De immaculato corpore
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- De immaculato corpore [Sp.], MPG 95: 405–412.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg052.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
95
408
κρούς· οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς οἶδεν
αὐτὸς λόγους, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ
ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύ-
τητος.« Καὶ τοῦτο τοίνυν ὃ μεταλαμβάνομεν σῶμα
καὶ αἷμα τοῦ Θεοῦ ἡμῶν φθαρτόν ἐστι, κλώμενον
καὶ ἐκχεόμενον, ἐσθιόμενον, καὶ πινόμενον· καὶ
ὥσπερ ἡ ἔπαυξις τοῦ ἡμετέρου σώματος, πᾶσαν
πληροῖ φυσικὴν οἰκονομίαν τῆς ἐξ ἀρχῆς συστάσεως
τοῦ σώματος ἡμῶν· οὕτω καὶ ἡ τελετὴ τῶν ἁγίων
μυστηρίων πᾶσαν πληροῖ τὴν πνευματικὴν καὶ
ὑπερφυῆ οἰκονομίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώ-
σεως.
409
γʹ. Ἐφ' ἡμῶν γὰρ ἡ σπορὰ τοῦ Πατρὸς ἀρχή τίς
ἐστι τῆς τοῦ σώματος τοῦ βρέφους συστάσεως· χορ-
ηγεῖται δὲ τροφὴ ἐκ τῶν τῆς μητρὸς αἱμάτων καὶ
γίνεται μεταβολὴ τοῦ ὑποκειμένου ὑλικοῦ εἰς ὀργα-
νικὸν σῶμα, κατὰ τὴν δοθεῖσαν τῇ φύσει δύναμιν
παρὰ τοῦ Δημιουργοῦ τῆς φύσεως ἡμῶν καὶ δυνά-
μεως, καὶ οὕτω σὰρξ καὶ αἷμα, καὶ ὀστέα, καὶ τὰ
λοιπὰ τῶν μελῶν συνίσταται δι' ἑλκτικῆς καὶ καθ-
εκτικῆς καὶ ἀλλοιωτικῆς, ἤτοι θρεπτικῆς δυνάμεως·
ὁμοίως καὶ ἡ διὰ τῆς βρώσεως τοῦ σώματος προσ-
θήκη, διὰ τῆς θρεπτικῆς ἤτοι ἑλκτικῆς, καὶ καθεκτι-
κῆς, καὶ ἀλλοιωτικῆς δυνάμεως τὴν αὔξησιν ποιεῖ-
ται τοῦ σώματος. Ἔδει οὖν καὶ ἐν τῇ ἐπαυξήσει
τοῦ Κυριακοῦ σώματος θεωρῆσαι πᾶσαν τὴν θείαν
οἰκονομίαν τῆς αὐτοῦ σαρκώσεως, καὶ σταυρώσεως,
καὶ ταφῆς, καὶ ἀναστάσεως, καὶ ἀφθαρσίας. Οὐ γὰρ
ἐξ ἀρχῆς τὸ τοῦ Κυρίου σῶμα ἄφθαρτον γέγονεν, ἀλλὰ
φθαρτὸν καὶ παθητὸν ἕως τῆς ἀναστάσεως, μετὰ
δὲ τὴν ταφὴν γέγονεν ἄφθαρτον, διὰ τῆς θείας δυνά-
μεως ἀναστῆσαν ἐκ νεκρῶν καὶ συναφθαρτίσαν
ἡμᾶς.
