The Greek Library Author

Anonymous

Passio sancti Artemii

Authority group
Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
Edition reference
Passio sancti Artemii [Dub.], MPG 96: 1252–1320.
CTS identifier
urn:cts:greekLit:tlg2934.tlg062.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

96

1256

πάντας τοὺς βωμοὺς τῶν εἰδώλων καὶ ξόανα καὶ

ναοὺς ἅπαντας, ὅποι ποτὲ γῆς ἐτύγχανον, ἀνοικοδομεῖσθαι δὲ τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἃς οἱ μισό-

χριστοι καὶ δυσσεβεῖς βασιλεῖς κατηνάλωσαν.

1257

Ϛʹ· Τούτων οὖν γινομένων, οὐκ ἤνεγκεν τὴν τοσ-

αύτην μεταβολὴν ὁ τοῖς καλοῖς βασκαίνων διάβολος,

ἀλλ' ἤγειρε ζάλην καὶ τάραχον διὰ τῶν αὐτοῦ οἰ-

κείων ὑπασπιστῶν. Ἄρειος γὰρ ὁ τῆς μανίας ἐπ-

ώνυμος, τῆς ἐν Ἀλεξανδρείᾳ Ἐκκλησίας ὑπάρχων

πρεσβύτερος, δεινῶς τε ταύτην ἐτάραξε, δόγμα κι-

νήσας παράνομον καὶ πάσης βλασφημίας ἀνάμεστον.

Ἔφασκε γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν

προαιώνιον, κτίσμα εἶναι, καὶ τῆς τοῦ Θεοῦ καὶ Πα-

τρὸς οὐσίας ἀλλότριον. Διά τοι ταῦτα ἡ ἐν Νικαίᾳ

τῶν ἁγίων τριακοσίων δεκαοκτὼ Πατέρων ἀθροίζε-

ται σύνοδος, καὶ τὸν Ἄρειον καθελοῦσα, τὸν Υἱὸν τοῦ

Θεοῦ καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κηρύττει τοῦ

Πατρὸς ὁμοούσιον. Ἀλλὰ ταῦτα μὲν αἵ τε τῶν ἔξ-

ωθεν ἱστορίαι διαγορεύουσιν, οὐκ ὀλίγοι δὲ τῶν

ἡμετέρων διηκρίβωσάν τε καὶ κατετράνωσαν ἐμοὶ

δὲ περὶ ταῦτα διατρίβειν ὁ νῦν οὐχ ἁρμόσει καιρὸς,

ἄλλης περὶ τούτων δεομένης ἀκριβεστέρας σχολῆς

τε καὶ διασκέψεως. Τὰ δὲ νῦν τὸ φθάσαν αὐτὸν τοῦ

βίου τέλος διηγήσομαι.

ζʹ. Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταν-

τῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν

τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ δευτέρου ἐπιβὰς,

ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ' αὐτὸν

παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως,

ἄχρι τῆς Νικομηδείας ὤφθη τῶν Βιθυνῶν· ἔνθα καὶ

τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν,

φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος,

ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαν-

τος. Ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς

οἵδε, Δαλμάτιος, Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος·

αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι

ἔτι ἰδιοτεύοντι· ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ, τοῦ

Ἑρκουλλίου ἐπονομαζομένου, Θεοδώρας, ἕτεροι γε-

γόνασιν αὐτῷ παῖδες· ὅ τε προῤῥηθεὶς Δαλμάτιος, καὶ

Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας

ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτίμησε. Τούτων

ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης αὐτῷ γαμετῆς

γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπι-

κληθέντα, διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι, καὶ πρὸς

τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν· ὃς καὶ τὸν

μέγαν τοῦ Χριστοῦ μάρτυρα καὶ πολύαθλον Ἀρτέ-

μιον ἐν τῷ βασιλεύειν αὐτὸν ἐκόλασε, διὰ τὴν εἰς

Χριστὸν πίστιν καὶ τὸν ζῆλον τὸν ἔνθεον. Ἀλλὰ ταῦτα

μὲν ὕστερον καὶ μετὰ χρόνου γεγόνασιν.

ηʹ. Ἐγὼ δὲ τὰ πεπραγμένα τοῖς ἄνω χρόνοις δι-

ηγησάμενος, ἐπὶ τὰ συμβάντα τῷ μάρτυρι πάλιν

τρέψω τὸν λόγον· πῶς τε ὁ παράνομος καὶ παρα-

βάτης Ἰουλιανὸς καὶ τίνι τρόπῳ ἐπὶ τὸ τῆς βασι-

λείας ἦλθεν ἀξίωμα· καὶ πῶς ὁ τοῦ Χριστοῦ μάρτυς

Ἀρτέμιος εἰς τὸ τῆς Χριστοῦ ὁμολογίας πανίερον

ἔδραμε στάδιον. Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου

τελευτήσαντος, ἡ τῶν Ῥωμαίων ἀρχὴ εἰς τρεῖς

διῃρέθη ἀρχὰς, τῶν υἱῶν αὐτοῦ, Κωνσταντίνου,

1260

Κωνσταντίου τε καὶ Κώνσταντος, ταύτας μερισα-

μένων. Καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω

Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων, αἵ τε Βρετανικαὶ

νῆσοι, καὶ ἕως τοῦ ἑσπερίου ὠκεανοῦ κλῆρος ἐδό-

θησαν· τῷ δέ γε Κώνσταντι, ὡς ὑστάτῳ, αἱ κάτω

Γαλλίαι, ἤγουν ἡ Ἰταλία καὶ αὐτὴ Ῥώμη. Ὁ δὲ

Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς

ἦν ἐπὶ τῶν τῆς ἑῴας τότε πραγμάτων πρὸς τοὺς

Πέρσας ἀγωνιζόμενος, τὸ τῆς ἑῴας ἀσπάζεται μέ-

ρος· καὶ τότε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταν-

τινούπολιν, καὶ νέαν Ῥώμην, ποιεῖται βασίλειον, καὶ

ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῆς Προποντίδος ὁπόσα

ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην

καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον, καὶ τὰς νήσους

ἁπάσας, τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ

καθίστησιν.

