The Greek Library Author

Anonymous

Commentarii in epistulas Pauli

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Commentarii in epistulas Pauli [Dub.], MPG 95: 441–1033.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg053.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

95

444

Δύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας

445

ἀπηλλαγμένην τὴν τοῦ Ἀποστόλου ψυχήν· εἴ γε

Ῥωμαίοις κρατοῦσι τότε, καὶ εὐθὺς τὴν ἀρχὴν

δεξαμένοις τῆς οἰκουμένης ἐπιστέλλων, οὐδέν τι

κολακικόν φησιν· καὶ τὸ εὐθέως καλεῖν αὐτῶν τὸν

τύφον, εἴ γε παρακολούθους αὐτοὺς τῶν ἐθνῶν ἔτα-

ξεν. Περὶ γὰρ τῶν ἐθνῶν διαλαβὼν τὸ, ἐν οἷς καὶ

ὑμεῖς ἐπήγαγεν.

«Κλητοῖς ἁγίοις.»

Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τίθησιν· Κλητὸς

Ἀπόστολος. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί. Πᾶ-

σιν τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ

περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς

εὐεργεσίας ἀναμνῆσαι. Τὸ δὲ, ἀγαπητοῖς Θεοῦ,

διαιροῦντός ἐστιν ἀπὸ τῶν πιστευσάντων τοὺς μὴ

τοιούτους. Καὶ ἄλλως δὲ τοὺς πιστεύσαντας καλεῖ

πάντας, καθ' ὃ ἡγιάσθησαν διὰ λουτροῦ παλιγγενε-

σίας.

«Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν

καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Πόσον ἴσχυσεν ἡ τοῦ Χριστοῦ ἀγάπη δείκνυσιν,

ὅτι οἱ ἐχθροὶ καὶ ἠτιμημένοι, ἅγιοι καὶ δίκαιοι γε-

γόνασιν ἐξαίφνης. Ὅταν γὰρ Πνεῦμα καλέσῃ, υἱοὺς

ἀπέδειξεν· ὅταν δὲ υἱοὺς εἶπεν, ἁπάντων τῶν ἀγα-

θῶν τὸν θησαυρὸν ἀπεκάλυψεν.

»Πρῶτον μὲν εὐχαριστῷ τῷ Θεῷ μου διὰ Ἰη-

σοῦ Χριστοῦ, περὶ πάντων ὑμῶν.

Ἁρμόζον τὸ προοίμιον τῇ φιλοθέῳ ψυχῇ, ἐφ'

οἷς εὐσεβοῦσιν ἕτεροι εὐαρεστεῖν τῷ Θεῷ.

«Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ

κόσμῳ.»

Ὃς γὰρ ἄρτι δεξαμένης τὴν βασιλείαν τότε τῆς

Ῥώμης, εἰκὸς τοὺς ἐν αὐτῇ πιστοὺς ἐν πάσῃ περι-

φέρεσθαι πόλει.

«Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν

τῷ πνεύματί μου.»

Ἐπειδὴ περὶ ἀδήλου πράγματος ἦν αὐτῷ ὁ λό-

γος, τοῦτο δὲ ἦν ἡ ἀγάπη ἡ εἰς αὐτοὺς ἀνθρώ-

πους μηδὲ εἰδότας αὐτόν· τούτου χάριν τὸν Θεὸν

ἐπὶ τοῦ πράγματος τούτου μάρτυρα καλεῖ.

«Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλεί-

πτως.»

Ἄνω τοῦ Πατρὸς εἰπὼν τὸ Εὐαγγέλιον, ἐνταῦθα

τοῦ Υἱοῦ αὐτοῦ εἶναι λέγει, δεικνὺς τὴν ἑνότητα

Πατρὸς καὶ Υἱοῦ.

«Μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσ-

ευχῶν μου, δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσο-

μαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.

Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ χάρι-

σμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς.»

Δείκνυσιν ὅσος ἐστὶν εἰς τὸ πείθεσθαι Θεῷ, ὅπου

γε σφόδρα σπουδάζων καὶ εὐχόμενος τὴν Πόλιν

ἰδεῖν, παρὰ τὸ τοῦ Θεοῦ δοκοῦν, οὐ παρεγίνετο

πρὸς αὐτούς.

«Τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ

448

τῆς ἐν ἀλλήλοις πίστεως ἡμῶν τε καὶ ἐμοῦ. Οὐ

θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προ-

εθέμην τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι

τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν,

καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσί τε καὶ Ἰου-

δαίοις.»

Ἵνα μὴ δόξῃ τισὶν μεγαλοφρονεῖν, εἶναι λέγων

εἰς τὸ μεταδοῦναι ἡμῖν χάρισμα, τούτου χάριν

καὶ αὐτὸς τῆς παρ' ἐκείνων παρακλήσεως δεῖσθαι

λέγει.

«Σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως,

τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐ-

αγγελίσασθαι.»

Δείκνυσιν ὡς εἰ καὶ ἡ διὰ φιλοδοξίαν προσρί-

πτει ἑαυτὸν τῇ βασιλευούσῃ Πόλει, ἀλλ' ὡς ἐκ παν-

τὸς τρόπου προσῆκον αὐτῷ μυσταγωγεῖν αὐτούς.

Ἧ| γὰρ πάντων ἐθνῶν κήρυξ ἐτέθη, δῆλον ὅτι

καὶ κηρύττειν Ῥωμαίοις ὀφειλέτης ἐστίν.

«Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.»