δʹ. Πῶς οὖν γέγονεν; Ἐκεῖ ἦν ἡ ἁγία Παρθένος ἡ
τράπεζα, ἔχουσα τὴν ὕλην τοῦ σώματος· εἶτα κατὰ
τὴν τοῦ ἀγγέλου φωνὴν Πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ'
αὐτήν. Τότε ἡ δύναμις τοῦ Ὑψίστου αὐτῇ ἐπεσκίασεν,
ὁ θεῖος Λόγος, ἡ θεία ὑπόστασις, καὶ προσελάβετο ἐξ
αὐτῆς σάρκα· καὶ ὧδε κεῖται, ὡς ἐν γαστρὶ τῆς Παρ-
θένου, ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ὕλη ὁ ἄρτος καὶ
τὸ ἐξ οἴνου καὶ ὕδατος κρᾶμα. Καὶ γὰρ ἡ μήτηρ ἐκ
τούτων ἐτρέφετο, καὶ τῷ βρέφει ἐχορήγει τὴν τοῦ
σώματος ὕλην. Φησὶν ὁ ἱερεὺς, ὡς ὁ ἄγγελος, »Ἵνα
ἐπιφοιτῆσαν Πνεῦμα τὸ ἅγιον ἁγιάσῃ καὶ ποιήσῃ,
τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ, καὶ τὸ
ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ·« καὶ οὐ διὰ
φυσικῆς οἰκονομίας, ἀλλ' ὑπερφυοῦς γίνεται εἰς
ἐπαύξησιν τοῦ Κυριακοῦ σώματος καὶ αἵματος ἓν
σῶμα, καὶ οὐ δύο.
εʹ. Εἶτα ὑψοῦται ἐν ταῖς χερσὶ τοῦ ἱερέως ὡς ἐπὶ
σταυροῦ, καὶ διαδίδοται κλώμενον, καὶ οὕτως ἐν ἡμῖν
θάπτεται, καὶ συναφθαρτίζει ἡμᾶς. Τοῦτο γάρ ἐστι
τὸ πέρας τῆς οἰκονομίας. Οὐ διαφθείρεται ἐν ἡμῖν,
ὡς οὐ διεφθάρη τὸ τοῦ Κυρίου σῶμα ἐν τῷ τάφῳ.
Ἕως δὲ τῆς ἡμῶν μεταλήψεως πάντα τῆς φθορᾶς
ὑπομένει. Καὶ κλᾶται ὑφ' ἡμῶν τιμίως καὶ πιστῶς,
καὶ ὑπὸ ἀνόμων χειρῶν πολλάκις ἀτιμάζεταί τε
καὶ ῥίπτεται, καὶ ὑπὸ μυῶν καὶ σκωλήκων· ἀλλ' οὐ
διαφθείρεται, οὐδὲ χωρεῖ εἰς τὸ μὴ εἶναι. Συνάγεται
γὰρ ἀοράτως εἰς ἓν σῶμα. Καὶ γὰρ καὶ ὁ Κύριος
περιετμήθη, καὶ ἐπὶ σταυροῦ ἐκ τῶν ποδῶν καὶ
χειρῶν καὶ τῆς πλευρᾶς αἷμα ἐξέχεεν, ἀλλ' εἰς ἓν
412
καὶ ταυτὸν συνήχθη· ἀνέστη γὰρ ὅλον τὸ σῶμα ὁλό-
κληρον. Ἔφη ὁ Χριστός· »Τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦ-
τον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ
Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε.« Θανάτου δὲ μνήμη
φθορά ἐστι. Φθορὰ γὰρ θάνατος, ἀλλ' οὐ δια-
φθορά ....
Εὑρέθη δὲ τοῦτο τὸ κεφάλαιον εἰς χαρτίον
παλαιότατον, κατεφθαρμένον, ἐξ ἰδιοχείρου αὐ-
τοῦ ἐσχεδιασμένον γράμμασι κατὰ σίγγλον (edit.
κατασιγήλοις)· ὡς ἦν δὲ δυνατὸν, τὰ σωζόμενα
ἀνελέγησαν, εἰ καὶ ἀτελῶς, ἵνα μὴ πάντη ἀπ-
όλωνται.
{ΕΙΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.}ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. »Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστο-λος.« Τρεῖς εἰσὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴνδημιουργίαν, καθ' ὅ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλασά. Ἕτερος δὲ ὁ ἀπὸ πίστεως, κατὰ τὸ εἰρημένον·Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώ-θητε τῇ δικαιοσύνῃ. Ὁ τρίτος ὁ ἀπὸ τῆς πολιτείαςκατὰ τὸ εἰρημένον· Μωϋσῆς ὁ θεράπων μου ἐτε-τελεύτηκεν. Ἐπειδὴ τοίνυν κατὰ πάντας τοὺςτρόπους, τὸ τῆς δουλείας ἀξίωμα ἐδέδεικτο, εἰκό-τως ἐν καυχήματος τάξει προτάττει τοῦτο τῆς ἐπι-στολῆς. »Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.« Δείκνυσιν ὅσον αὐτοῦ τὸ ἀξίωμα. Εἴ γε ἀφώριστοἀπὸ τοῦ Θεοῦ εἰς τὸ διακονῆσαι τὸ Εὐαγγέλιον αὐτοῦ.Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων διε-γείρων τὸν ἀκροατήν. »Ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦἐν Γραφαῖς ἁγίαις.« Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δόγματι, δείκ-νυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὄν· καὶ ἐν τοῖςπροφήταις προδιαγραφόμενον. »Περὶ τοῦ Υἱοῦ τοῦ γενομένου ἐκ σπέρματοςΔαβὶδ κατὰ σάρκα.« Οὐ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν.Διάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττό-μενος, ὅτι καὶ κατὰ πνεῦμα γένεσίς ἐστι τοῦ αὐτοῦ·τῇ τάξει δὲ τοῦ μυστηρίου ἠκολούθησεν. Πρῶτον γὰρεἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενονἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν. »Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦ-μα ἁγιωσύνης, ἐξ ἀναστάσεως ἐκ νεκρῶν ἸησοῦΧριστοῦ τοῦ Κυρίου ἡμῶν.« Τὸν ἐκ Δαβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶν,ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς· πρῶ-τον, ἀπὸ τῶν προφητῶν δι' ὃ ἔλεγεν· Ὃ προεπηγ-γείλατο διὰ τῶν προφητῶν. Δεύτερον, ἐξ αὐτοῦτοῦ τρόπου τῆς γεννήσεως, ὃ καὶ αὐτῷ ἔδειξεν εἰ-πών· ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα· ὅτι τὸντῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθείς·τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν ἐν δυ-νάμει. Τέταρτον, ἀπὸ τοῦ πνεύματος ὅπερ ἐδίδουτοῖς πιστεύουσιν εἰς αὐτὸν, δι' οὗ πάντας ἁγίουςποίει. Διὸ Πνεῦμα ἁγιωσύνης εἶπεν· πέμπτον,ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸςκαὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὁρισθέντος, δεί-χθεντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάν-των γνώμης καὶ ψήφου. »Δι' οὗ ἐλάβομεν.« Ὅρα τὴν εὐγνωμοσύνην· οὐδὲν ἑαυτοῦ βούλεται,ἀλλὰ πάντα τοῦ Δεσπότου. »Χάριν καὶ ἀποστολήν.« Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γε-νέσθαι ἀποστόλους· οὔτε γὰρ καμόντες πολλὰ τὴνἀξίαν ταύτην ἐλάβομεν· ἀλλὰ χάριν ἐλάβομεν,καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέ-γονεν. »Εἰς ὑπακοὴν πίστεως.« Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πί-στεως, ἀλλ' εἰς ὑπακοήν. Ὅταν γὰρ ὁ Δεσπότηςἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαιχρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχε-σθαι μόνον. »Ἐν πᾶσιν τοῖς ἔθνεσιν.« Ὅρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲνὁ διὰ Μωϋσέως νόμος, ἑνὶ ἐκηρύττετο ἔθνει· τὸδὲ Εὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέ-δοται. »Ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.« Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν·ἀλλ' ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρἦν τὸ ὄνομα, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειρε καὶ περι-πάτει. »Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ·πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ.«