θʹ. Ὁ δὲ μέγας Ἀρτέμιος συνῆν τῷ Κωνσταντίῳ

ἐν παντὶ καιρῷ τε καὶ πράγματι, ὡς ἅτε φίλος

ἄριστος, καὶ τῶν ἐπ' ἀρετῇ καὶ παιδείᾳ λαμπρυνο-

μένων, καὶ τῆς Χριστιανῶν πίστεως διάπυρος ἐρα-

στής. Πατρίδος καὶ γένους αὐτοῦ ἀνάγραπτον μνή-

μην οὐδεὶς ἡμῖν παραδέδωκεν, πλὴν ὅτι τῶν εὐπα-

τριδῶν καὶ μεγάλων ὑπῆρχεν ὁ τρισμακάριστος. Ἐξ

ὧν καὶ τάδε τὰ περὶ αὐτοῦ ἀναγέγραπται, ὅτι τὰ

πανάγια λείψανα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀν-

δρέου καὶ Λουκᾶ καὶ Τιμοθέου, αὐτός ἐστιν ὁ τὴν

ἀνακομιδὴν αὐτῶν ὑπὸ Κωνσταντίου ποιήσασθαι

κελευσθεὶς, ὡς προϊὼν ὁ λόγος διδάξει· ἐγὼ δὲ

ἅπαντα ταῦτα καθεξῆς διηγήσομαι ἐπὶ τοὺς χρόνους

διαβαίνων καὶ ἐκτιθέμενος κατὰ τὴν δεούσαν τῶν

πραγμάτων ἀκρίβειαν. Ὡς οὖν εἴρηται, τῶν

βασιλέων τριῶν τυγχανόντων, καὶ τῆς αὐτοῦ μοίρας

ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κων-

σταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς

τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληροδοσίαν ἐπανελθὼν,

ἐκείνου πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει

τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι· καὶ

αὐτὸν μὴ παρόντα διέβαλλεν, ὡς οὐ καλῶς τῶν πραγ-

μάτων διανεμηθέντων, καὶ ὅτι πλεῖστον μέρος τῆς

αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. Οἱ δὲ τῆς

χώρας στρατηγοί τε καὶ φύλακες, οὓς ὁ Κώνστας

ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώ-

μης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα

μετακινεῖν· ἀνόσιον γάρ· ὁ δὲ πρὸς πόλεμον ἀπο-

δύεται, καὶ ὅπλα κινεῖ κατὰ τοῦ μηδὲν ἀδικήσαν-

τος. Πίπτει τοίνυν ὁ Κωνσταντῖνος ἐν τῷ πολέμῳ

μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυ-

μῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπ-

ώλεσεν.

1261

ιʹ. Ὁ τοίνυν τούτου λαὸς ἀποκλίνει πρὸς Κών-

σταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ'

ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι· τοῦ Θεοῦ

ταῦτα δικάσαντος, Μὴ κίνει ὅρια πατέρων σου,

μὴδε τοῦ πλησίον καθάπτου τῆς αὔλακος· ὁ γὰρ

κατὰ τοῦ πλησίον πονηρευόμενος, αὐτὸς ἑαυτῷ συν-

άγει τὸν ὄλεθρον, τὴν τοῦ Θεοῦ δίκην ἐφ' ἑαυτὸν

ἐπισπώμενος. Βασιλεύει τοίνυν ὁ Κώνστας ἐφ' ὅλης

τῆς Ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν

συνάψας, καὶ μίαν ἀρχὴν ἀμφότερα τὰ μέρη στη-

σάμενος. Οὐ πολὺς ἐν μέσῳ καιρὸς, καὶ ὁ Κώνστας

εἰς κώμους καὶ μέθας ἐναποκλίνας, καὶ ἀλλοκότους

ἐρώτων διαγωγὰς, ῥᾳθύμως τὴν ὅλην ἀρχὴν διεπέτ-

τευε, τὸ τῆς βασιλείας μέγεθος ἐξερχόμενος· ἐπι-

βουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν

στρατηγῶν, Μαγνεντίου, καὶ μετὰ τῆς βασι-

λείας προσαπόλλυσι καὶ τὸ ζῇν. Τούτου πεσόντος,

κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ' οὗ τῆς τυ-

ραννίδος συναπελάβοντο Νεποτιανὸς καὶ Βρεττα-

νίων.

ιαʹ. Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἐκ τῶν τῆς

ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνατολῆς,

καὶ πρὸς τὴν Ἑσπέραν γενόμενος, συνάπτει πρὸς

ἀμφοτέρους πόλεμον, καὶ κατὰ κράτος νικᾷ, τοῦ

Βρεττανίωνος πρὸς αὐτὸν ἀποκλίναντος· ὅτε καὶ τὸ

τοῦ σταυροῦ σημεῖον μέγιστον τε καὶ δεινῶς ἐκφανὲν

ἅπαν, ὡς ὑπεραστράπτειν τῷ πληκτικῷ τῆς αἴγλης

τῆς ἡμέρας τὸ φῶς, ἐπὶ τῶν Ἱεροσολύμων ὤφθη

περὶ τρίτην ὥραν μάλιστα τῆς ἡμέρας, τῆς ἑορτῆς

τῆς λεγομένης Πεντηκοστῆς ἐνεστηκυίας, διῆκον

ἀπὸ τοῦ Κρανίου λεγομένου τόπου, ἄχρι καὶ τοῦ

Ἐλαιῶνος ὄρους, ὅθεν ὑπῆρχεν ὁ Σωτὴρ τὴν ἀνάληψιν

ποιησάμενος. Κρατεῖ τοίνυν τῆς βασιλείας ἁπάσης

Κωνστάντιος, τῶν τοῦ μεγάλου Κωνσταντίνου υἱῶν

μόνος ὑπολειφθείς.

ιβʹ. Ἀτενίσας οὖν πρὸς τὸ τῆς ἀρχῆς μέγεθος, καὶ

εἰλιγγιάσας, ὡς ἅτε δὴ ἄνθρωπος ὢν, καὶ μὴ ἔχων

τὸν ἐκ τοῦ γένους αὐτῷ συνασπίζοντα· οὔτε γὰρ

αὐτῷ παῖς ἐγεγόνει, οὔτε τις τῶν ἀδελφῶν κατελέ-

λειπτο· καὶ δείσας μή τις αὐτῷ πάλιν ἐπανασταίη

τύραννος κατὰ τῆς αὐτοῦ βασιλείας ἐξανιστάμενος,

σκέπτεται τῶν συγγενῶν τινα λαβεῖν σύγκληρον καὶ

τῆς βασιλείας ὑπασπιστήν. Ὃ δὴ καὶ πεποίηκε,

Γάλλον τὸν Ἰουλιανοῦ ἀδελφὸν Καίσαρα προστησά-

μενος· ἀνεψιὸς δὲ πρὸς πατρὸς ὁ Γάλλος ἦν αὐτῷ·

Κωνσταντῖνος γὰρ, ὁ Γάλλου καὶ Ἰουλιανοῦ πατὴρ,

ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου. Τοῦτον οὖν

ἐν τῷ Σιρμίῳ προχειρισάμενος, γυναῖκά τε

αὐτῷ ζεύγνυσι τὴν ἑαυτοῦ ἀδελφὴν Κωνστάντιος,

πίστεως καὶ βεβαιότητος χάριν· καὶ ἄρχοντας αὐτῷ

δίδωσιν αὐτὸς καταστήσας· οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο

Καίσαρί γε ὄντι· Θαλάσσιον μὲν ἀποστείλας ἔπαρ-

χον πραιτωρίων· Μόντιον δὲ, ἐπὶ τῶν βασιλικῶν

1264

πραγμάτων, οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φί-

λον, ἅμα καὶ πατρίκιον αὐτὸν ποιησάμενος. Ὁ δὲ

Γάλλος, ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ

τῆς Ἑῴας, εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μα-

θόντες οἱ Πέρσαι κατωῤῥόδησαν, νέον τε αὐτὸν καὶ

θερμουργὸν εἰς τὰ ἔργα πυθόμενοι, οὐκέτι ἐποιή-

σαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἐξέλασιν. Καὶ ὁ μὲν

ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας ἦν· Κωνστάντιος δὲ ἐν

τῇ Ἑσπέρᾳ καθίστη τὰ πράγματα· καὶ τότε δὴ

μάλιστα καθαρῶς ἡσύχασεν ἡ Ῥωμαίων ἀρχὴ, πρὸς

ἀμφοτέρων φυλαττομένη. Καὶ ταῦτα μὲν τοῦτον

ἔσχε τὸν τρόπον.

