Homilia in ficum arefactam
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Homilia in ficum arefactam, MPG 96: 576–588.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg055.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
96
580
παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη.
Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν
τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν
βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ
Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ
ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ
μέριμναι· οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώ-
ματος τὴν γύμνωσιν· οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημο-
σύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ' εἰ καὶ
581
γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι.
Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ' ἦν αὐτοῖς
ἔνδυμα ἀφθαρσίας· ὅσον γὰρ διὰ τῆς ὑπακοῆς
ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐν-
δύματι. Παρακούσαντες δὲ, ἐμακρύνθησαν τῆς σκε-
πούσης αὐτοὺς χάριτος. Ἐγυμνώθησαν τῆς πρὸς
Θεὸν ἐκστάσεως καὶ θεωρίας· εἶδον ἑαυτῶν τὴν
τοῦ σώματος γύμνωσιν· ἐπεπόθησαν τὰ τοῦ
βίου τερπνά· ἐπεισήχθησαν τῷ λιτῷ καὶ ἀκτήμονι
βίῳ· ἔῤῥαψαν ἑαυτοῖς φύλλα συκῆς, καὶ ἐποίησαν
ἑαυτοῖς περιζώματα· ἐζήτησαν λογισμοὺς πολλοὺς,
καὶ εὗρον τὸν τραχὺν καὶ ἐμμέριμνον, καὶ κατόδυνον
βίον. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φαγῇ
τὸν ἄρτον σου. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔρ-
γοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι,
καὶ εἰς γῆν ἀπελεύσῃ. Φρόνημα γήϊνον ἔσχες, εἰς
γῆν ἔσται ἡ ἀποστροφή σου. Παρασυνεβλήθης τοῖς
κτήνεσι τοῖς ἀνοήτοις· οὐ γὰρ συνῆκας ἐν τιμῇ ὤν.
Ἐν τῷ Θεῷ ἦς, καὶ ἀρετὴν καρποφόρον οὐκ ἔγνως·
ἀλλὰ προέκρινας τὴν τῶν γηΐνων ἀπόλαυσιν· τὸν
ἀλόγων ἀγαπήσας βίον. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.
Τῶν ἀλόγων δίκην κληρονομήσεις τὸν θάνατον. Ἐν-
τεῦθεν καὶ δερματίνους χιτῶνας περιβάλλεται. Μέ-
σον γὰρ ζωῆς καὶ θνητότητος ὢν τῷ σώματι, πρό-
τερον ὢν ἐν παραδείσῳ τρυφῆς, καὶ βασιλικῷ θα-
λάμῳ ἀναστρεφόμενος, θνητὸν ὕστερον καὶ παχὺ
τὸ σῶμα ἐκτήσατο, δυνάμενον ἀνισχεῖν πρὸς τοὺς
πόνους. Ὄντως τραχεῖα τὰ φύλλα τῆς συκῆς τῆς
ἡμῶν φύσεως, ἡ ἀνώμαλος κακία τῆς ἡμῶν φύσεως.
Πρὸς ταύτην τὴν συκῆν, τουτέστι τὴν φύσιν τῆς ἀν-
θρωπότητος ἦλθεν ὁ Σωτὴρ πεινῶν, καὶ ζητῶν ἐξ
αὐτῆς καρπὸν τὸν γλυκύτατον, τουτέστι τὴν γλυ-
κυτάτην Θεῷ ἀρετὴν, δι' ἧς ἡ σωτηρία προσγίνεται.
Ἀλλ' οὐχ εὗρε καρπὸν, ἀλλ' ἢ μόνον φύλλα, τὴν τρα-
χυτάτην καὶ μοχθηροτάτην ἁμαρτίαν, καὶ τὰ ἐκ
ταύτης φυόμενα κακά. Διὸ δὴ πρὸς ταύτην ἀν-
τιφθέγγεται, ὅτι Οὐκέτι ἐκ σοῦ καρπὸς ἐλεύσεται.
