Fragmenta in Matthaeum
- Authority group
- Joannes Damascenus Scr. Eccl. Et (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta in Matthaeum (e catena Nicetae) [Dub.], MPG 96: 1408–1413.
- CTS identifier
urn:cts:greekLit:tlg2934.tlg064.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
96
1409
ἀλλὰ πρὶν ἁγιασθῆναι, τὴν προσφορὰν οὕτω καλέ-
σαντες. Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται, οὐχ
ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ'
ὅτι νῦν μὲν δι' αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεό-
τητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας. Λέγεται
δὲ μετάληψις μὲν, ὅτι δι' αὐτῆς μεταλαμβάνομεν
τῆς Ἰησοῦ θεότητος· κοινωνία δὲ, διὰ τὸ κοινωνεῖν
ἡμᾶς δι' αὐτῆς τῷ Χριστῷ, καὶ μετέχειν αὐτοῦ τῆς
σαρκός τε καὶ θεότητος. Κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι
καὶ ἀλλήλοις δι' αὐτῆς. Ἐπειδὴ γὰρ ἐξ ἑνὸς ἄρτου
μεταλαμβάνομεν πάντες, ἓν σῶμα Χριστοῦ καὶ ἓν
αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χρι-
στοῦ χρηματίζοντες.
1412
«Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε·
καὶ ἀπελθὼν ἀπήγξατο.»
Τῶν ἐγκαταλείψεων, ἡ μὲν ἔστι διὰ κεκρυμμένην
ἀρετὴν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ· ἡ δὲ δι'
ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἡ
δὲ πρὸς διόρθωσιν ἄλλου, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ
τοῦ πλουσίου. Φυσικῶς γὰρ ὁρῶντές τινας πάσχον-
τας, συστελλόμεθα. Ἡ δὲ εἰς ἄλλου δόξαν, ὡς ὁ ἐκ
γενετῆς τυφλὸς, εἰς δόξαν Χριστοῦ. Ἡ δὲ εἰς ἄλλου
ζῆλον, ὡς ἐπὶ τὴν μαρτυρίαν. Καὶ ἁπλῶς τῆς ἐγκα-
ταλείψεως εἰσὶν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰ-
κονομικὴ καὶ παιδευτικὴ, καὶ ἔστιν ἐγκατάλειψις τε-
λεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ,
ἢ πρὸς διόρθωσιν καὶ σωτηρίαν, καὶ δόξαν τοῦ πάσχον-
τος γινομένη, ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν,
ἢ καὶ πρὸς δόξαν Θεοῦ. Ἡ δὲ τελεία κατάλειψις, ὅτε
τοῦ Θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος, ἀνία-
τος ἐξ οἰκείας προθέσεως διαμένῃ ὁ ἄνθρωπος. Τότε
γὰρ εἰς ἀπώλειαν παραδίδοται ὡς ὁ Ἰούδας.
«Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰ-
τίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βα-
σιλεὺς τῶν Ἰουδαίων.»
Ἡ τοῦ λευκώματος γραφὴ ἣν Πιλάτος πρὸ τῆς
Κυριακῆς ἔπηξε κεφαλῆς, τὴν τοῦ Κυρίου ἐπλήρου
φωνὴν, Ἐπειδὰν ὑψωθῶ, λέγοντος, πάντας ἑλκύσω
πρὸς ἐμαυτόν. Ἐδήλου τοίνυν ἡ ἐκεῖθεν ἀνάγνωσις οὐχ
ὑπὲρ Ἰουδαίας μόνης, ἀλλὰ καὶ πάσης Ἑλλην[ικ]ῆς
καὶ βαρβάρου γεγενῆσθαι τὸ σωτήριον πάθος.
«Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν
τὴν γῆν, ἕως ὥρας ἐννάτης.»
Ἐκλείπει ὁ ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσ-
περ τι μεσότοιχον γενομένου καὶ ἀποσκιάζοντος,
καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν
εὑρεθῇ τῆς σελήνης ἀποκρύπτειν τὸν ἥλιον, τοσοῦτον
καὶ ἡ ἔκλειψις γίνεται. Ἡ δὲ τῆς σελήνης ἔκλειψις
ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅταν γένη-
ται πεντεκαιδεκαταία ἡ σελήνη, καὶ εὑρεθῇ ἐξ
ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ
γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν. Ἀποσκίασμα γὰρ ποιεῖ ἡ
γῆ, καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελή-
νην, κἀκεῖθεν ἐκλείπει.
«Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πᾶσας τὰς ἡμέρας,
ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.»
Οὐ μετ' ἐκείνων μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ
πάντων τῶν μετ' ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ
ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν
ἔμελλον· ἀλλ' ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς.
Μὴ γάρ μοι, φησὶ, τὴν δυσκολίαν εἴπητε τῶν πρα-
γμάτων. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν πάντα ποιῶν
εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Πα-
λαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλο-
μένῳ, καὶ τῷ Μωσῇ, καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις,
Ἐγώ εἰμι μεθ' ὑμῶν. Οὕτω καὶ ἐνταῦθα, τούτοις.
Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν.
Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι πολ-
1413
λάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγ-
ξαντο εἰς τὴν οἰκουμένην πεμπόμενοι. Τὸ δὲ ἕως,
πολλαχοῦ τῆς Γραφῆς, τὴν μὲν τοῦ ὡρισμένου χρόνου
προθεσμίαν σημαίνει· οὐκ ἀποφάσκει δὲ τὸ μετὰ
ταῦτα. Εἴρηται νῦν περὶ τῆς Ἀειπαρθένου Θεοτόκου
ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ὁ Ἰωσὴφ, ἕως οὗ ἔτεκε τὸν
υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ οὔ τί που οἰητέον
ὅτι μετὰ ταῦτα ἀνδρὸς συνάφειαν κατεδέξατο.