ιγʹ. Ὁ δὲ Γάλλος τοῦ Καίσαρος ἀμφιασάμενος

ἀλουργίδα, καὶ ἤδη τῶν πρώτων τῆς βασιλείας ἀρξά-

μενος ἐπιβαίνειν ἀναβαθμῶν, οὐκ ἔμενεν ἐπὶ τῆς αὐ-

τῆς γνώμης καὶ πίστεως ἧς πρὸς τὸν Κωνστάντιον

ἐποιήσατο, ἀλλὰ βαρύς τις ἦν καὶ ἀκάθεκτος καὶ τὴν

ὀργὴν ἀπαραίτητος· φρονήματος γὰρ ἀκαίρου καὶ

βουλῆς ἀνωμάλου δραξάμενος, ὑπερέβη τοὺς ὅρους,

καὶ τὰς συνθήκας ἐφαύλισεν ἃς πρὸς τὸν Κωνστάν-

τιον ἐποιήσατο, βασιλικώτερον τῶν πραγμάτων ἁπτό-

μενος, καὶ μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς ἀλαζο-

νείας διαταττόμενος. Τοὺς γὰρ ἄρχοντας οὓς σὺν

αὐτῷ ἐπεπόμφει Κωνστάντιος, τῶν βασιλικῶν τε καὶ

πολιτικῶν πραγμάτων ὄντας διαιτητὰς, τόν τε πραι-

τωρίων ἔπαρχον Δομετιανὸν (ὁ γὰρ Θαλάσσιος ἐτε-

θνήκει), καὶ τὸν ἐπὶ τοῦ κοιαίστωρος Μόντιον, διὰ τὸ

μὴ πειθαρχεῖν αὐτοὺς καὶ ὑπουργεῖν ταῖς παραλό-

γοις αὐτοῦ καὶ ἀκαθέκτοις ὁρμαῖς, σχοίνους

τοῖς στρατιώταις τῶν ποδῶν αὐτῶν ἐξάψασθαι παρα-

κελευσάμενος, ἐπὶ τῆς ἀγορᾶς συρῆναι προσέταξεν,

καὶ ἀμφοτέρους ἀπέκτεινεν, ἄνδρας ἐν ἀξιώμασι δια-

πρέψαντας, καὶ παντὸς κέρδους καὶ λήμματος εὑρε-

θέντας ὑψηλοτέρους· οὓς ὁ τῆς πόλεως περιστείλας

ἐπίσκοπος ἔθαψεν, αἰδεσθεὶς τὸ τῆς ἀρετῆς αὐτῶν

ἀνυπέρβλητον.

ιδʹ. Ὁ δὲ Κωνστάντιος, ἐπειδὴ τάχιστα ἐπύθετο τὸ

συμβὰν, μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλ-

λον. Ὁ δὲ, εἰδὼς μὲν ὡς οὐκ ἐπ' ἀγαθῷ τυγχάνει κα-

λούμενος, ἐννοῶν δὲ πάλιν ὡς, εἰ μὴ βούλοιτο ὑπ-

ακούειν, πόλεμον ἀνάγκη ποιεῖν, ὅπλα πρὸς Κωνστάν-

τιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ

τῆς εἰρήνης, καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν

Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐτὸς ἀπῄει αὐτόμο-

λος ἐπὶ τὸν κίνδυνον. Ἡ μὲν οὖν Κωνσταντίνα προ-

τέρα ἐξώρμησε προεντυχεῖν τῷ ἀδελφῷ, καὶ αἰδέσα-

σθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή

τι εἰς αὐτὸν βουλεύσασθαι ἀνήκεστον· πολλῇ δὲ προ-

θυμίᾳ περὶ τὴν ὁδοιπορίαν χρωμένη, εἰς νόσον τε ἔπε-

σε μεταξὺ πορευομένη, καὶ Βιθυνίας ἐπιβᾶσα, ἐν

σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν.

Ὁ δὲ Γάλλος καὶ τοῦτο παράδοξον αὐτῷ συμβὰν

μεγάλην συμφορὰν ποιησάμενος, ὅμως τοῖς πρόσω

τῶν δεδογμένων οὐκ ἐξιστάμενος. Ἐπεὶ δὲ εἰς Νωρί-

κους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην,

ἐνταῦθα δὴ ἀπὸ Μεδιολάνου καταπέμπεται στρατη-

γὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα

1265

τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἁλουργί-

δος, καὶ εἰς ἰδιώτην μετασκευάσας, ἐξόριστον αὐτὸν

εἴς τινα νῆσον τῆς Δαλματίας κατέστησε.

ιεʹ. Τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμέ-

νου, οἱ τὸ πᾶν ἐπ' αὐτῷ συστήσαντες, Εὐσέβιος δὲ

μάλιστα ἦν ὁ εὐνοῦχος ὁ τὴν τοῦ πραιποσίτου τιμὴν

ἔχων, καὶ οἱ σὺν αὐτῷ, πείθουσι Κωνστάντιον ὡς

τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. Ὁ δὲ πει-

σθεὶς, πέμπει τοὺς ἀποκτενόντας αὐτόν· καὶ ἤδη

τούτων ἀφικνουμένων, πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον

μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἑτέρων γραμμά-

των τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενος. Ὁ δὲ

Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα

Μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ

γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον.

Ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει. Ὁ δὲ Κων-

στάντιος περὶ τοῖς πράγμασι δείσας, μὴ οὐχ οἷός τε

ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατὴς, ἄλλως τε

καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμη-

θεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων, διά τε σώμα-

τος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετέμελε τότε

τὸν Γάλλον ὑπεξελών· καὶ λογισάμενος ὡς τὸ συγγε-

νὲς τοῦ ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι

μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν

ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος

ἐν τῇ Μεδιολάνῳ, Καίσαρα ἀνέδειξεν, καὶ τὴν ἀδελ-

φὴν αὐτῷ τὴν ἑαυτοῦ Ἑλένην εἰς γάμον ἐκδοὺς, καὶ

τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξ-

έπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας

ἐσόμενον· αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος, ἐν τῷ

Σιρμίῳ διῆγεν.

ιϚʹ. Ἀκούσας δὲ ταῦτα ὅτι οἱ πέραντοι Ἴστρου

βάρβαροι μέλλουσιν ἐπιστρατεύειν τῇ τῶν Ῥωμαίων

ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου πρὸς τὸν Ἴστρον

διέβη, καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ὀλίγον

ποιήσας, ἐπεὶ τὰ τῶν βαρβάρων ἠρέμει συ-

στήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν· ἐπεὶ δὲ ἐν

Ὀδρυσοῖς ἐτύγχανε γεγονὼς, ἔνθα πόλιν κτίσας

Ἀδριανὸς ὁ βασιλεὺς τὴν ἑαυτοῦ καταλέλοιπε τῷ τόπῳ

προσηγορίαν, ἐπύθετο πρός τινος τῶν ἐπισκόπων, ὡς

τὰ σώματα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀνδρέου

καὶ Λουκᾶ, ἐν Ἀχαΐᾳ τεθαμμένα τυγχάνουσιν, Ἀν-

δρέου μὲν ἐν Πάτραις, Λουκᾶ δὲ ἐν Θήβαις τῆς Βοιω-

τίας. Ὡς οὖν ἤκουσεν ὁ βασιλεὺς ταῦτα Κωνστάν-

τιος, ἥσθη τε τῷ λόγῳ καὶ ἐπὶ μέγα ἐβόησε, καὶ πρὸς

τοὺς παρόντας φησί· Καλέσατέ μοι Ἀρτέμιον. Τοῦ

δὲ τάχος παραγεναμένου, Συγχαίρω σοι, ἔφη, ἀνδρῶν

ἁπάντων θεοφιλέστατε. Ὁ δὲ πρὸς αὐτόν· Καὶ εἴης

μοι κεχαρμένος, ὦ βασιλεῦ, διὰ παντὸς, καὶ μήποτέ

σε τῶν ὀχληρῶν τι καταλήψεται. Καὶ ὁ βασιλεύς· Ζη-

τεῖς δέ τι χαριωδέστερον, ὦ φίλων ἄριστε, τῆς τῶν

σωμάτων τῶν τοῦ Χριστοῦ ἀποστόλων εὑρέσεως; Καὶ

ὁ μέγας Ἀρτέμιος· Τίς καὶ πόθεν, ὦ δέσποτα, ὁ τοῦ-

τον ἡμῖν τὸν θησαυρὸν φανερώσας τὸ τήμερον; Καὶ ὁ

Κωνστάντιος. Ὁ τῆς Ἀχαΐας ἐπίσκοπος ὁ νῦν ἐφ-

ορεύων ἐν Πάτραις· ἀλλ' ἄπιθι, ἀνδρῶν ἄριστε, καὶ τὸ

τάχος ἐν Κωνσταντινουπόλει τὴν τούτων ἄνοδον

ποίησον.

