Encomium in sanctum Joannem Chrysostomum
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Encomium in sanctum Joannem Chrysostomum, MPG 96: 761–781.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg059.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
96
765
σθεν, ὅτε ηὔγει πῦρ θεῖον γλωσσοειδῶς τυπούμενον,
ἐφ' ἑκάτερόν τε τῶν ἀποστόλων ἑνοειδῶς καὶ πολυ-
μερῶς ἀναπαυόμενον, ὡς ἂν τὸ ἑνιαῖον δόγμα τῆς
πίστεως ἐν πολυσχεδέσι γλώσσαις καταγγελθείη συν-
άγον εἰς ἓν τὰ διεστῶτα, καταλυθείσης τῆς πολυ-
σχιδοῦς πλάνης, πρὸς ἣν κακῶς ὡμονόησαν οἱ πάλαι
πυργοποιήσαντες, καὶ μισθὸν ἔλαβον τῆς ἀσεβείας
τὴν συγχυτικὴν τῆς γλώσσης, καὶ δι' αὐτῆς τῆς γνώ-
μης διαίρεσιν; Τίς μοι ταύτης μεταδοίη τῆς γλώσ-
σης τοῦ Πνεύματος, ὡς ἂν τὰ τοῦδε τοῦ πνευματο-
φόρου ἀνδρὸς τὰ ὑπὲρ φύσιν ἐξαγγείλω πλεονεκτή-
ματα; Ὠκεανὸς ἐνταῦθα παρήτω λόγων, νοημάτων
τε ἄβυσσος, ἀλλ' οὐχ ὑπείκει λόγοις ἡ χάρις τοῦ
Πνεύματος. Ὁ γὰρ ἄνευ τοῦ Πνεύματος βουλόμενος
λέγειν τὰ τοῦ Πνεύματος, φωτὸς ἄνευ βλέπειν προ-
αιρεῖται, καὶ σκότον ἔχει ποδηγὸν τῆς ὁράσεως. Διὸ
πάλιν πρὸς αὐτὸν ἐπάνειμι τὸν νῦν εὐφημούμενον,
ἐξ αὐτοῦ ὡς θείου λαμπτῆρος τὸν λύχνον ἀνάπτων
τῆς γνώσεως, ὡς ἂν αὐτὸς εἴη τῆς εὐφημίας ὑπόθε-
σις, καὶ τῶν ἐπαίνων χορηγός.
768
εʹ. Τίς μὲν οὕτω πολὺς ἐν λόγῳ καὶ μέγας ἐν φρο-
νήσει, ὧν ἡ σύγκρισις ἀσύγκριτος, ὡς ἄδηλον εἶναι
ποτέρῳ μᾶλλον οὗτος θαυμασιώτερος; Τίς οὕτω
τύπος ἀρετῆς ἦν καὶ ὁρώμενος, ὡς μὴ δεῖσθαι λόγου
πρὸς παίδευσιν; Τίς λόγων νιφάδας ἐξέχεε τοῖς ἔρ-
γοις ἐφεπομένας, ἐκ τούτων τε λαμβανούσας τὴν
δύναμιν, ὡς καὶ ἐπὶ τούτου λέγειν, ὧν ἤρξατο ποιεῖν
τε καὶ διδάσκειν, ὃ περὶ Ἰησοῦ τοῦ Θεοῦ μου Λου-
κᾶς φησιν ὁ θεσπέσιος, ἐξ οὗ τὸ εἶναι, καὶ τὸ εὖ
εἶναι κεκλήρωται; Τίς πρᾶξιν ἐπῆλθε καὶ θεωρίαν,
σαρκός τε ἡδονὰς πατήσας, ὡς ἄσαρκος, καὶ μετὰ
Θεοῦ τὰ θεῖα σκεψάμενος; Τίς πίστει ὡς ψυχῇ τὰ
ἔργα οἷα μέλη σώματος εὐτάκτως περιέθηκε καὶ
ὑπέταξε, καὶ ἔργα πίστει ἐψύχωσε καὶ ἐζώωσεν,
ὧν θάτερον θατέρου δίχα, ἄχρηστον καὶ ἀνόνητον, εἰ
καὶ τῇ πίστει, οὐκ ἀπὸ σκοποῦ δοίη τις τὸ προτέ-
ρημα; Τίς οὕτω γαστριμαργίαν ἐξέωσε, δουλώσας
τὴν δέσποιναν, καὶ φιμώσας μαιμάσσουσαν εὐσεβεῖ
λογισμῷ, αὐτοκρατὴς, οὐ θεραπευτὴς ταύτης γενό-
μενος;
Ϛʹ. Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν,
ὡς λανθάνειν, εἴτε καὶ ὅ τι, καὶ ὅσον προσεφέρετο
βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος,
καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον, καὶ ὥσπερ
πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμη-
χάνων, καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι
τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα, ξηρὸν, καὶ ὑγρὸν
καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλος ἀναπλήρω-
σις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτί-
σαντος ὥρισται. Ἄλλ' ἡ χάρις τοῦ Πνεύματος οὐχ
ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζή-
σεται ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκ-
πορευομένῳ διὰ στόματος Θεοῦ. Τίς οὕτω καθαρὸς
καὶ ψυχὴν καὶ διάνοιαν πρὸς τῷ σώματι, ὡς μαρ-
τυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ'
οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον, οὐδὲ φύσεως τὸ
ἀῤῥώστημα, λόγου δὲ ἐπικράτεια ἡνιοχοῦντος τὸ
ἄλογον, καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνον-
τος, ἐφ' ᾧ καὶ δεδημιούργητο, ἀποστρεφομένου μὲν
τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα, προαιρου-
μένου δὲ τὸ τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην
ἀΐδιον. Οὕτως ἑαυτὸν συνεθίζων, ἐκ μικροῦ προβαί-
νων, ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος,
ἕως τὸ πάθος ἐκοίμησε τέλεον, ἀσκητικῇ τέχνῃ τι-
θασσεύσας καὶ δράσας ὑφήνιον, εἰς ἕξιν τοῦ ἔθους
τῷ χρόνῳ καὶ προβάδην εἰς φύσιν ἐλάσαντος. Πόνος
γὰρ θείας ἐπικουρίας τυχὼν, ἀπάθειαν χαρίζεσθαι
πέφυκε.
ζʹ. Τίς φιλαργυρίαν τῶν κτημάτων προαπεκτή-
σατο, μεθ' ἧς καὶ τὰ κτήματα, οὕτω ποθήσας τὸ μὴ
ἔχειν, ὡς ἕτερος τὸ ἔχειν; Τῶν παθῶν τὸ ἔρεισμα,
τῆς ἐλπίδος τὸ στέρημα, τῆς πίστεως τὸ ἀντίπαλον.
Διὸ καὶ Παῦλος ἡ θεόφθογγος λύρα τοῦ Πνεύματος,
τῶν ἀποστολικῶν γλωσσῶν τὸ πολύηχον στόμα, δευ-
769
τέραν εἰδωλολατρίαν ταύτην καιρίως κατονομάζει.
