιρεθῆναι. Ὁ δὲ εὐ-

ήθης καὶ ἀστήρικτος τῇ πίστει, ὥσπερ ὑπὸ ὄφεως

ταῖς δυσὶ μυκτῆρσι πιεζόμενος, μηδὲ ἀναπνεῖν ἔτι

ἰσχύων, ἑτοιμότατα τὸ προσταχθὲν ἐπιτελεῖν ἐπαγ-

γέλλεται.

ιβʹ. Τούτου δὲ καταδήλου αἱρετικοῦ δειχθέντος,

ἀλώπεκος δὲ χρῶμα ἀναλαβὼν καὶ ὑπούλως πως τὰ

πρῶτα διεξελθὼν, εὐσεβεῖν διετάττετο. Μετὰ δὲ δε-

κατὸν χρόνον, αἵρεσιν ἐμπνεῖ τῇ Ἐκκλησίᾳ· καὶ τὸν

ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας, μέσον πάντων λεον-

τοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος,

εἶπεν· Εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν

εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ ταύταις προσκυνεῖν.

Ὄντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ

τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ

δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει,

καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ

ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος

παρανάλωμα, ἀνέστησεν ἀντ' αὐτοῦ τὸ ἐκείνου μια-

ρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς

πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα

ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέ-

φει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἁγίων εἰκόνων

θέαν. Γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμα-

νὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ Δεσπότου Χρι-

στοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν

ἀχράντων αἱμάτων τῆς ἁγίας Θεοτόκου, καὶ τελείου

αὐτοῦ καθ' ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα

ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς

ἡμᾶς αὐτοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων

κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνὶ, ἔτη ͵ψλϚʹ,

καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες

ἅγιοι Πατέρες περὶ τῶν ἁγίων εἰκόνων τοιοῦτόν τι

οὐκ ἐνενόησαν· ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ

σύνοδοι ταύτας αἱροῦσαι, προσκυνεῖσθαι διετάξαντο,

καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε,

ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων

ἑτοίμως ἀποθανοῦμαι. Ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ

αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὤφθη, καὶ τοῖς

ἀνθρώποις συνανεστράφη.

361

ιγʹ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ βρύξας ὡς

λέων, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρ-

χικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν

ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὗτινος κατελθόντος,

καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, τὸν

ἀσεβῆ Ἀναστάσιον τῆς ἀρχιερωσύνης προβάλλεται

στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεβείας· ὅστις

τὰ τῆς ἐκκλησίας πάντα τοῖς βασιλείοις παραδέδωκε.

