De azymis
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- De azymis (fragmenta duo) [Sp.], MPG 95: 388–396.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg051.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
95
389
τελῆ τινα, δεόμενα τοῦ πληρώματος τῆς ζύμης. Ἄρ-
τος, δὲ ἄρτιος, αὐτοτελὴς, τέλειος, πληρέστατος
[δεῖ γὰρ τοῦ πληρώματος], ὡς τὸ ὅλον ἔχων ἐν ἑαυ-
τῷ· τὸ δὲ ἄζυμον, καλεῖται καὶ ἐγκρυφίας, ὃ Ἠλίας
ποτὲ τῇ Σουναμίτιδι ἐξῃτήσατο, ἢ κολλύριον, ὃ τὰ
παρ' ἡμῖν νήπια κουλλίκιον κοινῶς ὀνομάζουσι· τὸ
πλήρωμα τοίνυν τῆς ἀζύμου ζύμης τῶν Ἰουδαίων
Χριστός ἐστιν, ὃς ἐλθὼν, τὸ ἐλλιπὲς, καὶ ἀτελὲς ἐπλή-
ρωσε τοῦ νόμου, καὶ τοῦτο τελειώσας κατέπαυσεν.
Ὃ οἱ τῶν Ἰουδαίων ἠγνοηκότες παῖδες βασκάνῳ ψυχῇ
ἔτι ἄζυμα παρανόμως ἐσθίουσι, καὶ διὰ τοῦτο οἱ μι-
μηταὶ τούτων, καὶ οἱ Ἰουδαιόφρονες Ἀρμένιοι καὶ
Ἰακωβῖται, ἀφρόνως τούτων μετέχουσιν, ὡς τῆς
Ἀπολιναρίου κακίστης αἱρέσεως μετέχοντες. Ἐκεῖνος
γὰρ σῶμα μόνον, ἄψυχόν τε καὶ ἄνουν εἶπε λαβεῖν
τὸν Χριστὸν, ὅπερ ἐστὶ νεκρόν. Καὶ οἱ τὰ ἄζυμα τοί-
νυν ἐσθίοντες, εἰς ἀντίτυπον τοῦ σώματος τοῦ Χρι-
στοῦ, νεκρὰν ἐσθίουσι σάρκα, καὶ οὐ ζῶσαν καὶ ἔμ-
ψυχον καὶ ἔννουν. Ἡ γὰρ προζύμη ἀντὶ ψυχῆς τῷ
392
φυράματι γίνεται τὸ δὲ ἅλας ἀντὶ νοός. Ἃ μὴ ἔχον
τὸ ἄζυμον, νεκρὸν καὶ μωρόν ἐστι. Τοίνυν καὶ οἱ τὰ
ἄζυμα ἐσθίοντες ἐν τῷ σκότει τοῦ νόμου περιπατοῦ-
σι. Καὶ πῶς κοινωνίαν ἕξουσι μετὰ τοῦ Χριστοῦ, οἱ
μὴ ὄντες ἐν τῷ φωτὶ τῆς χάριτος αὐτοῦ; Οἱ γὰρ ἐν
τῷ φωτὶ περιπατοῦντες τῆς αὐτοῦ χάριτος, ἄρτον
ἐσθίουσι τὸ σῶμα τοῦ Χριστοῦ, καὶ πίνουσιν αἷμα τὸ
ἄχραντον αὐτοῦ· καὶ οὕτως ἔχουσι μετ' ἀλλήλων, καὶ
μετὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν κοινωνίαν, καθα-
ριζόμενοι ἀπὸ πάσης ἁμαρτίας. Ἐν μὲν γὰρ τοῖς
ἀζύμοις οὐδεμία τίς ἐστι ζωτικὴ δύναμις, νεκρὰ γάρ
ἐστι· ἐν δὲ τῷ ἄρτῳ, ἤγουν τῷ σώματι τοῦ Χριστοῦ,
τρία τὰ ζῶντα καὶ ζωὴν παρέχοντα αὐτὰ τοῖς ἀξίως
ἐσθίουσι, τὸ πνεῦμα, τὸ ὕδωρ, καὶ τὸ αἷμα· ὅτι καὶ
Ἰωάννης συμμαρτυρεῖ τῷ λόγῳ· «Τρεῖς οἱ μαρτυ-
ροῦντες, τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ
οἱ τρεῖς εἰς τὸ ἕν εἰσι,» τουτέστι εἰς τὸ σῶμα τοῦ
Χριστοῦ. Ὃ καὶ κατὰ τὸν καιρὸν τῆς σταυρώσεως