Ἀφεὶς γάρ τις τῆς θείας προνοίας ἀφάψαι τῆς ἐλπί-
δος τὴν ἄγκυραν, τῶν χρημάτων τῇ συλλογῇ ἐπε-
ρείδεται. Ταῦτα τιθεὶς πρὸ τοῦ κρείττονος, ὡς ἀθά-
νατα βιωσόμενος, καὶ ὡς θάλασσα οὐκ ἐμπιπλώμενος,
κἂν ὅ τι πλεῖστοι χρυσοῦ ποταμοὶ εἰσρέωσί τε καὶ
μέγιστοι, οὐχ εἵλετο τούτους ὁ νῦν εὐφημούμενος,
ἀλλ' ἀπωσάμενος ἅπαντα, αὐχεῖν πατρίδα εὐκλεᾶ καὶ
περίοπτον· τὴν Ἀντιόχου λέγω, καὶ τῆς ἑώας δεδεγ-
μένην τοὺς οἴακας· γένος καὶ αἷμα περίβλεπτον,
χρυσὸν, ἄργυρον, λίθους πολυτελεῖς, ἐσθῆτος ὅσον
μαλακὸν καὶ περίδοξον ἄλλοις παραχωρήσας, πρὸς
δὲ καὶ λόγου κλέος καὶ δυναστείαν.
ηʹ. Φοιτᾷ πρὸς Μελέτιον τῆς Ἀντιοχέων Ἐκκλη-
σίας τὸν πρόεδρον, ἄνδρα πλείστοις θείοις κομῶντα
χαρίσμασι, βίῳ καὶ λόγῳ παντὶ περιηχούμενον· ὃς
τοῦτον δεξάμενος ἔτος που ὀκτὼ καὶ δέκατον ἄγοντα,
ἐραστής τε τοῦ κάλλους τῆς αὐτοῦ καρδίας γενόμε-
νος, ὡς προβλεπτικῷ ὄμματι τὴν τοῦ νέου θεώμενος
ἔκβασιν, τοῖς τε τῆς εὐσεβείας στοιχειώσας δόγμασιν,
ἦθός τε καὶ τρόπον ἱκανῶς ἀποσεμνύνας, καὶ προ-
γράψας τὸ κάλλος τῆς ἀληθείας, οὕτω διὰ λουτροῦ
παλιγγενεσίας μορφοῖ ἐν αὐτῷ Χριστὸν, τὸν ὡραῖον
παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς κάλλει ἐκλάμ-
ποντα τῆς θεότητος. Ἐτῶν ἦν ὡς τριάκοντα καὶ οὕ-
τως ἅμα ἐν τῇ τελειότητι τῆς τε σωματικῆς καὶ
πνευματικῆς ἡλικίας γενόμενος, καὶ τῶν θείων λό-
γων ἀναγνώστης προαχθεὶς ὁμοῦ καὶ διδάσκαλος,
ῥύμῃ θείου ἔρωτος πρὸς τὴν ἔρημον μετανίσταται,
σφριγῶσαν τὴν σάρκα καὶ φλοιδοῦσαν τοῖς πάθεσι
καταμαράναι βουλόμενος, ὡς ἂν μὴ τὸ κρεῖττον δου-
λωθείη τῷ χείρονι. Ἄμφω γὰρ κατ' ἀλλήλων ἐπιθυ-
μεῖ, καὶ ἡ φθορὰ τοῦ σκηνώματος εἰκότως τῇ ψυχῇ
τὴν ἐπικράτειαν δίδωσι· καὶ τοῖς πέλας προσομιλή-
σας ὄρεσιν, ὁδηγεῖται πρός τινα πρεσβύτην, Σύρον
μὲν τὴν διάλεκτον, τὴν δὲ γνῶσιν οὐκ ἰδιώτην,
ἄκραν φιλοσοφοῦντα ἐγκράτειαν, καὶ τούτου τὴν
σκληραγωγίαν τέτρασιν ἀποσμηξάμενος ἔτεσιν, καὶ
πάσης ἡδυπαθείας ῥᾷον περιγενόμενος, λόγον ἔχων
τῷ πόνῳ συναμιλλώμενον, τῆς ἀδηλίας γλιχόμενος,
ἐσχατιᾶς τινος ἐγένετο πάροικος, ἄντρον αὐχῶν κατα-
γώγιον ὡς ἀρετῆς παλαίστραν καὶ κονιστήριον.
Ἔνθα πόσους μὲν ἄθλους ὑποστὰς κατὰ τὸ πλῆθος
τῶν ὀδυνῶν τὴν τοῦ Πνεύματος παράκλησιν ἀντελάμ-
βανε; πόσας δὲ ἀναβάσεις ἐν τῇ καρδίᾳ θέμενος τῷ
Πνεύματι κατειργάζετο; ἐκ δυνάμεως προβαίνων εἰς
δύναμιν, καὶ δι' ἀμφοῖν πράξεώς τε καὶ θεωρίας,
ἄπαν Αἰγύπτιον νόημα τῆς ψυχῆς ἐξορίζων καὶ σώ-
ματος.
θʹ. Μωϋσῆς τις ἄλλος τῷ βίῳ δεδωρημένος, τὴν
Αἰγύπτου καταλελοίπει τὸν τῇδε βίον, καὶ τὰ τοῦ
βίου, καὶ τρόπον τινὰ ἔξω τοῦ βίου γενόμενος, εἶδε
Θεὸν ὡς ἐν βάτῳ τῷ τραχεῖ τοῦ βίου ἐκλάμποντα·
καὶ ὥσπερ ἐξ ἀκάνθης τὸ ῥόδον, οὕτως ἐκ πόνων
ἀρετῆς φυτὸν εὐῶδες εἰς ὀσμὴν τοῦ Θεοῦ φύεσθαι
πέφυκεν. Οὕτω λυθεὶς τῶν χαμαιζήλων ἐννοιῶν, καὶ
ἀφεὶς δίκην πεδίλων τὰ γήϊνα ἐν τόπῳ Θεοῦ, τῷ
772
ἰδίῳ νῷ γίνεται, καὶ ὁρᾷ Θεὸν ὡς ἰδεῖν δυνατὸν, καὶ
πάλιν εἰς Αἴγυπτον παραγίνεται, πλήθη πολλά τε
καὶ ἄπειρα ἐξ Αἰγύπτου, καὶ τῆς πικρᾶς τυραννίδος
Φαραὼ τοῦ κοσμοκράτορος, καὶ πρὸς τὴν ἄνω γῆν
τῆς ἐπαγγελίας μεταστησόμενός τε, καὶ μεταστήσων
διὰ θαλάττης Ἐρυθρᾶς τοῦ θείου ὕδατός τε καὶ
αἵματος, ἐν ἐρήμῳ τῶν παθῶν πολιτευσαμένους, καὶ
Ἀμαλὴκ ἐκκλίναντας χειρῶν ἐκτάσει ἐπαιρομένων
σταυροειδῶς πρὸς τὸν ἐν σταυρῷ τὰς χεῖρας δι'
ἡμᾶς ἐκτείναντα, ἐξ αὐτοῦ τε τὴν τροπαιοῦχον δε-
δεγμένους δύναμιν. Ἐν τῷ σπηλαίῳ τοίνυν διττὸν
ἔτος διατρίψας, καὶ ἄγρυπνον τὴν ψυχὴν ἅμα καὶ τὸ
σῶμα διαφυλάξας, οἷον ἄσαρκος τῇ μελέτῃ τῶν
θείων λογίων ἐνασχολούμενος, πᾶσαν ἐξωστράκισεν
ἄγνοιαν, τὸ φῶς τῆς ἀληθοῦς εἰσοικισάμενος γνώ-
σεως. Εἰ δὲ καὶ ὕπνου μεταλαχεῖν ἔδει πρὸς τὴν τῆς
φύσεως ἀνάκτησιν καὶ ἀνάῤῥωσιν, ἔστω τὴν λει-
τουργίαν ἐτέλει τῆς φύσεως, ὡς τὸ διττὸν ἔτος οὐδ'
ὅλως ἀνακλιθῆναι, οὐ νύκτωρ, οὐ μεθ' ἡμέραν. Οὕτω
νεκροῦται τὰ ὑπογάστρια, καὶ τῶν νεφρῶν τὰς
δυνάμεις ἐκλύεται, καὶ τῶν ἐπ' ὀμφαλοῦ γαστρὸς
τὴν πύρωσιν παρασβέννυται, καὶ ἄτονος πρὸς τὸ
ἑαυτῷ χρησιμεύειν γίνεται.