Οὐ γὰρ ἐξ ἀνθρώπων ἡ σωτηρία· οὐκ ἐξ ἀνθρωπί-
νης δυνάμεως ἡ ἀρετή. Ἐγὼ τὴν σωτηρίαν ἐργάσο-
μαι, διὰ τοῦ ἐμοῦ πάθους τὴν ἀνάστασιν χαριζόμενος,
καὶ τὴν ἀπαλλαγὴν τοῦ τραχυτάτου βίου χαρίζομαι.
Ὃ δὴ καὶ πεποίηκεν.
δʹ. Εἶτα τὴν δι' ἔργου παραβολὴν ποιησάμενος,
εἰσῄει εἰς τὸ ἱερὸν, τὸν πατρικὸν οἶκον ἐπισκεψόμε-
νος, καὶ εὑρίσκει τοὺς κακοὺς γεωργοὺς τοὺς ἀρ-
χιερεῖς, τοὺς καθίσαντας μὲν ἐπὶ τῆς καθέδρας
Μωϋσέως, ἐνδειξαμένους τοὺς λύκους, τοὺς προ-
βάτων ἔξωθεν περικειμένους ἔνδυμα, τοὺς συκῇ
ἀκάρπῳ ἀπεικασμένους, τοὺς οὐκ ἔχοντας καρπὸν
γλυκύτατον, ἀλλὰ φύλλων τραχύτητα. Ὅρα γὰρ αὐ-
τῶν τὴν τῶν λόγων τραχύτητα. Ἐν ποίᾳ ἐξουσίᾳ
ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν
584
ταύτην· Ὁρᾷς ἀκαρπίαν ψυχῆς καὶ ἀπιστίας;
Ἀνθ' ὧν ἔδει λέγειν· Εὖ, διδάσκαλε ἀγαθὲ, ὅτι
Λάζαρον νεκρὸν τετραήμερον ἤγειρας· ὅτι χωλοὺς
ὀξὺ βαδίζειν ἐδίδαξας· ὅτι τυφλοῖς τὴν τῆς ὁράσεως
ἐδωρήσω δύναμιν· ὅτι ἰάσω τοὺς συντετριμμένους,
καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἀπήλασας·
ὅτι δαίμονας ἐφυγάδευσας· ὅτι διδάσκεις τὴν τῆς
σωτηρίας ὁδόν· Ἐν ποίᾳ, φασὶν, ἐξουσίᾳ ταῦτα
ποιεῖς; Ὦ ἀγνώμονες! Καὶ ἐὰν ὑμῖν εἴπῃ· Πι-
στεύετε; εἰ μὴ δὲ Ἰωάννην πιστεύσαντες, πρὸς
ἐκεῖνον ὥσπερ ῥεῦμα ποτάμιον ἐξεπορεύεσθε, καὶ
ἐξομολογούμενοι τὰς ἁμαρτίας ὑμῶν τὸ δοκεῖν ἐβα-
πτίζεσθε, καὶ οὐκ ἐπιστεύσατε, κἀγὼ ἐὰν εἴπω
ὑμῖν, πιστεύετε; Ὦ γενεὰ πονηρὰ καὶ ἄπιστος!