δῆλον γέγονεν, ὁπηνίκα τὸ ὕδωρ καὶ τὸ αἷμα ἐκ τῆς
πλευρᾶς αὐτοῦ ἔῤῥευσε, λόγχῃ νυγείσης αὐτοῦ τῆς
σαρκὸς, τρία ἐξέῤῥευσε, ὃ δὲ ζῶν, καὶ ἅγιον Πνεῦμα
ἔμεινε τῇ τεθεωμένῃ σαρκὶ αὐτοῦ, ἣν ἐσθίοντες ἡμεῖς
ἐν τῷ μεταβαλλομένῳ ἄρτῳ διὰ τοῦ πνεύματος εἰς
σάρκα Χριστοῦ, ζῶμεν ἐν αὐτῷ, ὡς ζῶσαν καὶ τε-
θεωμένην σάρκα ἐσθίοντες· ὡσαύτως καὶ τὸ αὐτοῦ
αἷμα τὸ ζῶν καὶ θερμότατον, ἐπειδὴ ἐκ τῆς ζώσης
σαρκὸς τῷ πνεύματι, καὶ θερμότατον τοῦ Χριστοῦ τὸ
αἷμα καὶ τὸ ὕδωρ ἐξέβλυσεν, ὅπερ ἐν τοῖς τὰ ἄζυμα
ἐσθίουσι χώραν οὐκ ἔχει τοῦτο γίνεσθαι. Καὶ ὢ τῆς
ἀτοπίας! νεκρὰν ζύμην ἐσθίοντες αὐχοῦσι, καὶ λέ-
γουσι πρὸς ἡμᾶς, ὅτι οὐχ ὅπως ὑμεῖς ἅλατι καὶ προ-
ζύμῃ καὶ ὕδατι ἄλευρον φύρομεν, καὶ οὕτως ποιοῦ-
μεν τὴν ἀναφορὰν τῶν ἐνζύμων, ἀλλ' ὕδατι μόνῳ
καὶ ἀλεύρῳ, πυρὶ τὸ ἄζυμον ἀπαρτίζομεν, καὶ ἐν
τοῖς τρισὶ τούτοις ἁγνὴν ποιοῦμεν τὴν θυσίαν. Τὰ
τρία οὖν ταῦτα τὸ ὕδωρ, καὶ τὸ ἄλευρον καὶ τὸ πῦρ,
εἰς τί λαμβάνεται; καὶ τίνος ἀντίτυπα εἶναι δοκεῖτε;
ἀντὶ τῆς σαρκὸς τοῦ Κυρίου. Ἀλλ' οὐκ εἶπεν ὁ ἠγα-
πημένος, «Τρεῖς εἰσιν οἱ μαρτυροῦντες,» τὸ ὕδωρ,
τὸ ἄλευρον, καὶ τὸ πῦρ, ἀλλὰ «τὸ πνεῦμα καὶ τὸ ὕδωρ
καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσι,» δηλονότι
τὸ σῶμα Χριστοῦ, ὡς προείρηται. Εἰ δὲ καὶ εἰς τὴν
ἄκτιστον καὶ ἀσώματον φύσιν τῆς ἁγίας Τριάδος
ταῦτα λαμβάνετε, σφάλλεσθε πίπτοντες εἰς τὴν Θεο-
πασχιτῶν αἵρεσιν, οἵ φασι συμπεπονθέναι τῇ σαρκὶ
τοῦ Λόγου καὶ τὴν αὐτοῦ θεότητα. Οὐ γὰρ ὁμοῦ ἡ
Τριὰς ἐσαρκώθη, ὁ Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον τὸ
Πνεῦμα, ἵνα θεωρῆτε ταῦτα εἰς αὐτὴν τὰ τρία, τὸ
ὕδωρ, ὥς φατε, καὶ τὸ ἄλευρον, καὶ τὸ πῦρ, καὶ ὡς
ἀντίτυπα αὐτῆς ποιῆτε τὸ ἄζυμον, καὶ εἰς θυσίαν
προσφέρητε· ἀλλ' ὁ εἷς τῆς Τριάδος, ὁ Υἱὸς καὶ Λό-
γος τοῦ Θεοῦ σαρκωθεὶς ἐξ ἁγνῶν τῆς ἁγίας Παρθέ-
νου σαρκῶν ἐνηνθρώπησε, καὶ πάντα τελέσας τὰ τῆς
οἰκονομίας, ἐσταυρώθη τῇ σαρκὶ, μὴ παθούσης αὐτοῦ
τῆς θεότητος. Σαρκὶ οὖν σταυρωθεὶς, παρέδωκεν
ἡμῖν ἐσθίειν διὰ τοῦ ἄρτου τὴν σάρκα αὐτοῦ, τὴν ἐν
Πνεύματι ζῶσαν ἁγίῳ, οὕτως εἰπών· «Λάβετε, φά-
393
γετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμε-
νον εἰς ἄφεσιν ἁμαρτιῶν.»