ιʹ. Αὖθίς τε πρὸς τὴν πατρίδα παλινοστήσας, καὶ
τῆς Ἐκκλησίας ἐν πρεσβυτέρου τάξει γινόμενος, καὶ
ταύτῃ ὡς εὐγνώμων παῖς τῇ τιθηνῷ μητρὶ ἀποτίσας
τὰ θρέπτρα, θείᾳ προνοίᾳ πρὸς τὴν ἁλουργίδα τῶν
πόλεων μετατάττεται, καὶ τὴν θυγατέρα τοῦ μεγάλου
ἀρχιερέως νυμφεύεται. Οὐ γὰρ ὑπὸ μόδιον κρύπτεσ-
θαι ὅσιον φωστῆρα τοιόνδε, ἐφ' ᾧ τὸ ἄχρονον καὶ
ἀΐδιον φῶς ἀναπέπαυται, ἀλλ' ἐπὶ λυχνίαν ὑψηλὴν
καὶ περίοπτον ἀνατίθεσθαι, ἵν' ὡς ἐξ ἀπόπτου καὶ
μεσαιτάτης περιωπῆς σάλπιγξ οἷα χρυσήλατος πάντα
περιηχήσῃ τὰ πέρατα. Τίς οὕτως Ἐκκλησίαν ἴθυνέ
τε καὶ ἔταξε, καὶ χθαμαλὸν ἐπεδείξατο φρόνημα, ἐν
ὑψηλῷ τοῦ ἀξιώματος προτερήματι; τίς οὕτως ὀρ-
γὴν καὶ θυμὸν ἡνιόχησεν, ὡς ἔννομον πρᾳότητα
κτήσασθαι, ἀποστυγοῦσαν μὲν πᾶν ὅ τι τῆς ἀρετῆς
ἀντίθετον, καὶ διεκδικοῦσαν δὲ ἐξ ἀδίκων τὸν δίκαιον;
τίς ἀγάπην τοσοῦτος, ἐξ ἧς ἔλεος φύεται; οὗ τῆς
ἀρετῆς μέχρι νῦν ἔμψυχοι στῆλαι τὰ σύμβολα
φέρουσι. Λόγος γὰρ πᾶς αὐτῷ ἐλέου ὑπῆρχεν ὑπό-
θεσις, ὡς εἰς ἕξιν ἐληλακέναι συμπαθείας καὶ μετα-
δόσεως τοὺς τῶν ἐκείνου ἐπαίοντας λόγων. Ἔπεισε
γὰρ Θεῷ τὰ οἰκεῖα κιχρᾷν, φθαρτὰ διδόντας καὶ
ῥέοντα ἀντιμετρεῖν τὰ ἑστῶτα, καὶ ἄφθαρτα, καὶ
θησαυρίζειν ἐν οὐρανοῖς τῆς συμπαθείας τὸν ἔρανον,
οὐ δαπανώμενον. Οὐδὲ κλέπτῃ συλώμενον, ἐλεημο-
σύναις τὰς ἁμαρτίας καθαίρειν, καὶ τὰς ἀδικίας ἐν
οἰκτιρμοῖς πενήτων· πεινῶσι διαθρύπτειν τὸν ἄρτον
εὐαγγελικῶς, καὶ διψῶσι διδόναι ποτήριον· γυμνῶν
περιστέλλειν τὴν γύμνωσιν, καὶ ἀμφιάζειν ἀνείμο-
νας, καὶ ἀστέγους ὑπαιθρίους σκέπειν· ποιεῖσθαι
νοσούντων ἐπίσκεψιν, καὶ πρὸς φρουρὰν τὸν πόδα
προίεσθαι, καρποῦσθαι τῷ ἐλέῳ τὸν ἔλεον.
773
ιαʹ. Μῆνιν δὲ τίς ἀπώσατο, καὶ ἀπωθεῖσθαι τὸ
ποίμνιον πέπεικε, τὴν τὰ θεῖα σπλάγχνα τῶν οἰκτιρ-
μῶν τοῖς ἔχουσι κλείουσαν; Ὡς γὰρ ἐποίησας,
ἔστω σοι, φησίν· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθησο-
μένῳ. Ἀφέντι γὰρ ἀφεθήσεται. Καὶ ἔμπαλιν ἀκο-
λουθία πεφώνηκεν· οὐκ ἀφεθήσεται γὰρ οὐκ ἀφιέντι.
Τίς φθόνον, καὶ βασκανίαν κατέκρινε, καὶ κατάκρι-
σιν διδάξας; τὸ φθονεῖσθαι ἄριστον· ἀγαθὸν γὰρ
ἅπαν ἐπίφθονον. Αὐτοκατάκριτον δὲ πρὸς τῷ αἰσχί-
στῳ τὸ βάσκανον τὸ πάντων τῶν παθῶν ἀδικώτατον
καὶ εἰκαιότατον τὸ τοῦ ἐλέους ἀντίπαλον· εἴπερ ἔλεος
μὲν ἀλλοτρίοις κακοῖς ἐπαλγύνεσθαι, ἀγαθοῖς δὲ τὸ
βάσκανον, οὐχ ἑαυτοῦ ἕνεκα, τοῦ δὲ πάσχοντος· καὶ
αὔξησιν ποιεῖσθαι τῆς τηκεδόνος τῆς ἑαυτοῦ τῶν ἀλ-
λοτρίων καλῶν τὴν ἐπαύξησιν, τὸν κεκτημένον ἀμυ-
νόμενον πρότερον. Καὶ παιδεύσας μὴ κρίνειν τὸν
σύνδουλον, ὡς ἂν μὴ κριθείημεν δικαίοις σταθμοῖς
τοῦ μόνου κριτοῦ τὴν δίκην ἡμῖν ταλαντεύοντος·
μηδὲ ἁρπάζειν τὸ τοῦ δεσπότου ἀξίωμα. Εἷς γὰρ
κριτὴς, ὃς οὐ κρίνεσθαι πέφυκεν, ὡς μόνος ἁμαρτίας
ἐλεύθερος, δεσπόζων, οὐ δεσποζόμενος. Ἄφετε, εὐαγ-
γελικῶς ἐβόα, καὶ ἀφεθήσεσθε. Τίς λύπην ἀπώσατο
τὴν πρὸς θάνατον ἄγουσαν καὶ λύπην ἐδίδαξε τὴν
θυμηδίας πρόξενον; ὧν ἡ μὲν ὡς πένθος τῆς ἐκ
Θεοῦ ἁμαρτίας, σωτήριος· εἴπερ ἁμαρτάνειν τὸ ἀπο-
τυγχάνειν οἱ ταῦτα δεινοὶ διειλήφασιν· ἡ δὲ τῇ στε-
ρήσει τῶν ἡδονῶν ἐπισυμβαίνουσα, θυμόφθορος ὄντως
καὶ ἄρδην εὐδόκιμος. Οὐ γάρ ἐστιν, οὐκ ἔστι
λύπην συμβῆναι, ἢ ἐπὶ στερήσει ἐφέσεως. Οἵα τοί-
νυν ἡ ἔφεσις, τοιάδε καὶ τῆς ἀστοχίας ἡ λύπη·
ἀγαθῆς μὲν ἀρίστη, ἄλλως δὲ ἐχούσης, ἄλλως ἔχουσα.
