Deprecationes iiii
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Deprecationes i–iii [Dub.], MPG 96: 816– 817.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg061.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι. Ἀλλὰ σὺ, Χριστὲὁ Θεὸς, ὁ τελώνην δικαιώσας, καὶ Χαναναίαν ἐλεήσας,καὶ τῷ λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόνμου τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαιμου προσερχόμενον, καὶ ἁπτόμενόν σου, ὡς τὴνπόρνην καὶ τὴν αἱμόῤῥουν. Ἡ μὲν γὰρ τοῦ κρασπέ-δου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δὲτοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιντῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινὸς,ὅλον σου τὸ σῶμα πολλῶν δέξασθαι, μὴ καταφλε-χθείην, ἀλλὰ δέξαι με ὥσπερ ἐκείνας, καὶ φώτισόνμου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰτῆς ἁμαρτίας ἐγκλήματα. Πρεσβείαις τῆς ἀσπόρωςτεκούσης σε, καὶ τῶν ἐπουρανίων δυνάμεων· ὅτι εὐ-λογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλόςσου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα· δέσμιόςεἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν·κορεσθείην τοῦ ζωηροῦ καὶ θεοποιοῦ αἵματός σου·ἀπολαύσαιμι τῶν ἀγαθῶν· κατατρυφήσαιμι τῆς σῆςθεότητος· ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαν-τῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσιτοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ, καὶ προσκυνῶ, καὶδοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων. Ἀμήν.{ΥΠΟΜΝΗΜΑ ΗΓΟΥΝ ΕΞΗΓΗΣΙΣΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥΑΡΤΕΜΙΟΥΣΥΛΛΕΓΕΝ ΑΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ.} αʹ. Τὰ τοῦ μεγάλου καὶ ἐνδόξου μάρτυρος Ἀρτε-μίου διηγεῖσθαι μέλλων ἀνδραγαθήματα, καὶ τὴνἄθλησιν, τήν τε ἄνωθεν αὐτοῦ καὶ ἐκ προγόνων οὖ-σαν εὐγένειαν, ὦ ἱερὰ πανήγυρις καὶ θεοσύλλεκτονσύστημα, αὐτὸν ἐκεῖνον ἐπικαλοῦμαι τὸν μάρτυρα,καὶ τὴν ἐπισκιάζουσαν αὐτῷ χάριν τοῦ Πνεύ-ματος, συλλήπτορά μοι γενέσθαι τοῦ λόγου καὶσυνεπίκουρον· καὶ αὐτοὺς ὑμᾶς ἐν παρακλήσειποιοῦμαι τῶν ὑμετέρων εὐχῶν προσδεόμενος, ἵν' εὔ-οδόν μοι καὶ ἀπρόσκοπον γένηται τουτὶ τὸ ἐγχείρημα,καὶ κατευθύνον πρὸς ἥνπερ ἐξώρμησα τοῦ μαρτυ-ρίου αὐτοῦ καὶ τῆς ὁμολογίας διήγησιν. Καὶ μήτιςμοι ταῦτα ἐγχειροῦντι ἐπιμεμφέσθω, ἀφορῶν εἰς τὸπρῶτον καὶ ἀρχαῖον τοῦ θαυμασίου τούτου καὶ ἀοι-δίμου ἀνδρὸς ὑπόμνημα· ὁ γὰρ ἐκεῖνο συντάξας, ὡςὁ τότε καιρὸς ἀπῄτει, καὶ ὡς εἶχε δυνάμεως, ἔγραψε,πολλῷ θορύβῳ καὶ ταραχῇ τῶν τότε πραγμάτωνσυνεχομένων. Οὐ μὲν οὖν οὐδὲ αὐτός τις ἦν τῶν πε-ριεσκεμμένων τε καὶ περὶ λόγους ἐσπουδακότων,ἀλλ' ἁπλοῦς τις καὶ ἀπέριττος μόνης τῆς ἀληθείαςπεφροντικὼς, καὶ τὸ λέγειν ὅπως οὖν στοχαζόμε-νος· καὶ κατὰ τὴν παροιμίαν, ἄκρῳ δακτύλῳ τῆςἱερᾶς τῶν λόγων παιδείας ἁψάμενος. βʹ. Ὥσπερ οὖν οὐδὲ αὐτὸς ἐγὼ ἀρκούντως ἔχω καὶἱκανῶς πρὸς τὴν τοῦ λόγου διήγησιν, κἂν ὁ πόθοςτοῦ μάρτυρος καθέλκει καὶ τυραννεῖ μου τὸν λογισμὸνκαὶ πρὸς τὸ λέγειν βιάζεται, ἐπαινετὸς μέντοι τῆςπροθυμίας καὶ τῆς περὶ τὸν μάρτυρα πίστεως, ὅτικἂν ὁπωσοῦν ἐτόλμησεν ἅψασθαι τῆς περὶ τὸ μαρτύ-ριον αὐτοῦ διηγήσεως, μάλιστα τοῦ ἀποστάτου καὶἀσεβοῦς Ἰουλιανοῦ παραγγείλαντος τοῖς ἁλισκομέ-νοις ἐπὶ τὸ τοῦ Χριστοῦ μαρτύριον μήτε ὑπόμνημα,μήτε ἄλλην τὴν οἱανοῦν ποιεῖσθαι ἀναγραφὴν,καθὼς οἱ πρότερον βασιλεῖς ἐνομοθέτησαν, ἀλλὰ τοὺςπλείονας αὐτῶν ἀναπολογήτους ἀπόλλυσθαι· τούτουτοῦ παραγγέλματος πανταχόσε καταφοιτήσαντος,ἐκολάζοντο μὲν οἱ τὸν Χριστὸν ὁμολογοῦντες· κατὰδὲ τὸ κρατοῦν ἔθος, οὐδεὶς τῶν ἐκ τοῦ δήμου κομεν-ταρισίων, ἢ τῶν λεγομένων ταχυγράφων, πρόνοιανἐποιεῖτο τοῦδε τοῦ παραγγέλματος. Ἐσπούδαζε γὰρὁ παράνομος καὶ αὐτὴν τῶν μαρτύρων ἐξαφανίσαιτὴν εὔκλειαν. Μόλις οὖν τινες ἐν ζοφεροῖς τισι καὶἀλαμπέσι τόποις κατακρυπτόμενοι, τοιούτων ἐφ-άπτεσθαι ἐτόλμων ὑπομνημάτων, τὴν τοῦ κρατοῦντοςδεδιττόμενοι ἀγριότητα. Πολλαὶ μὲν οὖν μυριάδεςἀνὰ πᾶσαν τὴν οἰκουμένην τῶν Χριστιανῶν κατ-εφθείροντο, μηδὲ μιᾶς τινος κατὰ τὸ κρατοῦν ἔθοςἀξιούμενοι ἐρωτήσεως· ἀλλὰ τοῦτο μὲν οὐδὲν παρ-έβλαψε τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, τὸ μὴ τυχεῖνὑπομνήματος· ὧν γὰρ τὰ ὀνόματα ἐν οὐρανοῖς Θεὸςἀπεγράφετο, οὐδεμία τις ἦν χρεία τῶν παρ' ἀνθρώ-ποις ὑπομνημάτων. Ἀλλὰ περὶ μὲν τούτων ἅλις. γʹ. Ἐγὼ δὲ, ὦ ἱερὰ πανήγυρις, καὶ Χριστοῦ λαὸςθεοσύλλεκτος, ἔθνος ἅγιον καὶ βασίλειον ἱερά-τευμα, πολλοῖς ἐντυχὼν συγγράμμασι, καὶ μάλιστατῶν τὰς ἱστορίας καὶ πράξεις τῶν βασιλέων συντα-ξαμένων, ἔπειτα δὲ καὶ τῶν περὶ τὴν ἐκκλησιαστι-κὴν ἱστορίαν σπουδασάντων, καὶ τὸ τοῦ μάρτυροςεὑρὼν ὄνομα ὧδε κἀκεῖσε διαθρυλλούμενόν τε καὶπεριφερόμενον, καὶ ἄνδρα περιφανῆ τε καὶ διαβόη-τον πάντων αὐτὸν