βʹ. Ἰστέον οὖν ὡς ἀπὸ τοῦ Χριστοῦ, ἢ τῶν ἁγίων
ἀποστόλων αὐτοῦ, τὴν σεμίδαλιν τῶν ἀζύμων ἐσθίειν
ἢ προσφέρειν οὐδεμία παρέλαβεν Ἐκκλησία· ἐπειδὴ
οὔτε ὁ Χριστὸς αὐτὸς ὁ Θεὸς ἡμῶν κατὰ τὸν καιρὸν
τοῦ πάθους αὐτοῦ τὸ νομικὸν ἔφαγε Πάσχα. Ἄκουσον
τί φησιν ὁ Ἰωάννης· «Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πά-
σχα, ἰδὼν ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα, ἵνα
μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα· καὶ
δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς
τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν
παραδῷ. Καὶ ὅτε, φησὶν, ἐγένετο ἡ ὥρα αὐτοῦ,»
τουτέστιν ὅτε παρέστη ὁ καιρὸς τοῦ προδοῦναι αὐτὸν,
ἀνέπεσον καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. Καὶ
εἶπε πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα
τοῦτο φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν.» Ὁρᾷς,
«πρὸ τοῦ με παθεῖν,» φησίν. Ἐπεὶ οὖν ἔδει παθεῖν
αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦ νομικοῦ, καθ'
ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐσφάζετο, ἔμελλε
δὲ τοῦ γενέσθαι τὸ Πάσχα παρὰ τῶν θεοκτόνων Πα-
ρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάννης· «Ἐπεὶ
Παρασκευὴ ἦν. Ἦν γὰρ μεγάλη ἡμέρα τοῦ Σαββάτου
ἐκείνη,» ἐν ᾖ τηνικαῦτα καὶ ἡ ιδʹ τῆς σελήνης κατὰ
τὸν πρῶτον μῆνα ἐν ͵εφλδʹ ἔτος ἐμπεσεῖν ἔτυχε. Κύ-
κλος γὰρ ἦν ιηʹ τοῦ ἡλίου καὶ τῆς σελήνης εʹ· ἵνα μὴ
παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχα τοῖς μαθη-
ταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼν ὀψὲ καὶ
βραδὺ τὴν νύκτα, κατὰ τὴν ὀψίαν δηλονότι τῆς πέμ-
πτης, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα, πρὸ τῆς
ἑορτῆς τῶν ἀζύμων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀναπε-
σεῖν αὐτόν. Οὐκ ἦν γὰρ τοῦτο νενομοθετημένον·
ἐπειδὴ ἱσταμένους καὶ περιεζωσμένους καὶ ὑποδε-
δεμένους, καὶ ἐπὶ χεῖρας τὴν βακτηρίαν ἔχοντας,
ἐκέλευσε μὲν ἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς τοῖς
Ἰουδαίοις ὁ νόμος. Κατέπαυσε μὲν πληρώσας τοῖς