Ἀρίστη δὲ τῶν ἐφέσεων μία πρὸς τὸ μόνον ἄριστον
νεύουσα. Τῶν ἐναντίων δὲ καὶ αἱ ἐφέσεις ἀντίθετοι.
Ἀκηδίας δὲ τὸ ἄτονον οὐκ ἐτόνωσε μνήμῃ θανάτου;
διδάξας αὐτῆς τῆς ψυχῆς νευροτομοῦσαν τὴν δύναμιν
ἀποσείεσθαι, καὶ ταύτην ἀντεισοικίσας θεῖον φόβον,
καὶ πόθῳ τὸν λαὸν παροτρύνας πρὸς εὐχὰς, καὶ ῥᾳ-
θυμίαν ἄρδην τῶν ψυχῶν ἐκτινάττεσθαι, καὶ παντὶ
σθένει τὰς ἑαυτῶν καρδίας τηρεῖν, ὡς ἂν μὴ ὡς διὰ
θυρίδων τινῶν τῶν αἰσθήσεων ἀναβῇ θάνατος ἐπ'
αὐτάς.
ιβʹ. Ἐρευνᾷν τὰς Γραφὰς ἐδίδαξεν, ἐξηγητὴς καὶ
παιδευτὴς τούτων γενόμενος, καὶ προφητικῷ πνεύ-
ματι τὰ κεκρυμμένα βάθη διερευνήσας τοῦ Πνεύ-
ματος, καὶ διαῤῥήξας τοῦ γράμματος τὸ προκάλυμ-
μα, καὶ τὸ κάλλος δημοσιεύσας τὸ ἐναπόθετον· καὶ
ταῦτα πάντα ἀτύφῳ, καὶ ἀκενοδόξῳ τῷ φρονήματι.
Ἤ|δει γὰρ, ᾔδει καταπατεῖν τὸ κενὸν δοξάριον, τὸ
κενὸν τῶν πόνων ἀνάλωμα, τὸ τῶν ἀρετῶν λήϊον λυ-
μαινόμενον. Τιθρᾷν γὰρ οἶδεν, οἷα πίθον, τὸ ψυχικὸν
δοχεῖον τῶν ἀρετῶν, καὶ τῇ ἐκροῇ εἰσροὴν ἐκλαμβά-
νουσα, οὐδὲν ἧττον κενὸν τὸ δοχεῖον καθίστησιν,
ἀκερδεῖς ἱδρῶτας χαριζομένη, καὶ πόνον προξενοῦσα
776
ἐπικαρπίας ἀμέτοχον. Πρέπειν γὰρ ᾔδει, Θεῷ μὲν
πᾶν κλέος καὶ ἔπαρμα, ἀνθρώπῳ δὲ τὴν ταπείνωσιν,
ὁδὸν ἀρίστῳ γινομένην ὑψώσεως, καὶ Ἰσραὴλ κλί-
ματα, πρὸς Θεὸν μὲν ἀναβιβάζουσαν ἄνθρωπον, καὶ
Θεὸν καρδίας τελοῦσαν ἐφέστιον.
ιγʹ. Ἐταπεινοῦτο πάσῃ τῇ κτίσει διὰ τὸν κτίσαντα
Κύριον, ᾗ μόνον οὐ Χριστὸς ἠτιμάζετο, καὶ νόμος
θεῖος παρεωρᾶτο καὶ ἀνετρέπετο. Ἀπηνῄνατο σοβα-
ρὸν ἅπαν καὶ βλοσυρὸν, καὶ ὑπεροφρυβλέφαρον·
μειλίχιον μὲν τὸ ὄμμα τοῖς ὁμιλοῦσι διδοὺς, λόγον
δὲ ἤπιον καὶ θεῖον ἠρτυμένον ἅλατι. Τὸ ἦθος μὲν
χαρίεν, ἀστεῖον δὲ τὸ τοῦ προσώπου μειδίαμα, οὐ
πρὸς ἔκλυτον διαχεόμενον γέλωτα. Εἰδὼς γὰρ ὡς
ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγασι, καί εἰσί πως
ἀγχίθυροι, τῷ ἄριστα διακελευομένῳ πειθόμενος,
προσεῖχεν ἑαυτῷ, τραπεζίτης εὐκρινὴς γινόμενος·
κίβδηλον μὲν ἅπαν ἀποπεμπόμενος χάραγμα, τῆς δὲ
βασιλικῆς εἰκόνος τὴν δραχμὴν προσιέμενος, κακίας
μὲν ἅπαν εἶδος, ὡς χοῦν ἐκρίπτων τῆς ἑαυτοῦ καρ-
δίας ῥύμῃ θείου Πνεύματος, ταῖς ἀντιθέτοις δὲ τῶν
κακιῶν ἀρεταῖς ἀρδευόμενός τε καὶ πιαινόμενος, καὶ
ὡσεὶ ἐλαία κατάκαρπος ἐν οἴκῳ Θεοῦ τῇ Ἐκκλησίᾳ
ἀειθαλὴς γινωσκόμενος, καὶ Θεῷ φέρων καρπὸν
ὡραῖον τὴν τῶν δι' αὐτοῦ σωζομένων πληθύν· ἢ ὡς
φοίνιξ τις τῶν ἀρίστων ἐλέγχων σφραττόμενος σκό-
λοψι. Καὶ διελέγχων ἄριστα τοὺς οἰκίαν πρὸς οἰκίαν
συνάπτοντας, καὶ Ναβουθαὶ διαρπάζειν ἐπειγομέ-
νους τὸν ἀμπελῶνα, ὡς οὐκ ὄντος Ἠλιοῦ τοῦ διε-
λέγξοντος. Ἀλλ' ἤγειρεν αὖθις Ἠλίαν τὸ Πνεῦμα
τὸ ἅγιον, ἐμφιλοχωροῦν ἐν δικαίων ψυχαῖς. Κατὰ
γενεὰν καὶ γενεὰν προφήτας ἀνίστησι, ζηλωτὰς ἔρ-
γων ἀγαθῶν, ἀποστυγοῦντας μὲν ὅ τι φαῦλον καὶ
ἄτοπον, εἰσοικιζομένους δὲ καὶ ἀντεισάγοντας πᾶν
ἔννομόν τε καὶ δίκαιον.
ιδʹ. Οὕτως οὗτος ὁ θεῖος ἀνὴρ κριτὴς τῆς ἀδικίας
ἐγίνετο· οὐ ταύτῃ κρίνων, ἄπαγε· πῶς γάρ; ἀλλὰ
κατακρίνων, καὶ δεικνὺς ταύτην ἀπόβλητον, καὶ
τῶν θείων περιβόλων ἀπείργων, ποιοῦντας τὰ ἄδικα.