Πάντα χαρακτῆρα τῆς θείας αὐτοῦ σαρκώσεως περι-

ελόμενος, ὡσαύτως καὶ τῆς παναγίας Θεομήτορος,

τὴν μητρικὴν αὐτῆς πρεσβείαν καὶ παῤῥησίαν πρὸς

τὸν ἐξ αὐτῆς σαρκωθέντα Θεὸν Λόγον ἀπαναινόμενος,

ὁ τοῦ ὑπερηφάνου διαβόλου ὑπερασπιστὴς, καὶ τὰς

τῶν ἁγίων πρεσβείας ἀποσειόμενος· τάς τε τῶν

ἁγίων Πατέρων θεοπνεύστους βίβλους πυρκαϊᾷ βα-

λών· τό τε φιλόθεον καὶ τῶν μοναζόντων τάγμα μυ-

σαττόμενος ὁ μισόχριστος, τόν τε ἱερῶν παρθένων

κατάλογον γαμικοῖς συναλλάγμασι περιζευγνύων,

τῆς εὐλαβείας τὰ ἐνδύματα πυρὶ κατακαίων, τὴν

τῶν ἱερῶν μοναστῶν σεβασμίαν γενειάδα, καὶ πο-

λιὰς αἰδεσίμους, καὶ τὰς θείας κόρας βρομιαίῳ κα-

τακαίων πυρί· σκοτίας σχῆμα τοῦτο καλέσας, ὁ τῇ

ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ' αὐτὸ τὸ σχῆμα κατα-

λεγομένους, ἀμνημονεύτους ἐκάλεσε καὶ εἰδωλολά-

τρας, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνη-

σιν· ἅπαντα δὲ τὸν ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας,

ὀμόσαι πάντας πεποίηκε προτιθεμένων τοῦ τε ζωο-

ποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε

ἀχράντων ξύλων ἐν οἷς Χριστὸς ὑπὲρ ἡμῶν χεῖρας

ἐξέτεινεν, καὶ τῶν ἁγίων Εὐαγγελίων, δι' ὧν Χρι-

στὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, μὴ προσ-

κυνῆσαι εἰκόνας ἁγίας, ἀλλὰ ταύτην εἴδωλον καλεῖν,

μήτε ἐξ ἀββᾶ κοινωνῆσαι, ἢ τὸ, χαῖρε, τὸ σύνολον

δοῦναι αὐτοῦ· ὢ τῆς ἐρεσχελίας! ὁμοιότροπον καὶ

ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον,

καὶ ὁμόφρονά τινα τοῦ ἱερατικοῦ καταλόγου, τοῦτον

ἐπὶ τὴν Ἐκκλησίαν ἐπάρας, οὐχὶ Θεοῦ καὶ ἱερέων

ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν ἀμφοτέρων ἐν

τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χει-

ρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν ἱερὰν ὁ ἀνίε-

ρος ἐνδιδύσκεται διπλοΐδα καὶ τὸ ὠμοφόριον. Ὢ τῆς

ἀναξίας! ὁ ἀσπιδιφόρος, ἱεροθέτης· καὶ ὁ πολέμοις

καὶ φόνοις ἐσχολακὼς, ἱερουργός· καὶ ὁ τρισὶ γυ-

ναιξὶ παρανόμως συζευχθεὶς, τῶν ἱερῶν χειροτονη-

τὴς καθίστατο.

ιδʹ. Ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς

συνωρίδος, ὡς παρανόμου σειρᾶς, προγράμματα

κατὰ πᾶσαν ἐπαρχίαν ἐπέμπετο πρὸς τοὺς κατὰ

χώραν ἀρχισατράπας σὺν ἐπισκόποις, τὴν βασι-

λεύουσαν πόλιν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέ-

σθαι κατὰ τῶν σεπτῶν εἰκόνων· τοῦ δὲ τυράννου

τὸν σεβάσμιον τῆς παναχράντου Θεοτόκου τὸν ἐν

Βλασχέρναις χαρακτῆρα κατορύξαντος, σύνοδον ἀθε-

τούντων ψευδοϊερέων ἐν αὐτῷ τῷ πανσέπτῳ ναῷ ὁ

364

ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ

τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρώδη

ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς

εἰκόνας καλέσαντες. Εἶτα Γερμανὸν τὸν θεῖον καὶ

ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθεματίσαντες, ξυλο-

λάτρην ἀπεκάλουν. Ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως!