χρόνοις τοῦ ἰδίου κηρύγματος τὸ Πάσχα τὸ νομικόν·
παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου. Διὸ καὶ μετὰ
τὸ δειπνῆσαι λαβὼν ἄρτον καὶ κλάσας παρέδωκε τοῖς
ἀποστόλοις τὸ μυστήριον τῆς καινῆς διαθήκης καὶ
τῆς λειτουργίας αὐτοῦ, ἐν τῇ νυκτὶ τῇ πέμπτῃ, ἐν ᾖ
γʹ. Ἰστέον δὲ ὅτι καθ' ἣν ἡμέραν ἐσταύρωσαν οἱ
θεοκτόνοι τὸν Κύριον, κατ' αὐτὴν καὶ τὸν ἀμνὸν θύ-
σαντες ἔφαγον τὸ Πάσχα τὸ νομικόν· καὶ τοῦτο δῆλον
ἐκ τοῦ εἰπεῖν τὸν Ἰωάννην· «Καὶ αὐτοὶ οὐκ εἰσῆλ-
θον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα
φάγωσι τὸ Πάσχα·» ὅτε ἐν ἡμέρᾳ μιᾷ μετὰ τοῦ
ἀμνοῦ ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἀλλὰ τί φησι;
«Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν.» Ἰδοὺ
καὶ Λουκᾶς ἄρτον εἶπε λαβεῖν τὸν Χριστὸν, καὶ οὐκ
ἄζυμα. Ἰδοὺ γὰρ ἔτι ἦν εʹ οὔσης τηνικαῦτα τῆς ἡμέ-
ρας ιγʹ· τρισκαιδεκάτη γὰρ ἔτι ἦν ἡ σελήνη· καὶ οὐκ
ἦν ἄζυμον, διὰ τὸ μήπω γενέσθαι. Τῇ ιεʹ γὰρ τῆς
σελήνης νενομοθετημένον ἦν ἐσθίειν. Τὴν ιδʹ τοῦ
396
πρώτου μηνὸς τῆς σελήνης, Πάσχα προσαγορεύει ὁ
νόμος· τὴν δὲ ιεʹ πρώτην τῶν ἀζύμων, καὶ Σάββατον
ὀνομάζει. Εἰ οὖν ὁ Χριστὸς ἐτύθη κατὰ τὸν ιδʹ τῆς
σελήνης, κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τὸ δὲ
Σάββατον ἦν τῶν ἀζύμων ἑορτὴ, πότε τὰ ἄζυμα
ἔφαγε, καὶ πότε αὐτὰ τοῖς ἀποστόλοις ποιεῖν ἐν τῇ
καινῇ διαθήκῃ παρέδωκεν; ὅτι λέγουσιν οἱ μιμηταὶ
τῶν Ἰουδαίων, ὅτι τὰ ἄζυμα παρὰ τῶν ἀποστόλων
ποιεῖν παρελάβομεν. Οὐδὲ γὰρ τὸ Πάσχα τὸ νομικὸν,
κατὰ τὸν χρόνον ἐκεῖνον φαγεῖν ἔφθασεν ὁ Χριστός·
καὶ ὅτι οὕτως ἔχει τὸ ἀληθὲς, πρὸς πίστωσιν τῶν
εἰρημένων ἄκουσον καὶ τῆς Μωϋσέως νομοθεσίας, τί
περὶ τοῦ Πάσχα καὶ τῶν ἀζύμων νενομοθέτηκεν.
«Αὗται, φησὶν, αἱ ἑορταὶ τῷ Κυρίῳ, καὶ αὗται αἱ
ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν· ἐν
τῷ πρώτῳ μηνὶ ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀναμέσον
τῶν ἑσπερινῶν Πάσχα τῷ Κυρίῳ· καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ
τοῦ μηνὸς τούτου, ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ.
Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.» Ἰδοὺ μάνθανε καὶ
ἀπὸ τῆς νομοθεσίας Μωϋσέως, ὅτι οὐκ ἦν τότε ἄζυμα
ἔδεσθαι. Καὶ γὰρ μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν
τῆς πέμπτης, παρέδωκεν ὁ Χριστὸς διὰ τῆς τοῦ ἄρ-
του κλάσεως τὸ τῆς καινῆς διαθήκης μυστήριον. Ὅτε
δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἦν τὸ Σάββατον κατὰ τὴν
ιεʹ τοῦ μηνὸς ἡμέραν, ἐν τῷ τάφῳ ἔκειτο τεθαμμέ-
νος. Ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς ἀζύμων
ἐν ὅλῳ τῷ ἐνιαυτῷ· ἑπτὰ γὰρ ἡμέρας καὶ μόνας
ἤσθιον τὰ ἄζυμα οἱ Ἰουδαῖοι, ὡς ἐνομοθέτησεν ὁ
Μωϋσῆς, κατὰ τὴν ιεʹ ἡμέραν τοῦ πρώτου μηνὸς ἀρ-
χομένης τῆς τούτων τραπέζης· πῶς δὲ εὑρέθησαν
τότε ἄζυμα, ὅτε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸ δεῖπνον
ἔφαγεν ὁ Χριστός; Ἄκουσον τί φασιν οἱ ἀπόστολοι
ἐν τῷ οʹ κεφαλαίῳ· «Εἴ τις πρεσβύτερος ἢ διάκονος
ἢ ὅλως τῶν τοῦ καταλόγου κληρικῶν νηστεύει μετὰ
Ἰουδαίων, ἢ ἑορτάζει μετ' αὐτῶν, ἢ δέχεται παρ'
αὐτῶν τὰ τῆς ἑορτῆς αὐτῶν ξένια, οἷον ἄζυμον, ἤ τι
τοιοῦτον, καθαιρείσθω.» Ἀλλὰ καὶ ἡ Ϛʹ σύνοδος
ἐπὶ Κωνσταντίνου ἐκγόνου Ἡρακλείου συναθροισθεῖ-
σα, τοποτηρητὰς ἔχουσα τοῦ πάπα, τοῦ ἱεροῦ Ἀγά-
θωνος ἐπισκόπου Ῥώμης τόπον ἀναπληροῦντας, ἐν
οἷς ἦν καὶ ὁ Ἀκραγαντῖνος θεῖος Γρηγόριος, ἔννοιαν
κεφαλαίων κατὰ τῶν ἀζύμων διὰ τὴν ἱερὰν διάταξιν
ἐξέθετο ἔχουσαν οὕτως· «Μηδεὶς τῶν ἱερατικῷ τά-
γματι κατειλεγμένων, ἢ λαϊκὸς τὰ παρὰ τῶν Ἰου-
δαίων ἄζυμα ἐσθιέτω.» Καὶ εἰ παραδεδομένον παρὰ
τῶν ἀποστόλων ἦν τὸ ἐσθίειν τὰ ἄζυμα, ἀντέστη ἂν
γενναίως τῷ παρόντι κανόνι ὁ ἱερὸς Ἀγάθων ὁ Ῥώ-
μης ἐπίσκοπος καὶ ὁ Ἀκραγαντῖνος θεῖος Γρηγόριος,
καὶ οὐκ ἂν μᾶλλον συνῄνουν τῷ ἱερῷ καὶ θείῳ τούτῳ
κανόνι. Ἤγουν ὁ ἄζυμα ποιῶν καὶ προσφέρων Ἰου-
δαιόφρων ἐστὶ καὶ παράνομος καὶ ὁμόφρων ἐκείνων
ἐστὶ, παραβαίνων καὶ τὰς πράξεις τῶν ἀποστόλων
καὶ τῶν Πατέρων, καθὼς ὁ λόγος ἀπέδειξεν.
{ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΟΝΠερὶ τοῦ ἀχράντου σώματος, οὗ μεταλαμβάνο-μεν.} αʹ. Τὸ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν σώματος οὗμεταλαμβάνομεν, ἀδελφοὶ, αὐτό ἐστι τὸ σῶμα, ὃ ἐκτῆς ἡμετέρας οὐσίας ἀνέλαβεν, ὃ ἐκ τῆς ἀχράντουκαὶ Θεοτόκου προσείληφεν· οὐ γὰρ δύο σώματα δώ-σωμεν τῷ Χριστῷ· ἓν γάρ ἐστιν αὐτοῦ τὸ σῶμα,καὶ μίαν θυσίαν ὑπὲρ ἡμῶν ἀνήνεγκε τῷ Θεῷ καὶΠατρί. Εἰ γὰρ καὶ πολλάκις τὴν μυστικὴν ἀναίμα-κτον θυσίαν ἐπιτελοῦμεν, διὰ τὸ ἐν παντὶ τόπῳ καὶχρόνῳ πάντα πιστὸν μεταλαμβάνειν τοῦ θείου σώμα-τός τε καὶ αἵματος· ἀλλ' ἡ αὐτὴ θυσία ἐστί· τὸ γὰραὐτὸ σῶμα προσφέρομεν, τὸν αὐτὸν ἀμνὸν τοῦ Θεοῦτὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπεὶ εἰ ἄλλοἦν ἐκεῖνο, καὶ ἄλλο τοῦτο, πολλαὶ θυσίαι, καὶ οὐμία, προσηνέχθησαν ὑπὲρ ἡμῶν, ὡς διαφόρως ὁ θεῖοςἀπόστολος εἴρηκεν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ·«Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκα-κος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν,καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχεικαθ' ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς, πρότερονὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτατῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸνἀνενέγκας.» Καὶ μεθ' ἕτερα· «Χριστὸς δὲ παραγε-νόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆςμείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου,τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματοςτράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλ-θεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμε-νος.» Καὶ μετ' ὀλίγα· «Οὐ γὰρ εἰς χειροποίητα ἅγιαεἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰςαὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳτοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγιακατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸνπολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νῦν δὲἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρ-τίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται· καὶ καθ-όσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰδὲ τοῦτο κρίσις, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσεν-εχθεὶς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρουχωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομέ-νοις εἰς σωτηρίαν.» Καὶ αὖθις· «Καὶ πᾶς μὲν ἀρ-χιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰςαὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτεδύνανται περιελεῖν ἁμαρτίας. Οὗτος δὲ μίαν ὑπὲρἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκά-θισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, τὸ λοιπὸν ἐκδεχόμενος,ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶναὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνε-κὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν τὸ Πνεῦματὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· αὕτη ἡ δια-θήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέραςἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρ-δίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψωαὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶναὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων,οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» βʹ. Ὥσπερ οὖν τὸ ἐκ γυναικὸς βρέφος γεννώμενοντέλειός ἐστιν ἄνθρωπος· ἐσθίον δὲ καὶ πίνον αὐξά-νει μὲν, καὶ οὐχ ἕτερον προσλαμβάνεται σῶμα,καὶ οὐ δύο ἢ πολλὰ αὐτοῦ λέγομεν σώματα, ἀλλ' ἓν,τὸ γεννώμενον ἐκ μητρὸς, καὶ ἡ φύσις τὴν αὔξησινδιὰ τῆς φυσικῆς οἰκονομίας ἐργάζεται· οὕτω καὶ νῦνἐπειδὴ κεφαλὴ ἡμῶν ἐστιν ὁ Χριστὸς, καὶ γεγόναμεναὐτοῦ σύσσωμοι, καὶ σῶμα αὐτοῦ ἐσμεν ἀεὶ αὐξανό-μενον. Γεγόναμεν δὲ αὐτοῦ σύσσωμοι τῇ μετοχῇ τῆςσαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος αὐτοῦ· «Λαβὼν γὰρ ἄρτονκαὶ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, ηὐχαρίστησε καὶηὐλόγησε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα.» Καὶἀντὶ τῆς φυσικῆς οἰκονομίας, ὁ ἄρτος καὶ ὁ οἶνοςσὺν ὕδατι διὰ τοῦ λόγου αὐτοῦ γέγονε σῶμα καὶ αἷμααὐτοῦ. Ὥσπερ ἦν τὸ σῶμα αὐτοῦ πρὸ τῆς ἐκ νεκρῶνἀναστάσεως φθαρτὸν, κλώμενον, ἐσθιόμενον καὶ πινό-μενον, ἀδιάφθορον μέντοι· ἐπεὶ τίνος ἕνεκεν οὐ μετὰτὴν ἀνάστασιν τοῦτο πεποίηκεν, ἀλλὰ πρὸ τῆς ἀνα-στάσεως; Ὅτι τὸ διὰ τῆς ἀναστάσεως ἄφθαρτον σῶμαοὐ κλᾶται, οὔτε ἐσθίεται, οὔτε πίνεται· οὔτε αἷματὸ ἄφθαρτον κέκτηται σῶμα, ἀλλ' οὔτε σὰρξ ἂν δι-καίως ὀνομάζοιτο, καθώς φησιν ὁ τῆς θεολογίας ἐπώ-νυμος Γρηγόριος ἐν τῷ εἰς βάπτισμα λόγῳ· «Πί-στευε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἥξειν πάλιν μετὰτῆς ἐνδόξου αὐτοῦ παρουσίας κρῖναι ζῶντας καὶ νε-