1268

ιζʹ. Ταῦτα παρὰ τοῦ βασιλέως ἀκούσας ὁ μέγας

Ἀρτέμιος, ἐπορεύετο τὴν ἐπὶ τοὺς ἀποστόλους ὁδὸν,

ἀνακομίσων τὰ τούτων πανάγια λείψανα ἐπὶ τὴν

Κωνσταντινούπολιν· ὁ δὲ τὴν ἱστορίαν γράφων,

τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος φάσκει.

Λέγεται δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς

Θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς

τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσε-

βοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας

ἐπισκόπου συνελασθεὶς, ἐπεὶ τά γε ἄλλα μέτριος, καὶ

εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος, καὶ σω-

φροσύνης ἄκρας ἐπειλημμένος περί τε τὴν δίαι-

ταν καὶ τὸν ἄλλον τρόπον· καὶ πλείστην γε τὴν εἰς

τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν, μακρῷ τὸν ἑαυτοῦ

πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβαλέσθαι

φιλοτιμούμενος. Καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν

μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς, πλησίον τῆς γερου-

σίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμε-

νος· καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκο-

δομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν

τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκὼν, ὡς προ-

έφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας, καὶ Τι-

μόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας.

ιηʹ. Ὁ δὲ ἦν τῶν γε δὴ βελτίστων ἀνθρώπων ὁ τὴν

διακομιδὴν τούτων ποιήσασθαι προσταχθείς. Καὶ

γέρας γε αὐτῷ τῆς λειτουργίας ὁ βασιλεὺς, δεηθέν-

των τῶν ἐπισκόπων, τὴν τῆς Αἰγύπτου παρέσχεν

ἀρχήν. Καὶ ταῦτα μὲν ὁ τὴν ἱστορίαν συνάγων περὶ

τοῦ μάρτυρος, συμμαρτυρῶν αὐτῷ, ὅτι καὶ πρὸ τῶν

τῆς μαρτυρίας ἀγώνων, πᾶσιν ὑπῆρχεν αἰδέσιμος διὰ

τὴν ἀπαστράπτουσαν τοῦ βίου αὐτοῦ ἀρετήν. Περὶ δὲ

τοῦ Λουκᾶ καὶ τοιόνδε τι διηγήσατο Ἀνατόλιος ὁ

εὐνοῦχος τῶν ἐκ τοῦ βασιλικοῦ κοιτῶνος, αὐτὸς ἐφ'

ἑαυτοῦ τὴν τῆς ἁγιστείας πεῖραν δεξάμενος. Ἔφασκεν

οὖν οὗτος ὁ Ἀνατόλιος φαύλως διακεῖσθαι, καὶ μεῖ-

ζον ἤδη τὸ πάθος, ἢ κατὰ τὴν τῶν ἰατρῶν εἶναι

τέχνην· τῆς οὖν λάρνακος ἐν ᾗ κατακείμενος ἦν ὁ

Λουκᾶς ἐπειδὴ προσεπεπλεύκεσαν οἱ ἄγοντες αὐτὴν,

ἄρτι ἐκ τῆς θαλάσσης ἐπὶ τὸν νεὼν κομιζομένης, αὐ-

τὸς ὑπὸ προθυμίας ὑπελθεῖν καὶ συνδιαβαστάσαι τοῖς

φέρουσιν αὐτὴν ἐφ' ὅσον αὐτῷ τὰ τῆς δυνάμεως εἶχε,

καὶ τότε παραυτίκα ἀπαλλαγῆναι τῆς νόσου,

καὶ εἰς τὸν ἔπειτα τῆς ζωῆς αὐτοῦ χρόνον παρελκυ-

σθέντα ἐπ' οὐκ ὀλίγων ἐτῶν ἀριθμόν. Τὸν γοῦν τῶν

Ἀποστόλων νεὼν Κωνστάντιος ᾠκοδόμησε πρότερον,

κἂν ὕστερον Ἰουστινιανὸς ἐπὶ τὸ μεγαλειότερον κατ-

εσκεύασε, καὶ κρείττοσιν ὕλαις ἐπὶ τὸ κοσμιώτερον

κατεφαίδρυνε. Καὶ ἔστιν νῦν ὁ νεὼς ἔνθα κεῖται τῶν ἀποστόλων τὰ σώματα, κοινῷ ὀνόματι τῶν Ἀποστό-

λων ἐπικαλούμενος.

ιθʹ. Ὁ μὲν οὖν μέγας Ἀρτέμιος ἐπὶ τὴν Αἴγυπτον

ἐπορεύετο, τὴν τοῦ δουκὸς ἀξίαν ἀμφιασάμενος· ὁ

δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κωνσταντινουπόλεως,

τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδὸν, καὶ φθάσας τὴν

μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ, τὸν πρὸς

τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. Αὐτοῦ δὲ χρο-

νοτριβήσαντος ἐν τῇ πόλει καὶ τὸν στρατὸν ἐξαρτύον-

τος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ

Ἰουλιανοῦ ἐπανάστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δε-

1269

δήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων

ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς

Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀποδειχθεὶς,

αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι

μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται, καὶ τῆς

μείζονος ἀνθάπτεται βασιλείας. Ἐπεὶ δὲ ἀντελάβετο

τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει, οὐδὲ

διαμέλλειν ἐγίγνωσκε δεῖν· ἀλλὰ τὴν Εὐρώπην τέως

ὑφ' ἑαυτῷ ποιήσασθαι πᾶσαν ἐθέλων ὁπόση Ῥωμαίοις

ὑπακούει, τῷ στρατῷ συνταξάμενος διὰ Γερμανῶν

ἐπὶ τὸν Ἴστρον ἐχώρει, καὶ τῆς πέραν ὄχθης λαβό-

μενος, διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν· ἀμφοτέρους

τοὺς ὑπάρχους διαλαθὼν, τόν τε τῶν Ἰταλιῶν Ταῦ-

ρον οὕτω καλούμενον καὶ τὸν Ἰλλυριῶν Φλορέντιον.

Ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θά-

τερα τὸν ποταμὸν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ'

ἑαυτῷ γῆν εἶχε, καὶ τὰς Ἰταλίας, καὶ τὰ μέχρι τοῦ

ἑσπερίου ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥω-

μαίων ἐπικρατήσεως ἦν.

κʹ. Ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων

μαθὼν, ἐταράχθη τε ὥσπερ καὶ εἰκὸς ἦν, καὶ περὶ

τῆς Κωνσταντινουπόλεως μάλιστα δείσας μὴ, ὅπερ

κἀκεῖνος διενοεῖτο φθάσειεν, αὐτὴν ὑφ' ἑαυτὸν ποιησά-

μενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν.

Ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πό-

λεις τῆς Ἑώας ἐσκεδασμένος, καὶ ἔμελλεν ἐξαρτύ-

εσθαι ὡς πρὸς τοσαύτην ὁδὸν, σημαίνει τοῖς ἐπισκό-

ποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι

προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ

συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν

κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. Ἐπεὶ δὲ τὴν

Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρή-

νας ἀφίκετο, ἀσθένειά τις αὐτῷ ἐξαπιναίως προσέπε-

σχε, καὶ οὐχ οἷός τε ἦν ἔτι τὸ πρόσω χωρεῖν. Ὡς δὲ

ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιωσόμενος, τὴν

ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται

Εὐζώϊον, καὶ αὐτῷ βαπτίσαι αὐτὸν ἐπιτρέπει· βαπτι-

σάμενος δὲ καὶ μικρὸν ἐπιβιοὺς, αὐτόθι προλείπει τὸ

ζῇν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ

μὲν ἡμίσεα μετὰ τοῦ πατρὸς, τὰ δὲ ἐπίλοιπα μόνος.

Αὐτὸν δὲ ἡ στρατεία ὀλοφυραμένη, καὶ τὰ νομιζόμενα

ἐπ' αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν, τοῖς

εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρὸν,

καὶ εἰς ἁρμαμάξαν ἐνθέμενοι, ἐκόμιζον ἐπὶ τὴν Κων-

σταντινούπολιν, σὺν τοῖς οἰκείοις ἕκαστοι ὅπλοις

αὐτῷ ἐφεπόμενοι, καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ

καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχα-

νον.

καʹ. Οὗτοι μὲν διὰ τὴν Κωνσταντινούπολιν

εἶχον ἄγοντες τὸν νεκρὸν, καὶ Ἰουλιανὸς συνομάρτη-

σεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος, καὶ ἤδη βεβαίως

ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτὸν μετὰ τὸν

Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολμήσαντος.

Κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τῷ νεῷ τῶν Ἀποστό-

λων, ἵνα περ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς

ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κε-

φαλῆς περιελών. Ἐπεὶ δὲ ἔθαψαν αὐτὸν, ἐπὶ τὰ βα-

σίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο

1272

αὖθις, καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη

τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος.

Ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπο-

λειπομένους, καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρα-

σχομένους τῆς ἀναιρέσεως Γάλλου, ἀνέψυχε τὸ ζέον

τῆς ὀργῆς· καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσι-

τον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε

ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλ-

λῳ φόνον συγκερασάμενος. Παῦλον δὲ τὸν Σπανὸν εἰς

τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παρα-

δίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμε-

νον. Τούτους μὲν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα

διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον·

ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς,

καὶ ἄλλους τινὰς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκε-

σαν.

κβʹ. Ἀλλὰ τούτους μὲν διὰ γραμμάτων ἐκόλασεν·

τὸν δὲ τοῦ Χριστοῦ μάρτυρα καὶ γενναῖον ἀθλητὴν

Ἀρτέμιον αὐτὸς δι' ἑαυτοῦ ἐν Ἀντιοχείᾳ παρὼν καὶ

παρόντα, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ἀπανθρώ-

πως ἐκόλασεν, καὶ τῆς παρούσης αὐτὸν ἀπεγύμνω-

σεν ἐξουσίας, μὴ φέρων τὴν αὐτοῦ παῤῥησίαν καὶ

ἔνστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωται, τὴν

τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε

μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. Πανταχοῦ

τοίνυν γράμματα διαπεμπόμενος, ἐκέλευε τὰ τούτων

τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾷν μετὰ πολλῆς σπου-

δῆς τε καὶ προθυμίας· καὶ ὅσας ὁ μέγας Κωνσταν-

τῖνος ταῖς ἐκκλησίαις προσόδους ἀπένειμε καὶ ὁ τού-

του υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν, τοῖς τῶν

δαιμόνων ναοῖς ἀφιέρωσεν· ἀντ' ἐπισκόπων καὶ πρεσ-

βυτέρων καὶ διακόνων καταστήσας ζακόρους, καὶ

νεωκόρους, καὶ ῥάντας, καὶ θύτας, καὶ κανηφόρους,

καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει προσωνυμίας·

ταῦτα μὲν οὖν καὶ ἕτερα διεπράττετο κατὰ τὴν Κων-

σταντινούπολιν.

κγʹ. Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν ἔχων

Ἰουλιανὸν τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν

ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν, καὶ πολλὴν

ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον,

ἄρχοντα τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν,

ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα

κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ

πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν,

Ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ, ἐπειρᾶτο μείζω τῶν

ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι, καὶ δὴ προσ-

αιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κει-

μήλια, ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς

ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας,

τοῦ μή τινα εἰσφοιτᾷν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖ-

θρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών. Καὶ ταῦτα

μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς ἀνατολῆς ἄρχων

εἰργάζετο.

1273

Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κων-

σταντινούπολιν διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ

κρατύνας εἰς ὅπερ ἐνομίζετο μάλιστα τῇ βασι-

λείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς

τὸ μεγαλειότερον ἐξαρθῇ σκοπῶν τε καὶ πραγματευό-

μενος· ἄρας οὖν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν

παντὶ τῷ στρατῷ τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδόν.

Διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν, καὶ πρὸς τὴν

ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταν-

τήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπὼν, καὶ τὸν

λεγόμενον Ταῦρον ὑπεραναβὰς, ἦλθεν ἐπὶ τὰς πόλεις

τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν

Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξ-

ανδρον μιμησάμενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ

τὸν πρὸς Δαρεῖον τῶν Περσῶν βασιλέα συνεκρότησε

πόλεμον, καὶ τοῦτον νικήσας, ἐπίσημον τὸν τόπον

εἰργάσατο. Ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράσας,

ἦλθεν ἐν Ταρσοῖ τῇ πόλει· κἀκεῖθεν εἰς Ἀντιόχειαν

θυμομαχὼν κατὰ τῶν Χριστιανῶν καὶ ἐπαπειλούμε-

νος τὸ τούτων εἰς ἅπαν ἐξαλείφειν ὄνομα.

κεʹ. Ἐλθόντι τοιγαροῦν τῷ τυράννῳ ἐν Ἀντιοχείᾳ

τῇ πόλει καὶ πρὸς τοῖς βασιλείοις οἴκοις κατασκηνώ-

σαντι, καὶ οὐδὲ πρὸς ἡμέραν μίαν ἡσυχάσαντι, προσ-

ήχθησαν αὐτῷ ὥσπερ ἀπό τινος παραγγέλματος δια-

βληθέντες, Εὐγένιος καὶ Μακάριος πρεσβύτεροι τῆς

ἐν Ἀντιοχείᾳ Ἐκκλησίας ὑπάρχοντες· οὓς προκα-

θίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι ὁ ἀλι-

τήριος, καί φησι πρὸς αὐτούς· Τίνες ἐστὲ ἄνθρωποι,

καὶ ποίου βίου καὶ τύχης τυγχάνοντες, ἐπὶ τοῦ

ἡμετέρου προσήχθητε βήματος; Εὐγένιος ἔφη·

Χριστιανοί ἐσμεν, καὶ τῆς Χριστοῦ ποίμνης ἀγελάρ-

χαι τυγχάνομεν· τοῦτο βίος ἡμῖν καὶ τύχη καὶ ἐπι-

τήδευμα. Καὶ ὁ βασιλεύς· Οὗ τοίνυν ἐστὶν ἡ τοῦ

Χριστοῦ ποίμνη ἧς ὑμεῖς ἀγελάρχαι τυγχάνετε; Καὶ

ὁ Εὐγένιος· Πᾶσα ἡ οἰκουμένη ὅσην ὁ ἥλιος

ἐφορᾷ, καὶ ὅσοι ἐπὶ ταύτης εἰσὶν ἄνθρωποι. Καὶ ὁ

Ἰουλιανός· Ἡμεῖς δὲ τίνων ἄρχομεν καὶ τίνων σή-

μερον βασιλεύομεν, ὦ ταλαίπωρον καὶ δυστυχέστα-

τον ἀνθρωπάριον, εἰ ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν ὁ Χρι-