ὢ τῆς βλασφημίας! ὢ τῆς παρατροπῆς! πάμπολλα

δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάν-

των χεῖρον ἠλάλαξαν τὴν ἐλεεινὴν ἐκείνην οἱ μιαροὶ ἀνίε-

ροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· »Σήμερον σωτηρία τῷ

κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰ-

δώλων.« Ὢ φωνῆς ὀδυνηρᾶς! ἥτις ἐκβομβηθεῖσα

οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε

ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ

ἀλλοτρίους ἐποίησεν. Ὄντως »ὁ μωρὸς μωρὰ λα-

λήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.« Διὰ

γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου

καὶ ἀναξίου τῆς Χριστιανικωτάτης ἁλουργίδος, οὐ-

ράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα

μὴ φέροντα τὴν Δεσποτικὴν ὕβριν εἰς γῆν κατέπι-

πτον, στοιχεῖα ἐδονεῖτο, γῆ ἐκλονεῖτο ταραττομένη,

σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρα-

νοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραδοκουμένην

ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Νικομηδέων

πόλιν ᾤχετο. Ποῖος γὰρ Διοκλητιανὸς ἢ Μαξιμιανὸς,

ἢ Τραϊανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν

δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χριστιανικῆς προσ-

ηγορίας; Ἡμέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο

ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐ-

τὸς περὶ ἑαυτοῦ. Ἔτι γὰρ περὶ τὰ ἔσχατα πνέων,

ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· »Τὰ

προαύλια τῆς γεέννης.« Τί οὖν ἀξιοπιστότερον τῆς

οἰκείας φωνῆς, ἀνθ' ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπι-

σκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλα-

σφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολά-

τρας τοὺς Χριστιανοὺς ἀποκαλῶν.