Καίτοι ἀλλαχοῦ φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυ-

χᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Τίνος

οὖν ἕνεκα ἐνταῦθα οὐ λέγει καυχῶμαι, ἀλλ' οὐκ

αἰσχύνομαι; ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς

τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι, ἄρτι τὴν ἀρχὴν

τῆς οἰκουμένης ἀναδεξάμενοι, αὐτὸς δὲ ἐκήρυττεν

Ἰησοῦν τὸν ἐσταυρωμένον· διὰ τοῦτο φησὶν, οὐκ

αἰσχύνομαι, ἐκείνους διδάσκων, τέως μὴ ἐπαισχύ-

νεσθαι. Ἤ|δει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν,

ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν.

«Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ

τῷ πιστεύοντι.»

Ἐπειδή ἐστιν δύναμις Θεοῦ καὶ εἰς κόλασιν κατὰ

τὸ εἰρημένον περὶ τῆς κολάσεως τῶν Αἰγυπτίων,

τούτου χάριν προσέθηκεν τὸ, Εἰς σωτηρίαν παντὶ

τῷ πιστεύοντι, καὶ ἵνα μὴ ἁπλῶς καὶ ἀδιακρίτως

τοῖς πᾶσιν δίδοσθαι νομισθῇ ἐπήγαγε, παντὶ τῷ

πιστεύοντι.

«Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.»

Ἐνταῦθα τὸ, πρῶτον, οὐκ ἀξιώματος ὄνομα ἀλλὰ

τάξεως σημασία· ὥσπερ ἀμέλει καὶ [διὰ] τῶν δε-

χομένων τοῦ βαπτίσματος χάριν, οὗ οὐχ ὁ πρῶ-

τος πλεονεκτεῖ τοῦ δευτέρου, ἢ τοῦ τρίτου ἢ τοῦ

ὑστάτου πλέον λαμβάνει.

«Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται

ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται.»

Ὁ γενόμενος, φησὶν, δίκαιος, οὐ κατὰ τὸν παρόντα

μόνον βίον, ἀλλὰ τὸν μέλλοντα ζήσεται.

«Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.»

Τοῦτό φησιν, ὅτι καὶ οἱ παλαιοὶ ἐκ πίστεως ἐσώ-

θησαν, ὧν αὐτὸς κατάλογον ἐν τῇ πρὸς Ἑβραίους

ποιεῖται.

«Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ

πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,»

Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐπὶ τὸ κή-

449

ρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐρ-

γάζεται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγα-

θὰ, ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι.

Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικα-

στηρίου.

«Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι

τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ

Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὁρατὰ αὐτοῦ

ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ-

ορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης,»

Καὶ τίνες οὗτοι; Οἱ Ἑλλήνων παῖδες, οἱ ξύ-

λοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσ-

κύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ

Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται.

«Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόν-

τες τὸν Θεὸν, οὐκ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστη-

σαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,

καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες

εἶναι σοφοὶ, ἐμωράνθησαν.»

Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἰ καὶ

τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστε-

ρήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ'

ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἑαυ-

τοὺς ἀπεστέρησαν ἀπολογίας.

«Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ.»

Ἵνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὃ

γὰρ ἔχει τις, τοῦτο ἀλλάσσει.

«Ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ

πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»

Ὅρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ

ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς

τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέ-

γοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον

καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο.

«Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις

τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν,»

Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται.

«Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυ-

τοῖς.»

Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαιω-

τηρίου· καὶ αὐτοὶ γὰρ ἑαυτοὺς ταῦτα διέθηκαν,

ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διαθεῖναι οὐκ ἴσχυσαν.

«Οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν

τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ

κτίσει παρὰ τὸν Κτίσαντα,»

«Δείκνυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσεβεία ἐστὶ

πρώτη.

Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. Διὰ

τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας.

452

Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν

χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες

ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύ-

θησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν

ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν

ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπο-

λαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν

Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον

νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.»

Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, προσεκύνη-

σαν κνωδάλοις, ἀλλ' οὐδὲν αὐτοῦ παρεφθάρη δόξα·

ἔστι γὰρ εὐλογητός.

«Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ,

πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου,

κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβρι-

στὰς, ὑπερηφάνους, ἀλαζόνας.»

Εἰπὼν τὸ γενικὸν, καὶ κατ' εἶδος λοιπὸν διεξέρχε-

ται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. θεομι-

σεῖς.

«Ἐφευρετὰς κακῶν.»

Ἵνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα,

ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν.

«Γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόρ-

γους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ

ἐπιγινώσκοντες.»

Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν.

«Ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου

εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦ-

σιν τοῖς πράσσουσιν.»

Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας.

Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα;

Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν

γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυ-

μεν εἰδότα καὶ ἑκόντα πλημμελοῦντα· ἀλλ' ὑπὸ πά-

θους ἕλκῃ. Τί οὖν καὶ συμπράττεις καὶ ἐπαινεῖς·

ΚΕΦΑΛ. Βʹ.

«Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρί-

νων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατα-

κρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἶδα μὲν

δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ

τοὺς τὰ τοιαῦτα πράσσοντας;»

Πρὸς τοὺς ἄρχοντας μὲν τῆς Ῥώμης ἀποτείνει

τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἄνθρωπον ἁρμόσει·

ἑαυτοὺς γὰρ κρίνομεν, ἀφ' ὧν τὰ παραπλήσια ἡμὶν

πράττοντας ἑτέρους κρίνομεν.

«Λογίζῃ δὲ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων τοὺς τὰ

τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκ-

φεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρη-

στότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυ-

μίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ

εἰς μετάνοιάν σε ἄγει;»

Ἀνθυποφορά· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ

δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλ' εἰς μεί-

ζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους

δι' αὐτῆς χωρεῖν εἰς μετάνοιαν.

453

«Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον

καρδίαν,»

Ὁ γὰρ μήτε διὰ τῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπει-

λημένων κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς

οὐ παντελῶς σκληρότατος ἂν εἴη;

«Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ

ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει

ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθ'

ὑπομονὴν ἔργου ἀγαθοῦ.»

Σὺ ἑαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ

Θεός σοι. Καὶ τὸ θησαυρίζεις δὲ, ὡς πάντη τε καὶ

πάντως ἐσομένης, εἰ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπο-

νιψόμεθα.

«Δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν

αἰώνιον.»

Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσε-

σθαι ἀγαθὰ τοῖς ἁγίοις αὐτοῦ παριστῶσι, διὰ τῶν

ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. Δόξαν δὲ

λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγα-

θὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.

«Τοὺς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀλη-

θείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ.»

Ἵνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ

εἶπεν, ἐξ ἀγνοίας, ἀλλ' ἐξ ἐριθείας.

«Ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶ-

σαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν·

Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.»

Ὥσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀγαθῶν τὰς

ἀμοιβὰς τὰς μελλούσας εἰσάγει· οὕτω καὶ διὰ τῶν

λυπηρῶν πάλιν τῶν παρ' ἡμῖν, τὰς μελλούσας κολά-

σεις.

«Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζο-

μένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ

γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.»

Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν,

προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν. Πρῶτον γὰρ διεξέρ-

χεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἅγιοι· εἰς τὰς

μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν

ἀμοιβὰς ἔρχεται. Δόξαν καὶ τιμὴν λέγων ὑπάρξειν

τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπι-

σπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν.

«Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο-

λοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κρι-

θήσονται.»

Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον·

ἄρχεται δὲ σύγκρισιν ποιεῖς, Ἰουδαίων τε καὶ τῶν

πρὸ τῆς χάριτος Ἑλλήνων· Ἑλλήνας δὲ μὴ τοὺς

εἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἷος ἦν

ὁ Μελχισεδὲκ, Νινευΐται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κα-

τασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν

ὠφελεῖται ὁ Ἰουδαῖος διὰ νόμου, ἀλλὰ καὶ σφόδρα

456

βαρεῖται· τοῦτο δὲ ποιεῖ, ὅπως ἂν εἰς τὸ δέξασθαι

τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰου-

δαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νόμῳ·

Διὸ δείκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ. Ἀδύνατον γὰρ

αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ.

Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων

αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν.

«Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ,

ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται. Ὅταν γὰρ

ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦ-

σιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἵ-

τινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν

ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς

συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν

κατηγορούντων. Ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν

ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ

Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.»

Ἄνω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα

σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν

τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέ-

δωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς

Διαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν.

«Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ

νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλη-

μα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ

τοῦ νόμου· πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν,

φῶς τῶν ἐν σκότει.»

Συγκρίνας τὸν Ἰουδαίων τοῖς Ἕλλησιν, καὶ σφόδρα

καταπαλαίσας, μικρὸν ὑφαιρεῖ τοῦ βάρους. Ὥσπερ

τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὖν τὰ

σεμνὰ τῶν Ἰουδαίων; Δείκνυσιν οὖν ὄνομα μόνον.

τὰς αὐτούς. Μᾶλλον μὲν οὖν καὶ ἐν αὐτοῖς τούτοις

ἐν οἷς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους. Ὅρα δὲ πῶς

πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νό-

μῳ, ἀλλ' οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποι-

θας σεαυτὸν, πάλιν λέγων· ὡς· μὴ ὄντα μὲν τοῦτο

ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἁρ-

πάζων τὰ ῥήματα μόνον ἁρπάζει τὴν τιμήν.

«Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα

μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νό-

μῳ.»

Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, δι' αὐτὸ

τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι.

«Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις;

ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοι-

χεύειν, μοιχεύεις;»

Βαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμω-

ρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς

ἑτέρων εἶναι διδάσκαλος ἀξιοῖ.

457

«Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;»

Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προ-

έβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων.

«Ὃς ἐν νόμῳ καυχάσαι, διὰ τῆς παραβάσεως τοῦ

νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ

δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγρα-

πται.»

Ἐν ἑτέροις εἴδεσι δείξας παράνομον, ἐνταῦθα καὶ

καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ

νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ

παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴ-

τιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ.

«Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς,

ἐὰν δὲ παραβάτης νομοῦ ᾖς, ἡ περιτομή σου ἀκρο-

βυστία γέγονεν. Ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα

τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς πε-

ριτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως

ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμμα-

τος καὶ περιτομῆς παραβάτην νόμου.»

Δείξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον

δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπι-

πτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή; Ὅρα

πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων

περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν,

μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ

νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. Ὥσπερ

δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰου-

δαίου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτο-

μῆς δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα

τὴν περιτομήν.

«Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ

ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυ-

πτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι,

οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ'

ἐκ τοῦ Θεοῦ.»

Ἐπειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περι-

τομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς

ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων

ὅτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐστὶν ὁ Ἰου-

δαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶ-

σαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς;

Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ.

ΚΕΦΑΛ. Γʹ.

Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὠφέ-

λεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶ-

τον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.«

Ἀνθυποφορὰ, καὶ ταύτης ἡ λύσις· οὐκ ἀφ' ὧν

ἐκεῖνοι κατορθοῦσιν, ἀλλ' ἐκ τῆς φιλοτιμίας τοῦ

Θεοῦ· τὸ γὰρ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, τῆς τοῦ

460

Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς

κατόρθωμα.

»Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν

τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέ-

σθω δὲ Θεὸς ἀληθής.«

Δείκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἷς τιμῶνται,

κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινὲς, εἰ καὶ πάντες

ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι.

Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί

τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ

ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν

τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ

δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα

αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν.

»Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται·

Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.«

Ὃ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν

προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμέ-

νων τῆς πίστεως εἰρηκώς.

»Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.«

Ὁ νοῦς οὕτως· Εἴ τις, φησὶν, κρίνει τά τε ὑπάρξαντα

Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπ' αὐτῶν εἰς αὐτὸν

ἀντιδοθέντα, τὴν νικῶσαν δῴῃ τῷ Θεῷ, τοσοῦτον

γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν

δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν.

»Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστη-

σιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν

ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο! Ἐπεὶ πῶς

κρινεῖ ὁ Θεὸς τὸν κόσμον;«

Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς

γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν

δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ

αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κό-

σμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον,

κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς

τοίνυν ἀδίκως κολάζεσθαι φῆς, αἴτιος ὢν τῆς αὐτοῦ

νίκης; Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν

κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζό-

μενος· τὸ δὲ κατὰ ἄνθρωπον λέγω, κατὰ τὸ ἀνθρώ-

πινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος. τὴν

λύσιν ἐργάζει.

»Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι

ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς

ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημού-

μεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιη-

σώμεθα τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα

ἔνδικόν ἐστιν.«

Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια

461

αὕτη· Εἰ τοῦτό φατε, ὡς συνήργησεν τὸ ψεῦδος ὑμῶν

εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὅμοιον ποιεῖτε τοῖς διαβάλ-

λουσιν ἐμὲ, ὡς εἰρηκότα, ἐκ τῶν κακῶν εἶναι τὰ

κάλα· εἰ δὲ οὔτε τοιοῦτόν τι ἐγὼ ἀπεφηνάμην,

ἐκείνων τε τῶν ἐπὶ τούτων διαβαλλόντων ἐμὲ, τὸ

κρῖμα ἔνδικόν ἐστιν· λείπεται καὶ ὑμᾶς τῇ αὐτῇ ἐν-

όχους φαίνεσθαι δίκῃ. Τί δὲ ἦν ὃ διέσυρον τὸν Ἀπό-

στολον; Εἰρηκότος αὐτοῦ· Ὅπου ἐπλεόνασεν ἡ

ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οἱ παρ' Ἕλ-

λησιν δοκοῦντες σοφοὶ, κωμῳδοῦντες αὐτὸν ἔφασκον·

Οὐκοῦν ἐκ τῶν κακῶν ἐστι τὰ καλὰ, καὶ δεῖ τὴν κα-

κίαν ἐπιτηδεύειν, ὅπως τῶν καλῶν ἐπιτύχωμεν. Ὁ

δὲ Ἀπόστολος οὐ τοῦτο ἔλεγεν, ὅτι ἡ προσοχὴ τῶν

κακῶν ἄγει τὰ ἀγαθά· ἀλλ' ἐπὶ τοῦ παρεληλυθότος

χρόνου ἐξέλαβεν αὐτό· ὅτι καίτοι καὶ τῆς ἁμαρτίας

κρατησάσης, ἡ Χριστοῦ χάρις ὑπερπερισσεύσασα καὶ

κατήργησεν θάνατον, καὶ ἀνάστασιν δέδωκεν, καὶ

τῶν ἄνω ἠξίωσεν μόνον· καὶ ὅτι οὗτος αὐτῷ ὁ σκο-

πὸς, καὶ οὐκ ἐκεῖνος ὃν κωμῳδοῦντες ἐκεῖνοι ἔλε-

γον, δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Τί οὖν; ἁμαρ-

τήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν;

Μὴ γένοιτο. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ

ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἀλλὰ ταύτας

τὰς λύσεις ἐνταῦθα οὐ προσφέρει. Οὐ γὰρ εἰς τοῦτο

αὐτὸ συνέτεινεν ἡ ἀντίθεσις, ἀλλὰ τοῦτο μόνον βού-

λεται δεῖξαι, ὅτι Ὅμοιον ἐκείνοις φατὲ, ὧν ὁ λόγος δί-

κην ἕξει τὴν ἐσχάτην· ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῶν

κακῶν τὰ καλά φασιν, οὕτως καὶ ὑμεῖς ἐκ τῆς ἑαυ-

τῶν ἀδικίας τὴν νίκην τοῦ Θεοῦ λέγετε.

»Τί οὖν; προεχόμεθα; Οὐ πάντως. Προαιτιασάμεθα

γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν

εἶναι· καθὼς γέγραπται, Ὅτι οὐκ ἔστι δίκαιος οὐ-

δείς. Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν

Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἐχρειώθησαν· οὐκ ἔστι

ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀν-

εῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδο-

λιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ

στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν

ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς

ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι

φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.«

Ἀνθυποφορά. Τί οὖν λέγεις, ὦ Παῦλε, πρότερον

μὲν τῇ τιμωρίᾳ; Οὐδὲ μέσως, φησίν· πάντως· οὐ

καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν

Ἰουδαῖον, καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας· ἀλλὰ

φείδεται, μὴ δόξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰου-

δαίων, καὶ κατήγορον αὐτῶν παρίστησι τὸν Δαβὶδ,

τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν.

»Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ

νόμῳ λαλεῖ.«

Ἐπειδὴ πολλὴν αὐτῶν κατάῤῥησιν εἰσήγαγεν τὸν

Προφήτην λέγοντα, ἵνα μὴ ἀντιλέγῃ ὁ Ἰουδαῖος, ὅτι

464

περὶ τῶν ἐθνῶν τὰ τοιαῦτα λέγει, προλαβὼν αὐτὸ

ἀναιρεῖ, φάσκων, ὅτι οὐδήπου ὁ γραπτὸς νόμος Ἰου-

δαίους ἀφεὶς, ἑτέροις διαλέγεται· νόμον δὲ ἡ Γραφὴ

καὶ τοὺς προφήτας φησίν.

»Ἵνα πᾶν στόμα φραγῇ.«

Αἰνίττεται πάλιν τῶν Ἰουδαίων τὸ φρύαγμα, ἀπο-

κλείων αὐτοῖς τὴν παῤῥησίαν· οὐ διὰ τοῦτο, φησὶν,

[ὅτι διὰ τοῦτο] ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα·

ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρ-

τίαν.

»Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ.

Διότι ἐξ ἔργων τοῦ νόμου οὐ δικαιωθήσεται πᾶσα

σὰρξ ἐνώπιον τοῦ Θεοῦ.«

Ὑπόδικός ἐστιν, ὁ ἑαυτῷ μὲν μὴ δυνάμενος βοη-

θεῖν, τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας.

»Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.«

Δικαιῶσαι μὲν οὐδένα, φησὶν, ὁ νόμος δύναται·

τοῦτο δὲ μᾶλλον ἴσχυεν, τὸ διδάξαι τὴν ἁμαρτίαν·

οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄν-

τος τῶν κακῶν· ἀλλ' ὡς ἐλέγχοντος ἑκάστου, ἣν ἁμαρ-

τάνει ἁμαρτίαν. Καὶ τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰου-

δαίων ῥᾳθυμίας. Ὁ γὰρ νόμος, ἵνα φυλάττωνται τὸ

κακὸν, δέδοται· ἐπειδὴ δὲ ἀναπεπτώκασιν, ἔλεγχος

τῆς ἁμαρτίας αὐτῶν ἐστι.

»Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρω-

ται.«

Ἑλλήνων, φησὶν, τὸν φυσικὸν παραβαινόντων νό-

μον, Ἰουδαίων δὲ, τὸν γραπτὸν, καὶ αὐτοῦ δὲ ἀσθε-

νοῦντος δικαιῶσαι, τί ἔδει λοιπὸν, ἢ φανερωθῆναι

τὴν τοῦ Θεοῦ δικαιοσύνην; Αὕτη δέ ἐστιν ἡ διὰ πί-

στεως χάρις.

»Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφη-

τῶν· δικαιοσύνη δὲ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.«

Ἐπειδὴ χωρὶς τοῦ νόμου εἶπεν τὴν δικαίωσιν, καὶ

εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον, ἐπήγαγεν, ὡς οὐ

καινοτομία τὸ λεγόμενον. Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ

προφῆται, φησὶν, τὴν αὐτὴν δικαιοσύνην προανεκή-

ρυττον.

»Ἐπὶ πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι δια-

στολή.«

Πάλιν δείκνυσιν μηδὲν πλέον ἔχοντας τῶν ἐθνῶν

ἐν τῷ δικαιοῦσθαι· μία γὰρ χάρις τοῖς πᾶσιν ἡπλοῦ-

ται παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἔστι προσωπόληψις παρ'

αὐτῷ. Καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἔστι διαστολή.

»Πάντες γὰρ ἥμαρτον.«

Εἰ πάντες ὁμοίως ἥμαρτον, καὶ οὐδὲν διαφέρει τοῦ

Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν· τί ὁ παρα-

βάτης τὴν σωτηρίαν τὸ πλέον ζητεῖ;

»Ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δικαιούμενοι

δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς

ἐν Χριστῷ Ἰησοῦ.«

Οἱ παραβαίνοντες τὸν νόμον, φησὶν, τιμωρίας

ἀεὶ ὑπεύθυνοι· ὁ δὲ τιμωρίας ὑπεύθυνος, στεφανοῦ-

σθαι ὀφείλει, ὥστε ὑστερεῖται τοῦ δοξασθῆναι παρὰ

Θεοῦ. Ἀλλ' οὗτοι, φησὶν, οἱ ὑστερούμενοι δικαιοῦν-

465

ται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς

ἐν Χριστῷ Ἰησοῦ;

»Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν

τῷ ἑαυτοῦ αἵματι.«

Ὅρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ· οὗτός

ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ

τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ

ἁγιάζον τὸν λαόν.

»Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.«

Ἔνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν

Θεὸν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας

εἰς Χριστόν. Ὥσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου,

τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν μένοντα πλού-

σιον.

»Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημά-

των ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δι-

καιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐ-

τὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.«

Τουτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ

ἁμαρτήματα, κατὰ τὸ, Ψυχὴ ἁμαρτάνουσα, αὕτη

καὶ ἀποθανεῖται,

»Ποῦ οὖν ἡ καύχησις;«

Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος,

θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαι αὐτοὺς ἔτι καυχᾶσθαι

ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν

τινα, ἀλλὰ καὶ κατέκρινεν.

»Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων;

Οὐχί.«

Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται, φειδόμενος τοῦ

ἀκροατοῦ.