στὸς ποίμνην κέκτηται; Καὶ ὁ μάρτυς· Τῆς αὐτῆς,

ὦ βασιλεῦ, καὶ ποίμνης καὶ ἀγέλης ἐπιστατεῖς,

ἧσπερ καὶ ἡμεῖς ἀγελάρχαι τυγχάνομεν· δι' αὐτοῦ

γὰρ βασιλεῖς βασιλεύουσιν, καὶ τύραννοι κρατοῦσι

γῆς, καὶ αὐτός σοι τὸ βασίλειον σήμερον δέδωκε· κἂν

αὐτὸς ἀχάριστος περὶ τὸν εὐεργέτην ἐφάνης, αὔ-

ριον δὲ πάλιν ἄλλῳ τινὶ δώσει. Ἐφήμερος γὰρ εἶ,

καὶ ἐφημέρων νῦν βασιλεύεις· αὐτὸς δὲ τὴν βασι-

λείαν αἰώνιον κέκτηται, καὶ πέρας οὐδέπω λαμβά-

νουσαν.

κϚʹ. Καὶ ὁ Παραβάτης· Ἀνόσιε καὶ τῆς τῶν θεῶν

εὐμενείας ἀλλότριε, χθιζὸς ὢν ὁ Χριστὸς καὶ ἐφή-

μερος, κἀκ τῶν τοῦ Καίσαρος Αὐγούστου χρόνων

ἀρξάμενος, αἰώνιος βασιλεὺς ὑπὸ σοῦ κεχειροτόνη-

ται σήμερον; Καὶ ὁ μάρτυς· Ναὶ κατὰ τὸ ἀνθρώ-

πινον καὶ τὸ τῆς ἀφράστου καὶ ἀῤῥήτου οἰκονομίας

αὐτοῦ μυστήριον, εἶτ' οὖν σαρκώσεως, οὕτως ἔχει,

βασιλεῦ, ἐπεὶ κατὰ τὴν θείαν αὐτοῦ καὶ προαιώνιον

γέννησιν οὐδεὶς εὑρεθήσεται χρόνος ὁ ταύτης ὑπέρτε-

ρος. Καὶ ὁ Παραβάτης νομίσας ἀπαίδευτον εἶναί

1276

τινα τὸν τοῦ Χριστοῦ μάρτυρα, καὶ τῆς Ἑλληνικῆς

σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν·

Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγέ-

νηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ'

Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες,

ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς ὁ Τρισμέγιστος

ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ, ἑαυτὸν ἐπι-

γνοὺς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιαι βίβλοι

διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζε-

ται. Ὁμοίως δὲ καὶ Πυθαγόρας ὁ τούτου μετα-

γενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον

μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ' Εὔφορ-

βος ὁ ὑφ' Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυ-

θαγόρας Μνησάρχου υἱὸς, Σάμιος.

κζʹ. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων,

μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως, καὶ

τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας

δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ του-

τωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς

αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος

Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανο-

μώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί

σε· ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χρι-

στοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον

ὅσαπερ εἶπον, καὶ νῦν ἐπ' ὀλίγον ἐρῶ, τῆς αὐτῶν

κηδόμενος σωτηρίας· ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ

πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν,

καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ

τῶν παρ' ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμ-

μάτων. Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ

σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώ-

σεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς, πᾶσαν νόσον

ἀπήλασε, καὶ τὸ παραδοξότερον καὶ ῥήματι νεκροὺς

ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον,

ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυ-

ροῦ πάθος, ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ

μάρτυσι πεντακοσίοις, καὶ στρατιωτῶν φρουρούντων

αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν

αὐτοῦ συκοφαντῆσαι βουλόμενος· καὶ ἀναστὰς ἐκ

τῶν νεκρῶν, ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ' ὅλαις

τεσσαράκοντα ἡμέραις μετ' αὐτῶν συναναστρεφό-

μενος, καὶ ὁρώντων αὐτὸν καὶ βλεπόντων ἀνελήφθη

εἰς τοὺς οὐρανοὺς, ἐξαποστείλας αὐτοῖς τὴν

τοῦ ἁγίου Πνεύματος δωρεάν τε καὶ δύναμιν· ὥστε

καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι, καὶ μὴ

ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος, ἐλάλει γὰρ ἐν αὐτοῖς

τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόῤῥω προβλέπειν

καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες,

ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ

μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα, καὶ

δόρυ, καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ, καὶ ἄοπλοι,

καὶ πένητες, πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς

ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλ-

λοντες. Καὶ ταῦτα τίνες; ἁλιεῖς, καὶ ἀγράμματοι, καὶ

τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι.

κηʹ. Οὓς δὲ αὐτὸς παρεισήγαγες, ἐπικερτομῶν τὴν

τοῦ Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολό-

γους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέ-

1277

σθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε

καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν, ἢ μέ-

ρος τί τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς, ἐκ

τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου, νεκροὺς ἐξ-

ανέστησεν, ἢ λεπροὺς ἐκαθάρισεν, ἢ δαίμονας ἀπ-

ήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ' Ἑρμῆς μὲν ὁ

μέγιστος ὑφ' ὑμῶν προσαγορευόμενος, Αἰγύπτιος

γέγονεν ἄνθρωπος, καὶ τοῖς Αἰγυπτίων νόμοις τρα-

φεὶς γυναῖκά τε γήμας, παῖδας ἐτέκνωσεν, ὧν τὸν

πρεσβύτερον, Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς δια-

λέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ, πρός τε

τὸν ἐξ Ἐπιδαύρου Ἀσκλήπιον τὸν προκατάρξαντα

καθ' ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ὃς καὶ τὴν ἑαυ-

τοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· Θεὸν νοῆσαι

μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισ-

υπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα

παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν

ἄνθρωποι πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ'

ἑαυτοὺς ἐπεσπάσαντο· καὶ περὶ τῆς τοῦ Χριστοῦ

ἐλεύσεως, καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν δια-

γορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ τῆς Ἑβραίων θεο-

λογίας ταύτην ἀπαῤῥυσάμενος. Ἀλλὰ τί μοι τῶν

σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ'

ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ

ἀπεῤῥυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων

ἐρωτᾷν τοὺς νεκροὺς, ἔχων ἐκ τῶν θεοσόφων λογίων

τοὺς ἀληθεῖς μάρτυρας οἳ, τὴν Χριστοῦ παρουσίαν τε

καὶ θεότητα προκατήγγειλαν.