Χήρα γὰρ αὐτὸν ὑπεπίαζε θαμινὰ παρενοχλοῦσα,
τρυχομένη τὴν καρδίαν τῷ ἀδικήματι. Καταφύγιον
ὥσπερ ὀχυρόν τι καὶ ἀκαθαίρετον τουτονὶ καταλαμ-
βάνει τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀσφαλῶς οὐχ ἥκιστα
βεβουλευομένη. Τίνα γὰρ ἂν ἕτερον εὕρατο τοῦ
πάθους ἀντιληψόμενον; ἄρχοντα; ἀλλ' ἦρχε τῶν
ἀρχόντων ἡ ταῦτα ἐπηρεάζουσα. Βασιλέα; ἀλλὰ τῇ
τοῦ μέλους προσπαθείᾳ τὴν γνώμην κατεθηλύνετο.
Σὰρξ γὰρ ἦν ἐκ τῆς σαρκὸς αὐτοῦ ὀστοῦν αὐτοῦ
κεχρημάτικεν ἡ δρῶσα τὸ βίαιον. Καὶ ἣν ἔδει τοὺς
ἀδικοῦντας ἐπιστομίζειν, ἀδικεῖν ἠπείγετο. Τί δρᾷς
ὦ παράνομον γύναιον; ἁλουργίδα περίκεισαι, οἷα
νόμου φύλαξ προβεβλημένη, καὶ νόμον καταπατεῖς;
ὢ τῆς ἀῤῥήτου σοφίας τοῦ φήσαντος· Μὴ δότε τὰ
ἅγια τοῖς κυσὶ, μηδὲ ῥίπτετε τοὺς μαργαρί-
τας ἔμπροσθεν τῶν χοίρων! Αὕτη γὰρ τὸν θεῖον
νόμον καταπατήσασα τὸν ἅγιον, τὸν μαργαρίτην
δηλαδὴ τὸν πολύτιμον, στραφεῖσα τὴν πενιχρὰν
777
χήραν ἔῤῥηξε, τὴν ταύτης ἐφήμερον βιοτὴν διαρπά-
σασα. Τί πράττει, ὢ ἄπληστον καὶ ἀχάριστον γύ-
ναιον; γῆν τε καὶ θάλασσαν δωροφοροῦσαν ἔχουσα,
χήρας ἀπόρου κατατρέχεις τοῦ πενιχροῦ κτήματος,
ἧς σε δίκαιον ἦν ἀνταλλάξασθαι βίον; λόγῳ δὲ βε-
βαιοῦσα τὸν νόμον, ἔργῳ τοῦτον δρᾷς ἀποκήρυκτον;
οὐκ ᾐδέσθης τὸν πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν
τῶν χηρῶν; ἀλλ' ἤκουσεν ὄντως ὁ τοῖς θείοις λόγοις
ἀεὶ τρεφόμενος τῆς θεοπνεύστου ῥήσεως· Κρίνατε
ὀρφανὸν, καὶ δικαιώσατε χήραν· καὶ Ἠλίαν ἔχων
τοῦ ζήλου ποδηγὸν τὸν πυρίπνοον, Ἰωάννου μιμεῖται
τὴν παῤῥησίαν, οὐκ ἔξεστί σοι λέγων ἔχειν τὸν ἀμ-
πελῶνα τῆς ἀδελφῆς σου. Οἴει γὰρ τὴν φύσιν ἐκβε-
βηκέναι, εἰ καὶ τὴν ἀξίαν ὑπερέβης τῷ τυραννικῷ
ἀξιώματι; Ἀρχὴ γὰρ νόμῳ τυπουμένη βασιλεία
καθίσταται, παρανομίᾳ δὲ στοιχειουμένη, τυραννὶς
οὐκ ἀδίκως κατονομάζεται. Οὐκ ἀνέγνως Ἰεζαβὲλ
τὸ δραματούργημα; τί τουτονὶ τὸν θεῖον εἰσέρχῃ
σηκόν; ἄπαγε πόῤῥω τῶν θείων ἀνακτόρων. Λουτὴρ
ὑπάρχει ὁ θεῖος ναὸς, ἀποῤῥίπτων τὰ ἁμαρτήματα.
Οὐ τελώνης τὸν Ἰησοῦν ἐφέστιον εἰσδεξάμενος καλῶς
διεσκόρπισεν, ἃ κακῶς ἐτελώνησε; καὶ σὺ θύγατερ
(ἔτι γάρ σε μέλος οὖσαν, εἰ καὶ δύσχρηστον περι-
έδω ἐλπίδι τῆς σωτηρίας, σωτηρία δὲ μετανοίας δίχα,
τῶν ἀνυπάρκτων καθέστηκεν)· ἀπόδος καλῶς, ἃ κα-
κῶς διήρπασας.
ιεʹ. Ταῦτα λέγων, οὐκ ἔπειθεν. Ἔβυσε γὰρ τὴν
ἀκοὴν ὡσεὶ ἀσπὶς, οὐκ ἐπαίουσα τοῦ φιλοθέως καὶ
σοφῶς φαρμακεύοντος. Ἐπεὶ δὲ τὸ πάθος ἑώρα πάμ-
παν ἀνίατον, ἐξωθεῖ τοῦ ἱεροῦ θαλάμου τὴν ἔνδυμα
γάμου μὴ ἔχουσαν. Εἶτα τί; ἡ Ἰεζαβὲλ πάλιν τοῦ
προφήτου κατεξανίσταται, καὶ φεύγει μὲν οὐδαμῶς
ὁ κήρυξ τῆς ἀληθείας, οὐδὲ φρουρᾷ παραδίδοται, οἷα
φωνὴ βοῶντος, ἀλλ' ὑπερορίαν καταδικάζεται. Ὢ τοῦ
ἀτόπου φρονήματος! πάλιν τὸ τοῦ ὄφεως θέλγητρον
τῆς Ἐκκλησίας τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐξορίζειν
ἐπείγεται, καὶ τῆς ἐφέσεως οὐ διήμαρτε. Μικρὸν ὅσον
τοῦ θείου μακροθύμως ἐπινυστάξαντος βλέμματος,
τοῦ βασιλικοῦ ἐξορίζεται ἄστεος, μᾶλλον δὲ προμη-
θείᾳ Θεοῦ τοῦ θριαμβεύσαντος τῶν αὐτοῦ φιλῶν θε-
ραπευτῶν τὸ ἀῤῥενωπὸν φρόνημα, καὶ πᾶσαν
Θεοῦ οἷα Θεοῦ ὣν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ περιῄει,
σὺν Ἀβραὰμ πρὸς ἀλλοδαπὴν καλούμενος, σὺν Μωϋσῇ
τῶν βασιλείων φυγαδευόμενος, σὺν Ἠλίᾳ πρὸς τὸ
ἄντρον Χωρὴβ ἀποτρέχων, σὺν Ἰησοῦ τῷ Θεῷ φεύ-
γων εἰς Αἴγυπτον, ὡς ἂν ἐν τοῖς ἄθλοις ἡ ἀνδρεία
γνωσθείη, καὶ κατάλληλα τὰ ἔπαθλα δρέψοιτο. Ὡς ἂν
τρόπον τινὰ τὸν Ἰὼβ ἐκμιμήσηται, καὶ πρὸς αὐτὸν
ἐρεῖ Θεός. Ἢ οἴει με ἄλλως κεχρηματικέναι σοι, ἢ
ἵνα δίκαιος ἀναφανῇς, ὡς ἂν καὶ ἄλλοις κηρύξῃ τὸ
Εὐαγγέλιον.