ιεʹ. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν

ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ

καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς

Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας

ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ

ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλε-

σται. Αὖθις πάλιν νέα Ἑλένη καὶ νέος Κωνσταντῖνος

υἱὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν

ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ

τὸ Ῥωμαϊκὸν πολίτευμα ἀνακαλοῦνται· μεθ' ὧν καὶ

ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρ-

χης Ταράσιος, ἁγίαν οἰκουμενικὴν σύνοδον συγκρο-

τήσας, πᾶσαν αἱρετικὴν φρενοβλάβειαν διεσκέδασεν,

ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπ' αὐτῷ. Ὡς φωστῆρες

ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαν τῇ Ἐκκλησίᾳ

οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ

λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεο-

φόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκου-

μενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωο-

365

ποιὰ τοῦ Χριστοῦ σύμβολα κατέχειν τε καὶ σεβάζε-

σθαι ἐθέσπισαν· καθώς φησι τὸ θεῖον λόγιον· »Δεῖξόν

μοι τὴν ὄψιν καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι

ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα.« Οὐκ ἔστι

παρὰ Χριστιανοῖς Θεὸς πρόσφατος, οὐδὲ προσκεκύ-

νηται παρ' αὐτοῖς Θεὸς ἀλλότριος· ὅτι, τίς Θεὸς

πάρεξ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἢ τίς Θεὸς

πλὴν αὐτοῦ; Ποῦ εἰσιν οἱ Χριστιανοκατήγοροι, οἱ

ἱεροκατήγοροι, οἱ ἑαυτοὺς τῆς Χριστωνύμου κλή-

σεως ἀποξενώσαντες; οἱ ἑαυτοὺς τῆς μελλούσης

ἐλπίδος τῶν Χριστιανῶν ἀπελπίσαντες, οἱ πεπλα-

νημένοι ἀπὸ μήτρας τῆς θείας κολυμβήθρας, ἁμαρ-

τωλοὶ ἄνθρωποι, τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ

τῆς καθολικῆς Ἐκκλησίας ἀνομίαν, ἐν ὑπερηφανείᾳ

καὶ ἐξουδενώσει, οἱ πᾶσαν Γραφὴν θεόπνευστον καὶ

ὠφέλιμον στρεβλοῦντες κατὰ τὰς ἰδίας ἐπιθυμίας,

οἱ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσαντες, καὶ τὸ αἷμα

τῆς διαθήκης καινὸν ἡγησάμενοι, ἐν ᾧ ἡγιάσθησαν,

καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἐχειροτονήθησαν

ἐνυβρίσαντες, οἱ ψευδοχριστιανοὶ, οἱ τὴν ἁγίαν καὶ

καθαρὰν Χριστοῦ Ἐκκλησίαν, τράπεζαν ἠλισγημένην

ἀποκαλέσαντες, οἱ μὴ εἰδότες διαφορὰν ἁγίου καὶ

βεβήλου, καθαροῦ καὶ ἀκαθάρτου; Πολλὰ ὤφειλον

γράψαι, ἀλλ' οὐκ ἰσχύομεν διὰ μέλανος καὶ χάρτου·

ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

ιϚʹ. Αὖθις ὁ φερώνυμος Νικηφόρος ὁ ἐν βασιλεῦσι

τοῦ Χριστοῦ εὐσεβέστατος καὶ ὀρθόδοξος θερά-

πων· ὡσαύτως καὶ οἱ τῆς εὐσεβείας υἱοὶ καὶ τῆς

βασιλείας διάδοχοι, βεβαίαν καὶ ἀσάλευτον τὴν πί-

στιν διατηρήσαντες τῷ Χριστῷ, καὶ τῷ μεγάλῳ

ἀρχιερεῖ πατριάρχῃ Νικηφόρῳ παρέθεντο τὴν Ἐκ-

κλησίαν καθαρὰν καὶ ἀμίαντον, μὴ ἔχουσαν σπῖλον

ἢ ῥυτίδα. Ἀλλ' αὖθις πάλιν ἡμῖν φερώνυμος τῆς

δυσσεβείας θὴρ, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος

ἐνέσκηψεν· ἡ δὲ λύμη τῆς τοιαύτης ψυχοφθόρου

αἱρέσεως τοιᾷδε προφάσει ἐνέσκηψε. Μιχαὴλ καὶ

Θεοφυλάκτου τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων

ἀνδρῶν τὰ βασίλεια ἰθυνόντων, καὶ τῆς Ἐκκλησίας

τοῦ Θεοῦ οὔσης ἐν βαθυτάτῃ γαλήνῃ, καὶ τῶν

ἱεραρχῶν πάντων ἥσυχον καὶ ἠρεμαῖον βίον σὺν τοῖς

ἱερεῦσι καὶ εὐλαβέσι μοναχοῖς διαγόντων ἐν πάσῃ

εὐσεβείᾳ καὶ σεμνότητι, οὐκ οἶδ' ὅπως εἰπεῖν, τέρας

ξενοφανὲς εἰσέδυ εἰς τὴν πανευδαίμονα πόλιν· γυ-

ναικός τινος τῶν ἐγχωρίων τετοκυίας βρέφος, τὰ

μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε

πάντα παιδὸς, τὰ δὲ ὑποκάτω, θηρῶν ἀγρίων, λεόν-

των καὶ παρδάλεων καὶ λύκων. Καὶ τούτων μὲν ἦσαν

αἱ μορφαὶ κινούμεναι, ὥστε γινώσκειν ἑκάστου τὸν

σχηματισμόν· ἀλλά γε ἑαυτῇ ἡ ἐγγαστρίμυθος ὑπὸ

368

τοῦ ἐν αὐτῇ προσφωνοῦντος πνεύματος Πύθωνος

ἐναερίου, τὴν τῶν βασιλέων ταχεῖαν ἀναδοχὴν τερα-

τεύεται· καὶ δὴ ὁ φιλόχριστος βασιλεὺς τὸ ἐβδελυ-

γμένον τοῦτο γύναιον παραδίδωσιν εἰς φρουρὰν

ἀσφαλῆ ἑνὶ τῶν οἰκείων αὐτοῦ καὶ μυστικῶν αὐτοῦ

θεραπόντων. Καὶ δή τις τῶν ἀφανῶν καὶ εὐτελῶν

τῆς πόλεως τοὔνομα Ἰωάννης, Ἀναγνωστικῷ βαθμῷ

τῇ εὐαγεῖ μονῇ τῆς ἁγίας Θεοτόκου τῶν λεγομένων

Ὁδηγῶν σχολάζων, παῤῥησιασάμενος τῇ ἐγγαστρι-

μύθῳ, μυεῖται αὐτῷ τὴν τῶν ἐσομένων πρόγνωσιν,

τήν τε τοῦ βασιλέως ἐναλλαγὴν, καὶ τοῦ διαδόχου

τῆς βασιλείας ἀποκατάστασιν, μεγάλην τε καὶ ὑπερ-

φυῆ καὶ τριάκοντα χρόνους ἐν εὐημερίᾳ καὶ τρο-

παιοφόρῳ νίκῃ διαβιῶναι, εἰ ἄρα γε τὴν τῶν ἱερῶν

εἰκόνων καθαίρεσιν τέλεον ποιήσας, τὸ μνημόσυνον

αὐτῶν παντάπασιν ἐξαφανίσειε. Λέων δὲ ἔσται τὸ

ὄνομα αὐτοῦ, ἐξ Ἀρμενίων ἀγχιστείας καταγόμε-

νος· καὶ δὴ, φησὶ, χρησμῳδεῖ, καὶ τὸν συμμύστην

Ἰωάννην, μεγίστης ἀξιωθήσεσθαι τιμῆς παρ' αὐτοῦ

τοῦ Λέοντος, καὶ ὑψωθήσεσθαι, καὶ μετεωρισθήσε-

σθαι σφόδρα σφόδρα ὑπεράνω πάσης ἀρχῆς, ὡς

οὐδεὶς ἄλλος τῶν κατ' αὐτὸν προβεβηκότων.

ιζʹ. Καὶ δὴ Λέοντος πατρικίου καὶ στρατηγοῦ τῆς

τῶν Ἀνατολικῶν ὑπαρχίας, ἔνδον αὐτοῦ ὄντος ἐν τῇ

εὐδαίμονι, Νικηφόρος τις ὁ παρωνύμως Κιννάριος

λεγόμενος, μυεῖται τῷ Λέοντι τὰ τῆς ἐγγαστριμύθου

μαντεύματα· καὶ ἄλλος δέ τις τῶν κυκλαρίων ψευ-

δερημιτῶν ψευδολογίαις καὶ μαντεύμασι τὸν ἀπει-

ρόκακον λαὸν διαχλευάζων, διὰ τοῦ αὐτοῦ Νικηφόρου

εἰσάγεται τῷ Λέοντι πατρικίῳ· καὶ οὗτος μυεῖται

αὐτῷ τὰ παραπλήσια καὶ ἐφάμιλλα τῆς ἐγγαστρι-

μύθου τερατεύματα. Ὁ δὲ φιλόκοσμος ἀνὴρ δια-

πύρῳ διαθέσεως καρδίᾳ, ταῦτα μεθ' ὅρκου ποιεῖν

ἀμεταθέτου ἐβεβαιώσατο, ἔχων ἐγκάρδιον ἐγκεκρυμ-

μένον τῆς ἀσεβείας τὸν σπινθῆρα.

ιηʹ. Καὶ δὴ τοῦ Λέοντος τὰ βασίλεια σκῆπτρα κε-

κρατηκότος, περισσότερος ζηλωτὴς καὶ μιμητὴς

γίνεται τῶν προβεβηκότων δυσσεβῶν ἀνάκτων, Λέον-

τος καὶ Κωνσταντίνου τῆς τῶν Ἰσαύρων ἀγχιστείας

γεγονότων, καὶ πολυχρονίοις ἔτεσιν ἐν τῇ βασιλείᾳ

διαρκεσάντων, πολέμων δὲ ἀνδραγαθήμασι, καὶ πο-

λεμίων βαρβάρων θράσος καταβαλόντων, ἐν εὐθη-

νίαις τε καὶ εὐημερίαις βεβιωκότων· καὶ δὴ ἤρξατο

ἐξερευνῶν ἐξερευνήσεις, μαντείας τινὰς καὶ μαθη-

ματικοὺς ἀστρολόγους, τοιαῦτα αὐτῷ χρησμῳδεῖσθαι.