Ἐπηγγείλατο οὖν κἀνταῦθα ὁ Κύριος ἕως τῆς συν-
τελείας εἶναι μεθ' ἡμῶν, οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος
συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος Ἀπό-
στολος, ὅτι μετὰ τὴν κοινὴν ἀνάστασιν Ἁρπα-
γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου
εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα
μᾶλλον αὐτοὺς ἀφελκύσηται, καὶ μὴ τὰ παρόντα
ὁρᾷν ἀηδῆ μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ
ἀπέραντα· τὰ μὲν γὰρ λυπηρά φησιν ἅπερ ὑπο-
στήσεσθε ἐν τῷ παρόντι βίῳ, συγκαταλύονται· ὅπου
γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ
δὲ χρηστὰ ὧν ἀπολαύσεσθε ἀθάνατα μένει. Οὕτως
ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα, καὶ τῇ
μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν. Ἡ γὰρ
ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ,
ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ
τοῖς καταδίκοις· ἀλλὰ μὴ φοβηθῶμεν μόνον καὶ
φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως καιρός
ἐστι, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι, ἵνα τῆς
αἰωνίου ζωῆς ἀπολαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ
Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀν-
άρχῳ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦΙΣΤΟΡΙΑ ΨΥΧΩΦΕΛΗΣ ΕΚ ΤΗΣ ΕΝΔΟΤΕΡΑΣ ΤΩΝ ΑΙΘΙΟΠΩΝΧΩΡΑΣ, ΤΗΣ ΙΝΔΩΝ ΛΕΓΟΜΕΝΗΣ, ΠΡΟΣ ΤΗΝ ΑΓΙΑΝ ΠΟΛΙΝΜΕΤΕΝΕΧΘΕΙΣΑ ΔΙΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ, ΑΝΔΡΟΣ ΤΙΜΙΟΥΚΑΙ ΕΝΑΡΕΤΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΑ· ΕΝ ΗΙ Ο ΒΙΟΣΒΑΡΛΑΑΜ ΚΑΙ ΙΩΑΣΑΦ ΤΩΝ ΑΟΙΔΙΜΩΝ ΚΑΙ ΜΑΚΑΡΙΩΝ.ΠΡΟΟΙΜΙΟΝ} Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσινυἱοὶ Θεοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· τὸ δὲ Πνεύ-ματος ἁγίου ἀξιωθῆναι καὶ υἱοὺς Θεοῦ γενέσθαιτῶν ὀρεκτῶν ὑπάρχει τὸ ἔσχατον, καὶ οὗ γενο-μένοις πάσης θεωρίας ἀνάπαυσις, καθὼς γέγρα-πται. τῆς οὖν ὑπερφυοῦς ταύτης καὶ τῶν ἐφετῶνἀκροτάτης μακαριότητος ἠξιώθησαν ἐπιτυχεῖν οἱἀπ' αἰῶνος ἅγιοι διὰ τῆς τῶν ἀρετῶν ἐργασίας· οἱμὲν μαρτυρικῶς ἀθλήσαντες καὶ μέχρις αἵματοςπρὸς τὴν ἁμαρτίαν ἀντικαταστάντες, οἱ δὲ ἀσκη-τικῶς ἀγωνισάμενοι, καὶ τὴν στενὴν βαδίσαντεςὁδόν, καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι. ὧντὰς ἀριστείας καὶ τὰ κατορθώματα, τῶν τε δι'αἵματος τελειωθέντων καὶ τῶν δι' ἀσκήσεωςτὴν ἀγγελικὴν πολιτείαν μιμησαμένων, γραφῇπαραδιδόναι, καὶ ἀρετῆς ὑπόδειγμα ταῖς μετέπειταπαραπέμπειν γενεαῖς, ἐκ τῶν θεηγόρων Ἀποστό-λων καὶ μακαρίων Πατέρων ἡ τοῦ Χριστοῦ παρεί-ληφεν Ἐκκλησία, ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶντοῦτο νομοθετησάντων. ἡ γὰρ πρὸς ἀρετὴνφέρουσα ὁδὸς τραχεῖά τίς ἐστι καὶ ἀνάντης καὶμάλιστα τοῖς μήπω μεταθεμένοις ὅλους ἑαυτοὺςἐπὶ τὸν Κύριον, ἀλλ' ἐκ τῆς τῶν παθῶν τυραν-νίδος ἔτι πολεμουμένοις. διὰ τοῦτο καὶ πολλῶνδεόμεθα τῶν πρὸς αὐτὴν παρακαλούντων ἡμᾶς,τοῦτο μὲν παραινέσεων, τοῦτο δὲ καὶ βίων ἱστο-ρίας τῶν ἐκείνην προωδευκότων, ὃ καὶ μᾶλλονἀλύπως ἐφέλκεται πρὸς αὐτὴν καὶ μὴ ἀπογινώ-σκειν παρασκευάζει τῆς πορείας τὸ δύσκολον.ἐπεὶ καὶ τῷ μέλλοντι βαδίζειν ὁδὸν δύσπορον καὶτραχεῖαν παραινῶν μέν τις καὶ προτρεπόμενοςἧττον πείσειεν· ὑποδεικνύων δὲ πολλοὺς αὐτὴνἤδη διελθόντας, εἶτα κἀν τῷ τέλει καλῶς κατα-