ιϚʹ. Εἰ δὲ καί τινες ἕτεροι τῆς παρανόμου ταύτης
ὑπερορίας συλλήπτορες γεγόνασι, σιγῇ τιμῶμεν αἰ-
δοῖ τῶν Πατέρων, ὡς ἂν μὴ τοῦ Χὰμ ἀπενεγκώμεθα
780
πρόστιμον, τοῖς Πατράσιν ἐπιτωθάζοντες. Πολύτρο-
πος γὰρ ἡ περὶ τούτου διήγησις, τῶν μὲν ἐπισκό-
πων ἐπιχεόντων τὸ ἄτοπον, τῶν δὲ τουτὶ πάντῃ
ἀπαναινομένων, καὶ τῆς βασιλίδος καταψηφιζομέ-
νων, ἀπειλούσης τὴν τῶν ἑλληνικῶν τημένων ἀνα-
καίνισιν, ἤδη καθαιρεθέντων ἄρτι, εἴ γε μὴ σύμψη-
φοι πρὸς τὴν θείου ἀνδρὸς γένοιντο δίωξιν. Καὶ νι-
κάτω τὸ εὔφημον· οὐκ ἀγαθὸν γὰρ Πατέρας συγκρί-
νειν, ὡς ἂν μὴ τούτων ὑφ' ἑαυτῶν κριταὶ κατασταίη-
μεν.
ιζʹ. Εἴτε οὖν οὕτως, εἴτε ἐκείνως, ἀφαιρεῖται τῆς
Ἐκκλησίας ὁ πρόεδρος, ἡ κεφαλή τε τοῦ σώματος,
καὶ χηρεύει τὸ ποίμνιον τοῦ καλοῦ ποιμένος τοῦ χρι-
στομιμήτως ἀεὶ τὴν ψυχὴν τιθέντος τὴν ἑαυτοῦ ὑπὲρ
τῶν προβάτων. Καὶ ἐπόθει ἡ Ἐκκλησία τὸν κήρυκα,
τὸν νομέα, τὰ πρόβατα, καὶ τὴν σύριγγα· οἱ τοῦ
Χριστοῦ ὑπερασπισταὶ τὸν ταξίαρχον, καὶ τὴν σάλ-
πιγγα κατ' ἐχθρῶν νοητῶν ταράττουσαν, τὸν προ-
ασπιστὴν αἱ χῆραι· οἱ ὀρφανοὶ τὸν πατέρα· οἱ νο-
σοῦντες τὸν κομιστὴν, οἱ ξένοι ξεναγωγόν· ἡ τῶν
πόλεων ἁλουργὶς τὸν χρυσὸν τὸν ἀκίβδηλον κοσμοῦντα
δι' ἑαυτοῦ, καὶ ἐπικιρνῶντα τὴν βασιλείαν τῇ ἱερω-
σύνῃ, καὶ τῇ τοῦ πατρὸς ὥρᾳ χαριτοῦντα τὸ σκῆ-
πτρον, καὶ τὸ διάδημα· αἱ φιλόθεοι ἀκοαὶ τὸν χρυ-
σολόγον καὶ χρυσόστομον. Καὶ εἰ μὴ τολμηρὸν φάναι,
συνεξῄει Χριστὸς ὃν ἔφερεν ἔνοιστον. Ὢ πῶς ἀδακρυτὶ
τὴν ἀνήκεστον ἐκτραγῳδήσαιμι συμφοράν; οὐδὲ λιθίνη
γὰρ καρδία μὴ δακρύειν ἐπὶ ταύτῃ δυνήσεται, ἐπεὶ
καὶ λίθος ῥάβδῳ Μωσαϊκῇ ῥαπιζομένη ἐξέχεε νά-
ματα, καὶ καρδία στεῤῥὰ τῷ μεγέθει πληγεῖσα τῆς
τραγῳδίας, ποταμηδὸν ἐκχεῖ δακρύων κρουνούς.
ιηʹ. Ἀλλ' ἄφνω τὰ βασίλεια θραύεται, καὶ Φαραὼ
πάλιν τὸν θεόπτην ἐπιβοᾷ τὰ πρὸς τὴν τῆς μάστιγος
ἄμυναν· ὃ δὴ καὶ γίνεται. Ἅμα γὰρ Ἰωάννης βασι-
λικῷ παλινοστεῖ προστάγματι, καὶ ἐκόπασεν ἡ
θραῦσις. Οὕτως οἶδε Θεὸς τιμᾷν τοὺς ὄντας αὐτοῦ·
Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ἀλλ' ἢ τοὺς δοξάζον-
τάς με δοξάσω. Πάλιν τοίνυν ἐν εὐθυμίᾳ τὸ Χριστοῦ
ποίμνιον. Πᾶσι γὰρ ἀποδίδοται ὁ τὰ πάντα πᾶσι γι-
νόμενος, καὶ χαίρει μὲν ἅπαν Χριστοῦ τὸ ὑπήκοον,
καὶ πιαίνεται, καὶ αὔξει ἐν ἀγαθῇ γῇ τῆς καρδίας,
ὡς σπόρον τοῦ πνεύματος τοὺς Ἰωάννου λόγους δε-
χόμενος. Ὁ δὲ διάβολος θραυματίζεται, καὶ πάλιν
τοῦ κήρυκος συνήθως κατεξανίσταται, καὶ ἐξαιτεῖται
ὁ ἀδρανὴς τὸν ἀνδρεῖον τῆς Ἐκκλησίας πρόβολον,
καταλύειν πειρώμενος, καὶ τὸν πλοῦτον λαφυραγω-
γεῖν τὴν ἀσύλητον· καὶ λαμβάνει μὲν τὴν ἐξουσίαν
τοῦ σώματος, ὥς ποτε τοῦ Ἰὼβ ὁ τούτου μὴ φέρων
πρότερον τὸ ἐμβρίμημα. Καὶ πάλιν ὁ δίκαιος αἴρε-
ται, ὁ νυμφίος τῶν θαλάμων ἐξοστρακίζεται, καὶ τὸν
νυμφικὸν ἡ Ἐκκλησία περιαιρεῖται κόσμον, καὶ τὴν
κεφαλὴν περικείρεται, τοῦτον οὐκ ἔχουσα. Πῦρ γὰρ
ἐκ τοῦ θρόνου, οἷα σκηπτὸς θεήλατος τὴν Ἐκκλησίαν
781
ἅμα καὶ τὴν σύγκλητον κατανέμεται. Καὶ πάλιν οἰ-
μωγαί τε καὶ δάκρυα, συνεκδημεῖν πλήθους ἢ ἐνδη-
μεῖν ἐφιεμένου, καὶ ἦν αὐτοῖς ὁ θάνατος αἱρετώτε-
ρος τῆς Ἰωάννου στερήσεως. Ἀλλὰ φευκτῶν
κακῶν Θεοῦ παραχωροῦντος ἐπικρατούντων, οἷς ἐπί-
σταται, κρίμασιν.