Καὶ προσκαλεσάμενος Βασίλειόν τινα χαρτουλάριον

τῆς λεγομένης Ἐξαρτήσεως, θαῤῥεῖ αὐτῷ τὰ

τοῦ πράγματος. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς, ὡς δοῦ-

λος ὑπήκοος ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται· καὶ

369

δὴ εὑρών τινα ἄνδρα τῶν ἐπιχωρίων τῆς Σαλαμβρίας

ὧδε κἀκεῖσε πλανώμενον, ἐν καπηλίοις καὶ κυκλεύ-

μασι, μαντείαις τε καὶ οἰωνίσμασι, καὶ μέλλων τῶν

βασιλέων πρόγνωσιν μυεῖσθαι, Σαββάτιον οὕτω λεγό-

μενον, ὑποτίθεται αὐτῷ πάντα τὰ καταθύμια τῷ

βασιλεῖ χαρίσασθαι. Καὶ δὴ περιβαλὼν ἑαυτῷ ὁ

Σαββάτιος ἅλυσιν μεγίστην τῷ τραχήλῳ, καὶ σιδη-

ροπέδαις ἑαυτὸν περισφίγξας, περικλείει ἑαυτὸν ἐν

τοῖς τοῦ Δαγιστέως μεγάλου λούτρου τῶν καμίνων

κούφοις. Καὶ δὴ ὁ Βασίλειος τὰ βασίλεια καταθύμια

τάχιον ἐκπληρῶν, προσαγηόχει αὐτὸν τῷ μάντει τῆς

Πύθωνος. Νὺξ δὲ βαθεῖα ἦν, καὶ σκότος ψηλαφητόν·

καὶ ἰδοὺ καὶ ὑπὸ στρατοπέδων δορυφόρων φρουρού-

μενος βασιλεὺς, μεμονωμένος, γυμνὸς καὶ ἄοπλος

σὺν τῷ Βασιλείῳ παραγίνεται ἐν ὑπογείοις καὶ κατα-

χθονίοις ἀμειδέσι τόποις, ὥς ποτε Ἰουλιανὸς ὁ παρα-

βάτης, ὑπὸ τοῦ μαθηματικοῦ Ἑβραίου τῷ διαβόλῳ

σπονδιζόμενος. Ὢ πῶς ἀπώλετο ἡ σοφία τῶν σοφῶν!

ὢ πῶς ἠθέτηται ἡ σύνεσις τῶν συνετῶν! ὢ πῶς οἱ

θέλοντες εἶναι σοφοὶ ἐμωράνθησαν! Τί οὖν ὁ μέγας

καὶ ἔνδοξος, καὶ φοβερὸς βασιλεύς; Προσκυλινδεῖται

τοῖς ποσὶ τοῦ Πύθωνος· χρησμῳδοτίας αἰτεῖται,

ὥσπερ ὁ Ἀλέξανδρός ποτε μετὰ Κανδαύλου συμψύ-

χου αὐτοῦ εἰσελθὼν εἰς τὸν Σέραπιν, ὥστε μαθεῖν τὰ

ἀποβησόμενα, καὶ ὁρᾷ τινας ἀστράπτοντας ἐκ τῶν

ὀφθαλμῶν ἀνακειμένους, ἕνα δὲ λέγοντα αὐτῷ, Χαί-

ροις Ἀλέξανδρε· οἶδάς με τίς εἰμι; Ὁ δέ· Πῶς, κύ-

ριε; Ὁ δὲ μάγος· Ἐγώ εἰμι Σεσοὺχ ὁ σεισμο-

κράτωρ βασιλεύς· οὐ τοσοῦτον δ' εὐτύχησα, ὅσον σύ·

καὶ σχεῖς ὄνομα ἀθάνατον. Ὁ δέ· Πῶς κύριε; Ὁ δὲ

λέγει· Εἴσελθε ἔνδον, ἵνα θεάσῃ τὸν προστάτην·

Εἰσέρχεται Ἀλέξανδρος ἔνδον· ὁρᾷ ὁμίχλην πυραυγῆ,

καὶ καθεζόμενον ἐπὶ θρόνου, ὅν ποτε εἶδεν ἐν Ῥα-

κούντιδι προσκυνούμενον βροτοῖς Σέραπιν. Εἶπε δὲ

ὁ Ἀλέξανδρος· Κύριε, πόσα ἔτη ζήσομαι; Εἶπε δὲ

ὁ Σέραπις· καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι πότε

μέλλει τελευτᾷν· προσδεχόμενος ἐκείνην τὴν ἡμέραν,

ἀφ' ἡμέρας ἔμαθεν, ἐτελεύτησε· τὸ δὲ ἐν ἀγνοίᾳ

παθεῖν, τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώ-

μην, εἰ καὶ ὅλως τελευτᾷν.