Ὑμεῖς ἐστε οἱ πονηροὶ γεωργοὶ, οἱ τὸν ἀμπελῶνα
Κυρίου Σαβαὼθ κατεσθίοντες. Τίνα τῶν προφητῶν
οὐκ ἀπεκτείνατε; Ἀπέστειλεν ὑμῖν ὁ Πατὴρ τοὺς
δούλους μου τοὺς προφήτας, ἀπαιτοῦντας τὸν καρ-
πὸν τοῦ ἀμπελῶνος. Ἀμπελῶνα ἐξ Αἰγύπτου διὰ
Μωϋσέως μετῆρα, ἣν κατεφύτευσα ἐν γῇ πίονι,
ἐκβαλὼν ἔθνη, καὶ ἐν σχοινίῳ κληροδοσίας ἐκληρο-
δότησα· ἧς τὰς ῥίζας κατεφύτευσα νόμῳ καὶ λόγῳ
προφητῶν, καὶ ἐπλήρωσε τὴν γῆν· ἧς τὰ κλήματα
ἕως θαλάσσης ἔφθασε, καὶ ποταμοὺς ἐθνῶν αἱ παρα-
φυάδες ἐπλήρωσαν. Ὑμεῖς δὲ καθείλατε τὸν φραγ-
μὸν αὐτῆς τὴν ἐκ τοῦ νόμου βοήθειαν, καὶ τρυγῶσιν
αὐτὴν ἀφύλακτον οἱ τὴν ὁδὸν τοῦ βίου πορευόμενοι
δαίμονες· Ὗς ἐκ δρυμοῦ, ὁ λῃστὴς αὐτὴν ἐλυμήνατο,
καὶ ἄγριος μονιὸς ταύτην κατενεμήσατο. Ταύτης
τῆς καλῆς φυτευθείσης, τῆς καρποφόρου καὶ ἀληθινῆς
τὸν καρπὸν ὑπὸ τῶν δούλων μου τῶν προφητῶν ἀπαιτού-
μενοι, ὃν μὲν ἐραπίσατε, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατ-
εδικάσατε, ὃν δὲ ἐλιθοβολήσατε. Ἰδοὺ ἐγὼ αὐτὸς ὁ υἱὸς
καὶ κληρονόμος πάρειμι, αἰδέσθητέ μου τὴν υἱότητα,
ἐντράπητέ μου τῆς πατρικῆς φύσεως τὸ ἀξίωμα.
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πρὸς
ὑμᾶς ἐλήλυθα. Ἐλεῶ τοῦ ἀμπελῶνός μου· εἰ καὶ
πρὸς γῆν καταβέβηκα, ἀλλ' ἐν τοῖς κόλποις τοῦ
Πατρός μου αὐλίζομαι. Ἀπόδοτέ μοι τοῦ ἀμπελῶνός
μου τὸν καρπόν. Ἀλλ' ὄντως ὡς πονηροὶ γεωργοὶ
ὑμεῖς τὸ ἔργον τῶν πατέρων ὑμῶν ἐκπληρώσετε.
Ἐκεῖνοι προφητοκτόνοι, ὑμεῖς καὶ θεοκτόνοι γενή-
σεσθε. Ἐπιδαψιλεύεσθε γὰρ τῇ κακίᾳ. Ἐγώ εἰμι ὁ
κληρονόμος, ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὃν ὑμεῖς εἰ
καὶ ἀπώσησθε, ἀλλὰ συντριβήσεσθε μὲν, ἐγὼ δὲ
τοὺς δύο λαοὺς συνάψω, τὰ διεστῶτα, τοῖς ἐπουρα-
νίοις τὰ ἐπίγεια. Δι' ἐμοῦ ἀγγέλων καὶ ἀνθρώπων
μία Ἐκκλησία γενήσεται. Δι' ἐμοῦ ἐχθροὶ ὄντες τῷ
Πατρί μου καταλλαγήσεσθε. Εἰρηνεύσω γὰρ, καὶ
σπονδὰς ποιήσομαι τῆς εἰρήνης τὸ ἐμοῦ αἷμα, ὅπερ
ὑπὲρ τῆς κοσμικῆς ἐκχυθήσεται σωτηρίας.