ιθʹ. Οὕτω γὰρ πάλιν ἀμείβων, ἐξ ἄστεος ἐκ χώρας
εἰς χώραν μεθιστάμενος, ὃν ἐπόθει διώξας κατέλα-
βε· τὸ ζῇν χρηστὸν λογισάμενος, καὶ κέρδος τὸν
θάνατον, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, τὴν
πίστιν τηρήσας, καὶ τὸν δρόμον τελέσας, καὶ κομι-
σάμενος τῶν ἄθλων τὰ ἔπαθλα, τῆς δικαιοσύνης τὸν
στέφανον. Ἀλλ' οὐκ εἴασε καὶ θανὼν τὴν νύμφην τὴν
ἑαυτοῦ ὁ φιλούμενος, φιλόνυμφος, καὶ φιλότεκνος,
οὔτε μὴν τοὺς παῖδας τοὺς ἑαυτοῦ τῆς οἰκείας ἐστε-
ρημένους χάριτος, ἀλλὰ θείᾳ Προνοίᾳ καὶ κρίσει κα-
ταλλήλως πρὸς τὰ βασίλεια φέρεται, τὸ μὲν σῶμα
πρὸς τὰ ὁρώμενα, τὸ δὲ πνεῦμα πρὸς τὰ ἀθέατα·
καὶ κήρυξ τῶν θείων λογίων διαμένει, μέχρις Χρι-
στὸς αὖθις παραγενήσεται, μεθ' οὗ δοξασθήσεται,
τῆς αὐτοῦ κατατρυφῶν χαρᾶς τε καὶ ὡραιότητος.
Ταῦτά μοι, ὦ Πάτερ Πατέρων, πρός σε τὰ ψελλί-
σματα· ἀλλ' ἐποπτεύοις ἡμᾶς τοὺς ὁμωνύμους, καὶ
ἀντιδοίης τῆς πρὸς τὸν Κτίστην οἰκείωσιν, ὅς ἐστι
Χριστὸς, εὐφροσύνη αἰώνιος· ᾧ ἡ δόξα, καὶ τὸ κρά-
τος, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτή-
τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΙΒʹ.Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου πρεσβυτέ-ρου τοῦ Δαμασκηνοῦ, ἐγκώμιον εἰς τὴν ἁγίανκαὶ ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Βαρβάραν.}αʹ. Ὑπέρκειται μὲν ὁμολογουμένως ἅπασαν ἐγκω-μίων σύνθεσιν, τῶν ἁγίων, καὶ τῆς εὐσεβείας καλ-λινίκων μαρτύρων ἡ δόξα, καὶ χάρις, καὶ εὔκλεια,καὶ τῆς ἐκ ῥητορικῶν λόγων, καὶ σοφιστικῆς τέχνηςλαρυγγισμάτων ἐρανιζομένης ὑπερίδρυται πλάσεως.Καὶ καταπλαγείησαν, οἶμαι, καὶ ἀποροίησαν ἂν πρὸςτὸ τῆς ὑποθέσεως μέγεθος, καὶ οἱ λίαν περὶ τὰςτοιαύτας ἐπιστήμας δεινοὶ, καὶ τὸν ὅλον ἑαυτῶν βίανπερὶ τὰς τοιάσδε τριβὰς, καὶ μελέτας ἐσχολακότες,καὶ κατανηλωκότες· μὴ ὅτι γε οἱ καθ' ἡμᾶς ἀμαθεῖςτε καὶ ἄπειροι, καὶ μηδ' ἄκρῳ δακτύλῳ, τὸ δὴ λεγό-μενον, ταύτης γεγευσμένοι τῆς ἐμπειρίας τε καὶ εὐ-τεχνίας, καὶ λογογραφικῆς σκέψεως. Ἀλλ' οὐ παρὰτοῦτο πάντη πρὸς τὴν τοῦ λόγου ἐγχείρησιν οἱονείπως ἰλιγγιάσαντες, καὶ δειλίᾳ συσχεθέντες, καὶ κατ-οκνήσαντες, ἡμᾶς γε αὐτοὺς, καὶ τὸ παρὸν φιλήκοονἀκροατήριον, ἀμοίρους τῆς ἐκ τηλικούτων ἀγώνωνπεριπετείας, ὡς εἰκὸς, προσγενομένης ὠφελείαςπαντελῶς καταλείψωμεν. Φέρε δὴ οὖν, τὴν ἄνωθενῥοπὴν παρὰ τοῦ τῶν τοιούτων ἀγωνισμάτων ἐπόπτουκαὶ ἀθλοθέτου Χριστοῦ, ἵλεω καὶ ἐπίκουρον ἐπικα-λεσάμενοι, διαγράψωμεν τῷ λόγῳ, καὶ ὡς οἷόν τε ὑπ'ὄψιν παραστήσωμεν, τὴν παρ' ἡμῶν νῦν εἰκότως εὐ-φημουμένην· καὶ ἧς, τὴν πανήγυριν πάνδημον σή-μερον ἄγομεν καλλινίκου μάρτυρος Βαρβάρας, τῆςὅλης ἀθλήσεως, ὡς ἐν βραχεῖ τὴν ὑπόθεσιν ἐνστη-σώμεθα, ἵνα τὴν ἀοράτως συνεπισχύουσαν, καὶ νευ-ροῦσαν τοὺς μάρτυρας θείαν κατανοήσαντες δύνα-μιν, οὐ τὴν τυχοῦσαν τῇ ψυχῇ προσπορισώμεθα ὄνη-σιν, καὶ βελτίωσιν· οὐκ εὐγλωττίας ἤχοις, καὶ ῥή-μασιν τοὺς ἀγῶνας ἐπαίρειν πειρώμενοι. Οὐδὲ γὰρτῆς ἐκ τῶν λόγων οὗτοι βοηθείας προσδέονται· αὐτὰδὲ δή που τὰ πράγματα ψιλῇ τῇ φράσει διεξερχόμε-νοι. βʹ. Ἀλλὰ διανάστητέ μοι λοιπὸν, ὦ φιλόχριστονκαὶ φιλόμαρτυς σύστημα, καὶ τὸν νοῦν τῆς ἐπὶ τὰἔξω περιπλανήσεως περιπτύξαντες καὶ συστείλαν-τες, προσεχῶς τῶν λεγομένων ἀκούσατε. Καὶ γὰρἄτοπον, ἐπὶ μὲν τὰ κοσμικὰ θέατρα, ἱπποδρομίας ἢπαλαίστρας φημὶ, ἤ τινος τῶν τοιούτων γυμνικῶνἀγώνων προθύμως συνδραμεῖν, καὶ τὴν ἅμιλλαν τῆςἀγωνίας, καὶ τὴν τῶν ἀντιπάλων συμπλοκὴν ὑπ-ηγμένως ἐθέλειν ἰδεῖν, καὶ μὴ πρότερον ἀποστῆναι,κἂν μυρία περισπῶνται, πρὶν τὸ τέλος, καὶ τὸν νί-κην ἀπενεγκάμενον ἐποπτεῦσαι, τὸ βραβεῖον τε ἀρά-μενον, καὶ τὸ στέφος ἀναδησάμενον, καίτοι μηδὲνἑαυτοῖς ἐκεῖθεν ἐπιφερομένους τὸ ὄφελος. Ἐνταῦθαδὲ ἔνθα ψυχωφελὲς, καὶ πνευματικὸν ἡμῖν πρόκειταιθέατρον, ἀγωνοθέτην μὲν κεκτημένον, οὐχ ἕνα τῶνἐπὶ γῆς βασιλέων, ἀλλὰ τῶν ἁπάντων ὁρατῶν καὶἀοράτων ἡγεμονεύοντα παντάνακτα Χριστὸν τὸν Θεὸνἡμῶν, θεατὰς δὲ, τὰς χιλιάδας, καὶ μυριάδας τῶνἐπουρανίων στρατιῶν καὶ δυνάμεων, ἀγωνιουμένηνδὲ, Βαρβάραν τὴν ἀοίδιμον, καὶ παμπόθητον τοῦΧριστοῦ στεφανίτιν καὶ μάρτυρα, ἀντιπάλους δὲ,οὐχ ἕνα που, ἢ δεύτερον, ἀλλὰ πρῶτον μὲν, καθώςφησιν ὁ Ἀπόστολος; Οὐ γὰρ ἔχομεν τὴν πάληνπρὸς αἷμα, καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς,πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτοραςτοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίαςἐν τοῖς ἐπουρανίοις, τουτέστιν, διὰ τὰ ἐπουράνια.