ιθʹ. Εἶτά φησιν ὁ πολυπράγμων βασιλεὺς τῷ προ-

γνώστῃ καὶ μάντει· Τί ποιήσω, καὶ τί πράξω, ὅπως

ἐν εὐζωΐᾳ καὶ εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ δια-

βιῶναί με τὸν ἅπαντά μου χρόνον; Καί φησι πρὸς

αὐτὸν ὁ Σαββάτιος· Σὺ μὲν, ὦ βασιλεῦ, ηὐτύχησας,

καὶ ὀνομαστὸς ἔσῃ ἐν βασιλεῦσι τῆς γῆς. Εἰ δὲ θέ-

λεις ζωὴν, καὶ ἀγαπᾷς ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ

κυριεῦσαι ἐθνῶν καὶ βαρβάρων, πᾶσαν τὴν τῶν εἰ-

κόνων ἐξαφάνισον μνήμην τέλεον. Καὶ ἰδοὺ μέλλεις ἐν

ὅλοις τριακονταδύο χρόνοις μετὰ τοῦ υἱοῦ σου κυρίου

Κωνσταντίνου ἄρχειν καὶ βασιλεύειν, καὶ τοὺς Βουλ-

372

γάρους καθυποτάξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου

μέσον τῆς Βουλγαρίας, εἰς τὴν χαλκῆν ἅλωνα τῆς

αὐλῆς αὐτῶν. Ἀλλ' ὅπερ ποιεῖς, ποίησον τάχιον·

μήτε ἄνω ἀφίῃς εἰκόνα, μήτε κάτω.

κʹ. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσ-

ταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μή-

πως ἡ τῶν λʹ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπε-

τασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖ-

ται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ

ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα

φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κε-

λευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς

βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ

ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας

προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς

γὰρ τὸν Βὴλ καὶ Δαγὼν τὸν Χριστὸν λογιζόμενοι,

τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ

ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσ-

καλεσάμενος τὸν ἁγιώτατον Νικηφόρον τὸν πατρι-

άρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ

Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρα-

κίσκων ἀθύρματα. Ὁ δὲ ἁγιώτατος καὶ σοφὸς τῆς

Ἐκκλησίας διδάσκαλος, ὥσπερ ἱστὸν ἀράχνης ταῦτα

διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακω-

χὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς

τὸν ἀπὸ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ

νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξαι-

τεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς

προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετα-

νοίᾳ· ὅπερ καὶ γέγονεν. Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ

καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο

τίνα ἄρα εὑρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ

περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ·

ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθά-

νειν.

καʹ. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Συναγώνισαι

ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὃ βουλόμεθα, καὶ πρόεδρόν

σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοι-

μότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. Γνοὺς

δὲ ὁ ἁγιώτατος πατριάρχης Νικηφόρος, προσκαλε-

σάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δέ

φησι· Μὴ γένοιτο ἡμῖν, ὦ δέσποτα, τοῦτο, μηδέ τι

πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς

ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὀρθο-

δοξίας λιβέλλῳ ἑπόμενος. Ὅπερ καὶ τάχιον κατὰ

παρουσίαν τῶν συνευρεθέντων ἁγιωτάτων μητρο-

πολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ

ταῦτα ὑπέγραψεν· »Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ

Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ

μητροπολίτης Σιλαίου, χειρὶ ἐμῇ ὑπέγραψα· Πι-

στεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν

Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Οἱ μὴ

οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πι-

στεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν.