εʹ. Ταῦτα διὰ τῶν παραβολῶν αἰνιττόμενος, οὐκ
ἔπειθεν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν
τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Διὸ
οὐκ ηὔγασεν αὐτοῖς τὸ φῶς τοῦ Εὐαγγελίου. Ὢ
585
τῆς ἀτόπου τῶν ἀνιέρων ἱερέων πωρώσεως! Αὐτοὶ
ἑαυτοὺς κατεδίκαζον, οὐκ εἰδότες τί λέγουσιν. Αὐτοὶ
γὰρ καθ' ἑαυτῶν ἐξήνεγκαν ψῆφον. Ἐρωτώμενοι
γὰρ τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις, ἄκοντες
ἀληθῶς ἀπεκρίναντο. Κακοὺς κακῶς ἀπολέσει αὐ-
τούς. Δίκαιον ὡς ἀληθῶς πάσχειν τὸν κακὸν ἐξ οἰ-
κείας γενόμενον προαιρέσεως. Τὸν δὲ ἀμπελῶνα
ἐκδώσεται ἑτέροις γεωργοῖς, οἵτινες ἀποδώσουσι τὸν
καρπὸν ἐν καιρῷ. Ὡς ἱερεῖς καὶ τὸ τῆς ἱερωσύνης
ἔχοντες ἀξίωμα, καὶ μὴ εἰδότες τὰ ἀληθῆ, προ-
φητεύουσιν. Ἐκδέδοται γὰρ ὁ ἀμπελὼν, ὁ λαὸς Κυ-
ρίου, τοῖς γεωργοῖς οἳ ἀπέδωκαν τῷ Δεσπότῃ
πολύχουν καὶ πολυφόρον τὸν καρπόν. Εἰς γὰρ πᾶ-
σαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς
τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὡς
ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην,
τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Οὗτοι ὡς πρό-
βατα ἐν μέσῳ λύκων πορευόμενοι, τοὺς λύκους εἰς
πρόβατα μετεποίησαν, τοὺς πάλαι διώκοντας Ἕλ-
ληνας, Χριστοῦ πρόβατα ἀπειργάσαντο, καὶ ἐκτή-
σαντο κυρίῳ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔρ-
γων.
Ϛʹ. Δεῦτε οὖν, ἀδελφοὶ, ὅσοι τὸ τῆς πίστεως ἐλά-
βομεν ὄνομα, οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατ-
ηξιωμένοι, μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν
πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν.
Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον, ἀλλ' ἔργῳ τὴν
πίστιν ἡμῶν ἐπιδειξώμεθα. Δύο γὰρ υἱοὶ, φησὶν,
ἦσαν ἑνὶ πατρὶ, καὶ εἶπεν τῷ ἑνί· Πορεύου, ἐργά-
ζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ὑπέσχετο μὲν, οὐκ
ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν
ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ, ἔργῳ δὲ τὸ
προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος,
εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνη-
σθῶμεν τῆς ἀποταγῆς, καὶ συνταγῆς τῆς γενομένης
ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ, καὶ
τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ λατρείᾳ αὐ-
τοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν
ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰ-
σὶν, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, φθόνοι, ἔριδες,
φιλονεικίαι, ὑποκρίσεις, καταλαλιαὶ, εἰρωνεῖαι, θυ-
μοὶ, μνησικακίαι, κατακρίσεις, βλασφημίαι, ἐπαοι-
δίαι, ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα, ἀσπλαγχ-
νίαι, προσπάθειαι, ἀντιπάθειαι, φιληδονίαι, φειδω-
λίαι, κῶμαι, μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ,
ὑπερηφανίαι, κενοδοξίαι, οἴησις, ἔπαρσις, τύφος,
ἐπίδειξις, καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάν-
των ἀρνησάμενοι τὴν κοινωνίαν, καθὰ συνεταξά-
μεθα τῷ Χριστῷ, τὰς ἐναντίας τούτων ἀρετὰς ζη-
λώσωμεν· ἁγνείαν, σωφροσύνην, πτωχείαν, ὑπομο-
νὴν, εἰρήνην, ἀγάπην, συμπάθειαν, ἐλεημοσύνην,
τὴν εἰς τοὺς δεομένους μετάδοσιν, σχῆμα, καὶ στο-
λὴν, καὶ βάδισμα κόσμιον, λόγον ἀληθῆ, ταπείνωσιν,
ἐπὶ πᾶσιν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὅπως κοινω-
588
νοὶ γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ τῆς δόξης
αὐτῷ κοινωνήσωμεν, προσαγόμενοι τῷ Θεῷ καὶ Πα-
τρὶ θυσίαν ζῶσαν, ἄμωμον, ἐν τῇ Ἐκκλησίᾳ τῶν
πρωτοτόκων, ἔνθα εὐφραινομένων ἡ κατοικία.