κθʹ. Πυθαγόρας δὲ ὁ τῆς Ἰταλικῆς κατάρξας αἱ-

ρέσεως, τί μέγα καὶ θαυμαστὸν ἐν τῷ βίῳ τρὶς

παραχθεὶς ἀπειργάσατο; ἢ ὅτι ἐν Ὀλυμπίᾳ γενόμε-

νος, ὡς ὑμεῖς φάσκετε, χρυσοῦν τὸν ἑαυτοῦ μηρὸν

Ἑλλανοδίκαις ὑπέδειξε; καὶ βοῦν θύεσθαι μέλλοντα

μυκησάμενον· Ἀνδρὸς, ἔφη, ψυχὴν ἐμοὶ φιλτάτου κέ-

κτηται, καὶ διὰ τοῦ μυκήματος προσαγορεύει με ὁ τα-

λαίπωρος; καὶ ἀετὸν ἐν ὕψει πετόμενον, δι' ἐπῳδῆς

καταπεσεῖν ἐπὶ γῆς πεποίηκε; Ταῦτα ὁ τρὶς γεννη-

θεὶς ἐθαυματούργει ἐν Ὀλυμπίᾳ γενόμενος, δοξο-

μανῶν καὶ φαντασιούμενος ὁ τρισάθλιος· ὁ τὴν τε-

τρακτὺν ὅρκον τιθέμενος, καὶ ταύτην φάσκων πη-

γὴν ἀεννάου φύσεως· ὁ τοὺς κυάμους σεβόμενος,

δι' οὓς καὶ ἀπώλετο μετὰ τῶν αὐτοῦ ἑταίρων ὑπὸ

τῶν Ταραντίνων συνελαυνόμενος· μὴ βουλόμενος

γὰρ τὸν τόπον πατῆσαι ἐν ᾧ οἱ κύαμοι ἐσπαρμένοι

ἐτύγχανον, αὐτὸς μετὰ τῶν ἑταίρων καὶ μαθητῶν

κατασφάττεται, καὶ τῶν ἐχθρῶν γίνεται παρανά-

λωμαι Θεανῶ δὲ ἡ τούτου γαμετὴ καὶ μαθήτρια,

μὴ θέλουσα τὴν αἰτίαν κατειπεῖν, δι' ἣν τὸν κύαμον

οὐκ ἐσθίουσι, τὴν γλῶσσαν ἐκτμηθεῖσα πρότερον, καὶ

αὐτὴ προσαπόλλυται.

λʹ. Ταῦτα τῶν σῶν φιλοσόφων τὰ προτερήματα

τῶν δὶς καὶ τρὶς γεννηθέντων, ὡς αὐτὸς ἐρη-

τόρευσας· κἀκεῖνα τοῦ ἐμοῦ Χριστοῦ ἐπὶ σωτηρίᾳ

καὶ ἀνακλήσει τοῦ τῶν ἀνθρώπων γένους τὰ τερα-

1280

τουργήματα. Καὶ Πυθαγόρας μὲν καὶ Ἑρμῆς τὰς

τῶν ἀνθρώπων ψυχὰς εἰς τὸν ᾅδου πυθμένα κατ-

άγουσι, μετεμψυχώσεις δή τινας καὶ μεταγγισμοὺς

παρεισάγοντες· ποτὲ μὲν εἰς ἄλογα ζῶα καὶ θηρία

ταύτας μετεμβιβάζοντες, ποτὲ δὲ εἰς ἰχθύας, καὶ

φυτὰ, καὶ ἄλλας τινὰς ἐπανακυκλήσεις καὶ περιόδους

κατασπῶντες αὐτὰς καὶ ἀποῤῥαπίζοντες. Ὁ δὲ Χρι-

στὸς καθὸ Θεὸς ὑπάρχων ἀληθὴς καὶ αἰώνιος, ἀθάνα-

τον ψυχὴν καὶ ἀγήρω κατασκευάσας τῷ ἀπ' ἀρχῆς

Πνεύματι θείῳ καὶ ἐμφυσήματι, ὅτε τὸν πρῶτον

ἐδημιούργησεν ἄνθρωπον, ὡς αἱ θεῖαι καὶ ἀδιάβλητοι

τοῦ Μωϋσέως διαγορεύουσι βίβλοι, καὶ πεσοῦσαν

μετὰ τοῦ σώματος διὰ τῆς παρακοῆς καὶ τῆς ἀπάτης

τοῦ ψυχοφθόρου δράκοντος, ἐλθὼν ἐπὶ γῆς καὶ πο-

λιτευσάμενος, καὶ ὑποδείξας ἡμῖν ὁδὸν σωτηρίας διὰ

τοῦ βαπτίσματος καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστά-

σεως, ἐκ τῶν τοῦ ᾅδου πυθμένων εἰς οὐρανοὺς ταύ-

την ἐπανήγαγεν· καὶ πάλιν ἐρχόμενος κρῖναι ζῶντας

καὶ νεκροὺς, ἐξαναστήσει τὰ σώματα, καὶ συνάψει

ταῖς ἑαυτῶν ψυχαῖς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ

τὰ ἔργα αὐτοῦ.

λαʹ. Ταῦτα τοῦ μάρτυρος φιλοσοφήσαντος, ὁ πα-

ράνομος καὶ ἀποστάτης ἔφη Ἰουλιανός· Ὁρᾶτε,

ἄνδρες Ῥωμαῖοι καὶ Ἕλληνες, τουτονὶ τὸν παλαμναῖον

καὶ ἀλιτήριον, πόσον ἐκ τῶν Ἑλληνικῶν μαθημά-

των κατὰ τῆς ἡμετέρας ἐσχεδίασεν ὕθλον; Μὰ τὸν

ἐμοὶ προσφιλέστατον ἥλιον τὸν χρυσαυγῆ καὶ παγκό-

σμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ

Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος· ἰδοὺ

γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων

μεταλαβὼν, κἂν οὐκ ἐπ' εὐθείας καὶ ὁμαλοῦ,

ἀλλ' ὅμως πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστο-

ρίαν μωρολογίαν κατέχεεν τῶν ἱερῶν ἐκείνων καὶ

φιλοσόφων ἀνδρῶν. Ταῦτα εἰπὼν, κελεύει τὸν μάρ-

τυρα τοῖς δημίοις παραδοθῆναι, καὶ μαστιγοῦν ἄχρι

πεντακοσίων πληγῶν. Οἱ δὲ λαβόντες ᾔκιζον ἀπαν-

θρώπως ταῖς μάστιξι· καὶ ὁ κήρυξ ἐβόα· Ποίησον

τὸ τοῦ βασιλέως θέλημα, παῦσαι τῶν μωρολογιῶν

καὶ ἀπαλλαγήσῃ τῶν κολαζόντων σε. Ὁ δὲ μάρτυς

ἐκαρτέρει τυπτόμενος, σιωπῶν καὶ μηδὲν ὅλως φθεγ-

γόμενος.