Πρὸς τούτοις δὲ, καὶ τὸν ἴδιον κατὰ σάρκα πνεῦμα,καὶ τοὺς κοσμικοὺς ἡγεμόνας, καὶ ἄρχοντας, οὓς ἡπάναγνος τοῦ Χριστοῦ ἀμνὰς Βαρβάρα παλαιστρίταςἐκέκτητο, ἐξ ὁρατῶν καὶ ἀοράτων πολεμίων συγ-κειμένων. γʹ. Τοιαύτης οὖν ἡμῖν ἄθλων θεωρίας προτιθεμέ-νης, οὐκ ἐπισπεύσομεν πρὸς τὴν τούτων ἐπόπτευσιν,καὶ τὰς συμβολὰς, καὶ πλοκὰς, καὶ λαβὰς ἀμφοτέ-ρων κατάρδωμεν, καὶ τὴν νίκην τῆς ἡμετέραςἱερονίκου, καὶ στεφανίτιδος ἐπαθρήσομεν; καὶ τοὺςμὲν στυγεροὺς δαίμονας ἡττωμένους καὶ καταισχυ-νομένους καὶ πίπτοντας, τοὺς ἀγγελικοὺς δὲ δήμουςἀλαλαγμοὺς ἐπιφωνοῦντας, καὶ ἐπινικίοις κρότοιςτὴν καλλίνικον εὐφημοῦντας καὶ γεραίροντας, καὶΧριστὸν αὐτὸν ὡς ἀγωνοθέτην, τοῦ βασιλικοῦ θρόνου,καθάπερ ἐπὶ Στεφάνου τοῦ πρωτομάρτυρος, ἐπαν-ιστάμενον, καὶ τοὺς στεφάνους προτείνοντα, καὶἱδρῶσι περιῤῥεομένην τὴν νικηφόρον, ὑπ' ἀγγέλωνδορυφορουμένην ὑποδεχόμενον, καὶ περιπτυσσόμε-νον, καὶ τοῖς ἐπουρανίοις θαλάμοις, καὶ νυμφῶσινἐνευναίοντα; Τί τοῖς φιλοθεάμοσι τοῦ τοιοῦδε θεά-ματος τερπνότερον, ἢ ἡδύτερον, ἢ ἐπικερδέστερον; «Μακάρισον γὰρ, φησὶν Βασίλειος ὁ ἱερὸς τῆς Ἐκ-κλησίας διδάσκαλος, γνησίως μαρτυρήσαντας, ἵναγένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶςαἵματος, καὶ μαστίγων, καὶ αἰκισμῶν.» Ἆράἐστιν τίς ἑτέρα τῆς τοιαύτης ἐποψίας ἢ πραγμα-τείας κερδαλεωτέρα, καὶ τὸν πλοῦτον προσφέρουσαπλείονα; οὔ μοι δοκεῖ. Ἀλλὰ τί πέπονθα, ὦ φίλοι; πρὶν τῇ ἀρχῇ τῶνἀγώνων προσβάλωμεν, πρὸς τὸ τέλος ἡμᾶς ὁ λόγοςπαρώρμησεν. Ἄγε δὴ οὖν, αὐτὸν ἀνακαλεσάμενοι,τῶν προθύρων τοῦ μαρτυρίου ἐπιβῶμεν ἤδη, καὶτῆς κατὰ μέρος διηγήσεως καταρξώμεθα. δʹ. Τοῦ παναγάθου, καὶ φιλοικτίρμονος Θεοῦ Λό-γου τὸ ἴδιον πλαστούργημα, ὅπερ κατ' εἰκόνα τὴνἑαυτοῦ ἀρχῆθεν πεποίηκεν, καὶ τῶν ἐπιγείων τὴνἡγεμονίαν ἐγκεχείρικεν, ὑπὸ τῆς τοῦ νοητοῦ δὲ διὰτοῦ αἰσθητοῦ ὄφεως ἀπάτης ἐκ τῆς τοῦ παραδείσουτρυφῆς ἐξενηνεγμένον ἑωρακότος, καὶ λοιπὸν δεδου-λωμένον, καὶ παγγενεὶ οὐ μόνον τῇ φθορᾷ ὑποβεβλη-μένον, ἀλλὰ καὶ εἰς πολυσχεδεῖς πλάνας καὶ πάθηἀτιμίας ὑπηγμένον, καὶ τοσοῦτον τῷ ζόφῳ τῆς ἀσε-βείας τοὺς ψυχικοὺς ὀφθαλμοὺς ἐσκοτισμένον, ὡςκαὶ τὸν ὄντως ὄντα Θεὸν καταλελοιπέναι, ξύλοις δὲκαὶ λίθοις, καὶ ἀναισθήτῳ ὕλῃ τὴν προσκύνησινπροσενηνοχέναι, καὶ ὑπὸ τοῦ πονηροῦ, καὶ ἀποστα-τικοῦ δαίμονος εἰς ἔσχατον ᾅδου καὶ ἀσεβείας ἐξω-σμένον καὶ κατεῤῥιμμένον, οὐκ ἤνεγκεν τὴν τοῦἀλάστορος τυράννου ὕβριν, καὶ τοῦ πεπλανημένουἀνθρώπου ἀπηλπισμένην ἀπώλειαν. Οἴκτῳ δὲ μᾶλλοντοῦ ἰδίου ἀναλαβὼν ποιήματος, ἐξ ἀπειρογάμου νεά-νιδος τὸ κώδιον ὁ Ποιμὴν ὁ καλὸς περιέθετο, δι' οὗτὸν ἀντίδικον δελεάσας, καὶ τῷ σταυρῷ καταγωνισά-μενος, δικαίως τῆς τυραννίδος ἐκβέβληκεν, ὡς ἀδί-κως τῷ ἁμαρτίας ἀπείρῳ, καθ' ἣν ὁ θάνατος ὥριστο,τὸν θάνατον ἐφοπλίσαντα. Οὐ γὰρ θανάτου εὐθύναιςκαὶ ἐπιτιμίοις ὑπέκειτο, ὁ ἁμαρτίας παντάπασινἄγευστος. εʹ. Ὁ τοίνυν τοῦτον ἀδίκως ἀνῃρηκὼς, ἐνδίκωςἀνταναιρεθήσεται, καὶ οὗ ἐκέκτητο πλούτου, στερη-θήσεται. Ἐκείνου γὰρ ἀναίρεσις, ἡ τῆς ἐξουσίαςἐστὶν ἐκβολὴ καὶ ἔκπτωσις· ἀθάνατον γὰρ τὸ δαιμό-νιον φύλον ὑπὸ τοῦ Κτίστου δεδημιούργηται. Καὶ ὁΚύριος γὰρ παρὰ τὸν τοῦ πάθους καιρὸν ἔφασκεν·Ἔρχεται ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶεὑρήσει οὐδέν· τουτέστι, τῶν ἐκείνου σπερμάτωνγεώργιον, ἢ ἁμαρτίας ἴχνος, ἢ ὀσμὴν, ἢ ἀποσκίασμα.Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, προφητικῶς εἰπεῖν,οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶπάλιν ἔλεγεν, Νῦν κρίσις τοῦ κόσμου τούτου ἐστίν·