ζʹ. Πάλαι δὲ, πρὸς σὲ τρέψω τὸν λόγον, πεποθη-
μένη νύμφη Χριστοῦ, πόθησον ἀξίως τὸν σὲ ποθή-
σαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας
σου, ἵν' ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ
καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ
γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον. Οἶκος γὰρ γῆν
καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεται. Ὅσον ἐνοι-
κίσεις τὸν χοῦν, ἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα
καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊνα,
ἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον. Πόθεν πορνεῖαι;
πόθεν μοιχεῖαι; πόθεν ἔριδες, φιλονεικίαι, φθόνοι,
φόνοι, καὶ πᾶς ὁ τῶν κακῶν ἐσμός; οὐκ ἐκ τῆς ἐπι-
θυμίας τῶν γηΐνων; Ἀπέλασον πᾶσαν κενοδοξίαν,
τὴν τῆς ἀπιστίας μητέρα. Οὐ γὰρ δύνασθε. φησὶν
ὁ Χριστὸς, πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώ-
πων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας
πᾶσαν οἴησιν, ὑπερηφανίαν, ἔπαρσιν. Ἀκάθαρ-
τος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὑπερη-
φάνοις ἀντιτάσσεται Κύριος, ταπεινοῖς δὲ δίδωσι
χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαν, αὐταρέσκειαν,
ἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ αὐτὸς
ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ. Μὴ εἰσ-
αγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σου.
Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός· ὁ γλυ-
κύτατος, ὁ μόνος ποθητὸς, ὅλος γλυκασμὸς, ὅλος
ἐπιθυμία. Αὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίαν,
καὶ βόησον αὐτῷ. Τετρωμένης καρδίας εἰμὶ ἐγώ·
ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου,
Δέσποτα. Δεσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ
ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ
ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός
σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ
τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν
τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρ-
δίας μου, Δέσποτα, καὶ κατακληρονόμησον αὐτὴν,
καὶ μονὴν παρ' ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ
καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινί-
σματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ
γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου
Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