λβʹ. Ἀτενίσας δὲ πρὸς τὸν τοῦ Χριστοῦ μάρτυρα

Μακάριον, ἔφη πρὸς αὐτόν· Σὺ τί λέγεις περὶ σεαυ-

τοῦ, ταλαίπωρον ἀνθρωπάριον; Μακάριος ἔφη· Σὺ

εἶ ταλαίπωρος καὶ πάντων ἀνθρώπων ἀθλιώτερος,

κύων ῥυπαρὲ καὶ ἀκάθαρτε· ἐγὼ δὲ τῷ ὄντι μακά-

ριός εἰμι καὶ τρισμακάριστος, κατὰ τὴν προσωνυ-

μίαν μου, ὅτι τὸν Χριστὸν ὁμολογῶν προσκυνῶ τὸν

Θεοῦ Υἱὸν τὸν ζῶντα καὶ προαιώνιον. Αὐτὸς δὲ τοῦ-

τον ἀπηρνήσω προσκολληθεὶς τῷ διαβόλῳ καὶ τοῖς

ἀγγέλοις αὐτοῦ τοῖς ὀλεθρίοις τε καὶ ἀκαθάρτοις

δαίμοσιν, οἵ σε καὶ οὐκ ἐθέλοντα τῷ αἰωνίῳ πυρὶ

παραπέμψουσιν. Καὶ ὁ Παραβάτης· Οἶδα ὅτι θανα-

τᾷς, καὶ πρὸς ὀργὴν κινῆσαί με σπεύδεις, ἵνα τά-

χειον ἐξαναλώσω σε· ἀλλ' οὐχ ὡς αὐτὸς ἤλπισας,

1281

οὕτως ἔσται σοι, ἀσεβέστατε. Τοῦτο δὲ πρῶτον ἀπο-

κρίνου καὶ δίδασκε, τί τὸ δόξαν ὑμῖν, ὦ παμμίαροι,

ὅτι μηδὲ μιᾶς τινος ἐξουσίας ἢ παρὰ βασιλέως ἢ

παρά τινος τῶν ἀρχόντων μετειληφότες, παντί τε

καὶ πανταχοῦ διατρέχοντες, τὰς τῶν μεγάλων θεῶν

σπονδάς τε καὶ θυσίας ἀνατρέπειν σπουδάζετε, δι-

δάσκοντες ἂν τοὺς ἀνθρώπους, τούτους μὴ εἶναι

θεοὺς, μηδὲ σωτῆρας τῆς οἰκουμένης, καὶ τοῦ ἀν-

θρωπείου γένους προνοητάς τε καὶ κηδεμόνας

τυγχάνοντας, οὓς ἡ ἀπ' αἰῶνος καὶ ἄνωθεν πατρο-

παράδοτος τῶν ἀνθρώπων συνήθεια, σέβειν τε καὶ

προσκυνεῖν παραδέδωκεν· τὸν δὲ Χριστὸν χθὲς τοῦ

εἶναι ἀρξάμενον, καὶ οὐ πρὸ πολλοῦ τῆς ἡμετέρας γενεᾶς, Θεὸν προαιώνιον καὶ βασιλέα τῶν ὅλων ἀνα-

κηρύττετε;

λγʹ. Καὶ ὁ Μακάριος· Οὐκ ἠρκέσθης ταῖς Εὐγε-

νίου σοφαῖς ἀποδείξεσιν, ὦ παρανομώτατε, ὅτι τὰ

αὐτὰ καὶ περὶ τῶν αὐτῶν ἀεὶ ἐρωτᾷς; Πλὴν ἐγώ

σοι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ὁμοτρόπως ἀπο-

κριθήσομαι, ὅτι Χριστὸς ὃν σὺ χλευάζεις καὶ διασύ-

ρεις ἐπιγελῶν, οὕτως παρακελεύεται. Εἶπεν γὰρ

πρὸς τοὺς ἱεροὺς αὐτοῦ μαθητάς· Πορευθέντες εἰς

τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ ἔθνη,

βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ

τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες

αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν,

φεύγειν τε ἀπὸ τῶν ματαίων εἰδώλων, καὶ ἐπιστρέ-

φειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν

γῆν. Οἱ γὰρ θεοί σου, οὓς αὐτὸς προσκυνεῖς, δαιμό-

νων εἰσὶ πλάσματα, καὶ μύθων εὑρέματα, καὶ δια-

βολικῆς ἐνεργείας κυοφορήματα· λέγει γὰρ περὶ

αὐτῶν ἡ ἡμετέρα Γραφή· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ

τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν. Ἀλλὰ καὶ

νόμος αὐτοὺς ἕτερος βασιλικὸς ὁ παρὰ Κωνσταντί-

νου τοῦ σοῦ συγγενοῦς ἐκτεθεὶς, ἐκβάλλει τῆς προσ-

κυνήσεως, καὶ καταλύει αὐτῶν τὰ σεβάσματα· ὃς

εἰς Χριστὸν πιστεύσας, τὰ τῶν εἰδώλων τεμένη κατ-

έστρεψε, καὶ τὰς προσαγομένας αὐτοῖς θυσίας διαῤ-

ῥήδην ἀπέπαυσε. Τί τοίνυν ἀδικοῦμεν, ὦ βασιλεῦ, ἃ

Θεὸς προσέταξε, καὶ βασιλεὺς μέγας νενομοθέτηκε,

κρατύνοντες καὶ διαυθεντίζοντες, ἃ δὲ ἡ τῶν πα-

λαιῶν, ὡς ἔφης, ἀνδρῶν ἄνοια ἐκ τῆς τῶν δαιμόνων ἐφεῦρε μηχανουργίας, ἐξαφανίζοντες καὶ διακω-

λύοντες;

λδʹ. Καὶ ὁ Παραβάτης· Ἀλλὰ Κωνσταν-

τῖνος, οἰκτρότατοι, νεωτερίσας διὰ τὰς προσπεσούσας

αὐτῷ ἀνοσιουργίας, ἀπέστη τῶν θεῶν, ὑφ' ὑμῶν τῶν

Γαλιλαίων ἐξαπατηθεὶς, ἅτε δὴ παιδείας ἀμέτοχος, καὶ

μήτε τοῖς Ῥωμαϊκοῖς νόμοις, μήτε τοῖς Ἑλληνικοῖς

ἔθεσιν ἐμπεδωθείς· ἐγὼ δὲ, ὦ ἀνόσιε, τῆς Ἑλληνι-

κῆς τε καὶ Ῥωμαϊκῆς παιδείας ἄκρον ἐπειλημμέ-

νος, καὶ ταῖς τῶν παλαιῶν ἀνδρῶν θεολογίαις, Ἑρ-

μοῦ τε φημι καὶ Ὀρφέως καὶ Πλάτωνος, ἐξησκη-

μένος, οὐχ ἥκιστα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς Γραφαῖς

ἐξωμιληκὼς, καὶ τὴν τούτων τερθρείαν πεπατηκὼς,

πάλιν ἐπὶ τὸ πατροπαράδοτον καὶ ἀρχαιότατον καὶ

θεοφιλὲς τοὺς ἀνθρώπους ἔθος τε καὶ σέβας μένειν

διακελεύομαι, ἢ ταῖς τῶν ἀπαιδεύτων καὶ νεωτερι-

ζόντων ἀνοίαις ἀκολουθεῖν· ἀλλὰ ἀπογυμνούσθω καὶ

1284

οὗτος τῆς ἀμπεχόνης, καὶ τῆς τῶν μαστίγων πείρας

ἐν μεθέξει γενέσθω· ὡς ἂν ἐκ τούτου σωφρονέστε-

ρος γεγονὼς, τοῖς ἡμετέροις νόμοις καὶ μὴ βουλόμε-

νος ὑποκύψειεν.

λεʹ. Τούτων τοίνυν ἀπανθρώπως τιμωρουμένων,

αἰκισμοῖς τε βαρυτάτοις ἀλγυνομένων, ὁ μακάριος

καὶ εὐσεβὴς Ἀρτέμιος, ὡς προδεδήλωται, δοὺξ καὶ

Αὐγουστάλιος ὑπὸ Κωνσταντίου τῆς Αἰγύπτου πάσης

κατασταθεὶς, καὶ διὰ τὴν ὀρθὴν αὐτοῦ καὶ ἀμίμη-

τον πρᾶξιν ἐπιτροπὴν ἔσχε καὶ τῶν τῆς Συρίας ἐπι-

μελεῖσθαι…

μένος τῇ…

The complete text is available when the reading interface loads.