ὁμολογούντων, οὐκ ᾠήθην ταῦτατῆς λήθης ἐνθάψαι βυθοῖς, ἀλλ' εἰς τὸ φανερὸν ἀγα-γεῖν, καὶ ὑμῶν προθῆναι ταῖς ἀκοαῖς ὡς φιλοχρί-στοις τε οὖσι καὶ φιλομάρτυσιν· ἵνα μὴ ἐν ὀλίγαιςτισὶ συλλαβαῖς τὰ τηλικαῦτα ἐπηλυγάζωνται τοῦθείου μάρτυρος πλεονεκτήματα· ἅμα τε καὶὑμῶν κατευφράναι σπεύδων τᾶς ἀκοὰς, ἔκ τε τῶν τῆςἱστορίας διηγημάτων, καὶ τῶν ἀρτίως ἀναφανέντωντοῦ μάρτυρος ἀνδραγαθημάτων. δʹ. Πολλοὶ μὲν οὖν τῶν τὰς ἱστορίας γραψάντωντοῦ ἀοιδίμου τούτου ἀνδρὸς ἐμνημόνευσαν, Εὐσέβιόςτε ὁ Παμφίλου ὀνομαζόμενος, καὶ Σωκράτης ὁ τῆςΝαυάτου αἱρέσεως, καὶ Φιλοστόργιος ὁ τῆς Εὐνομίουκαὶ αὐτὸς ὑπάρχων αἱρέσεως, Θεοδώρητός τε καὶἄλλοι πλείονες. Ὧν ὁ μὲν Εὐσέβιος ἐν τοῖς χρόνοιςτοῦ μεγάλου Κωνσταντίνου ὤν τε καὶ γνωριζόμενος,καὶ τῶν τότε ἐπισκόπων ὑπάρχων ὁ λογιώτατος,παρεισάγει τὸν μάρτυρα τῆς συγκλήτου βουλῆς ἕνατυγχάνοντα, καὶ γνώριμον ἐς τὰ βασιλέως ὑπάρ-χοντα, καὶ τῆς περὶ τὸν Κωνστάντιον τὸν αὐτοῦ υἱὸνἑταιρίας, εἴτ' οὖν φιλίας, σπουδαστὴν ἀκριβέστατον.Φαίνεται γὰρ ὁ Μακάριος μηδὲ πώποτε τῆς πρὸς τὸνΚωνστάντιον φιλίας ἀποσπασάμενος, τὸ ἔνδοξον αὐ-τοῦ καὶ μεγαλουργὸν ὑποφαίνων τῆς φύσεως· ὁ δέγε Φιλοστόργιος, εἰ καὶ διάπυρος ἐραστὴς τῆς Εὐνο-μίου ὑπάρχει αἱρέσεως, ἀλλ' ὅμως ὑπὲρ πάνταςἐκθειάζει τὸν μάρτυρα, πολλήν τινα τὴν ἔνστασινκαὶ ἀκρίβειαν τῶν αὐτοῦ πράξεων ποιησάμενος, ἐκτῶν ἄνωθεν χρόνων τὴν τῷ μάρτυρι προσοῦσαν εὐ-γένειαν ὑποσημηνάμενος, καὶ πρὶν ἢ τῶν τοῦ μαρ-τυρίου ἀγώνων ἐφάψασθαι. Ἄρξομαι τοίνυν κἀγὼ τῆς κατ' αὐτὸν ἱστορίας, ὡς αἱ παλαιῶν διαγορεύ-ουσιν δέλτοι. εʹ. Τῆς εἰδωλολατρείας ἄρτι καταπαυθείσης, καὶτῆς τῶν δαιμόνων ἀπάτης κατασβεσθείσης, ἐκ τῆςγενομένης φιλανθρωπίας παρὰ τοῦ μεγάλου Θεοῦ καὶΣωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τὸν μακάριονκαὶ ἀοίδιμον Κωνσταντῖνον, τὸν ὑπέρλαμπρον καὶεὐσεβῆ βασιλέα, τὸν τοῦ Κώνσταντος υἱὸν καὶτῆς μακαρίας Ἑλένης, ὅπως τε αὐτὸν ἐκ τῆς μα-ταίας τῶν εἰδώλων πλάνης ἀνεκαλέσατο, καὶ τῆς τοῦζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ ἐπιδείξεως, πῶς τε τῶνἐχθρῶν καὶ παρανόμων βασιλέων περιεγένετο διὰ τῆςτοῦ τιμίου σταυροῦ ἐνεργείας τε καὶ δυνάμεως, καὶπῶς τὸ Χριστιανῶν θεοφιλὲς ὑψώθη κέρας, ὑπὸ τῆςαὐτοῦ προθυμίας καὶ πίστεως, συγκροτούμενόν τεκαὶ συναυξανόμενον, ὥστε τὸ τοῦ Χριστοῦ κήρυγμαπᾶσαν πληρῶσαι τὴν οἰκουμένην, καθαιρεθῆναι δὲ