{Δʹ.Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρουτοῦ Δαμασκηνοῦ, λόγος εἰς τὸ ἅγιον Σάββα-τον.} αʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου,ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίςτὸ ἄπλετον καὶ ἀχανὲς τῆς αὐτοῦ ἀγαθότητος διηγή-σεται πέλαγος; τίς τὴν ἀτέκμαρτον πρὸς τοὺς δού-λους ἀγάπησιν; τίς τὴν ὑπὲρ νοῦν συγκατάβασιν;τίς τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, καὶ τὴν ἐκ ταύτηςἄφραστον κηδεμονίαν; Οὐκ ἔστιν οὐδεὶς, οὐδ' εἰ ταῖςγλώσσαις τῶν ἀγγέλων λαλοῖ καὶ ἀνθρώπων· οὐδ' εἰπᾶσαν ἐν ἑαυτῷ συνειληφὼς εἴη τὴν ἀνθρωπίνηνσύνεσιν. Εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἀλλ' ἀσθε-νὴς ἡ γλῶσσα πρὸς τὸ λέγειν, καὶ ὁ νοῦς ἀμαυρὸςπρὸς κατανόησιν. Μέγα γὰρ ὁμολογουμένως τὸ τῆςθείας οἰκονομίας μυστήριον, οὐ νοήσει, πίστει δὲμόνῃ χωρούμενον, ἁγνείας ψυχικῆς ἐκ φόβου θείουκαὶ πόθου συνισταμένης, δεόμενον. Οὐ γὰρ ἔστινἄλλως ψυχῆς περιποιήσασθαι κάθαρσιν, ἢ φόβῳ θείῳκαὶ ἔρωτι. Οὐδ' αὖ πάλιν θείαν ἔλλαμψιν δέξασθαι,μὴ τὸ τῆς ψυχῆς ὀπτικὸν κεκαθαρμένον γενέσθαιπρότερον. Ἀπρόσιτον γὰρ τοῖς βεβήλοις τὸ Θεῖον·μόνοι δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται,ᾖ φησι, Χριστὸς ἡ ὄντως ἀλήθεια. Ἐπεὶ καὶ ἐν τῇπάλαι γεγενημένῃ τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου θεοφα-νείᾳ, ἀποδύσασθαι πρότερον προστάσσεται τὸ ὑπό-δημα, καὶ οὕτω τῷ φαινομένῳ προσιέναι συμβόλῳ.Ἡ δὲ τῶν ὑποδημάτων ἄρσις, τῶν νεκρῶν καὶ χα-μαιζήλων ἐννοιῶν δηλοῖ τὴν ἀπόθεσιν. Καὶ αὖθιςκαπνιζομένου τοῦ ὄρους Σινᾶ ἐπὶ τῆς θείας νομοδο-σίας, οὐ πάντες ἀνίεσαν, τοῖς δὲ ἀνιοῦσι τῇ καθάρσειἐμετρεῖτο ἡ ἄνοδος. Εἰ τοίνυν ἐπὶ τῶν συμβόλωνἁπάσης κηλίδος ῥύψις ἐνενομοθέτητο, πόσῳ δέον εἰ-λικρινεῖς καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάσασθαι τοῖςἀληθινοῖς καὶ πρωτοτύποις προσφοιτᾷν μέλλοντας;καθαίρωμεν τοιγαροῦν ἑαυτοὺς, ὦ ἀδελφοὶ, παντὸςγηΐνου φρονήματος, καὶ τύρβης ἁπάσης, καὶ βιωτι-κῆς θολώσεως, ἵνα τηλαυγῶς τὰς φωτοειδεῖς μαρμα-ρυγὰς τοῦ θείου λόγου δεξώμεθα, καὶ τραφῶμεν τὰςψυχὰς τῷ πνευματικῷ ἄρτῳ τῇ τῶν ἀγγέλων τροφῇ,καὶ ἐντὸς τῶν ἀδύτων γενόμενοι, γνῶμεν ἐναργῶςτὰ θεῖα πάθη τοῦ ἀπαθοῦς, καὶ παντὸς τοῦ κόσμουσωτήρια. βʹ. Νῦν τὸ ἀπ' αἰῶνος κεκρυμμένον μυστήριονἐκκαλύπτεται· νῦν τὸ τῆς θείας οἰκονομίας κεφάλαιονἐκπεραίνεται· νῦν ἡ κορωνὶς τῆς τοῦ Θεοῦ Λόγουσαρκώσεως ἐπιτίθεται· νῦν ἡ τῆς θείας ἀγάπης δη-μοσιεύεται ἄβυσσος. Οὕτω γὰρ τὸν κόσμον ὁ ΘεὸςΛόγος ἠγάπησεν, ὡς εὐδοκίᾳ τοῦ Πατρὸς καταβῆναιπρὸς σάρκωσιν, ὡς βάρος ὑλικῆς σαρκὸς ὁ ἄϋλοςἀμφιάσασθαι, ἵνα τῷ πεφυκότι πάσχειν τὰ πάθηδεξάμενος, καὶ πάθος τῷ θανάτῳ γενόμενος, τοὺςπαθητοὺς ἡμᾶς ἐνδύσῃ ἀπάθειαν. Ἐντεῦθεν πεῖνα,καὶ δίψα, καὶ ὕπνος, καὶ κάματος, λύπη τε, καὶἀγωνία, καὶ δειλία, ἤτοι τῆς ζωῆς οὐσιώδης ἔφεσις·ἐντεῦθεν σταυρὸς, καὶ πάθος, καὶ θάνατος, ἐκ τῆςἡμετέρας φύσεως. Ταῦτα γὰρ αὐτῆς τὰ φυσικὰ πάθη,καὶ ἀδιάβλητα ταῦτα τῆς ἐμῆς κράσεως, ὧν τὴνπεῖραν οὐκ ἀπηνήνατο, ἵνα ἐν αὐτῷ κινηθέντα καὶχειρωθέντα, καὶ ἡμῖν ὑποχείρια γένηται. γʹ. Χριστὸς ἐν σταυρῷ· συνέλθωμεν, καὶ κοινωνοὶτῶν παθημάτων, ἵνα καὶ τῆς δόξης αὐτοῦ γενώ-μεθα. Χριστὸς ἐν νεκροῖς· νεκρωθῶμεν τῇ ἁμαρτίᾳ.ἵνα τῇ δικαιοσύνῃ ζήσωμεν. Χριστὸς σπαργάνοις καὶσινδόσι καθαραῖς ἐνειλίττεται· λυθῶμεν τῶν τῆς