»Ἀλλὰ διὰ νόμου πίστεως.«

Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα

τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν

διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον.

»Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον

χωρὶς ἔργων νόμου.«

Ἀντὶ τούτου, τὸ θαῤῥοῦμεν, τοῦτο ἐφανερώθη.

»Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; Ναὶ

καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν

ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.«

Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προ-

θεὶς, γενναίως ἀγωνίζεται φάσκων· Ἐπειδὴ πάντων

ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς

πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων

μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὔ· εἷς δὲ πάντων κτί-

στης, πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι.

»Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ

γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.«

Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι,

468

ὡς μὴ δύνασθαι ἐν αὐτῷ καυχᾶσθαι, λοιπὸν τούτου

χάριν ἐπάγει· Μὴ θορυβηθῇς, φησίν. Οὐ γὰρ νόμον

ἡ πίστις ἀναιρεῖ, ἀλλὰ τὸν νόμον συνίστησι. Πῶς δὲ

συνίστησιν; εἷς σκοπὸς τῷ νόμῳ, τὸ τὸν ἄνθρωπον

σῶσαι· εἰ δὲ ἡ πίστις τοῦτο ποιεῖ, καὶ σώζει

τῇ χάριτι, τὸν σκοπὸν δηλονότι τοῦ νόμου συν-

ίστησιν.

ΚΕΦΑΛ. Δʹ.

»Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά-

τορα ἡμῶν κατὰ σάρκα;«

Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι,

ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέ-

ξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κἀκεῖνος ἐκ πί-

στεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα

ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας

συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς

αὐτὸν ἀγχιστείαν.

»Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύ-

χημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει;

Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ

εἰς δικαιοσύνην.«

Δύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ

δὲ ἀπὸ τῆς πίστεως. Πόλυ δὲ μεῖζον τοῦ ἀπὸ τῶν

ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις

καυχούμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαι πόνους,

ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ

μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δο-

ξάσας καὶ μεγαλύνας τὸν Θεόν· καὶ ὁ μὲν ἐργαζό-

μενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύ-

σας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ

τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν

καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατ-

ορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεὸν δοξάζει, καὶ ὅλον

ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ με-

γάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει

δόξαν.

»Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ

χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ,

πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογί-

ζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.«

Βούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι

τὸ μέσον; Ἕκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὑρή-

σεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὄντα τὸ τέλος,

τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας.

Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τί

τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ

Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης

ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι.

»Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ

ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς

ἔργων· Μακάριοι ὧν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν

ἐκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ

μὴ λογίσηται Κύριος ἁμαρτίαν.«

Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ

μεῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ

469

ὡσεὶ λέγοι· εἰς μέσον προάγων μὲν τὸν Δαβίδ· Τίνι

τὴν μακαριότητα δίδωσιν; τῷ ἐργαζομένῳ, ἢ τῷ

πιστεύοντι; μακαριότητα δὲ λέγει τὴν κορυφὴν τῶν

ἁπάντων ἀγαθῶν.

»Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ

καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη

τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλο-

γίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ

ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ.«

Δεῖξαι βούλεται τὴν πίστιν πρὸ περιτομῆς ὑπάρ-

χουσαν, ἐπειδὴ τῇ περιτομῇ μέγα ἐφρόνουν Ἰου-

δαῖοι· κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ Ἀβραὰμ, δεικνὺς

αὐτὸν πρῶτον πιστεύσαντα καὶ δικαιωθέντα, εἶτα

μετὰ ταῦτα λαβόντα τὴν περιτομὴν, καὶ αὐτὴν διὰ

χρείαν τῶν μετὰ ταῦτα, οὐ δι' ἑαυτόν.

»Καὶ σημεῖον ἔλαβεν περιτομὴν, σφραγίδα τῆς

δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ, εἰς τὸ

εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι'

ἀκροβυστίαν, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην,

καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον,

ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκρο-

βυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.«

Διὰ τοῦτο μετὰ τὴν πίστιν περιετμήθη, φησὶν, ἵνα

καὶ τὸ γένος τὸ ἐξ αὐτοῦ κατὰ σάρκα μὴ μισῆται

τὴν πίστιν τοῦ Ἀβραὰμ, καὶ γένηται διὰ τῶν ἀμφο-

τέρων τῆς πίστεως πατὴρ, πρῶτον μὲν τῶν ἐθνῶν,

καθὸ καὶ ἐν ἀκροβυστίᾳ ἔσχεν τὴν πίστιν· δεύτερον

δὲ τῶν ἐν περιτομῇ· καὶ οὐχ ἁπλῶς τῶν ἐν περι-

τομῇ, ἀλλὰ τῶν μιμουμένων τὴν πίστιν αὐτοῦ, ἧς

καὶ σημεῖον γέγονεν ἡ περιτομή. Διὸ καὶ ἐπήγαγε,

τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ

πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ὥστε εἰ ἐκ-

βάλλοιεν οἱ Ἰουδαῖοι τὴν πίστιν, λανθάνοντες ἐκβάλ-

λοντες τὴν περιτομήν. Εἰ γὰρ σημεῖον τῆς πίστεως

ἡ περιτομὴ, ἀναιροῦσι δὲ ἐκεῖνο τὸ πρᾶγμα, τουτ-

έστιν ἧς καὶ σημεῖον ἡ περιτομὴ, τίς ἔτι τῆς σφρα-

γίδος ἡ χρεία; Εἰ γὰρ οὐ δεικνύει τὸν στρατιώτην,

περιττὴ καὶ ἀνόνητος.

»Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ

τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον εἶναι κόσμου,

ἀλλὰ δικαιοσύνης πίστεως.«

Δείξας προτερεύουσαν τὴν πίστιν τῆς περιτομῆς,

δείκνυσι πάλιν, ὡς καὶ ἡ πλήρωσις τῆς ἐπαγγελίας

πρὸς Ἀβραάμ.

»Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ

πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος

ὀργὴν κατεργάζεται. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ

παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν,

εἰς τὸ εἶναι βεβαῖαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρ-

ματι· οὐ τῷ ἐκ τοῦ νόμου, ἀλλὰ τῷ ἐκ πίστεως

Ἀβραὰμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέ-

γραπται.«

Εἰ ἐκ τῶν ἔργων, φησὶν, τοῦ νόμου πιστεύομεν

τὴν ἐπαγγελίαν λαβεῖν, περιττὴ ἡ πίστις. Περιττῆς

δὲ γενομένης αὐτῆς καὶ ἀργῆς, οὐ δύναται μένειν ἡ

472

ἐπαγγελία. Πῶς δέ, ἄκουε. Νόμος ἐπικαταράτους

ποιεῖ καὶ τιμωρίας ἐνόχους· ἄνθρωπος δὲ ὑπεύθυνος

κατάρᾳ καὶ δίκῃ οὐδέποτε κληρονομίας ἂν τύχοι. Εἰ

δὲ τὸν νόμον παρέντες, σκοπήσομεν τὴν πίστιν τὴν

ἄνευ ἔργων δικαιοῦσαν, τῇ δικαιοσύνῃ χάριν ὀφειλο-

μένην εὑρήσομεν· εἰ δὲ ὀφείλεται χάρις καὶ δικαιο-

σύνη καὶ ἁγιασμὸς τῷ πιστεύοντι, ὡς ἐν τοῖς ὀπίσω

δεδήλωται, δῆλον ὅτι καὶ τῆς κληρονομίας τῆς ἐπαγ-

γελίας μεταλαβεῖ. Οὐκοῦν εἰ ὁ νόμος ἐπικαταράτους

ποιεῖ, ἡ δὲ πίστις δικαιοῖ, τοῖς δικαιουμένοις, οὐ

τοῖς καταράτοις, ἡ ἐπαγγελία μένει.

»Ὅτι πατέρα πολλῶν ἐθνῶν ἔθηκά σε· κατέναντι

οὗ ἐπίστευσεν Θεοῦ.«

Τῶν διὰ πίστεως δηλονότι, ἵνα μὴ λέγοιεν οἱ Ἰου-

δαῖοι, ὅτι Ἰσμαηλιτῶν καὶ Ἀγαρηνῶν, καὶ Ἰδου-

μαίων, ἐπήγαγεν, οὗ ἐπίστευσεν κατέναντι Θεοῦ·

τὸ δὲ, κατέναντι, ἀντὶ τοῦ, ὁμοίως. Λέγει οὖν,

ὥσπερ ὁ Θεὸς, ᾧ καὶ ἐπίστευσεν Ἀβραὰμ, πάντων

ἐστὶν ἄρχων τῶν ἐθνῶν, ὡσαύτως καὶ Ἀβραὰμ

πατήρ ἐστι πάντων τῶν ἐθνῶν. Εἰ δὲ μὴ πάντων,

ἀλλὰ τῶν προειρημένων, οὐδὲ χώραν εἶχεν ἡ δωρεὰ,

καθὸ μηδὲ διδομένης αὐτῆς, πάντων τῶν ἐξ αὐτοῦ

ὑπῆρχεν πατὴρ κατὰ τὸν τῆς φύσεως νόμον, Ἕκα-

στος γὰρ τῶν ἐξ ἑαυτοῦ ὑπάρχει πατήρ· δείκνυται

ἄρα, ὡς πάντων τῶν ἐθνῶν πατέρα αὐτὸν εἶναί

φησιν.

»Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καλοῦντος τὰ

μὴ ὄντα ὡς ὄντα.«

Ὅτι περὶ τῶν ἐθνῶν, τῶν μὴ ἐξ αὐτοῦ τὸ γένος

ἐχόντων, πατέρα τίθησι τὸν Ἀβραὰμ, δῆλον μὲν καὶ

ἐκ τοῦ κατέναντι εἰπεῖν, καὶ ἐκ τοῦ ἐπαγαγεῖν δὲ,

τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, δηλῶν τὴν ἐκ νε-

κρῶν σωμάτων τοῦ Ἰσαὰκ γονὴν, ὅτι δι' αὐτοῦ πολ-

λῶν γέγονεν πατὴρ ἐθνῶν, διὰ τὴν ἐξ αὐτοῦ συμ-

βᾶσαν τῷ κόσμῳ σωτηρίαν· τουτέστι Χριστὸν εἰς

ὃν πάντα τὰ ἔθνη πιστεύσαντα χώραν δεδώκασι τῷ

Ἀβραὰμ αὐτῶν καλεῖσθαι πατέρα.

»Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ

γενέσθαι πατέρα αὐτὸν πολλῶν ἐθνῶν, κατὰ τὸ εἰ-

ρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθε-

νήσας τῇ πίστει, κατενόησεν τὸ αὐτοῦ σῶμα ἤδη

νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν

νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγε-

λίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυ-

ναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληρο-

φορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι·

διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

Παρ' ἐλπίδα μὲν, τὴν ὅσον ἐν ἀνθρώποις, ἐπ'

ἐλπίδι δὲ, τῇ εἰς Θεὸν λέγει.«

»Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη

αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς

πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον

ἡμῶν ἐκ νεκρῶν.«

Ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς;

473

ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς

τοῦ πατριάρχου, μᾶλλον δὲ καὶ πολλῷ πλέον· τοσ-

αύτη γὰρ ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς

ἡμετέρας τύπον εἶναι.

»Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν.«

Ἵνα τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐπὶ τοῦ ξύ-

λου.

»Καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.«

Διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα δι-

καίους ἡμᾶς ἐργάσηται.

ΚΕΦΑΛ. Εʹ.

»Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν

πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-

στοῦ.«

Πολλὰ διαλεχθεὶς περὶ πίστεως παραίνεσιν εἰσ-

φέρει περὶ βίου λαμπροῦ.

Ἐπειδὴ τὴν πίστιν τῆς διὰ τῶν ἔργων δικαιοσύνης

προέθηκεν, ἵνα μὴ νομίσῃ τὶς ῥᾳθυμίας ὑπόθεσιν

γεγραμμένον εἶναι τὸ λεγόμενον, φησὶν, εἰρήνην

ἔχωμεν, τουτέστι μηκέτι ἁμαρτάνωμεν· τοῦτο γάρ

ἐστιν πόλεμον ἔχειν πρὸς τὸν Θεόν.

»Δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν.«

Εἰ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμημένους,

φησὶν, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ

ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ

σκαιοὺς καὶ ἀγνώμονας κατηλλαγέναι τῷ Πατρί.

»Τῇ πίστει.«

Τὰ μὲν αὐτοῦ ποικίλα, φησὶν, καὶ πολλὰ καὶ διά-

φορα· καὶ γὰρ ἀπέθανεν δι' ἡμᾶς, καὶ κατήλλαξεν

ἡμᾶς καὶ προσήγαγεν, καὶ χάριν δέδωκεν ἄφατον·

ἡμεῖς δὲ τὴν πίστιν μόνον εἰσενέγκαμεν.

»Εἰς τὴν χάριν αὐτὴν ἐν ᾗ ἑστήκαμεν.«

Τὸ ἀξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλά-

νης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι· τὸ

πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγα-

θῶν.

»Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.«

Δύο τέθεικεν, τὰ παρόντα, καὶ τὰ μέλλοντα· τὸ

μὲν γὰρ εἰπεῖν τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν,

ἅπερ ἐλάβομεν ἀγαθά. Τὸ δὲ εἰπεῖν, καὶ καυχώ-

μεθα ἐπ' ἐλπίδι, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα.

»Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλί-

ψεσιν.«

Τί λέγω, φησὶν, τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχή-

σεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα λυπηρὰ, ἱκανὰ

ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι μεγαλοφρονεῖν ἐπ' αὐ-

τοῖς. Καὶ καλῶς, καυχώμεθα, ἵνα κἂν τῷ οἰκείῳ

προσώπῳ εἰσάγῃ τὴν παραίνεσιν.

»Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται,

ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα.«

Ἐπειδὴ παράδοξον ἦν τὸ λεγόμενον, τοῦ τὰ λυ-

476

πηρὰ ἡδονὴν αὐτοῖς ἐμποιεῖν, καὶ καύχημα, πιστοῦ-

ται αὐτῷ λογισμῷ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἔχει

μὲν καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν ἡ

ὑπομονὴ καὶ ἡ θλίψις, καὶ εὐδόκιμον ποιεῖ τὸν πει-

ραζόμενον· συντελεῖ δέ τι πρὸς τὰ μέλλοντα. Τὴν

γὰρ ἐλπίδα ἀκμάζειν ποιεῖ ἐν ἡμῖν· οὐδὲν γὰρ οὕτω

χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συν-

ειδός.

»Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅτι ἡ ἀγάπη τοῦ

Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύ-

ματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς,

ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν

ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται·

ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα καὶ τολμᾷ τις ἀποθα-

νεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ

Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς

ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον δικαιω-

θέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐ-

τοῦ ἀπὸ τῆς ὀργῆς.«

Ἑτέρα πάλιν κατασκευὴ, ἀφ' ὧν εἰλήφαμεν ἀγα-

θῶν.

»Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ

τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλα-

γέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.«

Ἀπὸ τοῦ μείζονος ἑτέρα κατασκευὴ, πολλῷ πλέον

ἦν, φησὶν, ἐχθροὺς ὄντας καταλλαγῆναι, ἢ [τὸ

μεῖζον] τὸ καταλλαγέντας ἐν τῇ ἀγάπῃ μεῖναι. Εἰ δὲ

τὸ μεῖζον ἐποίησεν ἀποθανὼν ὑπὲρ ἡμῶν ἔτι ὄντων

ἁμαρτωλῶν, πῶς οὐχὶ καὶ τὸ ἔλαττον ποιήσει; Σκόπει

δὲ διὰ πόσων βούλεται πιστώσασθαι περὶ τῶν μελλόν-

των αὐτούς. Πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώ-

μης ἐντρέπει, εἰπὼν ὅτι ἐπληροφορήθη ὁ Ἀβραὰμ,

ὅτι ὃ ἐπηγγείλατο ὁ Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι.

Δεύτερον, ἀπὸ τῆς χάριτος τῆς δοθείσης. Τρίτον,

ἀπὸ τῆς θλίψεως, ὅτι ἱκανή ἐστιν εἰς ἐλπίδα ἡμᾶς

ἀγαγεῖν, καὶ ἀπὸ τοῦ…

μεν.…

The complete text is available when the reading interface loads.