Αὕτη ἡ πίστις τῶν ἁγίων· αὕτη ἡ πίστις τὴν οἰκου-

μένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνα-

τρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδε-

373

δομένων, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ σταυροῦ

ἐκτύπωμα, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρεί-

σθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοὶ, ἀναθεματιζέσθωσαν.«

Ὁ δὲ ταῦτα ἐπισφραγισάμενος, ἐξῄει τοῦ εὐαγοῦς

πατριαρχείου. Ὁ δὲ βασιλεὺς ταῦτα πυθόμενος,

ἔφησεν ὁ Ἀντώνιος· »Ἐχλευάσαμεν αὐτοὺς, ὦ

δέσποτα.« Ὢ τοῦ νέου Μανιχαίου καὶ Περσόφρονος!

ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ἐν Χριστιανοῖς

Χριστιανίζει· ἐν Ἰουδαίοις Ἰουδαΐζει. Καὶ δὴ προ-

καθεσθέντες οἱ δύο, Ἰωάννης καὶ Ἀντώνιος, ἐκέρα-

σαν τὸν κρατέρα τῶν αἱρετικῶν πεφαρμακευμένον

οἶνον· καὶ δὴ Γραφὰς θεοπνεύστους καὶ ὠφελίμους

στρεβλοῦσι κατὰ τὰς ἰδίας ἐπιθυμίας, προβαλλόμενοι

ἐπιπλάστους καὶ ψυχοφθόρους διδασκαλίας, εἰδωλά

τε τὰς σεβασμίους εἰκόνας βατταρίζοντες.

κβʹ. Ὁ οὖν μέγας ἀρχιερεὺς Νικηφόρος ὁ θεοφάν-

τωρ σύνοδον ἁγίων Πατέρων συναθροίσας τὸν ἀρι-

θμὸν σοʹ, καὶ πάντων τὰς ἱερατικὰς στολὰς ἀμπεχο-

μένων ἐν τῇ μεγάλῃ Σοφίᾳ, τῆς τε πληθύος τῶν

ἱερέων καὶ τῶν μοναχῶν τῆς βασιλίδος πόλεως ὁμοῦ

συναθροισθέντων, ἀνελθὼν ὁ ἁγιώτατος πατριάρχης

ἐν τῷ ἄμβωνι, ἀνεθεμάτισε τὸν αἱρεσιάρχην, τάδε

ἀναβοῶν· »Ἀντώνιος τοῦ νέου Ἀρείου, παραπλήσιον

Παυλικιανῶν, ἀνάθεμα.« Ὁ λαὸς, »Ἀνάθεμα.« Ὁ

ἁγιώτατος πατριάρχης φησίν· »Ἀντώνιος ὁ νέος

Ἄρειος δεδεμένος ἐστὶν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ

μέλλοντι, καὶ ἐπὶ τῆς γῆς, ἐκ τῆς ἁγίας ὁμοουσίου

καὶ ζωοποιοῦ Τριάδος, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ

καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ τοῦ ἁγίου καὶ κορυ-

φαίου τῶν ἀποστόλων Πέτρου, ἐκ τῶν δώδεκα ἀπο-

στόλων, ἐκ τῶν τριακοσίων δεκαοκτὼ Πατέρων, ἐκ

τῶν ἁγίων μεγάλων καὶ οἰκουμενικῶν συνόδων, καὶ

ἀποστολικῶν θρόνων, καὶ παρ' ἐμοῦ τοῦ χειροτονή-

σαντος αὐτόν· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες·

ὡς Χριστομάχος, ὡς παραβάτης τῶν ἰδιοχείρων σταυ-

ρῶν, ὡς ἀποστάτης τῆς ὀρθοδόξου πίστεως, ὡς εἰκο-

νοκλάστης, ὡς…

ρος, ὡς…

ἱ…

The complete text is available when the reading interface loads.